Τῌ ΙΕ ΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Ἱερομάρτυρος Ἐλευθερίου καὶ τῆς μητρὸς αὐτοῦ Ἀνθίας ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος πλ. α. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Ἀπολυτίκιον τοῦ Ἱερομάρτυρος. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Ἱερέων ποδήρει κατακοσμούμενος, καὶ αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τῷ Δεσπότῃ σου Χριστῷ μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ Σατᾶν, διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν. Δόξα. Τὸ αὐτό. Καὶ νῦν.. Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ Χαῖρε ἀ χείμαστε λιμήν, καὶ ἀπειρόγαμε ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν Ἦχος γ. Θείας πίστεως. (εἰλημμένα καθ ὑπόδειξιν τῶν Διπτύχων Ἐκκλ.Ἑλλάδος ἐκ τοῦ Ἁγ.Χαραλάμπους) Ἔργοις ἔλαμψας τῆς εὐσεβείας, πλάνην ἔσβεσας κακοδοξίας, ὡς τοῦ Χριστοῦ στρατιώτης Ἐ λευθέριε, καὶ παρανόμων τὰς φάλαγγας ᾔσχυνας, ἄκακον θῦμα παμμάκαρ γενόμενος, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θαῦμα μέγιστον! πῶς ἐν ἀγκάλαις, σὺ ἐβάστασας Παρθενομῆτορ, τὸν ἐν δρακὶ αὐτοῦ τὰ πάντα συνέχοντα, καὶ ἐκ μαζῶν σου ἐξέθρεψας γάλακτι, τὸν Τροφοδότην καὶ Πλάστην τῆς κτίσεως, Κόρη Πάναγνε, αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Μετὰ τὴν β Στιχολογίαν Ἦχος δ. Ἐπεφάνης σήμερον. 1
Ἱερὸν τὸ Πνεῦμά σε Ἱερομάρτυς, ἱερῶς ἀνέδειξε, τὸ ἱερὸν θῦμα σοφέ, προσενεχθὲν Ἱερώτατε, τῷ θείῳ Λόγῳ, ᾧ θείως δεδόξασαι. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Μωϋσῆς ἑώρακε πυρφόρον βάτον, σὲ τὸ πῦρ βαστάσασαν, τὸ τὰς ψυχὰς φωταγωγοῦν, καὶ μὴ φλεχθεῖσαν Πανάμωμε, δρόσου δὲ μᾶλλον, πλησθεῖσαν τῆς Χάριτος. Μετὰ τὸν Πολυέλεον Ἦχος γ. Τὴν ὡραιότητα. Τὴν καθαρότητα Μάρτυς τοῦ βίου σου, καὶ τὸ ὑπέρλαμπρον τοῦ μαρτυρίου σου, καταπλαγεῖσα ἡ Ἑλλάς, βοᾷ σοι εὐφραινομένη. Σήμερον τιμῶμέν σου, κεφαλὴν τὴν σεβάσμιον, θραῦσον τὰ φρυάγματα, τῶν ἐχθρῶν ἡμῶν Ἅγιε, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν κινδύνων, καὶ νοσημάτων τοὺς ὑμνοῦντάς σε. Δόξα. Καὶ νῦν. Χαρᾶς πεπλήρωνται, πάντα τὰ πέρατα ἡ Θεοτόκος γάρ, γεννᾶν ἐπείγεται, τὸν Βασιλέα τοῦ παντός ὢ θαύματος ἀνερμηνεύτου! Ἄρχεται ὁ Ἄναρχος, καὶ σαρκοῦται ὁ Ἄσαρκος. Σπήλαιον εἰσδέχεται, τὸν συνέχοντα ἅπαντα. Ἡ Βηθλεὲμ ἀγάλλου, καὶ χόρευε ἡ κτίσις, ἡμέραν Προε όρτιον. ΟΙ ΑΝΑΒΑΘΜΟΙ ΚΑΙ ΤΟ ΠΡΟΚΕΙΜΕΝΟΝ τὸ α Ἀντίφωνον τοῦ δ ἤχου Ἀντίφωνον Α. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη ἀλλ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς) Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμένοι. (δίς) Δόξα. Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ Τριαδικῇ Μονάδι ἱεροκρυφίως. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Προκείμενον. Ἦχος δ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. (δίς) Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΤΟΥ ΟΡΘΡΟΥ ὁ διάκονος ΤΤοοῦῦ Κυυρρί ίίοουυ δδεεηηθθῶμμεενν... Κύριε, ἐλέησον. ὁ ἱερεύς Ὅττι ιι ἅἅγγι ιιοοςς εεἶ ἶἶ,,, ὁὁ Θεεὸὸςς ἡἡμμῶνν,,,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ὁ διάκονος Κααὶ ὶὶ ὑὑππὲὲρρ ττοοῦῦ κκααττααξξι ιιωθθῆῆννααι ἡἡμμᾶᾶςς ττῆῆςς ἀἀκκρροοάάσσεεωςς ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ Κύύρρι ιιοονν ττὸὸνν Θεεὸὸνν ἡἡμμῶνν ἱἱκκεεττεεύύσσωμμεενν. ἱ.. Κύριε, ἐλέησον. (γ ) ὁ διάκονος Σοοφί ίίαα ὀὀρρθθοοί ίί ἀἀκκοούύσσω μμεενν ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ... ὁ ἱερεύς ΕΕἰ ἰἰρρήήννηη ππᾶᾶσσι ιι... Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς ἘἘκκ ττοοῦῦ κκααττὰὰ ἸἸωωάάννννηηνν ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ ττὸὸ ἀἀννάάγγννωωσσμμαα... ὁ διάκονος Πρρόόσσχχωμμεενν... 2
Δόξα σοι, Κύριε, δόξα σοι. ὁ ἱερεὺς ἀπὸ τῶν βημοθύρων ἀναγινώσκει τὸ Εὐαγγέλιον τοῦ Ὄρθρου ΕΥΑΓΓΕΛΙΟΝ Ἐκ τοῦ κατὰ Ἰωάννην (Ἰω. ι 1 9) Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστι καὶ λῃστής ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί ἀλλ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα δι ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Δόξα σοι, Κύριε, δόξα σοι. αὖθις ὁ Ν Ψαλμός. (χύμα) Δόξα. Ἦχος β. Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Εἶτα τὸ Ἰδιόμελον. Ἦχος β. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐ ξάλειψον τὸ ἀνόμημά μου. Ἡ ὑπερούσιος Τριάς, ἡ τῶν ἀγαθῶν ἁπάντων Ἀρχὴ ὑπεράρχιος τὴν σὴν καρδίαν μονὴν ποιησαμένη, Ἱερομάρτυς Ἐλευθέριε, ποικίλοις χαρίσμασι τὴν ψυχὴν κατεκόσμησε, καὶ ἐξαιρέτως τὴν τοῦ θαυματουργεῖν σοι ἐχαρίσατο δύναμιν, ἐν νεαρᾷ πάνυ τῇ ἡλικίᾳ δι ἧς νόσους θεραπεύεις, δαίμονας ἀπελαύνεις, καὶ πάθη ψυχῶν καὶ σωμάτων ἀποδιώκεις. Ὅπου γὰρ ἡ βασιλικωτάτη Τριὰς ἐνοικήσει, ἐκεῖ καὶ δῶρα βασιλικὰ πλημμυροῦσιν. Ἀλλὰ δεόμεθα ἐφάπλωσον καὶ ἡμῖν, τοῖς ὑπὸ ποικίλων παθῶν ὀχλουμένοις, τὴν θαυματουργικήν σου ἐνέργειαν, Ἱερομάρτυς θεσπέσιε καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν. ΣΣῶσσοονν,,, ὁὁ Θεεόόςς,,, ττὸὸνν λλαα όόνν ΣΣοουυ....... Κύριε, ἐλέησον. (ιβ ) ἘἘλλέέεει ι κκααὶ ὶ οοἰ ἰκκττι ιρρμμοοῖ ῖςς....... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ τῆς Θεοτόκου, καὶ τοῦ Ἱεράρχου δύω ᾨδὴ α. Κανὼν τῆς Θεοτόκου Ἦχος α. Ὁ Εἱρμός. ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται. ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες,.. Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σοφίας τὴν ἄβυσσον, ἡ τετοκυῖα, σταγόνα σοφίας μοι, Πηγὴ χαριτόβρυτε, σεμνὴ κατάπεμψον, ὑμνολογῆσαι τῶν χαρίτων σου τὸ πέλαγος. Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὑμνῶ σε Πανύμνητε, ἣν ἀνυμνοῦσιν, Ἀγγέλων τὰ τάγματα, ὡς Θεὸν κυήσασαν, τὸν ὑπερύμνητον ὃν πᾶσα κτίσις ἀνυμνεῖ ὅτι δεδόξασται. Κανὼν α τοῦ Ἱερομάρτυρος 3
οὗ ἡ Ἀκροστιχίς Παθῶν ἐλεύθερόν με δεῖξον παμμάκαρ. Ἰωσήφ. Ἦχος α. ᾨδὴν ἐπινίκιον. Παθῶν ἀμαυρότησι, δεδουλωμένον, φαιδραῖς ἱκεσίαις σου, Μάρτυς Ἐλευθέριε, νῦν ἐλευθέρωσον, ὅπως ὡς δοῦλόν σε Χριστοῦ, θείαις ὑμνήσω ᾠδαῖς. Ἀθλήσεως ἔλαμψας, καθαρωτάταις, αὐγαῖς ἱερώτατε, ἐπιχρώσας αἵματι, τὴν ἱεράν σου στολήν, καὶ γέγονας φωτοειδής, διὰ τοῦ Πνεύματος. Θεῷ προσκολλώμενος, καθαρωτάτῳ, νοῒ ἐκ νεότητος, σαρκικοῦ φρονήματος, ψυχὴν ἐμάκρυνας, καὶ τῶν θαυμάτων δαψιλῆ, χάριν ἐπλούτησας. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὡς θρόνος πυρίμορφος, τὸν Κτίστην φέρεις, ὡς ἔμψυχος θάλαμος, καὶ τερπνὸν παλάτιον, τὸν Βασιλέα χωρεῖς, γενόμενον ὅπερ ἡμεῖς, Θεοχαρίτωτε. Κανὼν β τοῦ Ἱερομάρτυρος οὗ ἡ Ἀκροστιχίς Θεῖον Ἐλευθέριον ἱερῆα τιμάω Πάτερ. Ἦχος πλ. β. Ὡς ἐν ἠπείρῳ πεζεύσας. Θρόνῳ τῆς δόξης Κυρίου παρεστηκώς, σὺν Ἀγγέλων τάγμασιν, Ἐλευθέριε σοφέ, τοὺς ὑμνοῦντας πόθῳ σε ἀεί, ἐλευθέρωσον παθῶν ταῖς ἱκεσίαις σου. Ἐκλελεγμένος ἐκ βρέφους σὺ τῷ Θεῷ, ἀνετέθης ἔνδοξε, ὥσπερ πάλαι Σαμουήλ, καὶ θείῳ Πνεύματι χρισθείς, ὡς σοφὸς Ἀρχιερεὺς λαὸν ἐποίμανας. Δόξα. Ἱερουργὸς Μυστηρίων τῶν τοῦ Χριστοῦ, γεγονὼς ἐλάμπρυνας, τὴν στολὴν τὴν ἱεράν, μαρτυρίου αἵματι σοφέ, ἐν σταδίῳ καρτερῶς ἀγωνισάμενος. Καὶ νῦν. Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, Θεὸς Λόγος Πάναγνε, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σεσάρκωται διό, Θεοτόκον σε πιστοὶ ἀεὶ δοξάζομεν. ᾨδὴ γ. τῆς Θεοτόκου Ἦχος α. Ὁ Εἱρμός. Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ ὑδάτων οὐρανόν, στερεώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν παντοδύναμε. Στερεωθήτω ἡ καρδία μου,.. Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὁ οὐρανὸς ὁ καθαρώτατος, τὸ τοῦ Βασιλέως ἀνάκτορον, ὁ χαριτόπνους ἀληθῶς, καὶ εὐώδης Παράδεισος, ἡ ἐλπὶς Χριστιανῶν, ἡ Θεοτόκος ὑμνείσθω μοι. Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Λόγῳ τὸν Λόγον ἀπεκύησας, τὸν τῷ λόγῳ πᾶσαν πρὸς ὕπαρξιν, παραγαγόντα λογικήν, φύσιν ἅμα καὶ ἄλογον, ἀλογίας ἐκλυτρούμενον, βροτοὺς παντευλόγητε. ὁ α τοῦ Ἱεράρχου Ἦχος α. Στερεωθήτω ἡ καρδία μου. 4
Ὑπὲρ Χριστοῦ παθεῖν ἑλόμενος, ἀλγηδόνας φέρεις τοῦ σώματος, ἐνηδυνόμενος σοφέ, ταῖς ὀδύναις καὶ θλίψεσι διὰ τοῦτο τὴν ἀνώδυνον, ζωὴν νῦν ἀπείληφας. Θερμῷ τῷ πόθῳ τοῦ ποιήσαντος, ἀθλητὰ θεόφρον κρατούμενος, τῷ πυρωθέντι σεαυτόν, ἐ πιῤῥίπτεις τεχνάσματι, δροσιζόμενος τοῦ Πνεύματος, πυρὶ Ἐλευθέριε. Ἐν ἱερεῦσιν ἱερώτατος, καὶ ἐν μάρτυσι μάρτυς στεῤῥότατος, ἀναδειχθεὶς στέφος διπλοῦν, ἐ κομίσω μακάριε, τῷ προσώπῳ τοῦ Θεοῦ, διὰ παντὸς ὀπτανόμενος. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ῥάβδον δυνάμεως ἐβλάστησας, τὸν Χριστὸν ἐν ᾧ στηριζόμεθα σὲ γὰρ ἐτύπου Ἀαρών, ῥάβδος ποτὲ βλαστήσασα, ἀγεώργητε Ἁγνή, περιστερὰ Ἀειπάρθενε. ὁ β Κανὼν τοῦ Ἱερομάρτυρος Ἦχος πλ. β. Οὐκ ἔστιν ἅγιος ὡς σύ. Νοὸς στεῤῥότητι σοφέ, ὁπλισάμενος χαίρων, τὴν ὁδὸν διανύεις, τοῦ μαρτυρίου σαυτόν, ἐθελουσίως προδούς, τοῖς ζητοῦσι, μάρτυς ἱερώτατε. Ἐκ θείου Πνεύματος λαβών, τῆς σοφίας τὸν πλοῦτον, μιμητὴς ἀνεδείχθης, τῶν Ἀποστόλων σοφέ, σαγήνῃ μαρτυρικῇ σαγηνεύων, λαοὺς πρὸς εὐσέβειαν. Δόξα. Λαμπρύνας θείαις ἀρεταῖς, τὴν ἀρχιερωσύνην, λαμπροτέραν εἰργάσω, τῇ πορφυρίδι τῶν σῶν, αἱμάτων καρτερικῶς, ἐναθλήσας, μάρτυς Ἐλευθέριε. Καὶ νῦν. Ἐκπλήττει νοῦν καὶ ἀκοήν, τὸ μυστήριον ὄντως, τῆς λοχείας σου Κόρη Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις Ἀειπάρθενος. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὺὺ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Ἐλεύθερον τὸν νοῦν, ἐκ παθῶν κεκτημένος, ἐγένου τοῦ Θεοῦ, γνησιώτατος δοῦλος, καὶ πλάνης ἠλευθέρωσας, τοὺς καλῶς σοι ποθήσαντας ἐναθλήσας δέ, ὡς ἱερεύς τε καὶ μάρτυς, Ἐλευθέριε, διπλοῦν ἐδέξω τὸ στέφος, πρεσβεύων σωθῆναι ἡμᾶς. Δόξα. Καὶ νῦν. Ἀγάλλου ἡ Σιών, Βηθλεὲμ εὐτρεπίζου ὁ πάντων συνοχεὺς τὸν ἀστέρα προπέμψας, μηνύει τὴν ἄμεμπτον, ἑαυτοῦ συγκατάβασιν ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, ὄντως τίκτεται, ἐκ τῆς Παρθένου ἀτρέπτως, ὁ μόνος Φιλάνθρωπος. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺὺ γγὰὰρρ εεἶ ἶἶ ὁὁ ΒΒαασσι ιιλλεεύύςς....... 5
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον τοῦ Ἱερομάρτυρος. Ἦχος πλ. β. Τοὺς ἀσφαλεῖς. Ὡς καλλονὴν τῶν ἱερέων Ὅσιε, καὶ προτροπὴν τῶν Ἀθλοφόρων ἅπαντες, εὐφημοῦμεν καὶ αἰτοῦμέν σε, Ἱερομάρτυς Ἐλευθέριε. Τοὺς πόθῳ σου τὴν μνήμην ἑορτάζοντας, κινδύνων πολυτρόπων ἐλευθέρωσον, πρεσβεύων ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν. ὁ Οἶκος Ἔπιδε Εὔσπλαγχνε Ζωοδότα, ὡς φιλάνθρωπος μόνος καὶ οἰκτίρμων Θεός, τὴν τῆς ψυχῆς μου σκοτόμαιναν, καὶ πανσθενεῖ δεξιᾷ σου Λόγε, τῶν παθῶν ἐλευθέρωσον τῆς αἰσχύνης, ὅπως τὸν σὸν Ἱεράρχην ὑμνήσω Ἐλευθέριον αὐτὸς γὰρ ὄντως ἐκ μήτρας ἐγνωρίσθη σοι, καὶ καθηγίασται, καὶ ἀνετέθη σοι, ὡς Σαμουήλ, ἀπὸ μητρὸς ἱερᾶς σοὶ τῷ Κτίσαντι, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν. Συναξάριον Τῇ ΙΕ τοῦ αὐτοῦ μηνός, ἄθλησις τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος Ἐλευθερίου, Ἐπισκόπου Ἰλλυρικοῦ, ἤτοι Αὐλῶνος τῆς Βορείου Ἠπείρου, ἐν ἔτει 120 ἀπό Χριστοῦ ἐπισυμβάσης. Ἀπεθησαύρισται δὲ ἡ μὲν Τιμία αὑτοῦ κάρα εἰς Καρυὰν Ἐλασσόνος, τὸ δὲ λοιπὸν καὶ τιμαλφὲς σῶμα ἀδιαλώβητον εἰς τὸν Ἱ.Ν.Κοιμήσεως Θεοτόκου παρὰ τὰ Πευκάκια Ν.Ἰωνίας Ἀθηνῶν. Ἐλευθέριος, ὡς ἀδουλόνους φύσει, Σπάθας θεωρῶν, οὐκ ἐδουλοῦτο πλάνῃ. Δῖον Ἐλευθέριον δεκάτῃ πέφνε φάσγανα πέμπτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία ἔνδοξος Μάρτυς Ἀνθία, ἡ μήτηρ τοῦ Ἁγίου Ἐλευθερίου, περιχυθεῖσα τῷ τοῦ υἱοῦ νεκρῷ, ξίφει τελειοῦται. Σημειωτέον ὅτι ἡ θεόφρων αὕτη γυνή εἶχε χρηματίσει κατά τήν πρώτην αὑτῆς νεότητα μαθήτρια αὐτοῦ τοῦ Ἀπ.Παύλου ἐν Ρώμῃ. Δίδωσι μήτηρ νεκρικὸν κόσμον τέκνῳ, Αὐτὴ ἑαυτὴν συγκεκομμένην σπάθαις. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς Κορέμων ὁ ἔπαρχος, διά τοῦ Ἁγ.Ἐλευθερίου τῷ Χριστῷ πιστεύσας καὶ βαπτισθεὶς ξίφει τελειοῦται. Ἀθλήσεως οὐκ εἶχε Κορέμμων κόρον, Ἕως ἐτμήθη τὸν αὐχένα τῷ ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ δύο Δήμιοι σὺν τῷ Κορέμμωνι πιστεύσαντες τῷ Χριστῷ ξίφει τελειοῦνται. Θεόν σε γνόντας Δημίους δύω Σῶτερ, Ἄλλοι κατακτείνουσι δήμιοι ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Μάρτυρος Ἐλευθερίου τοῦ Κουβικουλαρίου, ἤτοι θαλαμηπόλου, τοῦ ἐν Κωνσταντινουπόλει. Ἐλευθέριος οὐχ ὑπέπτηξε ξίφος, Ἐλευθέριον γὰρ εἶχε νοῦν παντὸς φόβου. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Σωσάννα, θυγάτηρ Ἀρτεμίου, μετονομασθεῖσα «Ἰωάννης» καί ἀνδρικῶς ἀσκήσασα ἐν Παλαιστίνῃ, εἶτα δέ συκοφαντηθεῖσα, ἀλλὰ θείᾳ Προνοίᾳ δικαιωθεῖσα καὶ εἰς Διακόνισσαν προαχθεῖσα, τελικῶς ἐν τῷ Διωγμῷ τοῦ Διοκλητιανοῦ διὰ πυρὸς τελειοῦται, ἐν ἔτει 305 μχ. Σωσάννα, ὤ, πῶς ἡ πάλαι καὶ ἡ νέα, Τοὺς συκοφαντῶν οὐ διέδρασαν λόχους! ἕτεροι 6
Καρποὺς ἡδίστους ἐξεδρέψω Σωσάννα, Ἀσκήσεως καὶ ἐναθλήσεως ἅμα. Τῇ αὐτῇ ἡμέρᾳ ιε (15ῃ) Δεκεμβρίου τοῦ ἔτους 397, ἐχειροτονήθη Πατριάρχης Κωνσταντινουπόλεως ὁ χρυσοῦς τὴν γλῶτταν καὶ θεοφώτιστος Οἰκουμενικὸς Διδάσκαλος θεῖος Ἰωάννης ὁ Χρυσόστομος, ἐν ᾗ καὶ ἡ ἑορτὴ τῶν Χριστουγέννων ἀπήρξατο ὑπ αὐτοῦ τελεῖσθαι, ἕως τῆς εἰκοστῆς πέμπτης τοῦ μηνός, τινῶν ἐκ τῶν Ἑσπερίων πιστῶν ἐλθόντων καὶ ἀπαγγειλάντων περὶ ταύτης. Διὸ καὶ λόγος ἀπολογητικὸς ἐξεφωνήθη παρ αὐτοῦ, κάλλιστός τε καὶ ὠφελιμώτατος. Εὐφραίνεται σήμερον ἡ Ἐκκλησία Ποιμένα κτησαμένη τὸν Ἰωάννην. Ἰωάννης δέδειχε χρυσοῦν τὸν Θρόνον, Κωνσταντινουπόλεως, ᾧ ἐθρονίσθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἐνδόξου Ὁσιομάρτυρος Βάκχου τοῦ νέου, τοῦ Ἁγιοσαββίτου ἐν ἔτει 780 μχ τελειωθέντος. Μὴ δεύτερόν τις, μηδὲ Βάκχον τὸν νέον, Ἐν τοῖς ἀθληταῖς ταττέτω διὰ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Στεφάνου Ἐπισκόπου Σουρόζ τῆς Κριμαίας τοῦ Καππαδόκου και Ομολογητου, ἐν ἔτει 787 κοιμηθέντος. Καὶ Στέφανος τιμῶν εἰκόνα Κυρίου, Ὁμολογίας στέφος λαμπρὸν λαμβάνει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παύλου τοῦ νέου, τοῦ θαυματουργοῦ, ἐξ Ἐ λαίας τῆς Περγάμου μὲν καταγομένου, ἀσκήσαντος δὲ ἐν τοῖς χρόνοις τοῦ Πορφυρογεννήτου, ἐν τῷ ὄρει τοῦ Λάτρου καὶ ἐν Σάμῳ, εἰρηνικῶς δὲ ἐν ἔτει 955 τελειωθέντος. Εἰ καὶ νεωστὶ Παῦλος ὤφθη ἐν βίῳ, Ἀλλ οὖν ἴσος πέφηνε τοῖς πρὶν πατράσι. Τῇ αὐτῇ ἡμέρᾳ, τοῦ Ὁσίου Πατρός ἡμῶν Τρύφωνος τοῦ ἐν Πετσενέγκα, Ἡγούμενου Μονῆς ἐν Κόλσκ, τοῦ Ρώσου, Ἀποστόλου Λαπωνίας ἀναδειχθέντος καὶ ἐν ἔτει 1583 κοιμηθέντος, ὡς καὶ μνήμη τοῦ ὑποτακτικοῦ αὐτοῦ Ἰωνᾶ, πιστῶς ἀκολουθήσαντος τὸν Γέροντα αὐτοῦ καὶ συνέκδημου καὶ συνεργοῦ αὐτοῦ γενομένου, τελικῶς δὲ μαρτυρικῶς τελειωθέντος ἐν ἔτει 1590 μχ. Τρυφῶν ἡδονῶν πνευματικῶν ὁ Τρύφων, Ταύταις Λαπώνων ἐξέθρεψε τὸ γένος. Μάρτυς Ἰωνᾶς ἐν Λαπωνίᾳ πρῶτος, Ἔνθα τὸ πρῶτον ἀσκητικῶς ἐβίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Σιλβίας, ἀδελφῆς Ρουφίνου τοῦ Ἐπάρχου Κωνσταντινουπόλεως, εἰρηνικῶς τελειωθείσης ἐν ἔτει 420 μχ Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἐνδόξου Ἱερομάρτυρος Ἰλαρίωνος, Ἐπισκόπου ἐν ἔτει 1929 μαρτυρήσαντος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἐνδόξου Ἱερομάρτυρος Ἰωσήφ, Μητροπολίτου Πετρουπόλεως ἐν ἔτει 1933 μαρτυρήσαντος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πάρδου τοῦ ἐρημίτου, τοῦ ἐν Παλαιστίνῃ κατὰ τὸν ΣΤ αἰῶνα ἀσκήσαντος. 7
Τῇ αὐτῇ ἡμέρᾳ, τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Μακαρίου Ἐπισκόπου, τοῦ Σιναΐτου, κατὰ τὸν ΙΓ αἰῶνα διαλάμψαντος. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ τῶν Χριστουγέννων Ἦχος α. ᾠδὴ α Χριστὸς γεννᾶται, δοξάσατε Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται. ᾠδὴ γ Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν,......ἅγιος εἶ Κύριε. ᾠδὴ δ Ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός Δόξα τῇ δυνάμει σου, Κύριε. ᾠδὴ ε Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε. ᾠδὴ ς Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον. ᾠδὴ ζ Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ ἐν μέσῳ τῆς φλογός, ἐστῶτες ἔψαλλον Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ. ᾠδὴ η Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. ὁ διάκονος ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττόόςς,,, ἐἐνν ὕὕμμννοοι ιιςς ττι ιιμμῶννττεεςς μμεεγγααλλύύννοομμεενν... Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος α. Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 8
Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία ᾠδὴ θ Στίχ. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω Στρατευμάτων. Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι ππᾶᾶσσααι ιι ααἱ ἱἱ δδυυννάάμμεει ιιςς....... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἐξαποστειλάριον τοῦ Ἁγίου Ἦχος γ. Ὁ οὐρανὸν τοῖς ἄστροις. Χριστῷ προσήγαγες Πάτερ, πιστῶν ἀγέλας ὡς ποιμήν σοὶ δὲ προσφῦσα τῷ μόσχῳ, ὡς δάμαλις ἡ τεκοῦσα, συνανηρέθη, μεθ ἧς σε, νῦν Ἐλευθέριε μέλπω., ὅμοιον. Καὶ σὲ μεσίτριαν Κόρη, προβάλλομαι Παναγία, πρὸς τὸν ἐκ σοῦ γεννηθέντα, ὅπως κολάσεως πάσης, ἀπαλλαγῶ καὶ βασάνων, τῶν αἰωνίων ὁ τάλας. ΑΙΝΟΙ Ἦχος α. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑ ψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Ἦχος α. Τῶν οὐρανίων ταγμάτων. Στίχ. α. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Τῆς Ἐκκλησίας προστάτης, Πάτερ γενόμενος, ὡς τῆς Ἀνθίας γόνος, τῆς θεόφρονος ὄντως, καὶ μύστης Ἀποστόλων ὡς ἀληθῶς, πρὸς τὸν Θεὸν ἐπιστρέφεις λαούς, τοὺς πρὶν ἀφρόνως τὸ σέβας οἷα θεοῖς, ἀπονέμοντας τοῖς δαίμοσιν. Στίχ. β. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 9
Τὴν ἱερὰν ἀμπεχόνην, σοὶ περιέθετο, εἰς Ἱεράρχην χρίσας, ἀγασθείς σου τὸ κάλλος, ἔνδον Θεοφόρε τὸ τῆς ψυχῆς, ὁ θεόφρων Ἀνίκητος καὶ οἰκουμένης ἁπάσης θεῖος φωστήρ, ἀνεδείχθης Ἐλευθέριε. Στίχ. γ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Τῶν ἐπιτόκων γυναίων, Πάτερ κηδόμενος, ἐλευθερίαν δίδως, τῷ ναῷ σου φοιτώσαις εὔπλοιαν δὲ πάλιν ἄλλοις θερμῶς, ἐξαιτοῦσιν ἐπέδωκας καὶ τοῖς νοσοῦσιν ὑγείαν σὺ χορηγεῖς, διαλάμπων ἐν τοῖς θαύμασιν. Στίχ. δ. Οἱ ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται. Τοῦ Μαρτυρίου τοὺς ᾄθλους, στεῤῥῶς ὑπήνεγκας, Ἀδριανοῦ μὴ πτήξας, τὰς δριμείας κολάσεις, ἔρωτι τοῦ Κτίστου ὅλος ἁλούς, Ἐλευθέριε πάνσοφε καὶ τὴν τεκοῦσάν σε σύναθλον προσλαβών, ἀνελήλυθας γηθόμενος. Δόξα. Ἦχος β. Ὡς τῆς θείας ἐλευθερίας ἐπώνυμος, τῆς ἱερᾶς διπλοΐδος, Πάτερ κατηξίωσαι καὶ εὐθαρσῶς τὴν εὐσέβειαν διδάσκων, τῶν πρακτέων τοὺς λόγους ἡμᾶς ἐξεπαίδευσας. Ὅθεν καὶ τὴν μαρτυρικὴν ἔνστασιν νεανικῶς ἐκτελέσας, ἐν ἀμφοτέροις διέπρεψας, καὶ διπλοῦν εἴληφας τὸ στέφος παρὰ Χριστοῦ τοῦ Θεοῦ ὃν καθικέτευε, Ἱερομάρτυς Ἐλευθέριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Ἦχος β. Προεόρτιον Ἰδοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν. Εὐτρεπίζου Σπήλαιον ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν Βηθλεὲμ γῆ Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν, ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄ ρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς Φιλάνθρωπος. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. (γ ) Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. 10
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα. Καὶ νῦν. Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. καὶ εὐθὺς τὸ Ἀπολυτίκιον τοῦ Ἱερομάρτυρος. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Ἱερέων ποδήρει κατακοσμούμενος, καὶ αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τῷ Δεσπότῃ σου Χριστῷ μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ Σατᾶν, διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ τὰ Ἀντίφωνα Κυριακῶν Ἀντίφωνον Α. Ἦχος β. (Ψαλμὸς ρβ ) Στίχ. α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β. Ἦχος β. (Ψαλμὸς ρμε ) Στίχ. α. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑ πάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός,.. Στίχ. γ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός,.. Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ. Ἦχος πλ. α. (Ψαλμὸς ιζ ) Στίχ. α. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Ἀπολυτίκιον τοῦ Ἱερομάρτυρος. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. 11
Ἱερέων ποδήρει κατακοσμούμενος, καὶ αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τῷ Δεσπότῃ σου Χριστῷ μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ Σατᾶν, διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν. Στίχ. β. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται. Ἱερέων ποδήρει κατακοσμούμενος,.. ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός,.... ψάλλοντάς σοι, Ἀλληλούϊα. Ἀπολυτίκιον τοῦ Ἱερομάρτυρος. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Ἱερέων ποδήρει κατακοσμούμενος, καὶ αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τῷ Δεσπότῃ σου Χριστῷ μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ Σατᾶν, διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον προεόρτιον τῶν Χριστουγέννων (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον, καὶ δὴ ἀμοιβαδὸν μετὰ τῶν Ἱεροψαλτῶν) Ἦχος γ. Ἡ Παρθένος σήμερον. Ἡ Παρθένος σήμερον τὸν προαιώνιον Λόγον ἐν σπηλαίῳ ἔρχεται ἀποτεκεῖν ἀποῤῥήτως. Χόρευε, ἡ οἰκουμένη, ἀκουτισθεῖσα δόξασον μετὰ ἀγγέλων καὶ τῶν ποιμένων, βουληθέντα ἐποφθῆναι παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ τοῦ Ἱερομάρτυρος Προκείμενον. Ἦχος βαρύς. (Ψαλμὸς ριε ) Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. Στίχ.Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν; Πρὸς Τιμόθεον Β Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (α 8 18) Τέκνον Τιμόθεε, μὴ ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡ μῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀ φθαρσίαν διὰ τοῦ εὐαγγελίου, εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν. Δι ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ οὐκ ἐπαισχύνομαι οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστι τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. Ὑποτύπωσιν ἔχε 12
ὑγιαινόντων λόγων, ὧν παρ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ τὴν καλὴν παρακαταθήκην φύλαξον διὰ Πνεύματος Ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. Οἶδας τοῦτο, ὅ τι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστι Φύγελλος καὶ Ἑρμογένης. Δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξε καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη, ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαιότερον ἐζήτησέ με καὶ εὗρε δῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις. Ἀλληλούϊα. (γ ) Ἦχος α. (Ψαλμὸς ρλα 9,13 ) Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Στίχ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. ΕΥΑΓΓΕΛΙΟΝ ὁμοίως τοῦ Ἁγίου (ζήτει τῷ Σαββάτῳ τῆς α ἑβδομάδος τῶν Νηστειῶν) Ἐκ τοῦ κατὰ Μᾶρκον (β 23 28, γ 1 5) Τῷ καιρῷ ἐκείνῳ, ἐγένετο παραπορεύεσθαι τὸν Ἰησοῦν ἐν τοῖς Σάββασι διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ ἴδε τί ποιοῦσιν ἐν τοῖς Σάββασιν ὃ οὐκ ἔξεστι. Καὶ αὐτὸς ἔλεγεν αὐτοῖς οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαυῒδ ὅτε χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι; καὶ ἔλεγεν αὐτοῖς τὸ Σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ Σάββατον ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ Σαββάτου. Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγήν καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμένην ἔχων τὴν χεῖρα. Καὶ παρετήρουν αὐτὸν εἰ τοῖς Σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμένην ἔχοντι τὴν χεῖρα ἔγειρε εἰς τὸ μέσον. Καὶ λέγει αὐτοῖς ἔξεστι τοῖς Σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; Οἱ δὲ ἐσιώπων. Καὶ περιβλεψάμενος αὐτοὺς μετ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ ἔκτεινον τὴν χεῖρά σου. Καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη. Δόξα σοι Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου Εἰς τό Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες αὕτη γὰρ ἡμᾶς ἔσωσεν. 13
Εἰς τό Πάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶὶ ἀἀεεί ίί Ἦχος β. Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις ««Χρρι ιισσττόόςς,,, ὁὁ ἀἀλληηθθι ιιννὸὸςς Θεεὸὸςς ἡἡμμῶνν,,,.........»» Δι εὐχῶν... Ἀμήν. * * Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. Ἕτερα Ἀπολυτίκια Ἀπολυτίκιον τοῦ Ὁσίου Παύλου, τοῦ ἐν τῷ Λάτρῳ. Ἦχος δ. Ὡς τῶν Ἀποστόλων. (ὑπὸ Γερασίμου Μικραγιαννανίτου) Ὡς τῶν Ἀσωμάτων ὁμόσκηνον, καὶ πάντων τῶν Ὁσίων συμμέτοχον, παναοίδιμε Παῦλε ὑ μνοῦμέν σε, καὶ δυσωποῦμέν σε, πρεσβεύειν ἑκάστοτε ὑπὲρ ἡμῶν, ὅπως εὕρωμεν ἔλεος. Ἕτερον Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος πλ. α. Τὸν Συνάναρχον Λόγον. (ὑπὸ Ἀθανασίου Σιμωνοπετρίτου) Ἐξ Ἐλαίας μὲν ἔφυς δένδρον χριστόκαρπον, ἐν τῷ Λάτρῳ δὲ Παῦλε καὶ Σάμῳ ἤσκησας, πᾶσι διδάσκων ἀπλανῶς, πῶς δεῖ λατρεύειν τῷ Θεῷ, καὶ Εὐαγγέλιον τηρεῖν, ὥστε γενέσθαι οὐρανῶν, πολίτας καὶ κληρονόμους, καὶ συναφθῆναι ἀγγέλων, καὶ τῶν ἁγίων χοροῖς. 14