Τῌ Α ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, υἱῶν Θεοδότης τῆς ἐξ Ἀσίας. ΤΥΠΙΚΟΝ

Σχετικά έγγραφα
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Ο ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

1 ΙΟΥΛΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

1 ΙΟΥΛΙΟΥ 2015 ΤΕΤΑΡΤΗ +Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ τελειωθέντων. ( 284).

ΠΑΡΑΣΚΕΥΗ 1 ΙΟΥΛΙΟΥ 2016 * * * * * ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

Τῌ Α ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, υἱῶν Θεοδότης τῆς ἐξ Ἀσίας.

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ χωρὶς Ἱερέα

1 ΝΟΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ε ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, υἱῶν Θεοδότης τῆς ἐξ Ἀσίας.

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

1 ΙΟΥΛΙΟΥ Μμήμη τῶμ Ἁγίωμ καὶ θαυματουργῶμ Ἀμαργύρωμ, Κοσμᾶ καὶ Δαμιαμοῦ, τῶμ ἐμ Ῥώμῃ τελειωθέμτωμ

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

1 ΙΟΥΛΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Δ ΜΑΤΘΑΙΟΥ Κοσμᾶ καὶ Δαμιανοῦ τῶν ἀναργύρων τῶν ἐν Ῥώμῃ ( 284). Ἦχος γ. Ἑωθινὸν δ.

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

7 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (06/08/12) Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (7/8/15)

14 ΝΟΕΜΒΡΙΟΥ Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Κ Α Ν Ω Ν Π Α Ρ Α Κ Λ Η Τ Ι Κ Ο Σ Ε Ι Σ Τ Ο Ν Α Γ Ι Ο Ν Ι Ε Ρ Ο Μ Α Ρ Τ Υ Ρ Α Σ Ε Ρ Α Φ Ε Ι Μ

Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, Πολλοῖς συνεχόμενος πειρασμοῖς, Παθῶν με ταράττουσι προσβολαί, Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν,

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

17 ΙΑΝΟΥΑΡΙΟΥ Αντωνίου ὁσίου τοῦ μεγάλου ( 356). Αντωνίου ὁσίου τοῦ ἐν τῇ σκήτῃ τῆς Βεροίας, Γεωργίου νεομάρτυρος τοῦ ἐν Ιωαννίνοις ( 1838).

Минея. Ноябрь (на греческом языке) Μηναίον τοῦ Νοεμβρίου

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

18 ΟΚΤΩΒΡΙΟΥ Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Τῌ ΤΕΤΑΡΤῌ ΕΣΠΕΡΑΣ (17/10/12)

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

13 ΝΟΕΜΒΡΙΟΥ 2015 Ιωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ( 407)

20 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

12 ΔΕΚΕΜΒΡΙΟΥ Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

5 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν άββα τοῦ Ἡγιασμένου

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 3. Τεταρτη

ὁ β χορός ὁ α χορός Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. ὁ β χορός ὁ α χορός

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

25 ΙΟΤΛΙΟΤ Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ἔχων ἡμέρας τριάκοντα μίαν Η ἡμέρα ἔχει ὥρας 14 καὶ ἡ νὺξ ὥρας 10

8 ΝΟΕΜΒΡΙΟΥ 2012 Πέμπτη. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

17 ΙΑΝΟΥΑΡΙΟΥ 2013 Αντωνίου ὁσίου τοῦ μεγάλου ( 356). Αντωνίου ὁσίου τοῦ ἐν τῇ σκήτῃ τῆς Βεροίας, Γεωργίου νεομάρτυρος

ΤΗ ΚϚ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη Μεγαλομ. Δημητρίου.

5 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν άββα τοῦ Ἡγιασμένου

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

δὲ τὸ πρόσωπον, τῇ αἴγλῃ ἐκείνου, Πάτερ καθωδήγησαι,

Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι

12 ΔΕΚΕΜΒΡΙΟΥ 2012 Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333).

Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

12 ΔΕΚΕΜΒΡΙΟΥ 2011 Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Σπυρίδωνος, Επισκόπου Τριμυθοῦντος τοῦ Θαυματουργοῦ.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

20 ΙΟΥΛΙΟΥ 2013 Tοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 2. Τριτη

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

26 ΙΟΥΛΙΟΥ 2019 Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ(25/7/19)

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

01 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Ε Ματθαίου τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν Ῥωμαίων. Ἦχος δ. Ἑωθινὸν Ε.

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

Liturgia praesanctificatorum. Λειτουργία κατηχουμένων

15 ΣΕΠΤΕΜΒΡΙΟΥ Ηχος γ, ἑωθινὸν α. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (14/09/13)

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... Ἦχος πλ. δ. Ἑωθινὸν α. Τυπ. Πεντ

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 1. Δευτερα

κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).

ΙΣΤ ΚΥΡΙΑΚΗ ( Γ ΛΟΥΚΑ) Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Θωμᾶ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ.

Κανὼν τοῦ Γερασίμου εἰδικὸς ἐπὶ ἐμπρησμοῖς δασῶν. βλ. Θεοτοκάριον Γερασίμου σελ.334

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ Ἦχος πλ. βʹ.

10 ΥΕΒΡΟΤΑΡΙΟΤ 2012 Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Φαραλάμπους.

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

31 ΑΥΓΟΥΣΤΟΥ Τὰ καταθέσια τῆς τιμίας ζώνης τῆς ὑπεραγίας Θεοτόκου ἐν τῷ ἐν Κων/πόλει ναῷ αὐτῆς τῷ ἐν τοῖς Χαλκοπρατείοις.

2 ΟΚΣΩΒΡΙΟΤ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυπριανοῦ, καὶ Ἰουστίνης τῆς Παρθένου.

01-07 ΕΣΠΕΡΑΣ Μνήμη τῶν Ἁγίων Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ μαρτυρησάντων. ει εις πο ο ολ λα α α α Μ.

20 ΟΚΤΩΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

20 ΙΑΝΟΥΑΡΙΟΥ 2018 ΣΑΒΒΑΤΟΝ +Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

18 ΙΑΝΟΥΑΡΙΟΥ 2013 Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας.

24 ΙΟΥΝΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Τὸ γενέθλιον τοῦ προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου. Παναγιώτου νεομάρτυρος τοῦ Καισαρέως. Ἦχος β. Ἑωθινὸν γ.

Transcript:

Τῌ Α ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, υἱῶν Θεοδότης τῆς ἐξ Ἀσίας. Σημείωσις: συνετάχθη ἀκολουθία συμπληρωθεῖσα κατὰ τὰ ἐλλείποντα ἐκ τοῦ μηναίου, ὡς ἐπὶ τὸ πλεῖστον διὰ πανηγυρίζοντας ναούς. ΤΥΠΙΚΟΝ 1. Εἰ τύχοι ἡ μνήμη τῶν Ἁγίων ἐν πάσῃ ἄλλῃ ἡμέρᾳ πλὴν Κυριακῆς, ἡ Ἀκολουθία αὐτῶν ψάλλεται κατὰ τὴν τοῦ Μηναίου διάταξιν. 2. Εἰ τύχοι ἐν Κυριακῇ. Τῷ Σαββάτῳ ἑσπέρας μετὰ τὸν Προοιμιακὸν καὶ τὸ Ψαλτήριον, εἰς τὸ Κύριε ἐκέκραξα... ψάλλομεν ἀναστάσιμα Στιχηρὰ στ, καὶ τῶν Ἁγίων δ. Δόξα. τῶν Ἁγίων. Καὶ νῦν τὸ α Θεοτοκίον τοῦ Ἤχου. Εἴσοδος, Φῶς ἱλαρόν, καὶ τὸ Προκείμενον. Εἰς τὰ Ἀπόστιχα τὰ ἀναστάσιμα Στιχηρά. Δόξα. τῶν Ἁγίων. Καὶ νῦν. Ὁ ποιητὴς καὶ λυτρωτής μου... Τὸ ἀναστάσιμον Ἀπολυτίκιον, τῶν Ἁγίων, τὸ Θεοτοκίον Σὲ τὴν μεσιτεύσασαν... καὶ Ἀπόλυσις. 3. Τῇ Κυριακῇ εἰς τὸν Ὄρθρον. Μετὰ τὸν Ν ψαλμόν, ὁ Τριαδικὸς κανὼν καὶ τὰ Τριαδικὰ Ἄξιόν ἐστιν. Εἶτα τὸ Τρισάγιον, ἡ Ὑπακοὴ τοῦ Ἤχου καὶ ὁ Ἑξάψαλμος. Εἰς τό, Θεὸς Κύριος, τὰ Ἀπολυτίκια ὡς εἰς τὸν Ἑσπερινόν. Εἶτα τὸ Ψαλτήριον, καὶ ὁ Ἄμωμος. Τὰ ἀναστάσιμα Καθίσματα κατὰ σειράν, τὰ Εὐλογητάρια, ἡ Ὑπακοή, οἱ Ἀναβαθμοὶ τοῦ Ἤχου καὶ τὸ Προκείμενον. Ἅπασα ἡ τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου. Κανόνες, ὁ Ἀναστάσιμος καὶ ὁ τῶν Ἁγίων. Ἀπὸ τῆς γ ᾨδῆς Κάθισμα τῶν Ἁγίων καὶ Θεοτοκίον, ἀφ στ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα, καὶ τὸ Μηνολόγιον τῶν Ἁγίων. Καταβασίαι Ἀνοίξω τὸ στόμα μου. Εἶτα στιχολογοῦμεν Τὴν τιμιωτέραν. Ἐξαποστειλάρια τὸ Ἀναστάσιμον, τῶν Ἁγίων καὶ τὸ Θεοτοκίον. Εἰς τοὺς Αἴνους Ἀναστάσιμα δ καὶ τῶν Ἁγίων δ. Δόξα. τὸ Ἑωθινόν, Καὶ νῦν. Ὑπερευλογημένη... Δοξολογία Μεγάλη. καὶ τὸ Σήμερον σωτηρία... καὶ καθεξῆς ἡ Λειτουργία, ἐν ᾗ ψάλλονται τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοὶ τοῦ ἤχου εἰς δ καὶ ἄλλα δ ἐκ τῆς στ ᾠδῆς τοῦ Κανόνος τῶν Ἁγίων. Ἀπόστολος τῶν Ἁγίων, καὶ Εὐαγγέλιον τῆς Κυριακῆς. Κοινωνικόν Αἰνεῖτε... Εἴδομεν τὸ φῶς..., Εἴη τὸ ὄνομα Κυρίου καὶ Ἀπόλυσις. * * ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακόν, Συναπτὴ μεγάλη ὑπὸ τοῦ Διακόνου ΤΑ ΕΙΡΗΝΙΚΑ Ὁ διάκονος Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν κτλ. Οἱ δὲ χοροὶ εἰς ἑκάστην δέησιν τὸ Κύριε, ἐλέησον μέχρι καὶ τῆς Ἀντιλαβοῦ, σῶσον... Ὁ διάκονος Τῆς Παναγίας, ἀχράντου... Ὁ χορός Σοί, Κύριε. Ὁ ἱερεύς Ὅτι πρέπει σοι πᾶσα δόξα... Ὁ χορός Ἀμήν. Η ΣΤΙΧΟΛΟΓΙΑ ΤΟΥ ΨΑΛΤΗΡΙΟΥ Στιχολογοῦμεν τοῦ, Μακάριος ἀνήρ, τὴν α στάσιν. Εἶτα ΟΙ ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ Ψαλμὸς ρμ (140). Ἦχος πλ. β. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δε ήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰσάκουσόν μου, Κύριε. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁ μαρτίαις, Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. 1

Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐρράγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. Ὅτι πρὸς σέ, Κύριε Κύριε, οἱ ὀφθαλμοί μου ἐ πὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω. Ψαλμὸς ρμα (141). Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Ἀπώλετο φυγὴ ἀπ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ἱστῶμεν στίχους Ϛ, καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Προσόμοια τῶν Ἁγίων. Ἦχος πλ. β. Αὐτόμελον. Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐ στιν. Ὅλην ἀποθέμενοι, ἐν οὐρανοῖς τὴν ἐλπίδα, θησαυρὸν ἀσύλητον, ἑαυτοῖς οἱ Ἅγιοι ἐθησαύρισαν δωρεὰν ἔλαβον, δωρεὰν διδοῦσι, τοῖς νοσοῦσι τὰ ἰάματα χρυσὸν ἢ ἄργυρον, εὐαγγελικῶς οὐκ ἐκτήσαντο ἀνθρώποις τε καὶ κτήνεσι, τὰς εὐεργεσίας μετέδωκαν ἵνα διὰ πάντων, ὑπήκοοι γενόμενοι Χριστῷ, ἐν παῤῥησίᾳ πρεσβεύωσιν, ὑπὲρ τῶν ψυχῶν ἡ μῶν. Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Ὕλην ἐβδελύξαντο, τὴν ἐπὶ γῆς φθειρομένηνε οὐρανοπολῖται δέ, ἐν σαρκὶ ἰσάγγελοι ἐ χρημάτισαν, ἡ ὁμόφρων συσκηνος, ξυνωρὶς ὁμότροπος, τῶν Ἁγίων καὶ ὁμόψυχος διὸ τοῖς κάμνουσι, πᾶσι τὰς ἰάσεις βραβεύουσιν, ἀ νάργυρον παρέχοντες, τὴν εὐεργεσίαν τοῖς χρῄζουσιν. Οὓς ἐν ἐτησίοις, τιμήσωμεν ἀξίως ἑορταῖς, ἐν παῤῥησίᾳ πρεσβεύοντας, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Ὅλην εἰσοικίσασα, ἐν ἑαυτῇ τὴν Τριάδα, δυὰς ἡ ἀοίδιμος, Κοσμᾶς καὶ Δαμιανὸς οἱ θεόφρονες, ὡς κρουνοὶ βλύζουσιν, ἐκ πηγῆς νάματα, ζωηφόρου τῶν ἰάσεων ὧν καὶ τὰ λείψανα, πάθη δι ἁφῆς θεραπεύουσι καὶ μόνα τὰ ὀνόματα, νόσους ἐκ βροτῶν ἀπελαύνουσι πάντων τῶν προσφύγων, σωτήριοι τελοῦντες, τῷ Χριστῷ, ἐν παῤῥησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 2

Ἕτερα Στιχηρὰ Προσόμοια. Ἦχος α. Τῶν οὐρανίων ταγμάτων. Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Τῶν Ἀναργύρων τῇ μνήμῃ πάντες συνδράμωμεν ἐν καθαρᾷ καρδίᾳ, καὶ ἁγνῷ συνειδότι αὐτοῖς συνεκβοῶντες χαίροις δυὰς τῶν ἀσθενούντων ἡ ἴασις ὅτι ὑμεῖς ἀντιλήψατε ἐκ Θεοῦ, τὴν ἐξουσίαν τῶν ἰάσεων. Στίχ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐ παινέσατε αὐτόν, πάντες οἱ λαοί. Τὰς ἐντολὰς τοῦ Κυρίου καλῶς φυλάξαντες, φιλαργυρίας νόσον, ἐκτιμῶντες πανσόφως, ἰ ᾶσθε ἀναργύρως ὅθεν ὑμῶν, τὴν πανσέβαστον ἄθλησιν, ἀξιοχρέως τιμῶμεν θαυματουργοί, ἱκετεύσατε σωθῆναι ἡμᾶς. Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ ἡ μᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Ὡς παῤῥησίαν λαβόντες παρὰ τοῦ μόνου Θεοῦ, τοῦ ἐλεεῖν καὶ σῴζειν, ἐκ ποικίλων κινδύνων, λυτρώσασθε τοὺς πίστει ὑμνοῦντας ὑ μᾶς, θεοφόροι Ἀνάργυροι, καὶ ἐκ παθῶν καὶ κινδύνων καὶ πειρασμῶν, ψυχῆς ἅμα καὶ τοῦ σώματος. Δόξα. Ἦχος πλ. β. Ἀνατολίου. Ἀτελεύτητος ὑπάρχει τῶν Ἁγίων ἡ χάρις, ἣν παρὰ Χριστοῦ ἐκομίσαντο ὅθεν αὐτῶν καὶ τὰ λείψανα, ἐκ θείας δυνάμεως, διηνεκῶς ἐνεργοῦσι τοῖς θαύμασιν ὧν καὶ τὰ ὀνόματα μόνα, ἐκ πίστεως ἐπιβοώμενα, τῶν ἀνιάτων ἀλγηδόνων ἀπαλλάττουσι. Δι ὧν Κύριε καὶ ἡ μᾶς, τῶν τῆς ψυχῆς καὶ τοῦ σώματος παθῶν ἐλευθέρωσον, ὡς φιλάνθρωπος. Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι ἡμᾶς οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ ἐν δυ άδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. ΕΙΣΟΔΟΣ ΕΠΙΛΥΧΝΙΟΣ ΕΥΧΑΡΙΣΤΙΑ Ψαλλομένου τοῦ Καὶ νῦν γίνεται ἡ εἴσοδος ὑ πὸ τοῦ ἱερέως καὶ τοῦ διακόνου. Ὁ διάκονος Σοφία ὀρθοί. Ὁ προεστὼς ἢ ὁ ἀναγνώστης τὴν ἐπιλύχνιον εὐχαριστίαν χῦμα Φῶς ἱλαρὸν ἁγίας δόξης, * ἀθανάτου Πατρός, * οὐρανίου, ἁγίου, μάκαρος, * Ἰησοῦ Χριστέ, * ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, * ἰδόντες φῶς ἑσπερινόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, * καὶ ἅ γιον Πνεῦμα, Θεόν. * Ἄξιόν σε ἐν πᾶσι καιροῖς * ὑμνεῖσθαι φωναῖς αἰσίαις, * Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς * διὸ ὁ κόσμος σὲ δοξάζει. Ἐὰν δὲ εἰσοδεύουν δύο ἢ περισσότεροι ἱερεῖς, ψάλλουν αὐτοὶ τὴν ἐπιλύχνιον εὐχαριστίαν. ΤΟ ΠΡΟΚΕΙΜΕΝΟΝ Ὁ διάκονος Ἑσπέρας προκείμενον. Τῇ Δευτέρᾳ ἑσπέρας. Ἦχος δ. Ψαλμὸς δ. Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. (δ 4) Στίχ. α. Ἐν τῷ ἐπικαλεῖσθαί με εἱσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου ἐν θλίψει ἐ πλάτυνάς με. Οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου. (δ 2) Στίχ. β. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω, ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ ἐλπίδι κατῴκισάς με. (δ 9) ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ (Ζήτει αὐτὰ τῇ ε Δεκεμβρίου, τοῦ Ἁγίου Σάββα τοῦ Ἡγιασμένου). Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ 1 9). Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀ 3

φρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔ ξοδος αὐτῶν, καὶ ἡ ἀφ ἡμῶν πορεία σύντριμμα οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀ θανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν Ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁ σίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε 15 23, στ 1 3). Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀ πὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁ λοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους Δυναστῶν. Ἀκούσατε οὖν Βασιλεῖς καὶ σύνετε μάθετε δικασταὶ περάτων γῆς ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄ χλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ 7 15). Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐ κλεκτοῖς αὐτοῦ. ΑΙ ΔΕΗΣΕΙΣ Ὁ διάκονος τὴν ἐκτενῆ δέησιν Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς κτλ. Ὁ χορὸς εἰς ἑκάστην δέησιν τὸ Κύριε, ἐλέησον τρίς, εἰς δὲ τὴν τελευταίαν ἅπαξ. Ὁ ἱερεύς Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος... Ὁ χορός Ἀμήν. Ὁ προεστώς ἢ ὁ ἀναγνώστης Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγί 4

ῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ χορός Ἀμήν. Ὁ διάκονος Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν... Ὁ χορός Κύριε, ἐλέησον. Ὁ διάκονος Ἀντιλαβοῦ, σῶσον... Ὁ χορός Κύριε, ἐλέησον. Ὁ διάκονος Τὴν ἑσπέραν πᾶσαν... Ὁ χορὸς εἰς ἑκάστην δέησιν Παράσχου, Κύριε. Ὁ διάκονος Τῆς Παναγίας, ἀχράντου... Ὁ χορός Σοί, Κύριε. Ὁ ἱερεύς Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ὁ χορός Ἀμήν. Ὁ ἱερεύς Εἰρήνη πᾶσι. Ὁ χορός Καὶ τῷ πνεύματί σου. Ὁ διάκονος Τὰς κεφαλὰς ἡμῶν... Ὁ χορός Σοί, Κύριε. Ὁ ἱερεὺς τὴν εὐχὴν τῆς κεφαλοκλισίας καὶ τὴν ἐκφώνησιν Εἴη τὸ κράτος τῆς βασιλείας σου... Ὁ χορός Ἀμήν. Εἰς τὴν Λιτήν, Ἰδιόμελα. (Ἐκ τῶν Αἴνων, εἰς τὸ Μηναῖον). Ἦχος α. Ἀνατολίου. Τὴν χάριν τῶν ἰαμάτων, ἐκ Θεοῦ εἰληφότες, ἀναργύρως τὰ πάθη, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, θεραπεύετε, παγκόσμιοι Ἀνάργυροι ὅθεν δι ὑμῶν Χριστὸς τοῖς πιστοῖς, τὴν δεδομένην εὐρωστίαν χαριζόμενος, φωστῆρας ἀπλανεῖς ὑμᾶς ἀναδείκνυσι τῇ οἰκουμένῃ αὐτῷ πρεσβεύσατε, σωθῆναι τὰς ψυχὰς ἡ μῶν. Ὁ αὐτός. Ἐκ τῆς ἄνωθεν προμηθείας, τὴν τῶν ἰαμάτων ἄβυσσον ἐξαντλήσαντες, πᾶσιν ἀναβλύζετε τοῖς πιστοῖς, τὰς ἰάσεις Ἀνάργυροι ὑπερφυῶς γὰρ τῶν νοσούντων τὰ πάθη, ἐν χειρουργίαις μυστικαῖς, ἐκ θησαυρῶν τοῦ Πνεύματος, φάρμακα προτιθέντες σωτήρια,τοῖς κάμνουσι θεραπεύετε ὅθεν ναὸς σεπτὸς γεγονότες, τῆς ζωαρχικῆς Τριάδος, ἐν ὑμῖν σαφῶς τὴν κατοικίαν ποιησαμένης, αὐτῇ πρεσβεύσατε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ἦχος β. Γερμανοῦ. Ἀγάλλεται ὁ χορὸς τῶν Ἁγίων εἰς αἰῶνας βασιλείαν γὰρ οὐρανῶν ἐκληρονόμησαν. Γῆ τὰ λείψανα αὐτῶν δεξαμένη, εὐωδίαν διέπνευσε. Δοῦλοι Χριστοῦ γεγόνασι, κατασκηνώσαντες εἰς ζωὴν αἰώνιον. Ἦχος β. Ἡ πηγὴ τῶν ἰαμάτων, ἕνα καὶ μόνον ἐθεράπευε τοῦ ἔτους ἡ σκηνὴ τῶν Ἀναργύρων, ἅ παν τὸ πλῆθος θεραπεύει τῶν νοσούντων ἀ νενδεὴς γὰρ ὑπάρχει καὶ ἀδαπάνητος, ὁ πλοῦτος τῶν Ἁγίων. Ταῖς αὐτῶν ἱκεσίαις Χριστέ, ἐλέησον ἡμᾶς. Ὁ αὐτός. Θεοφάνους. Πόθῳ θείῳ καὶ ἔρωτι τῶν μελλόντων, πρακτικῶς πολιτευσάμενοι, τὰς σωτηρίους ὁδοὺς διηνύσατε. Ὅθεν τὸ καθαρὸν τῆς ψυχῆς, ἀκηλίδωτον τηρήσαντες, τῶν ἐνύλων τελείως ἀπέστησε. Πνεύματι δὲ θείῳ χρυσωθέντες, ἀχρύσως τὰς ἰάσεις τοῖς νοσοῦσι παρέχετε, δυὰς ἱ ερά, φωταυγὴς ξυνωρίς, πεφωτισμένον θεῖον ζεῦγος Ἀνάργυροι, ἐν θλίψεσι καὶ νόσοις ἐπισκεπτόμενοι ἡμᾶς, καὶ τῶν ψυχῶν ἡμῶν τὰς νόσους, ἀναργύρως ἰώμενοι. Ὁ αὐτός. Γερμανοῦ. Μεγάλων ἀξιωθέντες δωρεῶν πανεύφημοι, ἐν ταπεινότητι βίου, ἐν τῇ γῇ ἐπολιτεύσασθε καὶ διερχόμενοι πανταχοῦ, δωρεὰν τῶν νοσούντων τὰ πάθη ἰώμενοι, ὤφθητε Ἀγγέλων συνόμιλοι, Κοσμᾶ σὺν τῷ Δαμιανὼ τῷ σοφῷ ἀδελφοὶ τερπνότατοι, καὶ ἡμῶν τὰ πάθη, ταῖς εὐχαῖς ὑμῶν ἰάσασθε. 5

Ὁ αὐτός. Ἰατροὶ τῶν ἀσθενούντων, θησαυροὶ τῶν ἰαμάτων, σωτῆρες τῶν πιστῶν, Ἀνάργυροι πανευκλεεῖς, τοὺς ἐν ἀνάγκαις κράζοντας, καὶ ὀδυνωμένους ἰάσασθε σὺν τῇ Θεοδότῃ, ἱκετεύοντες, Θεὸν τὸν ἀγαθόν, λυτρώσασθαι ἡ μᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ. Δόξα. Ἦχος β. Ἀγάλλεται ἡ δυὰς Ἀναργύρων ἐν οὐρανίοις ἰατροὶ ὄντες, ἰατροὺς γῇ προστατεύουσι, καὶ Λειψάνοις αὐτῶν θεραπεύουσι, δωρεὰν ἀσθενοῦντας βροτούς, παρὰ Χριστοῦ ἐξουσίαν λαβόντες ὡς καὶ οἱ Ἀπόστολοι, κόσμον ἰώμενοι ἐν τοῖς θαύμασι. (Ἐκ τοῦ Μεγάλου Ὡρολογίου). Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ᾅδης, καὶ ὁ θάνατος τέθνηκε νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον. Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος α. Χαίροις ἀσκητικῶν. Χαίροις, τῶν Ἀναργύρων δυάς, Τριάδα ἁγίαν τὸν Θεὸν ἀγαπήσασα, ἐξ ὅλης ψυχῆς καρδίας, καὶ διανοίας Κοσμᾶ, καὶ Δαμιανὲ ἰατροὶ σοφοί, ὁμοῦ ἠγαπήσατε, ὁλοψύχως μακάριοι, καὶ τὸν πλησίον, σεαυτῶν περισσότερον, ἰατρεύοντες, πάντων πᾶσαν ἀσθένειαν. Τόπους γὰρ διερχόμενοι, καὶ λίαν συμπάσχοντες, πᾶσι βροτοῖς ἀναργύρως, ἴασιν νόσων παρείχατε διὸ καὶ οἱ δύω, θείας δόξης λαμπρῷ στέφει, κατεκοσμήθητε. Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. Χαίροις, τῶν Ἀναργύρων δυάς, ἡ κορυφὴ καὶ τῆς Ἀσίας βλαστήματα, Τριάδος τε Ὑπερθέου, κατοικητήρια, Κοσμᾶ, Δαμιανὲ οἱ αὐτάδελφοι, τρανῶς εὐποιΐας λαμπρά, θεῖα ὤφθητε κάτοπτρα, ἔργοις ἀγάπης, καὶ ἐλέους λαμπόμενοι, ἀνεδείχθητε, ὥσπερ ἥλιοι πάμφωτοι. Πᾶσαν γὰρ τὴν ὑφήλιον, ἀεὶ καταυγάζετε, ταῖς τῶν θαυμάτων ἀκτῖσι, σκότος παθῶν ἀπελαύνοντες. Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. Χαίροις, ἡ τῆς Τριάδος δυάς, θαυματουργῶν τε ἰατρῶν, τὴν γῆν ἅπασαν, ἀεὶ ἐπισκεπτομένη, καὶ μετὰ θάνατον, ὡς καὶ πρὶν πρὸς δόξαν τοῦ Κυρίου σου, καὶ τῷ συμπαθείᾳ τε, τῇ πρὸς πάντας Ἀνάργυροι, Κοσμᾶ, Δαμιανέ τε, ἰατροὶ ἐπιστήμονες, ὑμῶν Λείψανα, καὶ Ναοὺς ἐνδεικνύμενοι, πᾶσι τοῖς καταφεύγουσι, καὶ πίστει προστρέχουσι, κοινὸν σαφῶς ἰατρεῖον, δωρεὰν βλύζον ἰάματα. Χριστὸν δυσωπεῖτε, τὴν ὑγείαν ἡμῖν δοῦναι, ψυχῆς καὶ σώματος. Δόξα. Ἦχος πλ. β. Πάντοτε ἔχοντες Χριστόν, ἐνεργοῦντα ἐν ὑ μῖν Ἅγιοι Ἀνάργυροι, θαυματουργεῖτε ἐν κόσμῳ ἀσθενοῦντας θεραπεύοντες καὶ γὰρ τὸ ἰατρεῖον ὑμῶν, πηγὴ ὑπάρχει ἀνεξάντλητος ἀντλουμένη δὲ μᾶλλον ὑπερεκβλύζει, καὶ χεομένη περισσεύεται καθ ἑκάστην κενουμένη καὶ πληθυνομένη, πᾶσι χορηγοῦσα καὶ μὴ λειπομένη καὶ οἱ ἀρυόμενοι κορέννυνται ἰάματα, καὶ αὕτη διαμένει ἀδαπάνητος. Τί οὖν ὑμᾶς καλέσωμεν; θεράποντας ἰατροὺς ψυχῶν τε καὶ σωμάτων, ἰατῆρας παθῶν ἀνιάτων, δωρεὰν ἰωμένους ἅπαντας, εἰληφότας χαρίσματα, παρὰ τοῦ Σωτῆρος Χριστοῦ, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος. Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα μετὰ τῶν Ἀναργύρων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. 6

Τό, Νῦν ἀπολύεις... τὸ Τρισάγιον καὶ τὰ Ἀπολυτίκια. Ἀπολυτίκιον τῶν Ἁγίων. Ἦχος γ. Θείας πίστεως. Θείου Πνεύματος, τῇ χειρουργίᾳ, θεραπεύετε, παντοίας νόσους, σὺν Κοσμᾶ Δαμιανὲ οἱ Ἀνάργυροι ὁ γὰρ Σωτὴρ ἰατροὺς ὑμᾶς ἔδειξεν, εἰς περιποίησιν πάντων καὶ ἴασιν ὅθεν ῥύσασθε, παθῶν δυσαχθῶν καὶ θλίψεων, τοὺς πόθῳ τῷ ναῷ ὑμῶν προστρέχοντας. Δόξα. Ἕτερον Ἀπολυτίκιον. Ἦχος πλ. δ. Αὐτόμελον. Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν. Ὁ δι ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας, ἀγαθέ ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου δεῖξον τὴν φιλανθρωπίαν σου, ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε, Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον, Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. Εὐλόγησις τῶν ἄρτων καὶ Ἀπόλυσις. Η ΑΠΟΛΥΣΙΣ Ὁ ἱερεύς Δόξα σοι, Χριστὲ ὁ Θεός... Ὁ ἀναγνώστης Δόξα, καὶ νῦν. Κύριε, ἐλέησον γ. Πάτερ ἅγιε, εὐλόγησον. Ὁ ἱερεύς Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν Δι εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν... Ὁ χορός Ἀμήν. * * ΜΕΣΟΝΥΚΤΙΚΟΝ Μετὰ τὸν ν ψαλμόν, τὰ διὰ τὴν λιτὴν ἰδιόμελα, τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον τοῦ Ἁγίου. Καὶ Ἀπόλυσις. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Ἦχος γ. Θείας πίστεως. Θείου Πνεύματος, τῇ χειρουργίᾳ, θεραπεύετε, παντοίας νόσους, σὺν Κοσμᾶ Δαμιανὲ οἱ Ἀνάργυροι ὁ γὰρ Σωτὴρ ἰατροὺς ὑμᾶς ἔδειξεν, εἰς περιποίησιν πάντων καὶ ἴασιν ὅθεν ῥύσασθε, παθῶν δυσαχθῶν καὶ θλίψεων, τοὺς πόθῳ τῷ ναῷ ὑμῶν προστρέχοντας. Δόξα. Ἕτερον Ἀπολυτίκιον. Ἦχος πλ. δ. Αὐτόμελον. Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν. Ὁ δι ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας, ἀγαθέ ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου δεῖξον τὴν φιλανθρωπίαν σου, ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε, Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον, Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. 7

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον τῆς ἡμέρας καὶ ὁ πολυέλεος τῶν ἁγίων] Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Ἀνάργυροι σοφοί, καὶ παθῶν ἰατῆρες, δυνάμει θεϊκῇ, ἀνεδείχθητε κόσμῳ, οὐδὲν παρ οὐδενός ποτε, οὐδέποτε λαμβάνοντες, μισθὸν τὴν εἰς Χριστόν, πίστιν νοσούντων αἰτοῦντες, μισθὸν λήψεσθε, Θεοῦ, Κοσμᾶ Δαμιανέ τε, Ἀγγέλοις χορεύοντες. Δόξα. Ὅμοιον. Θαυμάτων δωρεάς, δωρεὰν ἐνεργοῦντες, προφθάνετε ἀεί, τοὺς ἐν νόσοις τελοῦντας, Ἀνάργυροι ἀνάδελφοι, Κοσμᾶ καὶ Δαμιανὲ ἰ ατροί ὅθεν ῥύσασθε, πάσης ἡμᾶς ἀσθενείας, καὶ δαιμόνων τε, ὑμῶν τὴν κλῆσιν φωνοῦντας, καὶ πόνων καὶ θλίψεων. Δεινῆς ἐπιβουλῆς, καὶ ὁρμῆς ἀκαθέκτου, ἐ χθροῦ τοῦ δυσμενοῦς, τὴν ἀθλίαν ψυχήν μου, ἀπάλλαξον Πανύμνητε, καὶ τὸν νοῦν μου ἐκκάθαρον, τῇ σῇ χάριτι, ἐκ λογισμῶν ἀκαθάρτων, καὶ μετάνοιαν, κἂν ἐν τῷ γήρατι δός μοι, καὶ σῶσόν με δέομαι. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ἀνάργυροι ἔνδοξοι, τῶν ἀσθενῶν ἰατροί, Κοσμᾶ παμμακάριστε, Δαμιανὲ ἱερέ, ταμεῖα τῆς χάριτος, παύσατε τὰς ὀδύνας, τῆς σαρκὸς καὶ ψυχῆς μου, ἔλεος καὶ ὑγείαν, ἐκ Κυρίου αἰτοῦντες, τοῖς πίστει τῇ πρεσβείᾳ, ὑμῶν καταφεύγουσι. Δόξα. Ὅμοιον. Δυὰς ἡ πανεύφημος, τῶν Ἀναργύρων Χριστοῦ, Κοσμᾶς δοξαζέσθω νῦν, Δαμιανός τε ὁ μοῦ, θανάτου ἀντίπαλοι οὗτοι γὰρ δεδεγμένοι, τῆς Τριάδος τὴν χάριν, παλαίουσι κατὰ νόσων, Παρακλήτου δυνάμει, ἀγκάλης θανάτου, ἀρπάζοντες τοὺς αἰτοῦντας, αὐτῶν τὴν βοήθειαν. Θεὸν τὸν Ἀσώματον, σωματωθέντα ἐκ σοῦ, ἀφράστως κυήσασα, δι εὐσπλαγχνίαν πολλήν, Παρθένε Πανάμωμε, ῥῦσαι σωματικῶν με, ἀλγηδόνων καὶ πόνων, νέμουσα τῇ ψυχῇ μου, καθαρτήριον πένθος, ὡς ἂν ἀποπλύνω, παθῶν μου τὸν βόρβορον. Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τὰς χαμαιζήλους ἡδονὰς συμπατοῦντες, πρὸς μαρτυρίου Ἀθληταὶ θεῖον ὕψος, περιφανῶς ἐπήρθητε ἐν χάριτι, Κοσμᾶ Δαμιανέ τε, οἰκουμένης φωστῆρες ὅθεν ἱκετεύομεν σκοτασμοῦ ἁμαρτίας, καὶ νοσημάτων ῥύσασθε ἡ μᾶς, τὸν ἐπὶ πάντων Θεὸν ἱκετεύοντες. Δόξα. Ἦχος δ. Κατεπλάγη Ἰωσήφ. Καπεπλάγησαν λαοί, ἰδόντες θαύματα δυάς, Κοσμᾶ καὶ Δαμιανέ, τὴν θεραπείαν ἀσθενῶν, καὶ ἀνάβλεψιν τυφλῶν, ἀνόρθωσιν παραλύτων ἐδόθη γὰρ ὑμῖν, ἐξουσία κατὰ πνευμάτων ἀκαθάρτων δεινῶν, ὥστε ἐκβάλλειν λόγῳ αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον Ἰησοῦ ὀνόματι, ᾧ, πᾶν γόνυ κάμψει ἐπουρανίων, καταχθονίων, γηΐνων τε. Ἔρχου Μῆτερ Μαριάμ, κλῖνον τὸ οὖς σου εὐμενῶς, καὶ ἐπάκουσον ἡμῶν, τῶν δεομένων ἐκτενῶς καὶ ὡς οἰκτίρμων, μὴ ἐλλίπῃς τοῦ προστατεύειν, τὰ τέκνα ἃ ὁ σὸς Υἱὸς καὶ πάντων Θεός, σοὶ δέδωκεν Ἁγνή, εἰς σωτηρίαν ἡ μῶν, καὶ τὰς παγίδας λύειν τοῦ διαβόλου, καὶ ῥῶσιν νέμειν τοῖς δούλοις σου εἰς σὲ γὰρ πᾶσαν τὴν προσδοκίαν καὶ ἐλπίδα τιθέμεθα. 8

ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Οἱ Ἀναβαθμοί τὸ α Ἀντίφωνον τοῦ δ ἤχου. Ἀντίφωνον Α. Ἐκ νεότητός μου * πολλὰ πολεμεῖ με πάθη * ἀλλ αὐτὸς ἀντιλαβοῦ, * καὶ σῶσον Σωτήρ μου. (δίς) Οἱ μισοῦντες Σιών, * αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου * ὡς χόρτος γάρ, πυρὶ * ἔσεσθε ἀπεξηραμένοι. (δίς) Δόξα. Ἁγίῳ Πνεύματι * πᾶσα ψυχὴ ζωοῦται, * καὶ καθάρσει ὑψοῦται, * λαμπρύνεται, * τῇ τριαδικῇ μονάδι * ἱεροκρυφίως. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, * ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, * ἀρδεύοντα, * ἅπασαν τὴν κτίσιν * πρὸς ζωογονίαν. Προκείμενον. Ἦχος δ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΟΡΘΡΟΥ Ὁ διάκονος Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ ἱερεύς Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. Ὁ διάκονος Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Κύριε, ἐλέησον. (γ ) Ὁ διάκονος Σοφία ὀρθοί ἀκούσωμεν τοῦ ἁ γίου Εὐαγγελίου. Ὁ ἱερεύς Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Ὁ διάκονος Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ ἱερεὺς ἀπὸ τῶν βημοθύρων ἀναγινώσκει τὸ Εὐαγγέλιον τοῦ Ὄρθρου. Ὁ ἱερεύς Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. (κα 12 19). Ὁ διάκονος Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ ἀναγινώσκει ὁ ἱερεὺς τὸ Εὐαγγέλιον τοῦ Ὄρθρου τῆς ἑορτῆς ἀπὸ τῆς Ὡραίας Πύλης. Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς Προσέχετε ἀπὸ τῶν ἀνθρώπων ἐπιβαλοῦσιν γὰρ ἐφ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέτε οὖν εἰς τὰς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης τὸν ν ψαλμόν, χύμα. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 9

Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀ γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Δόξα. Ταῖς τῶν Ἀναργύρων, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐ ξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἰδιόμελον. Ἦχος πλ. β. Ἀνδρέου Πυροῦ. Φαιδρὰ καὶ ἐπίφωτος ἀνέτειλε σήμερον, ἡ μνήμη τῶν ἀναργύρων Χριστοῦ, λαμπρῶς καταλάμπουσα ταῖς ἀκτῖσι τῶν θαυμάτων δεῦτε οὖν φιλέορτοι πιστῶς πανηγυρίσωμεν, δεῦτε τῇ σορῷ τῶν Ἁγίων προθύμως πάντες προσδράμωμεν, ὅπως τὴν ταχίστην ἴασιν παρ αὐτῶν κομισώμεθα ἀναργύρως γὰρ παρέχουσι πᾶσι, τῇ ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος, τῶν ἰαμάτων τὰ χαρίσματα. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέησον (ιβ ). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ Ὁ Κανὼν τῆς Θεοτόκου καὶ τῶν Ἁγίων δύο. Ὁ Κανὼν τῆς Θεοτόκου. (ἐὰν ψαλῇ εἰς στ, τότε ὁ εἱρμὸς δευτεροῦται). ᾨδὴ α. Ὁ εἱρμός. Ἦχος πλ. δ. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀ νεβόα Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν. Τροπάρια. Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον. 10

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀ θυμίας ἐμπιπλῶσαί μου τὴν ψυχήν εἰρήνευσον Κόρη τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου Πανάμωμε. Σωτῆρα τεκοῦσά σε καὶ Θεόν, δυσωπῶ Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν. Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια. Κανὼν πρῶτος τῶν ἁγίων, οὗ ἡ ἀκροστιχίς Ὕμνοις γεραίρω τοὺς σοφοὺς Ἀναργύρους. Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ. ᾨδὴ α. Ἦχος α. ᾌσωμεν πάντες λαοί. Ὑπὸ τῆς χάριτος, τῆς ἀρχικῆς Τριάδος, ἡ δυὰς ἡ θαυμαστὴ καὶ σεβάσμιος, φωτιζομένη πᾶσιν ἰάματα, τοῖς προσιοῦσι πιστῶς, παρέχει ἀενάως, ἀναβλυστάνουσα. Μυσταγωγούμενοι, τοῖς ζωηφόροις λόγοις, ὡς φωστῆρες ἐν κόσμῳ ἐξέλαμψαν, τὴν τῶν παθῶν ὁμίχλην, εὐκόλως διασκεδάζοντες, τῇ ζέσει τῆς πίστεως, οἱ παμμακάριστοι. Νόμῳ πειθόμενοι, τῷ τοῦ Σωτῆρος πᾶσαν, ἡ δυπάθειαν σαρκὸς μὲν ἀπέθεντο, ταῖς ἀρεταῖς ψυχὰς δέ, φανότατα καταλαμπρύναντες, ἐν κόσμῳ διέπρεψαν, οἱ ἀξιάγαστοι. Θεοτοκίον. Ὅλον τὸν ἄνθρωπον, ἐν σῇ γαστρὶ σκηνώσας, Θεομῆτορ ἀποῤῥήτως ἠμφιάσατο, ὁ ἐκ Πατρὸς ἐκλάμψας, Υἱὸς ἀχρόνως ὁ ὑπέρθεος αὐτὸν ἀνυμνήσωμεν, ὅτι δεδόξασται. Κανὼν δεύτερος, ἔχων ἀκροστιχίδα τήν δε Δυάς με σῴζοις τῶν σοφῶν Ἀναργύρων. Ἰωσήφ. ᾨδὴ α. Ἦχος δ. Τριστάτας κραταιούς. Δυὰς φωτοειδής, τῶν σοφῶν Ἀναργύρων, Τρι άδι τῇ σεπτῇ, σὺν πᾶσιν ἐκλεκτοῖς, παρεστῶσα ἱκέτευε, μνήμην σου τὴν φωτοφόρον, τοὺς τελοῦντας φωτίζεσθαι, ταῖς τοῦ Πνεύματος θείαις λαμπρότησιν. Ὑπέρτερον τὸν νοῦν, τῶν ἐνύλων δεικνύντες, τὰς ἀΰλους ἀστραπάς, τοῦ Πνεύματος σοφοί, ὑπεδέξασθε Ἅγιοι ὅθεν σκότος νοσημάτων, διαλύετε πάντοτε, ἐπισκέψεσι θείαις Ἀνάργυροι. Δόξα. Ἀνύστακτον ψυχῆς, κεκτημένοι τὸ ὄμμα, πρὸς ἐκπλήρωσιν Θεοῦ, τῶν θείων ἐντολῶν, τοὺς ὑπνοῦντας νοσήμασιν, ἔνδοξοι πρὸς εὐρωστίαν, διυπνίζετε χάριτι, συμπαθεῖς θεοφόροι Ἀνάργυροι. Σωτῆρα καὶ Θεόν, ἐξ ἁγνῶν σου αἱμάτων, ἐ σωμάτωσας Ἁγνή, τὸν δείξαντα ἡμῖν, Ἰατροὺς τῶν παθῶν ἡμῶν, ἄχραντε σωτηριώδεις, καὶ θερμοὺς ἀντιλήπτορας, τοὺς σεπτοὺς Ἀναργύρους ἐν Πνεύματι. Καταβασία. Ἀνοίξω τὸ στόμα μου. Τῆς Θεοτόκου. ᾨδὴ γ. Ἦχος πλ. δ. Ὁ εἱρμός. Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε Φιλάνθρωπε. Τροπάρια. 11

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, σὲ Θεογεννῆτορ Παρθένε σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη Πανύμνητε. Ἱκετεύω Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου σὺ γὰρ Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη Πανάχραντε. Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε. Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ Παρθένε, σύ μοι βοήθησον τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρὸν Πανάμωμε, τὸν ἀδαπάνητον. Τῶν Ἀναργύρων. ᾨδὴ γ. Ἦχος α. Στερέωσόν με Χριστέ. Ἰάσεων τὰς πηγάς, τῶν δωρεῶν τε τῶν θείων τοὺς ὀχετούς, τοῦ ἀΰλου φωτὸς τὰ λαμπρότατα, δοχεῖα ἅπαντες ἀξίως ὑμνήσωμεν. Σωμάτων τε καὶ ψυχῶν, ὡς ἰατρεύοντες πάθη τὰς ἀῤῥωστίας, τῶν προσιόντων ὑμῖν πανσεβάσμιοι, προθύμως νῦν, ὡς εὐεργέται θεραπεύετε. Γονίμοις ἐν ἀρεταῖς, κατακοσμούμενοι πᾶσαν τὴν φθειρομένην, τρυφὴν τοῦ βίου σαφῶς ἀπεκρούσαντο, τῷ θείῳ κάλλει ἀνενδότως ἀτενίζοντες. Θεοτοκίον. Ἐν εἴδει τῷ καθ ἡμᾶς, ὁ πρὶν ἀνείδεος ὤφθη Θεογεννῆτορ, συνεισδραμούσης σαρκὶ τῆς Θεότητος, ἐν μήτρᾳ σου τῆς παναγίας Θεόνυμφε. Κανὼν δεύτερος. ᾨδὴ γ. Ἦχος δ. Οὐκ ἐν σοφίᾳ. Μύρον εὐῶδες, ἰαμάτων ὁ θεῖος ναὸς ὑμῶν, ἀναβλύζων ἱερῶς, τοῖς ἐπομβρίαις τοῦ Πνεύματος, πάθη δυσωδέστατα, ἐκπλύνει πάντοτε. Ἐπουρανίαις, ἐν σκηναῖς αὐλιζόμενοι πάντοτε, τὴν σκηνὴν ὑμῶν ἀεί, πηγὴν ἰάσεων Ἅγιοι, χάριτι δεικνύετε, τοῦ Παντοκράτορος. Δόξα. Σαρκὸς τὰ πάθη, ἐγκρατείας κημῷ χαλινώσαντες, τὰς τοῦ Πνεύματος αὐγάς, πλουσιωτάτως ἐδέξασθε ὅθεν ταῖς ἰάσεσι, κόσμον πλουτίζετε. Ὡραιοτάτην, ἐν γυναιξί σε Θεὸς ἐξελέξατο, καὶ ἐκ σοῦ σωματικῶς, Ἁγνὴ τεχθῆναι εὐδόκησεν, ὁ ἀναπαυόμενος, ἐν τοῖς Ἁγίοις αὐτοῦ. Καταβασία. Τοὺς σοὺς ὑμνολόγους. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κάθισμα τῶν ἁγίων ἀναργύρων. Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Οὐρανόθεν θαυμάτων τὴν δωρεάν, παραδόξως λαβόντες παρὰ Χριστοῦ, πάντα θεραπεύετε, ἀενάως τὰ πάθη ἐν ὑμῖν γὰρ ὤφθη, ἡ χάρις τοῦ Πνεύματος, χορηγοῦσα θείων ἰάσεων δύναμιν ὅθεν καὶ ἀφθάρτων, ἀγαθῶν εὐπορίαν, τῇ πίστει ἐκτήσασθε, ἀναργύρῳ φρονήματι. Θεοφόροι Ἀνάργυροι, πρεσβεύσατε 12

Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν. Δόξα. Ὅμοιον. Ἰαμάτων δοτῆρες θαυματουργοί, καὶ θαυμάτων λαμπτῆρες φωταγωγοί, πᾶσιν ἀνεδείχθητε, τῇ τοῦ Πνεύματος χάριτι τῶν γὰρ παθῶν τὴν φλόγα, τῇ πίστει δροσίζοντες, τῶν πιστῶν ἐν ταύτῃ, τὸ φρόνημα θάλπετε ὅθεν ἰατρεῖον, τῶν ψυχῶν κεκτημένοι, τὸν θεῖον ναὸν ὑμῶν, ἐν αὐτῷ καταφεύγομεν. Θεοφόροι Ἀνάργυροι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑ ορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν. Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, φωναῖς μεγαλύνωμεν, καὶ ὑμνοῦντες βοήσωμεν Ἡ τῆς χαρᾶς αἰτία, Παρθένε πανύμνητε, τοὺς τιμῶντάς σε σῷζε, καὶ σκέπε πρεσβείαις σου ἔ χεις γὰρ ὡς Μήτηρ τοῦ Θεοῦ παῤῥησίαν, οἰκτείρειν βραβεύειν τε, νοσημάτων τὴν ἴασιν διὰ τοῦτο βοῶμέν σοι Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τοῦ δοθῆναι ἄφεσιν τοῖς δούλοις σου, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν ἄσπορον τόκον σου. Τῆς Θεοτόκου. ᾨδὴ δ. Ἦχος πλ. δ. Ὁ εἱρμός. Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα. Τροπάρια. Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων Θεονύμφευτε. Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν Εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων τῶν ὑμνούντων σε. Ἀπολαύοντες Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα. Οἱ ἐλπίδα καὶ στήριγμα καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε Πανύμνητε, δυσχερείας πάσης ἐκλυτρούμεθα. Τῶν Ἀναργύρων. ᾨδὴ δ. Ἦχος α. Κατενόησα παντοδύναμε. Ῥήσει θείᾳ σαφῶς ἑπόμενοι, οὐ χρυσοῦ λαμπηδόνας, οὐδὲ ἀργύριον Θεῖοι ἐκτήσασθε. Ἀπαστράπτοντες θείοις θαύμασιν, οἱ Ἀνάργυροι πάντας, εὐεργετοῦσι χάριν βραβεύοντες. Ἰατροὶ σοφοὶ ἀνεδείχθητε, τῶν παθῶν ταῖς ὀ δύναις, ἀλεξικάκους χεῖρας προσάγοντες. Θεοτοκίον. Ῥαπιζέσθωσαν νῦν τὰ πρόσωπα, τῶν μὴ σὲ Θεοτόκον ὁμολογούντων, πάναγνε Δέσποινα. Κανὼν δεύτερος. ᾨδὴ δ. Ἦχος δ. Ὁ καθήμενος ἐν δόξῃ. Ζωηφόροις ἐνεργείαις, ὁλικαῖς ἐπιδόσεσι, τὰ θανατηφόρα, πάθη τῶν βροτῶν θεραπεύετε, φωτοειδέστατοι στῦλοι, πύργοι ἄσειστοι, τῆς ἀμπέλου, τῆς ἀληθινῆς θεῖα κλήματα. Οἱ μαζοὶ τῆς Ἐκκλησίας, οἱ τὸ γάλα προχέοντες, τὸ τῶν ἰαμάτων, οἱ πεφωτισμένοι Ἀνάρ 13

γυροι, οἱ διατρέφοντες πάντας θείοις βρώμασιν, εὐφημείσθωσαν, χαρμονικοῖς μελῳδήμασιν. Δόξα. Ἰατρεῖον ἀνεδείχθη, ὁ ναὸς ὑμῶν Ἅγιοι, τῶν χειμαζομένων, ἄκλυστος λιμὴν καὶ σωτήριος, ἐν ᾧ προστρέχοντες πάντες κομιζόμεθα, τὴν γαλήνην, καὶ τὴν τῶν δεινῶν ἀπολύτρωσιν. Συμπαθείας με Παρθένε, τῆς ἐν σοὶ καταξίωσον, ἡ τεκοῦσα Λόγον, μόνον ἀληθῶς συμπαθέστατον, τὸν συμπαθεῖς τοὺς Ἁγίους ἀναδείξαντα, ἰατῆρας, καὶ θαυματουργοὺς ἐν τοῖς πέρασιν. Καταβασία. Τὴν ἀνεξιχνίαστον. Τῆς Θεοτόκου. ᾨδὴ ε. Ἦχος πλ. δ. Ὁ εἱρμός. Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν Φιλάνθρωπε. Τροπάρια. Ἔμπλησον ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον. Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων Θεοτόκε ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην τὴν πάντα νοῦν ὑπερέχουσαν. Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον. Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι. Τῶν Ἀναργύρων. ᾨδὴ ε. Ἦχος α. Ἐκ νυκτὸς ὀρθρίζοντες. Ὡς κρουνοὶ θεόῤῥυτοι, πηγάζετε πιστοῖς, εὐεργεσίας νάματα, τῆς ψυχῆς τε καὶ τοῦ σώματος, θεραπεύοντες νόσους, Ἀνάργυροι ἔνδοξοι. Τὴν πηγὴν τῆς χάριτος, Ἀνάργυροι σεπτοί, ἀ ναστομοῦντες ἅπασιν, εὐρωστίαν διανέμετε, τοῖς ἐν πίστει καὶ πόθῳ, ὑμῖν νῦν προστρέχουσιν. Οἱ λαμπροὶ καὶ πάνσοφοι, ἀστέρες οἱ τὴν γῆν, προφανῶς οὐρανώσαντες, ἐν μιμήσει τῆς λαμπρότητος, τῶν Ἀγγέλων ἀπαύστως, ἡμᾶς καταυγάζουσιν. Θεοτοκίον. Ὑπερτέρα πέφηνας, τὸν πάντων Ποιητήν, τὸν τῷ Πατρὶ συνάναρχον, συλλαβοῦσα Μητροπάρθενε, καὶ τεκοῦσα τῷ κόσμῳ, Σωτῆρα καὶ Κύριον. Κανὼν δεύτερος. ᾨδὴ ε. Ἦχος δ. Ἐξέστη τὰ σύμπαντα. Ταῖς θείαις λαμπρότησι, σαφῶς καταστραπτόμενοι, πάντα περιέρχεσθε τὸν κόσμον, πάντας ἀνθρώπους καταφωτίζοντες, σκότος ἐκδιώκοντες παθῶν, δαίμονας ἐλαύνοντες, θεοφόροι Ἀνάργυροι. Ὡς δύο φωτίζετε, φωστῆρες, τὴν ὑφήλιον, πνευματοκινήτως θεοφόροι, πᾶσαν τὴν κτίσιν περιερχόμενοι, καὶ τοὺς ἐπὶ κλίνης ὀδυ 14

νῶν, προσεπισκεπτόμενοι, καὶ δεινῶν ἐξαιρούμενοι. Δόξα. Νοσοῦσι τὴν ἴασιν, παθῶν τὴν ἀπολύτρωσιν, ἐπιχορηγοῦντες ἀναργύρως, πάντων προστάται μέγιστοι ὤφθητε, πάντων βοηθοὶ μετὰ Θεόν, πάντων ἀντιλήπτορες, θεοφόροι Ἀνάργυροι. Σοφίαν ἐκύησας, Θεοῦ τὴν ἐνυπόστατον, ἄ χραντε Παρθένε Θεοτόκε, τὴν τοὺς Ἁγίους πανσόφους ἀναδείξασαν, δι ὧν τοῦ κακίας σοφιστοῦ, πέπτωκε τὸ φρύαγμα, καὶ δεινὰ πανουργεύματα. Καταβασία. Ἐξέστη τὰ σύμπαντα. Τῆς Θεοτόκου. ᾨδὴ Ϛ. Ἦχος πλ. δ. Ὁ εἱρμός. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀ παγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε. Τροπάρια. Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν Παρθένε δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐ χθρῶν κακουργίας με ῥύσασθαι. Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐ λαύνουσαν καὶ δέομαι διαπαντός Ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με. Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα Ὦ Δέσποινα καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον. Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔ στιν ἴασις τῇ σαρκί μου ἀλλ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς Ἐκ φθορᾶς νοσημάτων ἀνάστησον. Τῶν Ἀναργύρων. ᾨδὴ στ. Ἦχος α. Τὸν Προφήτην διέσωσας. Σωτηρίους θεράποντας, εὐεργέτας θεόφρονας, Κοσμᾶν καὶ Δαμιανὸν τοὺς θείους, προθύμως τιμήσωμεν. Σωφροσύνην τηρήσαντες, καὶ φρονήσει κοσμούμενοι, Κοσμᾶς καὶ Δαμιανὸς οἱ θεῖοι, Χριστῷ συναγάλλονται. Ὁμοφρόνως οἰκήσαντες, ὁμοψύχως ἀσκήσαντες, ὁμοῦ τὰς ἰάσεις βραβεύειν, ἡμῖν ἐπιστεύθητε. Θεοτοκίον. Φῶς ἀπρόσιτον τέτοκας, μετὰ σώματος Πάναγνε, τὸ πάντα τὸν κόσμον φωτίζον, αὐγαῖς τῆς Θεότητος. Κανὼν δεύτερος. ᾨδὴ Ϛ. Ἦχος δ. Θύσω σοι, μετὰ φωνῆς. Οὐ τέχνῃ, ἀνθρωπίνῃ ἐν θείᾳ δὲ χάριτι, ἀποκαθαίρετε νόσους, τῶν ἀνθρώπων ἔνδοξοι διὰ τοῦτο, κατὰ χρέος, εὐφημοῦντες ὑμᾶς μακαρίζομεν. Φιλίᾳ, πρὸς Χριστὸν θεοφόροι συνδούμενοι, πᾶσαν κακίαν δαιμόνων, διαλύετε θείᾳ χάρι 15

τι διὰ τοῦτο, τὴν ὑμῶν ἐκτελοῦμεν πανήγυριν. Δόξα. Ὡς ὄντες, τῆς ἀμπέλου τῆς θείας βλαστήματα, οἶνον ἡμῖν ἰαμάτων, τοῖς ἐν κατηφείᾳ τῶν νοσημάτων, κεραννῦντες, εὐφροσύνης πληροῦτε Ἀνάργυροι. Ναόν σε, καθαρὸν ἀπειργάσατο Δέσποινα, ὁ καθαρώτατος Λόγος, ὁ τὸν θεῖον οἶκον τῶν Ἀναργύρων, μεγαλύνων, ἐν σημείοις καὶ τέρασι πάντοτε. Καταβασία. Τὴν θείαν ταύτην. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον τῶν Ἀναργύρων. Ἦχος β. Οἱ τὴν χάριν λαβόντες τῶν ἰαμάτων, ἐφαπλοῦτε τὴν ῥῶσιν τοῖς ἐν ἀνάγκαις, Ἰατροὶ θαυματουργοὶ ἔνδοξοι ἀλλὰ τῇ ὑμῶν ἐπισκέψει, καὶ τῶν πολεμίων τὰ θράση καταβάλλετε, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασιν. Ὁ Οἶκος. Πάσης συνέσεως καὶ σοφίας ὑπέρκειται ὁ λόγος τῶν σοφῶν Ἰατρῶν τοῦ γὰρ Ὑψίστου χάριν λαβόντες, ἀοράτως τὴν ῥῶσιν δωροῦνται πᾶσιν ὅθεν κἀμοί, διηγήσεως χάριν δεδώρηνται, ὑμνῆσαι ὡς θεοφόρους, εὐαρέστους Θεοῦ καὶ θεράποντας, ἰαμάτων πλήθη παρέχοντας ἀλγηδόνων γὰρ πάντας λυτροῦνται, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασιν. Συναξάριον. Μὴν Νοέμβριος, ἔχων ἡμέρας λ. Ἡ ἡμέρα ἔχει ὥρας ι, καὶ ἡ νὺξ ὥρας ιδ. Τῇ Α τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, υἱῶν Θεοδότης τῆς ἐξ Ἀσίας. Στίχ. Εἰ καὶ παρῆκαν γῆν Ἀνάργυροι δύο, Πληροῦσιν, ὡς πρίν, καὶ πάλιν γῆν θαυμάτων. Πρώτῃ Ἀκέστορε φῶτε Νοεμβρίου ἔκπτατον ἐκ γῆς. Οὗτοι οἱ Ἅγιοι εἷλκον τὸ γένος ἐκ τῆς Ἀσιάτιδος γῆς, πατρὸς μὲν ὑπάρχοντες Ἕλληνος, μητρὸς δὲ χριστιανῆς, τοὔνομα Θεοδότης ἥτις χηρείαν ἐκ τοῦ ἀνδρὸς ὑ ποστᾶσα καὶ ἀδείας εὐκαίρου λαβομένη, πᾶσαν ἰδέαν ἀρετῆς τελείας αὐτοὺς ἐξεπαίδευσε. Πάσης δὲ ἐπιστήμης ἐν πείρᾳ γενόμενοι, ταῖς λοιπαῖς χαίρειν εἰπόντες, τὴν ἰατρείαν τῶν ψυχῶν καὶ τῶν σωμάτων ἠσπάσαντο, θεραπεύοντες πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν καὶ οὐκ ἀνθρώποις μόνον ἐπικουροῦντες, ἀλλὰ καὶ κτήνεσιν. Ἀνάργυροι δὲ ἐκλήθησαν, διότι οὐδὲν παρά τινός τι λαβεῖν ἠνέσχοντο πώποτε, ἀλλὰ δωρεὰν καὶ ἀμισθὶ ἰατρεύοντες διετέλουν. Οὕτως οὖν καλῶς τὸν ἑ αυτῶν βίον διαπεράναντες, ἐτελειώθησαν ἐν εἰρήνῃ. Τὰ δὲ τίμια αὐτῶν λείψανα κατετέθησαν ἐν τόπῳ καλουμένῳ Φερεμάν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων Μαρτύρων γυναικῶν Κυριαίνης καὶ Ἰουλιανῆς. Στίχ. Καὶ Κυρίαινα πρὸς τὸ πῦρ ἀποπνέει, Πάσης πνοῆς τιμῶσα Κύριον μέγαν. Τῷ πρὸς σὲ φίλτρῳ, Σῶτερ, ἐκκεκαυμένη, Ἰουλιανὴ καῦσιν ἐκ πυρὸς φέρει. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων Μαρτύρων Καισαρίου, Δασίου καὶ ἑτέρων πέντε (Σαβινίου ἢ Σαβινιανοῦ, Ἀγρίππα, Σάββα, Ἀδριανοῦ καὶ Θωμᾶ τοῦ νηπίου). Στίχ. Σὺν ἓξ συνάθλοις, τῆς ἀληθείας φίλοις, Τέμνουσι Καισάριον οἱ ψεύδους φίλοι. Οὗτοι οἱ Ἅγιοι κατασχεθέντες ἐν Δαμασκῷ καὶ διαφόροις βασάνοις ἐξετασθέντες, τέλος τὸν διὰ ξίφους δέχονται θάνατον. ( 345) Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων Ἱερομαρτύρων Ἰωάννου Ἐπισκόπου καὶ Ἰακώβου Πρεσβυτέρου. Στίχ. Σὺν Ἰακώβῳ τῷ Θύτῃ Χριστοῦ, ξίφος Ἰωάννης ἤνεγκεν ὁ Χριστοῦ Θύτης. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Μάρτυρος Ἑρμηνιγγέλδου, ξίφει τελειωθέντες ἐν ἔτει φπϛ (586). Στίχ. Ἑρμηνίγγελδος ἐκπλυθεὶς βαφὴν πλάνης, Σφαγὴν ὑποστάς, βάπτεται λύθρου κόχλῳ. Μνήμη τοῦ ἁγίου νέου Ὁσιομάρτυρος Ἰακώβου τοῦ ἐκ Καστορίας Ἰβηροσκητιώτου, καὶ τῶν δύο μαθητῶν αὐτοῦ Ἰακώβου διακόνου καὶ Διονυσίου μοναχοῦ, τῶν δι ἀγχόνης τελειωθέντων ἐν ἔτει αφκ (1520). 16

Στίχ. Τοὺς τρεῖς ὁσίους θανατοῦσιν ἀγχόνῃ ἐχθροὶ κάκιστοι τῆς Ἁγίας Τριάδος. Τριάδα ποθήσας Ἰάκωβος πόθῳ, Αὐτῇ ἀνέδραμε σὺν Μαθηταῖς δύο. Σεαυτὸν ἱέρευσας ἱερῶς Πάτερ, Καὶ θυσία δέδεξαι δεκτὴ Κυρίῳ. Ὑπηρετῶν τράπεζαν ἀρίστως κάτω, Τῆς οὐρανίου θεῖος ἄρτος ἀνέθης. Ὁ ὅσιος Πατὴρ ἡμῶν Δαβίδ, ὁ ἐν Εὐβοίᾳ ἀ σκήσας, ἐν εἰρήνῃ τελειοῦται ἐν ἔτει αφπ (1580). Στίχ. Δαβὶδ Γολιὰθ κατέβαλε τῷ λίθῳ, Δαβὶδ προσευχῇ κατέβαλε τὰ πάθη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας ἐνδόξου Νέας Παρθενομάρτυρος Ἑλένης τῆς ἐν Σινώπῃ, τοὐπίκλην Μπεκιάρη, ὑπὲρ ἁγνείας καὶ τῆς ἐν Χριστῷ πίστεως μαρτυρησάσης, ἐν ἔτει αψν (1750). Στίχ. Τῆς ἁγνείας θησαυρὸς ἐν Πόντῳ ὤφθη, Εὐσθενῶς ἀθλήσασα, Ἑλένη κόρη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Θεολήπτης. Στίχ. Θεοῦ λαμβάνεις σοὶ δώρον μέγα ἐν εἱρκτῇ κεκλεισμένη σοὶ Μάρτυς. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Κυπριανὸς καὶ Ἰουλιανή, διὰ πυρὸς τελειοῦνται. Στίχ. Ἰουλιανὴν καρτεροῦσαν πὺρ βλέπειν, Συγκαρτερὼν ἧν Κυπριανὸς γεννάδας. Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡ μᾶς. Ἀμήν. Τῆς Θεοτόκου. ᾨδὴ ζ. Ἦχος πλ. δ. Ὁ εἱρμός. Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες παῖδες, ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Τροπάρια. Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴκησας, τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας. Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας Μῆτερ, ἁ γνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀῤῥωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστὸν ἡμῖν ἀποτεκοῦσα. Τῶν Ἀναργύρων. ᾨδὴ ζ. Ἦχος α. Σὲ νοητήν, Θεοτόκε, κάμινον. Ὅλοι Θεοῦ, θεοφρόνως ὤφθητε, ὅλοι Θεοῦ χωρητικοί τὸν γὰρ κόσμον διὰ Θεόν, πάντα κατελίπετε, ἴχνεσιν ἑπόμενοι, τοῖς τοῦ Σωτῆρος πανένδοξοι, θεοπρεπῶς, τὸν τῶν Πατέρων Θεὸν καταγεραίροντες. Ὑπερφυῶς, Ἰατροὶ πανάριστοι, τῶν ἀσθενούντων τὰς πληγάς, χειρουργίαις ταῖς μυστικαῖς, πάσας θεραπεύετε, φάρμακα σωτήρια, ἐκ θησαυρῶν ἀρυόμενοι, τῶν θεϊκῶν, ἀ νυμνοῦντες Θεὸν τὸν ὑπερένδοξον. Στέφει τῆς σῆς, βασιλείας Δέσποτα, καὶ διαδήματι λαμπρῷ, κατεκόσμησας εὐπρεπῶς, τοὺς ὑπερποθήσαντας, κάλλος τὸ ἀμήχανον, Χριστὲ τῆς σῆς ὡραιότητος, καὶ τοῖς πιστοῖς, εὐεργέτας κοινοὺς τούτους ἀνέδειξας. 17

Θεοτοκίον. Ἀνατολῆς, τῆς ἐξ ὕψους Πάναγνε, φανερωθείσης ἐπὶ γῆς, ἀνεδείχθης πανευπρεπής, πύλη καὶ ὁλόφωτος, κόσμον καταυγάζουσα, μαρμαρυγαῖς καθαρότητος, καὶ τοῖς πιστοῖς, λαμπηδόνας ἀεὶ θαυμάτων πέμπουσα. Κανὼν δεύτερος. ᾨδὴ ζ. Ἦχος δ. Ἐν τῇ καμίνῳ. Ἀναστομοῦντες, τὴν πηγὴν τὴν θεόσδοτον Ἅ γιοι, πᾶσι ποταμοὺς ἐκβλύζετε καθαρῶν, ἰαμάτων ἀποπλύνοντες, παθῶν μιάσματα, καὶ δαιμόνων κακίαν ὀλέθριον. Νενευρωμένη, τῇ ῥωστικῇ τοῦ Πνεύματος χάριτι, ῥῶσιν ἀσθενοῦσι πάντοτε χορηγεῖ, ἡ δυὰς τῶν Ἀναργύρων σου, ἡ ἀξιέπαινος, Λόγε Θεοῦ σοφία καὶ δύναμις. Δόξα. Ἅγιος μόνος, εἶ ὁ δοξάζων τοὺς Ἁγίους σου κόσμον δι αὐτῶν λυτροῦσαι γὰρ τῶν δεινῶν, καὶ φωτίζεις τοὺς κραυγάζοντας Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε. Ῥάβδος ἐκ ῥίζης, Ἰεσσαὶ σὺ ἀνεβλάστησας, ἄνθος, τὸν Χριστὸν βλαστήσασα Μαριάμ, τὸν ὡς ἄνθεσι τοῖς θαύμασι, καθωραΐσαντα, τοὺς αὐτοῦ Ἀναργύρους θεράποντας. Καταβασία. Οὐκ ἐλάτρευσαν. Τῆς Θεοτόκου. ᾨδὴ η. Ἦχος πλ. δ. Ὁ εἱρμός. Τὸν Βασιλέα τῶν οὐρανῶν ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Τροπάρια. Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας. Τῶν ἰαμάτων τὸ δαψιλὲς ἐπιχέεις, τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον. Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας Παρθένε, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην. Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε ὅθεν σε ὑ μνοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Τῶν Ἀναργύρων. ᾨδὴ η. Ἦχος α. Ἐν καμίνῳ Παῖδες. Νεκρωθέντες κόσμου τοῖς τερπνοῖς, καὶ τῆς φιλαργυρίας, τὴν νόσον ἀποτεμόντες, ὠνομάσθητε σοφοί, τοῖς πᾶσιν Ἀνάργυροι, τοῖς βοῶσι Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑ μνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Αἰωνίου μέτοχοι ζωῆς, γεγόνατε προδήλως ζωῆς γὰρ τῆς φθειρομένης, κατελίπετε τερπνά, συμφώνως κραυγάζοντες Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ῥῦσαι πάντας Δέσποτα Χριστέ, δεινῶν ἀῤῥωστημάτων, πρεσβείαις τῶν Ἀναργύρων, καὶ ἀξίωσον ἀεί, συμφώνως κραυγάζειν σοι Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑ μνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. 18

Θεοτοκίον. Γεγηθότες πάντες οἱ πιστοί, καὶ χάριτι ῥωσθέντες, οἱ τόκῳ λελυτρωμένοι, Μητροπάρθενε τῷ σῷ, ἀπαύστως κραυγάζομεν Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑ μνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Κανὼν δεύτερος. ᾨδὴ η. Ἦχος δ. Χεῖρας ἐκπετάσας Δανιήλ. Γυμνοὶ πάσης ὤφθητε ἐχθροῦ, κακίας Ἅγιοι, τῷ θείῳ Πνεύματι, ἡμῖν γενόμενοι ἔνδυμα, σωτηρίας καὶ ἀφέσεως, καταστολὴ καὶ τῶν δεινῶν, ἀπαλλοτρίωσις τοῖς βοῶσι Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Υἱοὶ κατὰ μέθεξιν Θεοῦ, Δαμιανὲ καὶ Κοσμᾶ, πίστει γενόμενοι, πατρῷον κλῆρον νῦν εὕρατε, τὴν οὐράνιον ἀπόλαυσιν, καὶ τῶν θαυμάτων τὴν φαιδράν, ὄντως ἐνέργειαν, καὶ βοᾶτε Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ῥανίσιν ὑμῶν θεουργικαῖς, τὸν ῥύπον πλύνατε, τὸν ψυχικὸν ἡμῶν, καὶ τὰ ἐπώδυνα Ἅγιοι, φυγαδεύσατε νοσήματα, καὶ τῶν δαιμόνων τὰς ὁρμάς, ἀποδιώξατε, ὡς ἰατῆρες ἡμῶν συμπαθέστατοι. Στίχ. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Ὡς κρίνα ὡς ἄνθη νοητά, ὡς ῥόδα Πνεύματι, ὡραϊζόμενοι, ἡμῖν ἐδείχθητε Ἅγιοι, εὐωδίαν ἀποπέμποντες, καὶ τὸ δυσῶδες τῶν παθῶν ἀ ποδιώκοντες, τῶν βοώντων Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Νεκροῦται ὁ θάνατος ἐν σοί ζωὴν γὰρ ἔτεκες, τὴν ἐνυπόστατον, Χριστὸν τὸν Κύριον Ἄ χραντε, τὸν προστάτας τῆς ζωῆς ἡμῶν, τοὺς Ἀναργύρους ἰατρούς, βοῶντας δείξαντα Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Καταβασία. Παῖδας εὐαγεῖς. ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Θεοτόκου. Ψάλλονται ἀπὸ τῆς 22ας Σεπτεμβρίου μέχρι τῆς 7ης Νοεμβρίου, ἀπὸ τῆς 10ης Φεβρουαρίου μέχρι τῆς ἐνάρξεως τοῦ Τριῳδίου, τῇ Β, Δ καὶ Ε Κυριακῇ τῶν νηστειῶν καὶ ἀπὸ τῆς Κυριακῆς τῶν ἁγίων Πάντων μέχρι τῆς 26ης Ἰουλίου. ᾨδὴ α. Ἦχος δ. Ἀνοίξω τὸ στόμα μου * καὶ πληρωθήσεται Πνεύματος * καὶ λόγον ἐρεύξομαι * τῇ βασιλίδι Μητρί * καὶ ὀφθήσομαι * φαιδρῶς πανηγυρίζων * καὶ ᾄσω γηθόμενος * ταύτης τὰ θαύματα. ᾨδὴ γ. Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, * ἡ ζῶσα καὶ ἄφθονος πηγή, * θίασον συγκροτήσαντας * πνευματικόν, στερέωσον * καὶ ἐν τῇ θείᾳ δόξῃ σου * στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ. Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ τῆς Παρθένου σαρκώσεως * σοῦ τοῦ ὑψίστου * ὁ προφήτης Ἀββακοὺμ * κατανοῶν ἐκραύγαζε * Δόξα τῇ δυνάμει σου, Κύριε. ᾨδὴ ε. Ἐξέστη τὰ σύμπαντα * ἐπὶ τῇ θείᾳ δόξῃ σου * σὺ γάρ, ἀπειρόγαμε Παρθένε, * ἔσχες ἐν μήτρᾳ * τὸν ἐπὶ πάντων Θεὸν * καὶ τέτοκας ἄ χρονον Υἱόν, * πᾶσι τοῖς ὑμνοῦσί σε * σωτηρίαν βραβεύοντα. ᾨδὴ ς. Τὴν θείαν ταύτην καὶ πάντιμον * τελοῦντες ἑορτὴν οἱ θεόφρονες * τῆς Θεομήτορος * δεῦτε τὰς χεῖρας κροτήσωμεν, * τὸν ἐξ αὐτῆς τεχθέντα * Θεὸν δοξάζοντες. 19

ᾨδὴ ζ. Οὐκ ἐλάτρευσαν * τῇ κτίσει οἱ θεόφρονες * παρὰ τὸν κτίσαντα * ἀλλὰ πυρὸς ἀπειλὴν * ἀνδρείως πατήσαντες * χαίροντες ἔψαλλον * Ὑπερύμνητε, * ὁ τῶν πατέρων Κύριος * καὶ Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ * ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, * τότε μὲν τυπούμενος * νῦν δὲ ἐνεργούμενος * τὴν οἰκουμένην ἅπασαν * ἀγείρει ψάλλουσαν * Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα * καὶ ὑπερυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας. Ὁ διάκονος Τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύνομεν. Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Τῆς Θεοτόκου. ᾨδὴ θ. Ἦχος πλ. δ. Ὁ εἱρμός. Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες. Τροπάρια. Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα. Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁ μαρτίας τὴν λύπην ἐξαφανίσασα. Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα. Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας. Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας ταπεινωθέντα Παρθένε θεράπευσον, ἐξ ἀῤῥωστίας εἰς ῥῶσιν, μετασκευάζουσα. 20