τῷ Κρήτης ποιμάντορι, ὁ Σιγριανῆς ἡγέτης Θεοφάνης Ὅσιος, καὶ σεμνὴ Θεοκτίστη οὕς ἐν ᾄσμασι γεραίρομεν. Σήμερον σκιρτᾶ τῷ πνεύματι ὡς



Σχετικά έγγραφα
Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

Κυριακὴ 9 Δεκεμβρίου. Ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, τῆς μητρὸς τῆς Θεοτόκου καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων. Ἦχος β. Ἑωθινόν ε.

Κυριακὴ 8 Σεπτεμβρίου. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος β - Ἑωθινὸν ια.

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Αγιολογία - Εορτολογία

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

Κυριακὴ 13 Ἀπριλίου Κυριακὴ τῶν Βαΐων. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Μαρτίνου Πάπα Ῥώμης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

ΜΗΝ ΝΟΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΚΑΤΑΛΟΓΟΣ ΕΚΔΟΣΕΩΝ

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

ΝΟΕΜΒΡΙΟΥ 27!! ΙΑΚΩΒΟΥ ΠΕΡΣΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΚΟΛΟΥΘΙΑ

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

31 Ιουλίου 6 Αυγούστου 2017 Πνεύμα

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

Κυριακή 23 Ἰουνίου 2019.

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

Ἀκολουθία Ἁγίων ΘΕΟΔΩΡΟΥ ἐπ. Ἐδέσσης καί Ὁσιομ. ΜΙΧΑΗΛ μ. Γερασίμου

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΜΗΝ ΑΥΓΟΥΣΤΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΑΘΗΝΩΝ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΕΛΕΥΘΕΡΙΟΥ ΟΔΟΥ ΑΧΑΡΝΩΝ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΜΑΡΤΙΟΣ 2019

Ἀναγνωστικό Κατήχησης

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

ΑΚΟΛΟΥΘΙΑ ΠΑΝΤΩΝ ΤΩΝ ΕΝ ΡΟΔΩι ΔΙΑΛΑΜΨΑΝΤΩΝ ΑΓΙΩΝ

1 1 παυλος και σιλουανος και τιμοθεος

Τῇ αὐτῇ ἡμέρᾳ μνήμην ἐπιτελοῦμεν τῶν ἀπ αἰῶνος κοιμηθέντων εὐσεβῶς ἐπ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Numbers / Αριθμοι - According to 4Q121 Septuagint Numbers (4QLXXNum) - Verse Order

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΜΗΝ ΝΟΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

Νέος Γέρων Σκευοφύλαξ στο Πατριαρχείο Αλεξανδρείας

ΑΠΟΛΥΤΙΚΙΑ ΕΟΡΤΩΝ κ ΑΓΙΩΝ

Κυριακή 2 Ἰουνίου 2019.

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Σάββατο 18 Φεβουαρίου Σαββάτῳ πρὸ τῆς Ἀποκρεω. Μνήμη τοῦ ὁσίου πατρὸς ἠμῶν Λέοντος, Πάπα Ῥώμης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΣΕΠΤΕΜΒΡΙΟΥ ΙΖ ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΚΑΙ ΚΑΛΛΙΝΙΚΩΝ ΠΑΡΘΕΝΩΝ ΠΙΣΤΕΩΣ, ΕΛΠΙΔΟΣ ΚΑΙ ΑΓΑΠΗΣ ΚΑΙ ΤΗΣ ΜΗΤΡΟΣ ΑΥΤΩΝ ΣΟΦΙΑΣ

ΜΗΝ ΝΟΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

ΜΗΝ ΜΑΪΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

1) Μες τους κάμπους τ αγγελούδια ύμνους ουράνιους σκορπούν κι από τα γλυκά τραγούδια όλα τριγύρω αχολογούν. Gloria in excelsis Deo!

04 ΜΑΡΤΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΘΕΟΦΑΝΟΥΣ ΤΟΥ ΜΥΡΟΒΛΥΤΟΥ ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

Ψαλλομένη τῇ ιδ τοῦ μηνός Φεβρουαρίου

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Πράξεις τῶν ἀποστόλων, ἅπτει ὁ κανδηλάπτης πάσας τὰς κανδήλας τοῦ

Transcript:

ΤΗ Β ΚΥΡΙΑΚΗ ΤΟΥ ΜΑΤΘΑΙΟΥ Ἤτοι τῇ α' Κυριακῇ μετὰ τὴν τῶν Ἁγίων Πάντων Σύναξιν ἐπιτελοῦμεν Πάντων τῶν ἐν Λέσβῳ διαλαμψάντων ἁγίων. ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ (*) Ὁ Προοιμιακός, τὸ α' Κάθισμα τοῦ ψαλτηρίου, καὶ εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ι' καὶ ψάλλομεν στ'. Ἀναστάσιμα τοῦ α' ἤχου καὶ τὰ ἑξῆς δ' τῶν Ἁγίων. Ἦχος α'. Ὢ τοῦ παραδόξου θαύματος. Σήμερον λαμπρὰν πανήγυριν, ἡ Λεσβίων νῆσος, συγκροτεῖ χορεύουσα, τιμῶσα τοὺς ἐξ αὐτῆς ἀναβλαστησαντας, Ὁσίους καὶ ἀθλητάς, Ἱεραρχῶν καὶ γυναίων τὸ σύστημα, σὺν τούτοις δὲ εὐφημεῖ, τοὺς ἐν αὐτῇ ἀλλοδήμους ἐκλάμψαντας, δι' ἐνθέου πολιτείας καὶ στερρᾶς ἀθλήσεως, καὶ Χριστὸν μεγαλύνει, τὸν αὐτοὺς ὑπερδοξάσαντα. Χαίροις τῶν Μαρτύρων σύνταγμα, Κωνσταντῖνε θεῖε, οῦκα καὶ Γεώργιε, Θεόδωρος ὁ κλεινός, τῆς Βυζαντίδος βλαστός, ημήτριε ἀθλητά, σὺν Νικολάω καὶ Ζώρζη τῷ Ἰβηρι, Θεόδωρε καὶ Λουκᾶ, καὶ αἱ πεντάριθμοι Κόραι αἱ ἔνδοξοι, σὺν Ἀναστασίω ἅμα, οἱ τὴν Λέσβον ἅπασαν, τοῖς σεπτοῖς ὑμῶν ἄθλοις θεοφρόνως ἁγιάσαντες. όξῃς τριλαμποῦς ἐκφάντορες, καὶ τῆς νήσου Λέσβου, κόσμος ἀνεδείχθητε. Γεώργιε, ἱερέ, Ἄσσου Γρηγόριε, Ἀλέξανδρος ὁ σοφός, σὺν Ἰγνατίῳ Μηθύμνης οἱ πρόβολοι, Παρθένιος ὁ στερρός, σὺν τῷ Ἀνδρέα (*) Ἡ ἱερὰ αὔτη ἀκολουθία ἐποιήθη ὑπὸ τοῦ Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου ὑμνογράφου τῆς Μ. τοῦ Χριστοῦ Ἐκκλησίας, μερίμνῃ τοῦ Ἱερομόναχου Φωτίου Λαυριώτου. ημοσιευθεῖσα τὸ πρῶτον εἳς τὸ Περιοδικὸν τῆς Ι. Μητροπόλεως Μυτιλήνης «ὁ ΠΟΙΜΗΝ» κατὰ τὸ Ἔτος 1954, συμπεριελήφθη εἴτα εἷς τὸ βιβλίον «Γ.Π. Σωτηρίου Λεσβιακὴ Ἁγιολογία - Μυτιλήνη 1958». τῷ Κρήτης ποιμάντορι, ὁ Σιγριανῆς ἡγέτης Θεοφάνης Ὅσιος, καὶ σεμνὴ Θεοκτίστη οὕς ἐν ᾄσμασι γεραίρομεν. Σήμερον σκιρτᾶ τῷ πνεύματι ὡς ἀριστοτόκος, μήτηρ καὶ καλλίγονος, ἡ Λέσβος ἡ εὐκλεής, εἰς ἓν συνάπτουσα, τοὺς ταύτης θείους υἱούς, τοὺς τὴν Ἁγίαν Τριάδα δοξάσαντας, καὶ πάντας τοὺς ἐν αὐτῇ ὑπὲρ τῆς δόξῃς Κυρίου ἀθλήσαντας, καὶ τούτους μιᾷ ἡμέρᾳ μεγαλύνει κράζουσα βοηθοὶ καὶ προστάται, ἀεὶ ἔσεσθέ μοι Ἅγιοι. όξα Ἦχος πλ. β'. εῦτε πάντες, οἱ τὴν νῆσον ταύτην παροικοῦντες, αὐτόχθονές τε, καὶ ἐπήλυδες, εἰς ἐν συνέλθωμεν, καὶ ἰδιάζουσαν ἑορτὴν τελέσωμεν, τοῖς ἐν ὁσιότητι καὶ ἀληθείᾳ ὧδε λάμψασιν, ἀναβοῶντες αὐτοῖς. χαίροις Νεομαρτύρων ὅμιλε, οἱ τῶν πάλαι Μαρτύρων, τοὺς ἀγῶνας χαρακτηρίσαντες, καὶ περιφανῶς δοξασθέντες. Χαίροις Ἱεραρχῶν καὶ ὁσίων χορεία, οἱ δι ἀρετῶν ποικίλων, τῆς ἐν Χριστῷ τελειότητας ἀξιωθέντες. χαίροις ἁγιόλεκτον σύστημα, οἱ τῆς νήσου ταύτης ἀρωγοὶ καὶ ἔφοροι, καὶ πρὸς Χριστὸν πρεσβευταὶ θερμότατοι ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Ἦχος α'. Τὴν παγκόσμιον δόξαν. Εἴσοδος. φῶς ἱλαρόν. Τὸ προκείμενον. Ὁ Κύριος ἐβασίλευσεν. Καὶ τὰ Ἀναγνώσματα τῶν ἁγίων Πάντων. Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα. (Κεφ. μγ 9) Τάδε λέγει Κύριος πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τὶς ἀναγγελεῖ ταῦτα ἡμῖν καὶ τὰ ἐξάρχῃς τὶς ἀκουστὰ 1

ποιήσει ἡμῖν; ἀγαγέτωσαν, τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ, γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὂν ἐξελεξάμην, ἵνα γνῶτε, καὶ πιστεύσητε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ' ἐμὲ οὐκ ἔσται ἐγὼ εἶμι ὁ Θεὸς καὶ οὔκ ἐστι πάρεξ ἐμοῦ ὁ σῴζων. ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἢν ἐν ὑμῖν ἀλλότριος ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὔκ ἐστιν ὁ ἐκ τῶν χειρῶν μου ἑξαιρούμενος. Ποιήσω καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος Ἰσραήλ. Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. μγ 9) ικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνᾶναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα. οἱ δὲ εἰσίν ἐν εἰρήνῃ. καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης, καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται. ὅτι ὁ Θεος ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ, ὡς χρυσὸν ἐν χωνευτηρίω ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ ἐπισκοπῇς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμούνται. κρινούσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος, εἰς τοὺς αἰῶνας. οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενούσιν αὐτῷ. ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπῇ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ε 16) ίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. ιὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἀμῦναν ἐχθρῶν ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξύνει δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ ὑψίστου. 2

κληρονόμοι Σιών, καὶ ἀρωγοὶ ἡμῶν, καὶ ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἰδιόμελα. Ἦχος α' ἀντιλήπτορες ἔνθεοι. Αγάλλου ἐν Κυρίῳ, ἡ τῶν λεσβίων νῆσος, καὶ ὡς μήτηρ εὐτεκνούσα, εὐφροσύνην περίζωσαι. Ἰδοὺ γὰρ οἱ εὐκλεεῖς βλαστοί σου, οἱ διαφόροις χρόνοις, καὶ ποικίλοις τρόποις, Χριστῷ εὐαρεστήσαντες, τῇ ἐκκλησίᾳ πολλαχὼς διαπρέπουσιν ὅθεν κοινὴν χορείαν συστησάμενοι, τοὺς ἐξ ἀλλοδαπῆς ἐν σοὶ ἐκλάμψαντας, ἐπὶ τὸ αὐτὸ συγκαλοῦσιν εἰς μίαν ἐόρτιον αἴνεσιν, ὡς ἀδελφοὶ τῷ πνεύματι. Μακαρία εἶ ἐν νήσοις, ὅτι μαρτυρικοῖς αἵμασιν ἠρδεύθης καὶ Ὁσίων καμάτοις, ἀληθῶς ἡγιάσθης, ὧν ταῖς εὐχαῖς φρουρουμένη παρὰ Χριστοῦ κομίζῃ εἰρήνην καὶ μέγα ἔλεος. Ἦχος β'. Τὴν τῶν Μαρτύρων ὑπέρτιμον χορείαν σὺν Ἱεράρχαις ἱεροῖς, καὶ Ὁσίοις Πατράσι, χαρμονικῶς αἰνέσωμεν, τῇ του Χριστοῦ γὰρ στοιχειωθέντες ἀγάπη, πάντων τῶν ἐν κόσμῳ κατεφρόνησαν καὶ οἱ μὲν ἀθλητικῶς, τῆς εὐσεβείας τὸν λόγον ἐδόξασαν οἱ δὲ λαμπρότητι βίου, τῶν ἀρετῶν τὸ κάλλος ἐξέφηναν καὶ πάντες ὁμοῦ, ἐπὶ τὸ αὐτὸ συνελθόντες, πᾶσαν τὴν Λέσβον συναγείρουσι, πρὸς δόξαν καὶ αἴνεσιν, τοῦ ἐν αὐτοῖς δοξασθέντος Θεοῦ ἡμῶν. Ἦχος γ'. Ιδοὺ δὴ τὶ καλὸν ἥ τι τερπνόν, αυϊτικὼς βοήσωμεν, οἱ τῶν λεσβίων δῆμοι σήμερον, ἀλλ ἥ ἐπὶ τὸ αὐτὸ γεραίρειν καὶ τιμᾶν, τοὺς ἐν τῇ ἡμετέρᾳ νήσῳ, δι εὐσεβείας φάναντας ἔδει γὰρ ἔδει, τοὺς ἕνα σχόντας σκοπόν, καὶ μιᾷ καρδία Χριστῷ ἀκολουθήσαντας, ἐν μιᾷ ἡμέρα ἐορτάζεσθαι. Αὐτοῖς οὖν βοήσωμεν χαίρετε Μαρτύρων συντάγματα, Ἱεραρχῶν ὅμιλε, καὶ θεοειδῶν ὁσίων ἄθροισμα, οἱ τῆς ἄνῳ 3 Ἦχος δ'. Ιεραρχικῶς ἐμπρέψαντες, τὸν περιούσιον λαὸν Κυρίου, ἔργοις καὶ λόγοις σοφῶς ἐποιμάνατε, Ἱεράρχαι ὅσιοι. ἄσκησιν δὲ θείαν ἑλόμενοι, σκεύη φωτὸς ἀνεδείχθητε, διὰ ἀρίστων ἀναβάσεων, θεοφόροι Πατέρες, τῶν δὲ Μαρτύρων τὴν ἀνδρείαν, ἐν ἑαυτοῖς ἀνακεφαλαιώσαντες, μαρτυρικῶς, ἠνδραγαθήσατε, Νεομάρτυρες ἔνδοξοι διὸ ἀγαλλομένη ἐν ὑμῖν, Λέσβος ἡ περίφημος, πανδήμως ἑορτάζει, τὴν ὑμῶν λαμπρὰν πανήγυριν. όξα. Ἦχος ὁ αὐτός. Τὴν τρίπλοκον χορείαν, τὴν ἐξ Ἱεραρχῶν, Ὁσίων καὶ Μαρτύρων, ἐν Λέσβῳ συγκροτηθείσαν, πάντες οἱ λέσβιοι τιμήσωμεν ὅτι καύχημα ἡμῶν καὶ δόξα, ὡς ἀληθῶς ἐδείχθησαν, παρὰ Θεοῦ δοξασθέντες, σημείοις καὶ τέρασι, καὶ ποικίλαις δυνάμεσι τῶν γὰρ τοῦ Πνεύματος ἀγαθῶν, καὶ θεουργικῶν χαρίτων, θησαυροὶ ὤφθησαν, πλουτίζοντες ἡμῶν τάς ψυχάς, ἀφθάρτῳ δωρεᾷ καὶ χάριτι οἷς ὁμοφρόνως βοήσωμεν ἁγιόλεκτον σύστημα, θεράποντες Θεοῦ γνησιώτατοι, τῇ ὑπερθέῳ Τριάδι πρεσβεύσατε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν. Καὶ νῦν. Ἐκ παντοίων κινδύνων. Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια, πρῶτον τὸ Ἀναστάσιμον καὶ εἴτα τὰ ἑξῆς τῶν Ἁγίων. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν. Χαίροις Νεομαρτύρων πληθύς, οἱ ἐν τῇ Λέσβῳ ἀνδρικὼς ἀριστεύσαντες, καὶ

πᾶσαν τήν του Βελίαρ καταβαλόντες ἰσχύν, τοῖς τῆς εὐσεβείας ἀγωνίσμασι, Θεόδωρε ἔνδοξε, Κωνσταντῖνε, Γεώργιε, οῦκα Θεόφρον, Βυζαντίδος Θεόδωρε, Ἀναστάσιε, Ζώρζη Ἴβηρ θεόληπτε, Κόραι αἱ καλλιπάρθενοι, ημήτριε ἔνδοξε, σὺν τῷ στερρῷ Νικολάῳ, Χριστοῦ τὰ τίμια σφάγια, Αὐτὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος. Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ. Χαίροις Ἱεραρχῶν ὁ χορός, τῶν ἀρετῶν μυσταγωγοί πρακτικώτατοι, δοχεῖα φωτὸς αΰλου, ἡ τῶν λεσβίων χαρά, καὶ τῆς Ἐκκλησίας καλλωπίσματα, Ἀνδρέα θεόσοφε, ὑποφῆτα τῆς χάριτος, σὺν Γεωργίῳ, θεοφόρε Ἀλέξανδρε καὶ Ἰγνάτιε οἱ Μηθύμνης ἡγήτορες, Ἄσσου κλεινὲ Γρηγόριε καὶ θεῖε Παρθένιε Πατριαρχῶν ὡραιότης, τῶν ἀθλητῶν ἰσοστάσιε Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος. Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Χαίροις ἡ τῶν Ὁσίων τριάς, οἱ τῆς Τριάδος θεοφόροι θεράποντες, λειμῶνες τῆς ἀπαθείας, οἱ τὴν ὀσμὴν τῆς ζωῆς, ἐνεργείᾳ θεία διαπνέοντες. Θεόφανες Ὅσιε, Ἐκκλησίας ὑπέρμαχε, καὶ Θεοκτίστη, ἡ βροτοὺς καταπλήξασα, τῇ ἀσκήσει σου, δι ἧς ὤφθης ὡς Ἄγγελος Μάρτυς ὁμοῦ καὶ Ὅσιε, Λουκᾶ παμμακάριστε τῆς νήσου Λέσβου προστάται, καὶ πρὸς Θεὸν πρέσβεις ἄγρυπνοι, ἀεὶ δυσωπεῖτε ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος. όξα. Ἦχος πλ. α'. Τῇ καινοφανεῖ πανηγύρει, πάντες οἱ λέσβιοι εὐφρανθῶμεν σήμερον γὰρ ἡμᾶς συγκαλοῦσι, πρὸς εὐφροσύνην μυστικήν, καὶ χαρὰν ἐόρτιον, πάντες οἱ 4 ἐνταύθα, τῷ Θεῷ εὐαρεστήσαντες. Οὔτοι γὰρ οἱ μακάριοι, τῇ θεοειδεῖ κατ ἀρετὴν πολιτεία καὶ τοῖς ὑπὲρ τῆς εὐσεβείας ἄθλοις, δίκην ἀστέρων ἐξέλαμψαν, καὶ τῆς Ἐκκλησίας τὴν δόξαν, νοητὼς σελαγίζουσιν ὑπὲρ ᾖς καὶ πρεσβεύουσι τῷ ἑαυτῆς νυμφίῳ, ὡς ἂν πάσης πλάνης ῥυσθείημεν, Καὶ νῦν. Ναὸς καὶ πύλη ὑπάρχεις. Νῦν ἀπολύεις, τὸ τρισάγιον, τὸ Ἀναστάσιμον Ἀπολυτίκιον τοῦ α' Ἦχου καὶ τῶν Ἁγίων τὰ ἑξῆς : Ἦχος α'. Τῆς ἐρήμου πολίτης. Τοὺς ἐκ Λέσβου ὡς ἄστρα νοητὰ ἀνατείλαντας, καὶ ἀπὸ χωρῶν διαφόρων ἐν αὐτῇ διαπρέψαντας. Ὁσίους τε καὶ Μάρτυρας ὁμοῦ, καὶ θείους ἱεράρχας τοῦ Χριστοῦ, ἐν μιᾷ ἀνευφημήσωμεν ἑορτῇ οἱ λέσβιοι κραυγάζοντες δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ θαυμαστώσοντι, δόξα τῷ δι ὑμῶν περιφανῶς, τὴν νῆσον ἡμῶν κλεΐσαντι. Ἕτερον. όξα. Ἦχος γ'. Θείας πίστεως. Θεῖον σύστημα κλεινῶν Ὁσιῶν, καὶ ὁμήγυριν Ἀρχιερέων, καὶ Μαρτύρων ἀκαθαίρετον φάλαγκα, ἡ νῆσος Λέσβος γεραίρει χορεύουσα, ὡς ἐν αὐτῇ τὸν Χριστὸν μεγαλύναντας, καὶ πρεσβεύοντας δωρήσασθαι ταῖς ψυχαῖς ἡμῶν εἰρήνην ἀληθῆ καὶ μέγα ἔλεος. Καὶ νῦν. Σὲ τὴν μεσιτεύσασαν. Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν α'. Στιχολογίαν. Καθίσματα. Τὰ Ἀναστάσιμα. Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα τῶν Ἁγίων. Ἦχος α'. Τὸν τάφον Σου Σωτήρ. Η νῆσος πανδημεί, ἐπαγάλλου τῆς Λέσβου, καὶ ὕμνει εὐπρεπῶς, τοὺς ὁσίους υἱούς σου, τοὺς πίστει τε καὶ χάριτι, εὐσεβῶς διαλάμψαντας, καὶ δοξάσαντας, Χριστοῦ τὴν κλῆσιν τὴν θείαν, ὧ πρεσβεύουσι, λύσιν πταισμάτων δοθῆναι ἡμῖν τε καὶ ἔλεος. όξα. Ὅμοιον. Χορὸς Ἱεραρχῶν, καὶ Ὁσίων Πατέρων καὶ στῖφος Ἀθλητῶν, καὶ γενναίων Μαρτύρων, ἐν Λέσβῳ ἠνδραγάθησαν, καὶ λαμπρῶς ἐδοξάσθησαν, θείῳ Πνεύματι, ὧν τὴν πανέορτον μνήμην ἑορτάσωμεν, ἐν εὐφροσύνῃ καρδίας, Χριστὸν μεγαλύνοντες. Καὶ νῦν. Θεόνυμφε Ἁγνή, προστασία τοῦ κόσμου, πιστῶν καταφυγή, καὶ ἁγίων λαμπρότης, πταιόντων ἱλαστήριον, πεπτωκότων ἀνόρθωσις, τῶν ἀμέτρων μου, πταισμάτων ἄφεσιν αἴτει, καὶ παράσχου μοι, τῇ σκοτισθείση καρδίᾳ γνησίαν μετάνοιαν. Ὁ Πολυέλεος, τὰ Ἀναστάσιμα εὐλογητάρια, ἡ ὑπακοὴ τοῦ α ἤχου καὶ τὰ Καθίσματα τῶν Ἁγίων. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον. Αρετῶν ποικιλία θεοφεγγεῖ, καὶ Μαρτύρων παλαίσμασιν ἱεροῖς, νομίμως ἐμπρέψαντες, ὡς Χριστὸν ἀγαπήσαντες, ἐν διαφόροις χρόνοις, ἐν Λέσβῳ μακάριοι, εἰς μίαν ἤδη μνήμην, λαμπρῶς συνηρμόσθητε ἢν ἐπιτελοῦντες, τοῦ σεπτοῦ ἡμῶν βίου, 5 ὑμνοῦμεν τάς χαρίτας, καὶ θαυμάτων τὴν ἕλλαμψιν, θεοδόξαστοι Ἅγιοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, ὑμῶν τὴν πανήγυριν. όξα. Καὶ νῦν. Οὐρανίων χαρίτων περιοχή, καὶ ταμεῖον τοῦ πλούτου τοῦ θεϊκοῦ, ὑπάρχεις Πανάμωμε, ὡς Θεὸν σωματώσασα διὸ κάμε δοχεῖον τῆς θείας χρηστότητος, δι ἐνάρετου βίου ἀπέργασαι δέομαι. Σύ γὰρ προστασία, τῆς ψυχῆς μου καὶ σκέπη, καὶ σοῦ τὸ πανάγιον, καθ ἑκάστην ὁ δοῦλος σοῦ φωνῶ έσποινα ὄνομα μὴ οὖν ὑπερίδῃς Ἁγνή, τῆς ψυχῆς μου πόθον τὸν θερμότατον, ἀλλὰ δίδου μοι Κόρη ἀεὶ τὰ σωτήρια. Τὰ ἀντίφωνα τοῦ α ἤχου, τὸ ἐνδιάτακτον ἑωθινὸν εὐαγγέλιον, κ.τ.λ.π. ὡς συνήθως, μεθ ἃ οἱ Κανόνες, ὁ Ἀναστάσιμος, τῆς Θεοτόκου καὶ τῶν Ἁγίων φέρων τήνδε ἀκροστιχίδα. Λέσβος Γεραίρει τοὺς ἐν αὐτῇ Ἁγίους. Γερασίμου. Ὠδὴ α'. Ἦχος δ'. Ἀνοίξω τὸ στόμα μου. Λαμπρότητι Κύριε, τῆς ὑπὲρ νοῦν σου ἐλλάμψεως, τὸν νοῦν μου καταύγασον, ὡς ἂν ὑμνήσω φαιδρῶς, μόνε εὔσπλαγχνε τοὺς ἐν τῇ νήσῳ Λέσβῳ, τὸ σὸν ἐκτελέσαντας, ἅγιον θέλημα. Εἰς μίαν συνέλθωμεν, χορείαν πάντες οἱ λέσβιοι, κοινὴν συστησάμενοι, πανευαγῆ ἑορτήν, μακαρίζοντες, μιᾷ ὁμοῦ ἡμέρα, τοὺς ὧδε ἐκλάμψαντας, βίου ὀρθότητι. Σοφία κοσμούμενοι, καὶ πολιτείας σεμνότητι, ὁ θεῖος Γεώργιος, ὁ Μυτιλήνης ποιμήν, καὶ ὁ πάνσοφος,

Ἀνδρέας ὁ τῆς Κρήτης, ὁσίως ἱέρευσαν τῷ Παντοκράτορι. Βουλῆς τῆς του κρείττονος, ἐκπληρωταί ἐνθεώτατοι, ὁ θεῖος Ἀλέξανδρος, καὶ ὁ Ἰγνάτιος, ἀνεδείχθησαν, οἱ πρόεδροι Μηθύμνης διὸ πλήρεις ὤφθησαν, τῆς θείας χάριτος. Ο πλήρης κεκένωται, ἀνερμηνεύτως ἐν μήτρᾳ σου, καὶ σὰρξ ἐχρημάτισεν, ἐκ τῶν αἱμάτων σου, ὁ ὑπέρθεος, δι ἄκραν εὐσπλαγχνίαν, καὶ ἔσωσεν Ἄχραντε Ἀδὰμ τὸν ἔκπτωτον. Καταβασία. Ἀνοίξω τὸ στόμα μου. Ὠδὴ γ'. Τοὺς σούς ὑμνολόγους. Σωφρόνως βιώσας καὶ ὁσίως, τῆς Ἄσσου ὁ γρήγορος ποιμήν, Γρηγόριος ὁ ἔνθεος, πρὸς θεϊκὴν ἐγρήγορσιν διήγειρε τοὺς πάθεσι, τοῖς ὀλεθρίοις ὑπνώττοντας. Γενναίως ἀθλήσας καὶ νομίμως, Μαρτύρων ἐδείχθη κοινωνός, ὁ Κωνσταντινουπόλεως, ποιμὴν ὁ ἱερώτατος, Παρθένιος ὁ ἔνδοξος, τῆς νήσου Λέσβου τὸ βλάστημα. Εμφρόνως τοῦ κόσμου τὴν ἀπάτην, κατέλιπες Πάτερ ὡς σοφός, καὶ χαίρων ἠκολούθησας, τοῖς θεϊκοῖς ἐντάλμασι, Θεόφανες μακάριε, ὁμολογίας συνήγορε. Ρωννύμενος σθένει ἀοράτῳ, Χριστοῦ τοῦ τῶν ὅλων ποιητοῦ, πρὸς ἀοράτους ὥρμησας, ἀγῶνας καὶ κατέβαλες, Λουκᾶ θεομακάριστε τά του ἐχθροῦ μηχανήματα. Αγίων ἁγία ἀνεδείχθης τὸν μόνον πανάγιον Θεόν, σωματικῶς κυήσασα, 6 ἁγιασμὸν καὶ λύτρωσιν, παρέχοντα Πανάμωμε, τοῖς ἐξ Ἀδὰμ ὀλισθήσασι. Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε. Η Λέσβος χαρμόσυνον ἐπιτελεῖ ἑορτήν, εἰκάδα γεραίρουσα, μετὰ τριάδος κλεινῆς, ἁγίων ἐν χάριτι τούτων γὰρ τῇ πρεσβείᾳ, ἐκ δεινῶν ῥυομένη, χάριτος ἰαμάτων, ἐξ αὐτῶν ἀπολαύει διὸ καὶ μεγαλύνει Χριστόν, τὸν τούτους δοξάσαντα. Εκ μήτρας σου Ἥλιος δικαιοσύνης ἡμῖν, Χριστὸς ὁ ὑπέρθεος σάρκα λαβὼν τὴν ἐμήν, ἀνέτειλεν Ἄχραντε, κόσμον καταλαμπρύνων, τῇ αὐτοῦ ἐπιγνώσει, καὶ τέκνα φωτὸς δεικνύων, τοὺς αὐτοῦ προσκυνοῦντας, τὴν ἄκραν συγκατάβασιν, μόνη Θεόνυμφε. Ὠδὴ δ'. Ὁ καθήμενος ἐν δόξῃ. Ιεράρχαι θεηγόροι, Νεομάρτυρες ἔνδοξοι, Ὅσιοι Πατέρες, καὶ πεντὰς Παρθένων ἀθλήσασα, τῆς νήσου Λέσβου οἱ λύχνοι οἱ πολύφωτοι, ταύτην ῥύεσθε, διὰ παντὸς πάσης θλίψεως. Ρωμαλέᾳ διανοίᾳ, καὶ ἀνδρείῳ φρονήματι, Μῆτερ Θεοκτίστη, Λέσβου ἱερώτατον βλάστημα, ὑπερφυῶς ἠγωνίσω ὡς ἀσώματος, καὶ ἡγίασας τὴν νῆσον Πάρον τοῖς ἄθλοις σου. Επὶ βήματος τυράννων, εὐτολμίᾳ καὶ χάριτι τὸν Σωτήρα πάντων, ὁ τῆς Βυζαντίδος Θεόδωρος καὶ ὁ ἐκ Λέσβου Θεόδωρος ἐκήρυξαν, καὶ τὸν θάνατον, ὑπὲρ αὐτοῦ ἐκαρτέρησαν. Ιησοῦ τοῦ πάντων Κτίστου τετρωμένος τῷ ἔρωτι, Κωνσταντῖνε μάκαρ, καὶ οῦκα θέοφρον ἀήττητε, ὑπὲρ αὐτοῦ τὴν ζωὴν ἡμῶν ἠρνήσασθε, ἀριστεύσαντες, ἀθλητικοῖς ἀγωνίσμασι.

Τὸν τῶν ὅλων Βασιλέα, καὶ Θεὸν πάσης κτίσεως, ἐκ σοῦ σαρκωθέντα, τέξασα ἀτρέπτως Πανάμωμε, τῆς οὐρανίου πολίτην βασιλείας μὲ καταξίωσαν, ὡς τῶν Ἀγγέλων Βασίλισσα. Ὠδὴ ε'. Ἐξέστη τὰ σύμπαντα. Οἱ ἔνδοξοι Μάρτυρες, Γεώργιος ὁ ἔνθεος, καὶ Ζώρζης ὁ Ἴβηρ ὁ γενναῖος, ἀγωνισθέντες ὑπὲρ Χριστοῦ εὐσεβῶς, ᾔσχυναν τῆς πλάνης τὴν ὀφρῦν, καὶ νίκης τὸν στέφανον οὐρανόθεν ἐδέξαντο. Υμνείσθω ημήτριος, ὁ νέος ἐν τοῖς μάρτυσι, σὺν Ἀναστασίῳ ὁμοφρόνως, καὶ Νικολάω τῷ ἀθλητῇ τοῦ Χριστοῦ, οἱ τῆς Λέσβου ὄρπηκες τερπνοί, καὶ μαρτύρων σύναθλοι, ὡς νομίμως ἀθλήσαντες. Στερρότητι πίστεως, ἐν ἀσθενείᾳ φύσεως, Κόραι αἱ πεντάριθμοι ἐκ Λέσβου, κατηγωνίσαντο ἐν ἀθλήσει λαμπρᾷ, τὸν ἐν τῇ κακίᾳ ἰσχυρόν, νοῦν τὸν πολυμήχανον, καὶ ἀξίως ἐστέφθησαν. Εκ σκότους μὲ λύτρωσαι, παθῶν καὶ παραπτώσεων, ἡ τὸ φῶς τὸ ἄδυτον τεκοῦσα, καὶ πρὸς εἰρήνης τὸ φῶς μὲ ἴθυνον, ἵνα πρὸς ἡμέραν φωταυγῆ, φθάσω Παναμώμητε, ἀνεσπέρου φαιδρότητος. Ὠδὴ στ'. Τὴν θείαν ταύτην. Νεομαρτύρων τὸν ὅμιλον, ἐν Λέσβῳ ἀνδρικῶς ἀριστεύσαντα, ἀνευφημήσωμεν, σὺν Ἱεράρχαις θεόφροσι, καὶ τοῖς κλεινοῖς πατράσι σύμπαντες λέσβιοι. Τὸν θεῖον δρόμον τελέσας σου, Ἀνδρέα μυστογράφε τῆς χάριτος, 7 χαίρων κεκοίμησαι, ἐν Ἐρεσσῷ καὶ ἀνέδραμες, ἐν τῷ ναῷ τῆς δόξῃς τοῦ Παντοκράτορος. Αγίων βίους ζηλώσαντες, Ἀλέξανδρε καὶ θεῖε Ἰγνάτιε, Μηθύμνης πρόεδροι, Ἁγίων ὤφθητε σύμμορφοι, ἁγιασμὸν καὶ χάριν, ἡμῖν βραβεύοντες. Υπὲρ τοῦ Θείου Μορφώματος, Χριστοῦ τοῦ σαρκωθέντος Χρηστότητι, σοφῶς ἠγώνισαι. Πάτερ παμάκαρ Γεώργιε, ποιμὴν τῆς Μυτιλήνης θεοειδέστατε. Ηλίου σκήνωμα πέφηνας, τοῦ τῆς δικαιοσύνης πολύφωτον, οὗ ταῖς ἑλλάμψεσι, τὴν σκοτισθείσαν καρδίαν μου, καταύγασαν Παρθένε θεογεννήτρια. Κοντάκιον. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τοὺς ἐν τῇ Λέσβῳ ἀθλητὰς τοῦ Σωτῆρος, καὶ ἱεράρχας καὶ Ὁσίους Πατέρας, πνευματικῶς ὑμνήσωμεν γηθόμενοι οὗτοι διαφόροις γάρ, διαπρέψαντες χρόνοις, ἤδη συνηρμόσθησαν, ἐπὶ μίαν χορείαν, καὶ τῷ Θεῷ πρεσβεύουσιν ὁμοῦ, ἡμῖν δοθῆναι πταισμάτων συγχώρησιν. Ὁ οἶκος. Οἱ ἐν Λέσβῳ συνέλθωμεν σήμερον, καὶ κοινὴν ἑορτὴν συστησώμεθα, τοὺς ἐν τῇ ἡμετέρᾳ νήσῳ ἁγιοπρεπῶς ἐκλάμψαντας, ὁμοφώνως γεραίροντες, αὐτόχθονάς τε καὶ ἐπήλυδας οὗτοι γὰρ οἱ μακάριοι, οἱ μέν, δι ἐναρέτου πολιτείας, καὶ ποιμαντικὴς ἐπιστήμης, ἡμᾶς εὐεργετήσαντες, Θεῷ εὐηρέστησαν οἱ δὲ δι ἀθλητικῶν ἀγώνων, καὶ μαρτυρικοῦ παραστήματος, τάς ψυχὰς ἡμῶν πτερώσαντες, Χριστὸν τὸν ἀθλοθέτην

ἐδόξασαν, καὶ ἤδη πάντες τὴν πᾶσαν νῆσον ἡμῶν ἁγιάζουσι, τῇ καταθέσει τῶν ἱερῶν αὐτῶν λειψάνων καὶ ταῖς ἐξ αὐτῶν προϊούσαις χάρισι καὶ πάντες ὁμοῦ Θεῶ πρεσβεύουσιν, ἡμῖν δοθῆναι πταισμάτων συγχώρησιν. Συναξάριον. Πρῶτον τό του Μηναίου καὶ εἶτα τὸ ἑξῆς. Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ δευτέρᾳ τοῦ Ματθαίου, μνήμην ἐπιτελοῦμεν πάντων τῶν ἐν τῇ νήσῳ Λέσβῳ διαπρεψάντων ἁγίων Μαρτύρων, Ἱεραρχῶν καὶ Ὁσίων, τῶν ἐξ αὐτῆς καταγομένων, καὶ τῶν ἀλλαχόθεν ἐν αὐτῇ ἀγωνισθέντων καὶ τελειωθέντων. Στίχοι. Λέσβος χορεύει ὁμοῦ συνευφημοῦσα τοὺς ἐν αὐτῇ λάμψαντας φίλους Κυρίου. Ἤνεγκε Λέσβος ὁμήγυριν Χριστῷ Θεοειδῆ ἐτάρων. Ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. Ὠδὴ ζ'. Οὒκ ἐλάτρευσαν. Ακαθαίρετος, πύργος ὤφθης τῆς πίστεως, πάτερ Παρθένιε, Πατριαρχῶν καλλονὴ στερῶς δι ἀγχόνης γάρ, φέρεις τὸν θάνατον ἔνθεν ἄνωθεν, φῶς νοητὸν κατήστραψε, τῷ ἁγίῳ σοῦ λειψάνῳ. Γυμνητεύουσα, εἰς τέλος ἀπεγύμνωσας, τὰ μηχανήματα, τοῦ ἀρχεκάκου ἐχθροῦ, καὶ χαίρουσα ἥνυσας, τὴν τῆς ἀσκήσεως τρίβον ἔνδοξε, διὸ λαμπρῶς ἐδόξασεν ὁ Χριστὸς σὲ Θεοκτίστη. Ιθυνόμενος, Ὀρθοδοξίας δόγμασι, πάτερ Θεόφανες, εἰκονομάχων δεινήν, διήλεγξας αἵρεσιν, καὶ θλίψεις ἤνεγκας, 8 κακουχούμενος διὸ ἀπείροις θαύμασιν, οὐρανόθεν ἐδοξάσθης. Οσιότητος, τοῖς ἤθεσι κοσμούμενος, Λουκᾶ μακάριε, μαρτυρικῶς ἐναθλεῖς, Χριστοῦ δὲ τὴν ἕλλαμψιν, ὡς ἐπεπόθησας, ἐθριάμβευσας, ἀθλητικῶς τὸν τύραννον, Νεομάρτυς Κωνσταντῖνε. Υπεράμωμε, Μαρία ἀειπάρθενε, πάσης μωμήσεως, καὶ μοχθηρίας παθῶν, τὸν νοῦν μου καθάρισον, τῇ εὐσπλαχνίᾳ σου, καὶ κατεύθυνον, ψυχῆς μου τὰ κινήματα, πρὸς εἰσόδους μετανοίας. Ὠδὴ η'. Παῖδας εὐαγεῖς. Σῶμά σου τὸ θεῖον Μυτιλήνης, ἡ πόλις ὡς θησαυρὸν ἔσχεν οὐράνιον, ἔνδοξε Θεόδωρε, Βυζαντίου βλάστημα τὴν σὴν ἀπροσμάχητον Μάρτυς ἀντίληψιν, πλουτοῦσα ἡ πατρίς σου ἡ Λέσβος, ἀνυμνολογεῖ σὲ Θεόδωρε θεόφρον. Γνώμῃ ἐναθλήσαντες ἀνδρείᾳ, ὁ οῦκας σὺν Γεωργίῳ καὶ τῷ Ἴβηρι Ζώρζῃ, ὁ θεόληπτος ἅμα Ἀναστάσιος, χαρᾶς πολλῆς ἐνέπλησαν τὴν Λέσβον ἅπασαν, καὶ ἤρθησαν πρὸς ἄϋλον δόξαν, ἀνυμνολογοῦντες τάς θείας δυναστείας. Εχοντες ἀγάπης τῆς ἁγίας, ἔνδον ἐν τῇ ψυχῇ τὸ πῦρ τὸ ἄϋλον, πίστει ἠνδραγάθησαν, μαρτυρίου σκάμμασι, ημήτριος ὁ ἔνθεος, καὶ ὁ Νικόλαος, καὶ ἔδραμον Χριστῷ δυσωποῦντες, πάσης λυτρωθῆναι, τήνδε τὴν νῆσον βλάβης. Ρήσεσι Χριστοῦ ἀκολουθοῦσαι αἱ Κόραι αἱ ἐν Λέσβῳ αἱ πεντάριθμοι, δόξαν τὴν ἐπίκηρον, ἅπασαν κατέλιπον, καὶ τούτῳ ἐνυμφεύθησαν πόνοις ἀθλήσεως καὶ νῦν ἐν τῷ

ἀφθάρτῳ νυμφῶνι, συναγαλλιῶνται, ἡμᾶς φωταγωγοῦσαι. Αχραντε Παρθένε Θεοτόκε, παρθένων καὶ νεανίδων ἀγαλλίαμα, ἀσκητῶν ἐνίσχυμα, ἀθλητῶν στεφάνωμα, αὐτῶν ταῖς παρακλήσεσι νῦν δυσωπήθητι, καὶ δώρησαι ἡμῖν τῷ λαῷ σου, ἔλεος καὶ χάριν, οἷα Κυρίου μήτηρ. Ὠδὴ θ'. Ἅπας γηγενής. Στῖφος ἱερόν, λαμπρῶς συγκροτούμενον, ἐξ ἀθλοφόρων Χριστοῦ, καὶ ἱεραρχῶν ὁμοῦ, καὶ θεοφόρων Πατέρων χαίρουσα, ἡ Λέσβος ἡ περίφημος γεραίρει σήμερον, καὶ κραυγάζει χαίρετε θεράποντες, τῆς Ἁγίας Τριάδος θεόληπτοι. Ιασιν παθών, καὶ πᾶσαν ἐκλύτρωσιν, δεινῶν ἑκάστοτε, συμπαθῶς βραβεύετε, οἱ ἐν τῇ Λέσβῳ ἅπαντες Ἅγιοι, τοῖς πόθῳ μεγαλύνουσιν ἡμᾶς μιᾷ ἑορτῇ, ἐν τῇ νήσῳ ταύτῃ παμμακάριστοι, παρρησίᾳ ὑμῶν πρὸς τὸν Κύριον. Μέγιστοι φρουροὶ θερμοὶ ἀντιλήπτορες, καὶ πρὸς τὸν Κύριον, πρέσβεις δυνατώτατοι, ἡμῖν προνοία ὤφθητε κρείττοννι οἱ ἐν τῇ Λέσβῳ ἅπαντες ἅγιοι Μάρτυρες, Ἱεράρχαι, καὶ Πατέρες Ὅσιοι διὰ τοῦτο ὑμᾶς μακαρίζομεν. Ομιλος λαμπρός, οἱ ὡς ἄστρα ἄδυτα, ἐν Λέσβῳ φαίνοντες, δῆμε θεοσύλλεκτε, γνωστοὶ καὶ ἅπαντες οἱ ἀνώνυμοι, οἰάπερ δῶρον δέξασθε, τοῦτον τὸν ὕμνον μου, καὶ παθών μου, τὴν ὁμίχλην λύσατε, φωτισμῷ ἀκηράτῳ τῆς χάριτος. Υψωσον ἡμῶν, τὸν νοῦν καὶ διάνοιαν, πρὸς τὴν ἀγάπησιν, μόνη Παντευλόγητε, τοῦ ἐκ νηδύος σου ἀνατείλαντος, καὶ τῶν πταισμάτων 9 αἴτησαι ἡμῖν τὴν ἄφεσιν, Θεοτόκε, καὶ βίου διόρθωσιν, ὡς ἂν θείας ζωῆς ἀπολαύσωμεν. Ἐξαποστειλάριον τὸ ἀναστάσιμον καὶ τὸ ἑξῆς τῶν Ἁγίων. Γυναῖκες ἀκουτίσθητε. Νῦν πάνδημον πανήγυριν, καὶ ἑορτὴν χαρμόσυνον, ἡ νῆσος Λέσβος γεραίρει, ἐπιτελοῦσα προφρόνως, τοὺς ἐν αὐτῇ ἐμπρέψαντας, Ἁγίους μεγαλύνουσα, Μάρτυρας καὶ Ὁσίους τε ὧν ταῖς εὐχαῖς Πανοικτίρμον, σῶσον ἡμᾶς τὸν λαόν σου. Χριστοῦ καθέδρα πάμφωτε, καὶ θρόνε τιμαλφέστατε, Θεοχαρίτωτε Κόρη, ἁμαρτωλῶν σωτηρία, σπλαγχνίσθητι Πανάμωμε, καὶ κόπασαν τὸν τάραχον, τῶν συνεχόντων κινδύνων, ἡμᾶς ἐκ πλήθους πταισμάτων ὅσα γὰρ θέλεις ἀνύεις. Εἰς τοὺς Αἴνους. Ἱστῶμεν στίχους η' καὶ ψάλλομεν Ἀναστάσιμα δ' καὶ τῶν Ἁγίων δ'. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων. Τῶν ἐν τῇ Λέσβῳ Ἁγίων πάντες οἱ λέσβιοι, τήν μνήμην τὴν ἁγίαν, ἑορτάσωμεν πόθῳ οὗτοι γὰρ τὴν νῆσον πᾶσαν ἡμῶν, ἀρετῶν τῇ λαμπρότητι, καὶ εὐσεβείας τοῖς ἄθλοις περιφανῶς, κατελάμπρυναν ἐν χάριτι. Τοὺς εὐκλεεῖς ἀθλοφόρους, καὶ Νεομάρτυρας, τοὺς ἐν τῇ νήσῳ ταύτῃ, ἀνδρικῶς καὶ νομίμως, δοξάσαντας τὸ ὄνομα τοῦ Χριστοῦ, ἱεροῖς ἀγωνίσμασιν, ἀνευφημήσωμεν πάντες χρεωστικῶς, ὡς φρουροὺς ἡμῶν καὶ φύλακας.

Στιχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ. ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ιεραρχῶν θεηγόρων δῆμε ὑπέρτιμε, σὺν τοῖς κλεινοῖς Ὀσίοις, οἱ τῆς Λέσβου προστάται, τῷ θρόνῳ παρεστῶτες τοῦ Ἰησοῦ, ἐκτενῶς δυσωπήσατε, πάσης ἀνάγκης λυτρούσθαι καὶ πειρασμῶν, τοὺς ὑμᾶς φαιδρῶς γεραίροντας. Τὰ τυπικά, οἱ Μακαρισμοί., τέσσαρα ἀναστάσιμα, καὶ ἐκ τοῦ κανόνος τῶν ἁγίων, γ' καὶ ς' ᾠδή. Ἀπόστολον τῶν Ἁγίων, ζήτει τοῦτον τῇ κζ' Κυριακῇ, Εὐαγγέλιον τῆς Κυριακῆς. Κοινωνικόν, Αἰνεῖτε τὸν Κύριον. Στιχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν Ὁ Κύριος. Τὸ θεοσύλλεκτον στῖφος καὶ θεοδόξαστον, Μαρτύρων καὶ Ὁσίων, τοῦ φωτὸς τὰ δοχεῖα, οἱ λύχνοι τῆς ἀΰλου μαρμαρυγῆς, οἱ τῆς Λέσβου κοσμήτοτορες, τοῖς τῶν Ἀγγέλων συνόντες ἤδη χοροῖς, ἡμῶν πάντοτε προΐστασθε. όξα. Ἦχος πλ.δ' Τῶν ἐν Λέσβῳ Ἁγίων ὁ χορός, ἐξ Ἀθλοφόρων καὶ Ὁσίων συγκροτηθεὶς τῆς εὐσεβείας τοὺς καρποὺς τοὺς ἀκηράτους, δαψιλῶς ἐγεώργησε τῇ Ἐκκλησίᾳ, καὶ τὴν λαμπρότητα τῆς Ὀρθοδοξίας, τρανῶς ἐδόξασε τοῖς θαυμασίοις οὕς εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν λέγοντες. Ὦ σύστημα ἱερόν, θεοφόροι Πατέρες καὶ Μάρτυρες τοῦ Κυρίου λαμπτῆρες ἀείφωτοι, τῆς ἀρετῶν τελειότητος τῆς ἀληθοῦς ζωῆς, λαμπραὶ στηλογραφίαι τὰ γλυκύκαρπα κλήματα τῶν χαρίτων τὰ πολύτιμα σκεύη τοῦ παρακλήτου τῆς Λέσβου καυχήματα, ἐκκλησίας στηρίγματα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Μεγαλυνάριον. Τοὺς ἐν Λέσβῳ Μάρτυρας τοῦ Χριστοῦ, θείους Ἱεράρχας, καὶ Ὁσίους θεοειδεῖς, πάντες ὁμοφώνως, οἱ σύλλογοι λεσβίων, τιμήσωμεν ὡς πρέσβεις ἡμῶν πρὸς Κύριον. ίστιχον Οἱ ἐν Λέσβῳ Ἅγιοι δέξασθε ἤδη Ὂν ὑμῖν Γεράσιμος ἔπλεξεν αἶνον. Καὶ νῦν. Ὑπερευλογημένη ὑπάρχεις. οξολογία μεγάλη καὶ ἀπόλυσις. 10