ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΦΑΝΟΥΡΙΟΝ. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου.



Σχετικά έγγραφα
ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΜΕΛΕΤΙΟΝ ΤΟΝ ΕΝ YΨΕΝΗι. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ

Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων

ΑΓΙΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΣ Ο ΥΔΡΑΙΟΣ ΠΟΛΙΟΥΧΟΣ ΤΗΣ ΠΟΛΕΩΣ ΡΟΔΟΥ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΕΝΔΟΞΟΝ ΝΕΟΜΑΡΤΥΡΑ ΚΩΝΣΤΑΝΤΙΝΟΝ ΤΟΝ ΥΔΡΑΙΟΝ ΤΟΝ ΕΝ ΡΟΔῼ ΑΘΛΗΣΑΝΤΑ

Παράκλησις ἁγ. ΑΝΑΡΓΥΡΩΝ ΚΟΣΜΑ καί ΔΑΜΙΑΝΟΥ

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Παρακλητικός κανόνας εις τον εν Αγίοις πατέρα ημών Μύρωνα επίσκοπον Κρήτης τον θαυματουργόν.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΝΕΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ ΚΥΡΙΛΛΟΝ ΤΟΝ ΛΟΥΚΑΡΙΝ. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΝΕΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ ΚΥΡΙΛΛΟΝ ΤΟΝ ΛΟΥΚΑΡΙΝ

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Παρακλητικός Κανών εις τον Απόστολον Παύλον

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ. Εἰς τὸν Ὅσιον καὶ Θεοφόρον Πατέρα Ἡμῶν Νεῖλον τὸν Μυροβλύτην. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ «ΤΣΑΜΠΙΚΑ»

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΝΕΟΦΑΝΟΥΣ. Οὗ ἡ Μνήμη τῇ ΚΖ Αὐγούστου. Ποιηθεῖσα ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ. ΠΑΤΕΡΑ ΗΜΩΝ ΜΕΛΕΤΙΟΝ ΤΟΝ ΕΝ YΨΕΝΗι

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ. Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν.

Παρακλητικό Κανών εἰ τόν Ἅγιον Νεκτάριον Μητροπολίτην Πενταπόλεω, ὡ ψάλλεται ἐν τῷ καθεδρικῷ Ἱερῷ Ναῷ Ἀποστόλου Παύλου Κορίνθου, τὴν Τετάρτην ἐκάστη

Παράκλησις ἁγ. ΝΙΚΟΛΑΟΥ Καβάσιλα

Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΣΙΛΑΣ ΠΑΡΑΚΛΗΣΙΣ

ΠΑΡΑΚΛΗΣΗ ΟΣΙΟΥ ΧΑΡΙΤΩΝ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΝ ΤΟΝ ΘΕΟΛΟΓΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

Παναγία Παραμυθία. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Παρακλητικός Κανών στον Άγιο Δημήτριο τον Μυροβλύτη

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Παρακλητικός Κανών εις τον Οσιον Δαβίδ τον εν Θεσσαλονίκη

ΑΥΓΟΥΣΤΟΥ ΚΗ ΜΕΘΕΟΡΤΑ ΤΗΣ ΜΝΗΜΗΣ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΚΑΙ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΩΣΕΩΣ ΤΟΥ ΑΙΘΙΟΠΟΣ

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

ΟΣΙΟΣ ΣΥΜΕΩΝ Ο ΜΟΝΟΧΙΤΩΝ ΚΑΙ ΑΝΥΠΟΔΙΤΟΣ ΠΑΡΑΚΛΗΣΗ

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΚΑΤΑΛΟΓΟΣ ΕΚΔΟΣΕΩΝ

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Παρακλητικός Κανών στην Αγία Οσιομάρτυρα Θεοδώρα την εν Βάστα Πελοποννήσου

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

1 1 παυλος και σιλουανος και τιμοθεος

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΝΕΟΦΑΝΟΥΣ

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

Αγιολογία - Εορτολογία

ΑΥΓΟΥΣΤΟΥ ΚΣΤ ΠΡΟΕΟΡΤΙΑ ΤΗΣ ΜΝΗΜΗΣ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΝΕΟΦΑΝΟΥΣ ΚΑΙ ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΑΔΡΙΑΝΟΥ ΚΑΙ ΝΑΤΑΛΙΑΣ

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μόνη ελπίδα, είσαι εσύ για μας, για να σωθούμε, να βρούμε ειρήνευση. ΚΑΝΟΝΑ. Ἦχος πλ. δ.

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΜΑΡΤΥΡΑ ΑΣΤΕΡΙΟΝ ΚΑΙ ΤΟΥΣ ΑΔΕΛΦΟΥΣ ΑΥΤΟΥ. (Γερασίμου Μοναχού του Μικραγιαννανίτου)

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΤΟΥ ΑΓΙΑΣΜΟΥ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΑΝΤΩΝΙΟΝ ΤΟΝ ΜΕΓΑΝ

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΑΣ ΜΑΡΙΝΑΣ

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Η αγάπη του λαού την ονόμασε Γιάτρισσα

-134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985.

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ. ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα.

Παρακλητικός Κανών στον Άγιο Θεόδωρο τον Τήρων

Παράκλησις ἁγ. ΙΕΡΟΘΕΟΥ ἐπ. Ἀθηνῶν. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

Παρακλητικός Κανών του Αγίου Μάρτυρος Νέστωρ

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ (ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου) Ευλογήσαντος του Ιερέως. Ψαλµός ρµβ (142)

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟ Π Α Τ Α Π Ι Ο Ν

Φροντιστηριακὸ Μάθημα Ἁγιογραφίας Β

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΠΑΡΑΚΛΗΣΗ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΝΙΚΟΛΑΟΥ ΕΚ ΜΕΤΣΟΒΟΥ. (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

Παναγία Παντάνασσα. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

2010. ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΣΤΗΝ ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΟ ΤΗΝ ΓΟΡΓΟΫΠΗ- ΚΟΟ. Ἔκδοση ὑπό : ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΟΥ ΓΕΩΡΓΙ- ΟΥ ΝΕΟΥ ΜΥΛΟΤΟΠΟΥ ΓΙΑΝΝΙΤΣΩΝ

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

Παρακλητικός Κανών είς την Υπεραγίαν Θεοτόκον δια την μαθητιώσαν νεολαίαν

ΠΑΡΑΚΛΗΣΙΣ ΑΓΙΑΣ ΜΑΡΙΑΣ ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

Transcript:

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΦΑΝΟΥΡΙΟΝ Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου. Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ ὃ τὸ Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ω ς δεομένων ταχινὸς ἀντιλήπτωρ, καὶ ἀσθενούντων θαυμαστὸς παρακλήτωρ, Φανούριε μεγάλαθλε, Μαρτύρων καλλονή, τοὺς πιστῶς προστρέχοντας, τῷ ἁγίῳ σου οἴκῳ, ἀπὸ πάσης λύτρωσαι, συμφορᾶς καὶ ἀνάγκης, ὑπὲρ αὐτῶν πρεσβεύων τῷ Θεῷ, τῷ ἐν ὑψίστοις τρανῶς σε δοξάσαντι. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν. Ὁ Ν καὶ ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς «Εὐχαῖς σου χάριν δίδου Κυρίλλῳ Μάρτυς». Ὠιδὴ α. Ἦχος πλ. δ. Ὑγρὰν διοδεύσας. Εὐχαῖς σου ἁγίαις πρὸς τὸν Θεόν, Φανούριε Μάρτυς, τὴν εἰρήνην αἴτει ἡμῖν, τοῖς ἐν τῷ Ναῷ σου προσφοιτῶσι, καὶ εὐφημοῦσι τὴν θείαν σου ἄθλησιν. Υ μνοῦμέν σε πάντες χαρμονικῶς, ὅτι τοῦ δυνάστου, ἐταπείνωσας τὴν ὀφρύν, οὗ ῥῦσαι ἡμᾶς τῆς κακουργίας, τῶν πρεσβειῶν σου δυνάμει Φανούριε. Χριστοῦ τῇ ἀγάπῃ κατατρωθείς, Μαρτύρων ἐν ἄθλοις, ὑπερήστραψας ὡς φωστήρ, πάντων τὰς καρδίας καταυγάζων, τῶν ἀνυμνούντων σε Μάρτυς Φανούριε. Α φράστως τεκοῦσα τὸν τῷ Πατρί, συνάναρχον Λόγον, Θεομῆτορ ἄνευ σπορᾶς, παθῶν ψυχοκτόνων ἀλογίας, τῇ χάριτί σου ἡμᾶς ἐλευθέρωσον. Ὠιδὴ γ. Οὐρανίας ἁψῖδος. Ι σχυρὸς ἐν βασάνοις, ἀναδειχθεὶς ἔνδοξε, τῆς εἰδωλικῆς ἀθεῒας, τὴν πλάνην ᾔσχυνας ὅθεν ἐνίσχυσον, τοὺς εὐλαβεῖς ὑμνητάς σου, πρὸς τὴν εὐαρέστησιν, Θεοῦ Φανούριε. Στηλιτεύσας τὴν πλάνην, ὡς ἀθλητὴς ἄριστος, τῆς θεοσεβείας τῷ κόσμῳ, τὸ φῶς ἀπήστραψας. Ὅθεν Φανούριε, τῆς εὐσεβείας τὰ ἔργα, καὶ ἡμᾶς συνέτισον, ἀεὶ ἐργάζεσθαι. Στρατιώτης γενναῖος, τοῦ Λυτρωτοῦ γέγονας, πίστεως τὰ ῥήματα φέρων, θείαν ὡς μάχαιραν, μάκαρ Φανούριε, Μεγαλομάρτυς Κυρίου ὅθεν τῇ πρεσβείᾳ σου, ἡμῖν συμμάχησον.

Ο ἐκ σοῦ ἀποῤῥήτως, σωματωθεὶς Κύριος, τῶν Χριστιανῶν σε Μητέρα, θέσει ἀνέδειξεν ὅθεν ἀξίωσον, τῆς μητρικῆς σου προνοίας, καὶ στοργῆς Θεόνυμφε, τοὺς ἀνυμνοῦντάς σε. Διάσωσον ἀπὸ κινδύνων καὶ πάσης κακοπραγίας, Μεγαλομάρτυς Κυρίου Φανούριε, τοὺς ἐν Ναῷ σου προστρέχοντας τῷ πανσέπτῳ. Ε πίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β. Πρεσβεία θερμή. Χριστοῦ τοῦ Θεοῦ, τῇ εὐδοκίᾳ ἔλαμψας, ἐκ Ῥόδου παντί, τῷ κόσμῳ ὥσπερ ἥλιος, καταυγάζων ἅπαντας, ἀγλαῒαις θαυμάτων Φανούριε διὸ ἐν σοὶ καυχώμεθα πιστῶς, αἰτούμενοι πρέσβυν σε πρὸς Κύριον. Ὠιδὴ δ. Εἰσακήκοα Κύριε. Υ μνῳδίαις Φανούριε, ὡς Μεγαλομάρτυρα εὐφημοῦμέν σε, ἐξαιτούμενοι τὴν χάριν σου, ἐν ταῖς ἐπωδύνοις περιστάσεσι. Χάριν αἴτει οὐράνιον, τοῖς ἀνευφημοῦσί σου τὸ μαρτύριον, δι οὗ ᾔσχυνας Φανούριε, εἰδωλομανούντων τὴν αὐθάδειαν. Α πὸ πάσης διάσωσον, θλίψεως Φανούριε τὴν Ῥοδόνησον, ἐξ ἧς ἔλαμψας ὡς ἥλιος, τῇ ἀποκαλύψει τῆς Εἰκόνος σου. Ρ ῦσαι Ἄχραντε Δέσποινα, ἐκ τῶν ἐπιθέσεων τοῦ ἀλάστορος, τοὺς πιστῶς ἐξαιτουμένους σε, βοηθὸν ἐν βίῳ καὶ ὑπέρμαχον. Ὠιδὴ ε. Φώτισον ἡμᾶς. Ι λεων ἡμῖν, τὸν Φιλάνθρωπον ἀπέργασαι καὶ γὰρ ἔχεις παῤῥησίαν πρὸς αὐτόν, ὡς ἀθλήσας μέχρις αἵματος Φανούριε. Νόσων χαλεπῶν, συμπαθῶς ἡμᾶς ἀπάλλαξον, προμηθείας σου φαρμάκῳ δραστικῷ, ὡς φιλάνθρωπος Φανούριε μεγάλαθλε. Δόσεις ἀγαθάς, δωρεῶν Θεοῦ τῆς χάριτος, μὴ ἐλλίπῃς ἐξαιτούμενος ἀεί, τῶν Ῥοδίων τῷ λαῷ Μάρτυς Φανούριε. Ι ασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν τῶν ἀνθρώπων γὰρ τὸν μέγα ἰατρόν, ἐξ αἱμάτων σου ἁγίων ἀπεκύησας. Ὠιδὴ στ. Τὴν δέησιν ἐκχεῶ.

Διάσωσον πειρασμῶν Φανούριε, νοσημάτων καὶ πικρῶν ἀλγηδόνων, τοὺς καταφεύγοντας πίστει βεβαίᾳ, τῷ παναγίῳ Ναῷ σου ἑκάστοτε, ἐν ᾧ ἐκλάμπει τηλαυγῶς, ἡ δοθεῖσά σοι χάρις ὡς ἥλιος. Ο ἔνδοξος ἀθλητὰ Φανούριε, τοῦ Κυρίου καὶ Θεοῦ στρατιώτης, ὁ δυσμενῶν παρατάξεις νικήσας, καὶ δοξασθεὶς τῶν θαυμάτων δυνάμεσι, δεῦρο φαινόμενος ἡμῖν, συμπαθὴς εὐμενὴς καὶ παρήγορος. Υ πέρφωτος ὡς φωστὴρ ἀνέτειλας, ἐκ τῆς Ῥόδου τῇ Χριστοῦ Ἐκκλησίᾳ, μαρμαρυγαῖς καταυγάζων θαυμάτων, τοὺς προσιόντας σοι ὅλης ἐκ πίστεως, καὶ εὐφημοῦντάς σου λαμπρῶς, μαρτυρίου τὰ εἴδη Φανούριε. Καταύγασον τὴν ψυχήν μου Δέσποινα, σκοτισθεῖσαν ταῖς πολλαῖς ἁμαρτίαις σὺ γὰρ ἀσπόρως συνέλαβες Κόρη, καὶ ἀπεκύησας μείνασα ἄφθορος, Χριστὸν τὸν Κύριον ἡμῶν, τὸν φωτὸς ἀϊδίου ἀπαύγασμα. Διάσωσον ἀπὸ κινδύνων καὶ πάσης κακοπραγίας, Μεγαλομάρτυς Κυρίου Φανούριε, τοὺς ἐν Ναῷ σου προστρέχοντας τῷ πανσέπτῳ. Α χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν. Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β. Τοῖς τῶν αἱμάτων σου. Ω ς Ἀθλοφόρος Χριστοῦ ἀκαθαίρετος, Μεγαλομάρτυς Φανούριε ἔνδοξε, αὐτὸν ἐκτενῶς καθικέτευε, παραπτωμάτων τὴν λύσιν δωρήσασθαι, τοῖς πόθῳ καρδίας τιμῶσί σε. Προκείμενον. Ἦχος δ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει. Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον. (Κεφ. ι 16) Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου... Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον. Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι. Φανούριε ἔνδοξε, Μεγαλομάρτυς Κυρίου, τῇ θερμῇ πρεσβείᾳ σου, πάντες καταφεύγομεν, ἐκβοῶντές σοι Πρόφθασον Ἅγιε, συμπαθῶς ἐκ πάσης, περιστάσεως λυτρούμενος, παντοίων θλίψεων, νόσων συμφορῶν καὶ κακώσεων, παθῶν ἐπαναστάσεως, καὶ ἀσθενειῶν τοὺς ἱκέτας σου, ὅτι παῤῥησίας, ἐπλούτησας τὴν χάριν πρὸς Θεόν, μαρτυρικῶς τὸν ἀρχέκακον, καταγωνισάμενος. Σῶσον, ὁ Θεός, τὸν λαόν σου... Ὠιδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας. Υ περεύχου ἀπαύστως, τῶν τιμώντων σε ὕμνοις, ἐν κατανύξει ψυχῆς σὺ γὰρ ὡς τὸν Σωτῆρα, Χριστὸν ὁμολογήσας, καὶ ἀθλήσας ὡς ἄσαρκος, ἔχεις πολλὴν παρ αὐτῷ, τὴν παῤῥησίαν Μάρτυς. Ρ ωμαλέος ἐπέστης, ἐν σταδίῳ κηρύττων, τὸν Βασιλέα Χριστόν, καὶ θάνατον ἐδέξω, ἵνα ζωὴν κερδήσῃς, τὴν ἀγήρω Φανούριε, ἣν καὶ ἐξαίτει ἡμῖν, τοῖ μακαρίζουσί σε. Ι ερεῖς φιλοθέους, ὡς διέσωσας Μάρτυς, αἰχμαλωσίας πικρᾶς, οὕτω αἰχμαλωσίας, σαρκὸς παθῶν ἀτίμων, ἡμᾶς δεῦρο λυτρούμενος σὲ γὰρ καλοῦμεν θερμόν, Φανούριε προστάτην. Λυπηρῶν ἀνηκέστων, τῶν ἐν βίῳ συντήρει, ἀπαρατρώτους Ἁγνή, καὶ πλήρωσον ἀῤῥήτου, χαρᾶς καὶ εὐφροσύνης, τοὺς ἐν πίστει βοῶντάς σοι Χαῖρε Παρθένε σεμνή, τοῦ κόσμου προστασία. Ὠιδὴ η. Τὸν Βασιλέα. Λάμψον τὸ φῶς μοι, τῆς ἐν Χριστῷ σωτηρίας, τῇ φαιδρότητι τῶν θείων πρεσβειῶν σου, Φανούριε Μάρτυς, Μαρτύρων ἡ ἀκρότης. Ω ς παῤῥησίαν, πρὸς τὸν Θεὸν κεκτημένος, τὸν τοῖς ἄθλοις σου μεγάλως δοξασθέντα, Φανούριε αἴτει, ἡμῖν τὴν θείαν χάριν. Μαρτύρων θείων, ὡς εὐκλεὴς συμπολίτης, ἡμᾶς ἔργασαι Φανούριε εὐχαῖς σου, πολίτας ἀξίους, τῆς ἄνω βασιλείας. Α γίων μείζων, τῷ τοκετῷ σου δειχθεῖσα, καθαγίασον ἡμῶν τὰς διανοίας, τῶν μακαριζόντων, πιστῶς σε Θεοτόκε. Ὠιδὴ θ. Κυρίως Θεοτόκον. Ρ οαῖς τῆς χάριτός σου, ταῖς μυροσταγέσι, Μεγαλομάρτυς Φανούριε ἔνδοξε, πλήρωσον πάντων καρδίας, τῶν εὐφημούντων σε. Τυράννου τοῦ δολίου, ῥῦσαι τῆς μανίας, τοὺς καταφεύγοντας Μάρτυς Φανούριε, τῇ ἀηττήτῳ δυνάμει, τῆς προστασίας σου. Υ μνοῦμέν σε ἀπαύστως, οἱ κατατρυφῶντες, τῶν δωρεῶν σου Φανούριε κράτιστε, ὡς τοῦ Χριστοῦ στρατιώτην, ἀκαταμάχητον.

Σαρκός μου τὰς ὀδύνας, ἴασαι τελείως, καὶ τῆς ψυχῆς μου τὰ ἄλγη θεράπευσον, Θεοκυῆτορ ἐν πλούτῳ, τῆς εὐσπλαγχνίας σου. Τὸ Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια. Χαίροις τῶν Μαρτύρων ἡ καλλονή, καὶ τῆς Ἐκκλησίας, θεοδώρητος χαρμονή χαίροις Ῥοδονήσου, ὁ μέγιστος προστάτης, τῆς ὑπερκαυχωμένη, ἐν σοὶ Φανούριε. Τὸν Μεγαλομάρτυρα τοῦ Χριστοῦ, Φανούριον πάντες, εὐφημήσωμεν οἱ πιστοί, ὅτι προμηθείᾳ, τοῦ κρείττονος ἐδόθη, ἡμῖν ἐν τοῖς κινδύνοις, ῥύστης καὶ πρόμαχος. Μέγας ἐν τοῖς ἄθλοις ἀναδειχθείς, χάριτος μεγίστης, ἠξιώθης ἐν οὐρανοῖς, ἧς τὰς διαδόσεις, Φανούριε πολύτλα, πρυτάνευε πλουσίως, τοῖς εὐφημοῦσί σε. Ρ όδος ἡ περίφημος ἐπὶ σοί, Φανούριε χαίρει, καὶ τιμᾷ σε χαρμονικῶς, ὅτι τὸν Ναόν σου, κατέχει ἰατρεῖον, καὶ σὲ ἐν προστασίαις, Μάρτυς ταχύτατον. Δεῦρο φανερούμενος συμπαθῶς, μέγας ἀντιλήπτωρ, τοῖς προσπίπτουσι εὐλαβῶς, Φανούριε Μάρτυς, τῇ θείᾳ σου Εἰκόνι, καὶ μέλποντας τὰ ἄθλα, τοῦ μαρτυρίου σου. Φύλαττε τὴν Ῥόδον ἐκ πειρασμῶν, ἐξ ἧς καὶ ἐγνώσθης, Ἐκκλησίᾳ τῇ τοῦ Χριστοῦ, τῇ ἀποκαλύψει, τῆς θείας σου Εἰκόνος, Φανούριε Μαρτύρων, τὸ ἐγκαλλώπισμα. Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς. Τρισάγιον, τὰ συνήθη Τροπάρια, Ἐκτενὴς παρὰ τοῦ Ἱερέως καὶ Ἀπόλυσις μεθ ἣν ψάλλομεν τὰ κάτωθι τροπάρια. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Δεῦτε τῇ Εἰκόνι ἀδελφοί, τοῦ θαυματουργοῦ Ἀθλοφόρου, ἐν κατανύξει ψυχῆς, ἅπαντες προσπέσωμεν, καὶ ἐκβοήσωμεν Θεομάκαρ Φανούριε, Μαρτύρων τὸ κλέος, τῶν Ῥοδίων καύχημα, καὶ ἀγαλλίαμα, δίδου τοῖς προστρέχουσι πόθῳ, τῷ χαριτοβρύτῳ ναῷ σου, τὰ τῆς προστασίας σου γνωρίσματα. Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου. Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Δι εὐχῶν τῶν ἁγίων... Δίστιχον. Τῷ Ἐπισκόπῳ τῆς νήσου σου Κυρίλλῳ, Δεῦρο συνεργῶν Φανούριε εὐχαῖς σου.