Antología libro IV de Anábasis Los griegos penetran en Armenia 4.1 Ἐπεὶ δὲ διέβησαν συνταξάμενοι ἀμφὶ μέσον ἡμέρας ἐπορεύθησαν διὰ τῆς Ἀρμενίας πεδίον ἅπαν καὶ λείους γηλόφους οὐ μεῖον ἢ πέντε παρασάγγας οὐ γὰρ ἦσαν ἐγγὺς τοῦ ποταμοῦ κῶμαι διὰ τοὺς πολέμους τοὺς πρὸς τοὺς Καρδούχους. 4.2 εἰς δὲ ἣν ἀφίκοντο κώμην μεγάλη τε ἦν καὶ βασίλειον εἶχε τῷ σατράπῃ καὶ ἐπὶ ταῖς πλείσταις οἰκίαις τύρσεις ἐπῆσαν ἐπιτήδεια δ ἦν δαψιλῆ. 4.3 ἐντεῦθεν δ ἐπορεύθησαν σταθμοὺς δύο παρασάγγας δέκα μέχρι ὑπερῆλθον τὰς πηγὰς τοῦ Τίγρητος ποταμοῦ. ἐντεῦθεν δ ἔπορεύθησαν σταθμοὺς τρεῖς παρασάγγας πεντεκαίδεκα ἐπὶ τὸν Τηλεβόαν ποταμόν. Οὗτος δ ἦν καλὸς μέν μέγας δ οὔ κῶμαι δὲ πολλαὶ περὶ τὸν ποταμὸν ἦσαν. Notas διέβησαν: aoristo de διαβαινω. Ἐπορεύθησαν: aoristo pasivo de πορευω (repasa el aoristo pasivo). Παρασάγγας: medida persa de longitud (más o menos 5000 metros). Ἀφίκοντο: aoristo de αφικνεομαι. Ὑπερ-ῆλθον: aoristo de υπερερχομαι: la forma simple es ερχομαι; el aoristo es ελθον, ηλθον cuando lleva aumento. Negociaciones y acuerdo con Tiribazo, gobernador de Armenia 4.4 ὁ δὲ τόπος οὗτος Ἀρμενία ἐκαλεῖτο ἡ πρὸς ἑσπέραν. ὕπαρχος δ ἦν αὐτῆς Τιρίβαζος ὁ καὶ βασιλεῖ φίλος γενόμενος καὶ ὁπότε παρείη οὐδεὶς ἄλλος βασιλέα ἐπὶ τὸν ἵππον ἀνέβαλλεν. 4.5 οὗτος προσήλασεν ἱππέας ἔχων καὶ προπέμψας ἑρμηνέα εἶπεν ὅτι βούλοιτο διαλεχθῆναι τοῖς ἄρχουσι. τοῖς δὲ στρατηγοῖς ἔδοξεν ἀκοῦσαι καὶ
προσελθόντες εἰς ἐπήκοον ἠρώτων τί θέλει. 4.6 ὁ δὲ εἶπεν ὅτι σπείσασθαι βούλοιτο ἐφ ᾧ μήτε αὐτὸς τοὺς Ἕλληνας ἀδικεῖν μήτε ἐκείνους καίειν τὰς οἰκίας λαμβάνειν τε τἀπιτήδεια ὅσων δέοιντο. Nota προσήλασεν: aoristo de προσ-ελαυνω; δέοιντο: optativo de δεομαι ἔδοξε ταῦτα τοῖς στρατηγοῖς καὶ ἐσπείσαντο ἐπὶ τούτοις. 4.7 Ἐντεῦθεν δ ἐπορεύθησαν σταθμοὺς τρεῖς διὰ πεδίου παρασάγγας πεντεκαίδεκα καὶ Τιρίβαζος παρηκολούθει ἔχων τὴν ἑαυτοῦ δύναμιν ἀπέχων ὡς δέκα σταδίους καὶ ἀφίκοντο εἰς βασίλεια καὶ κώμας πέριξ πολλὰς πολλῶν τῶν ἐπιτηδείων μεστάς. 4.8 στρατοπεδευομένων δ αὐτῶν γίγνεται τῆς νυκτὸς χιὼν πολλή καὶ ἕωθεν ἔδοξε διασκηνῆσαι τὰς τάξεις καὶ τοὺς στρατηγοὺς κατὰ τὰς κώμας οὐ γὰρ ἑώρων πολέμιον οὐδένα καὶ ἀσφαλὲς ἐδόκει εἶναι διὰ τὸ πλῆθος τῆς χιόνος. 4.9 ἐνταῦθα εἶχον τὰ ἐπιτήδεια ὅσα ἐστὶν ἀγαθά ἱερεῖα σῖτον οἴνους παλαιοὺς εὐώδεις ἀσταφίδας ὄσπρια παντοδαπά. τῶν δὲ ἀποσκεδαννυμένων τινὲς ἀπὸ τοῦ στρατοπέδου ἔλεγον ὅτι κατίδοιεν νύκτωρ πολλὰ πυρὰ φαίνοντα. 4.10 ἐδόκει δὴ τοῖς στρατηγοῖς οὐκ ἀσφαλὲς εἶναι διασκηνοῦν ἀλλὰ συναγαγεῖν τὸ στράτευμα πάλιν. ἐντεῦθεν συνῆλθον καὶ γὰρ ἐδόκει διαιθριάζειν. 4.11 νυκτερευόντων δ αὐτῶν ἐνταῦθα ἐπιπίπτει χιὼν ἄπλετος ὥστε ἀπέκρυψε καὶ τὰ ὅπλα καὶ τοὺς ἀνθρώπους
κατακειμένους καὶ τὰ ὑποζύγια συνεπόδισεν ἡ χιών καὶ πολὺς ὄκνος ἦν ἀνίστασθαι κατακειμένων γὰρ ἀλεεινὸν ἦν ἡ χιὼν ἐπιπεπτωκυῖα ὅτῳ μὴ παραρρυείη. 4.12 ἐπεὶ δὲ Ξενοφῶν ἐτόλμησε γυμνὸς ἀναστὰς σχίζειν ξύλα τάχ ἀναστάς τις καὶ ἄλλος ἐκείνου ἀφελόμενος ἔσχιζεν. ἐκ δὲ τούτου καὶ ἄλλοι ἀναστάντες πῦρ ἔκαιον καὶ ἐχρίοντο 4.13 πολὺ γὰρ ἐνταῦθα ηὑρίσκετο χρῖμα ᾧ ἐχρῶντο ἀντ ἐλαίου σύειον καὶ σησάμινον καὶ ἀμυγδάλινον ἐκ τῶν πικρῶν καὶ τερμίνθινον. ἐκ δὲ τῶν αὐτῶν τούτων καὶ μύρον ηὑρίσκετο. Nota ἐπιπεπτωκυῖα: participio femenino nominativo singular de perfecto del verbo επιπιπτω 5.1 Τῇ δ ὑστεραίᾳ ἐδόκει πορευτέον εἶναι ὅπῃ δύναιντο τάχιστα πρὶν ἢ συλλεγῆναι τὸ στράτευμα πάλιν καὶ καταλαβεῖν τὰ στενά. συσκευασάμενοι δ εὐθὺς ἐπορεύοντο διὰ χιόνος πολλῆς ἡγεμόνας ἔχοντες πολλούς καὶ αὐθημερὸν ὑπερβαλόντες τὸ ἄκρον ἐφ ᾧ ἔμελλεν ἐπιτίθεσθαι Τιρίβαζος κατεστρατοπεδεύσαντο. 5.2 ἐντεῦθεν δ ἐπορεύθησαν σταθμοὺς ἐρήμους τρεῖς παρασάγγας πεντεκαίδεκα ἐπὶ τὸν Εὐφράτην ποταμόν καὶ διέβαινον αὐτὸν βρεχόμενοι πρὸς τὸν ὀμφαλόν. La nieve dificulta el avance de los griegos 5.3 ἐλέγοντο δ οὐδὲ πηγαὶ πρόσω εἶναι. ἐντεῦθεν ἐπορεύοντο διὰ χιόνος πολλῆς
καὶ πεδίου σταθμοὺς τρεῖς παρασάγγας πεντεκαίδεκα. ὁ δὲ τρίτος ἐγένετο χαλεπὸς καὶ ἄνεμος βορρᾶς ἐναντίος ἔπνει παντάπασιν ἀποκαίων πάντα καὶ πηγνὺς τοὺς ἀνθρώπους.5.4 ἔνθα δὴ τῶν μάντεών τις εἶπε σφαγιάσασθαι τῷ ἀνέμῳ καὶ σφαγιάζεται καὶ πᾶσι δὴ περιφανῶς ἔδοξεν λῆξαι τὸ χαλεπὸν τοῦ πνεύματος. ἦν δὲ τῆς χιόνος τὸ βάθος ὀργυιά ὥστε καὶ τῶν ὑποζυγίων καὶ τῶν ἀνδραπόδων πολλὰ ἀπώλετο καὶ τῶν στρατιωτῶν ὡς τριάκοντα. 5.5 διεγένοντο δὲ τὴν νύκτα πῦρ καίοντες ξύλα δ ἦν ἐν τῷ σταθμῷ πολλά οἱ δὲ ὀψὲ προσιόντες ξύλα οὐκ εἶχον. οἱ οὖν πάλαι ἥκοντες καὶ τὸ πῦρ καίοντες οὐ προσίεσαν πρὸς τὸ πῦρ τοὺς ὀψίζοντας εἰ μὴ μεταδοῖεν αὐτοῖς πυροὺς ἢ ἄλλο [τι] εἴ τι ἔχοιεν βρωτόν. 5.6 ἔνθα δὴ μετεδίδοσαν ἀλλήλοις ὧν εἶχον ἕκαστοι. ἔνθα δὲ τὸ πῦρ ἐκαίετο διατηκομένης τῆς χιόνος βόθροι ἐγένοντο μεγάλοι ἔστε ἐπὶ τὸ δάπεδον οὗ δὴ παρῆν μετρεῖν τὸ βάθος τῆς χιόνος. 5.7 ἐντεῦθεν δὲ τὴν ἐπιοῦσαν ἡμέραν ὅλην ἐπορεύοντο διὰ χιόνος καὶ πολλοὶ τῶν ἀνθρώπων ἐβουλιμίασαν. Ξενοφῶν δ ὀπισθοφυλακῶν καὶ καταλαμβάνων τοὺς πίπτοντας τῶν ἀνθρώπων ἠγνόει ὅ τι τὸ πάθος εἴη. 5.8 ἐπειδὴ δὲ εἶπέ τις αὐτῷ τῶν ἐμπείρων ὅτι σαφῶς βουλιμιῶσι κἄν τι φάγωσιν ἀναστήσονται περιιὼν περὶ τὰ ὑποζύγια εἴ πού τι ὁρῴη βρωτόν διεδίδου καὶ διέπεμπε διδόντας τοὺς δυναμένους περιτρέχειν τοῖς βουλιμιῶσιν. 5.9 ἐπειδὴ δέ τι ἐμφάγοιεν ἀνίσταντο καὶ ἐπορεύοντο.
πορευομένων δὲ Χειρίσοφος μὲν ἀμφὶ κνέφας πρὸς κώμην ἀφικνεῖται καὶ ὑδροφορούσας ἐκ τῆς κώμης πρὸς τῇ κρήνῃ γυναῖκας καὶ κόρας καταλαμβάνει ἔμπροσθεν τοῦ ἐρύματος. αὗται ἠρώτων αὐτοὺς τίνες εἶεν. 5.10 ὁ δ ἑρμηνεὺς εἶπε περσιστὶ ὅτι παρὰ βασιλέως πορεύονται πρὸς τὸν σατράπην. αἱ δὲ ἀπεκρίναντο ὅτι οὐκ ἐνταῦθα εἴη ἀλλ ἀπέχει ὅσον παρασάγγην. οἱ δ ἐπεὶ ὀψὲ ἦν πρὸς τὸν κώμαρχον συνεισέρχονται εἰς τὸ ἔρυμα σὺν ταῖς ὑδροφόροις. 5.11 Χειρίσοφος μὲν οὖν καὶ ὅσοι ἐδυνήθησαν τοῦ στρατεύματος ἐνταῦθα ἐστρατοπεδεύσαντο τῶν δ ἄλλων στρατιωτῶν οἱ μὴ δυνάμενοι διατελέσαι τὴν ὁδὸν ἐνυκτέρευσαν ἄσιτοι καὶ ἄνευ πυρός καὶ ἐνταῦθά τινες ἀπώλοντο τῶν στρατιωτῶν. Notas ἀπώλετο y ἀπώλοντο: aoristos de απολλυμι
ANTOLOGIA Apolodoro, Biblioteca: Hércules, llevado por la locura mata a sus propios hijos [Β 4,12] μετὰ δὲ τὴν πρὸς Μινύας μάχην συνέβη αὐτῷ κατὰ ζῆλον Ἥρας μανῆναι, καὶ τούς τε ἰδίους παῖδας, οὓς ἐκ Μεγάρας εἶχεν, εἰς πῦρ ἐμβαλεῖν καὶ τῶν Ἰφικλέους δύο διὸ καταδικάσας ἑαυτοῦ φυγὴν καθαίρεται μὲν ὑπὸ Θεσπίου, παραγενόμενος δὲ εἰς Δελφοὺς πυνθάνεται τοῦ θεοῦ ποῦ κατοικήσει. ἡ δὲ Πυθία τότε πρῶτον Ἡρακλέα αὐτὸν προσηγόρευσε τὸ δὲ πρώην Ἀλκείδης προσηγορεύετο. κατοικεῖν δὲ αὐτὸν εἶπεν ἐν Τίρυνθι, Εὐρυσθεῖ λατρεύοντα ἔτη δώδεκα, καὶ τοὺς ἐπιτασσομένους ἄθλους δέκα ἐπιτελεῖν, καὶ οὕτως ἔφη, τῶν ἄθλων συντελεσθέντων, ἀθάνατον αὐτὸν ἔσεσθαι. Notas Β 4,12 μετὰ: Subraya en el diccionario el valor de preposición de acusativo con sentido temporal, más que de adverbio aunque éste figure normalmente al principio de las preposiciones. Συνέβη: Busca primero en el diccionario la forma verbal simple ἔβη. κατὰ: Subraya el valor causal como preposición de acusativo; raro el valor adverbial, aunque es el primero que figura en el diccionario. μανῆναι: Infinitivo aoristo de μαίνω. καταδικάσας: Nominativo singular masculino del participio de aoristo sufijal sigmático de καταδικάζω. παραγενόμενος: Del verbo παραγίγνομαι con el sentido de presentarse. πυνθάνεται: Suplemento en genitivo. κατοικήσει: Futuro de κατοίκέω. προσηγόρευσε: Aoristo de προσαγορεύω con el sentido de llamar. δὲ: Más que copulativa tiene un sentido explicativo. εἶπεν: De este principal dependen las subordinadas sustantivas con infinitivos que siguen: κατοικεῖν, ἐπιτελεῖν, matizados por los participio λατρεύοντα y ἐπιτασσομένους. συντελεσθέντων: Genitivo plural del participio voz pasiva del verbo συντελέω, formando un estructura de genitivo absoluto o no concertado con el sujeto (nominativo) del verbo en forma personal. ἔσεσθαι: Infinitivo de futuro del verbo ser con valor final. Apolodoro, Biblioteca: Segundo trabajo de Hércules. La Hidra de Lemna [Β 5,2] δεύτερον δὲ ἆθλον ἐπέταξεν αὐτῷ τὴν Λερναίαν ὕδραν κτεῖναι αὕτη δὲ ἐν τῷ τῆς Λέρνης ἕλει ἐκτραφεῖσα ἐξέβαινεν εἰς τὸ πεδίον καὶ τά τε βοσκήματα καὶ τὴν
χώραν διέφθειρεν. εἶχε δὲ ἡ ὕδρα ὑπερμέγεθες σῶμα, κεφαλὰς ἔχον ἐννέα, τὰς μὲν ὀκτὼ θνητάς, τὴν δὲ μέσην ἀθάνατον. ἐπιβὰς οὖν ἅρματος, ἡνιοχοῦντος Ἰολάου, παρεγένετο εἰς τὴν Λέρνην, καὶ τοὺς μὲν ἵππους ἔστησε, τὴν δὲ ὕδραν εὑρὼν ἔν τινι λόφῳ παρὰ τὰς πηγὰς τῆς Ἀμυμώνης, ὅπου ὁ φωλεὸς αὐτῆς ὑπῆρχε, βάλλων βέλεσι πεπυρωμένοις ἠνάγκασεν ἐξελθεῖν, ἐκβαίνουσαν δὲ αὐτὴν κρατήσας κατεῖχεν. ἡ δὲ θατέρῳ τῶν ποδῶν ἐνείχετο περιπλακεῖσα. τῷ ῥοπάλῳ δὲ τὰς κεφαλὰς κόπτων οὐδὲν ἀνύειν ἠδύνατο μιᾶς γὰρ κοπτομένης κεφαλῆς δύο ἀνεφύοντο. ἐπεβοήθει δὲ καρκίνος τῇ ὕδρᾳ ὑπερμεγέθης, δάκνων τὸν πόδα. διὸ τοῦτον ἀποκτείνας ἐπεκαλέσατο καὶ αὐτὸς βοηθὸν τὸν Ἰόλαον, ὃς μέρος τι καταπρήσας τῆς ἐγγὺς ὕλης τοῖς δαλοῖς ἐπικαίων τὰς ἀνατολὰς τῶν κεφαλῶν ἐκώλυεν ἀνιέναι. καὶ τοῦτον τὸν τρόπον τῶν ἀναφυομένων κεφαλῶν περιγενόμενος, τὴν ἀθάνατον ἀποκόψας κατώρυξε καὶ βαρεῖαν ἐπέθηκε πέτραν, παρὰ τὴν ὁδὸν τὴν φέρουσαν διὰ Λέρνης εἰς Ἐλαιοῦντα τὸ δὲ σῶμα τῆς ὕδρας ἀνασχίσας τῇ χολῇ τοὺς ὀιστοὺς ἔβαψεν. Εὐρυσθεὺς δὲ ἔφη μὴ δεῖν καταριθμῆσαι τοῦτον ἐν τοῖς δέκα τὸν ἆθλον οὐ γὰρ μόνος ἀλλὰ καὶ μετὰ Ἰολάου τῆς ὕδρας περιεγένετο. Notas Β 5,2 ἐπέταξεν: ver ἐπιτὰσσω. κτεῖναι: Infinitivo aoristo activo de κτείνω. ἐκτραφεῖσα: Nominativo singular femenino del participio aoristo de έκτρἐφω. ἐξέβαινεν: ver έκβαίνω. διέφθειρεν: ver διαφθείρω. ἐπιβὰς: ver ἐπιβαίνω: παρεγένετο: ver παραγίγνομαι. Ὑπῆρχε: ver ὑπάρχω. βέλεσι: ver βέλος-ους τό. πεπυρωμένοις: Dativo plural del participio de perfecto del verbo πυρόω. ἐξελθεῖν: Busca el verbo simple primero y luego su compuesto. Κρατήσας: Nominativo masculino del participio de aoristo de κρατέω. ποδῶν: ver πούς
ποδος ὁ. περιπλακεῖσα: Nominativo singular femenino del participio de aoristo de περιπλέκω. Μιᾶς: Numeral εἷς μῖα ἕν (nominativo). καταπρήσας: Nominativo singular masculino del participio aoristo activo de καταπίμπρημι. περιγενόμενος: ver περιγίγνομαι. ἀποκόψας: Nominativo singular masculino del participio de aoristo de ἀποκόπτω. κατώρυξε: ver κατορύσσω. Ἐπέθηκε: ver ἐπιτίθημι. φέρουσαν: Participio femenino de φέρω. ἀνασχίσας: ver ἀνασχίζω. ἔβαψεν: ver βάπτω. περιεγένετο: ver περιγίγνομαι Apolodoro, Biblioteca. Décimo trabajo de Hércules: las vacas de Gerión δέκατον ἐπετάγη ἆθλον τὰς Γηρυόνου βόας ἐξ Ἐρυθείας κομίζειν. Ἐρύθεια δὲ ἦν... νῆσος, ἣ νῦν Γάδειρα καλεῖται. ταύτην κατῴκει Γηρυόνης... τριῶν ἔχων ἀνδρῶν συμφυὲς σῶμα.... εἶχε δὲ φοινικᾶς βόας, ὧν ἦν βουκόλος Εὐρυτίων, φύλαξ δὲ Ὄρθος ὁ κύων δικέφαλος.... πορευόμενος οὖν ἐπὶ τὰς Γηρυόνου βόας διὰ τῆς Εὐρώπης,... Λιβύης ἐπέβαινε, καὶ παρελθὼν Ταρτησσὸν ἔστησε σημεῖα τῆς πορείας ἐπὶ τῶν ὅρων Εὐρώπης καὶ Λιβύης ἀντιστοίχους δύο στήλας. θερόμενος δὲ ὑπὸ Ἡλίου κατὰ τὴν πορείαν, τὸ τόξον ἐπὶ τὸν θεὸν ἐνέτεινεν ὁ δὲ τὴν ἀνδρείαν αὐτοῦ θαυμάσας χρύσεον ἔδωκε δέπας, ἐν ᾧ τὸν Ὠκεανὸν διεπέρασε. καὶ παραγενόμενος εἰς Ἐρύθειαν ἐν ὄρει Ἄβαντι αὐλίζεται. αἰσθόμενος δὲ ὁ κύων ἐπ' αὐτὸν ὥρμα ὁ δὲ καὶ τοῦτον τῷ ῥοπάλῳ παίει, καὶ τὸν βουκόλον Εὐρυτίωνα τῷ κυνὶ βοηθοῦντα ἀπέκτεινε. Μενοίτης δὲ ἐκεῖ τὰς Ἅιδου βόας βόσκων Γηρυόνῃ τὸ γεγονὸς ἀπήγγειλεν. ὁ δὲ καταλαβὼν Ἡρακλέα... τὰς βόας ἀπάγοντα, συστησάμενος μάχην τοξευθεὶς ἀπέθανεν. Ἡρακλῆς δὲ ἐνθέμενος τὰς βόας εἰς τὸ δέπας καὶ διαπλεύσας εἰς Ταρτησσὸν Ἡλίῳ πάλιν ἀπέδωκε τὸ δέπας.... καὶ τὰς βόας Εὐρυσθεῖ κομίσας δέδωκεν. ὁ δὲ αὐτὰς κατέθυσεν Ἥρᾳ.
Notas δέκατον ἆθλον: predicativo del infinitivo sujeto κομίζειν. ἐπετάγη: 3a de sg. del aoristo pasivo de ἐπιτάσσω. κατῴκει: de κατοικέω. συμφυὲς: συμφυής, -ής, -ές: unido, combinado. Gerión tenía 6 brazos y 6 piernas, esto es: estaba formado por tres hombres unidos por la cintura. Σημεῖα: Predicativo del complemento directo στήλας. ἀντιστοίχους: ἀντιστοίχος, -ov: simétrico, colocado enfrente. ὥρμα: de ὁρμάω. γεγονὸς: de γίγνομαι, participio sustantivado. ἀπήγγειλεν: de ἀπαγγέλλω. καταλαβὼν: καταλαβὼν concierta con Gerión mientras que ἀπάγοντα concierta con Heracles. συστησάμενος: Participio de aoristo medio-pasivo de συνίστημι. Partenio de Nicea. Sobre Dafne 1. Περὶ δὲ τῆς Ἀμύκλα θυγατρὸς τάδε λέγεται Δάφνης αὕτη τὸ μὲν ἅπαν εἰς πόλιν οὐ κατῄει, οὐδ ἀνεμίσγετο ταῖς λοιπαῖς παρθένοις παρασκευασαμένη κύνας ἐθήρυεν ἔστιν ὅτε καὶ ἐν τῇ Λακωνικῇ καὶ ἐπιφοιτῶσα εἰς τὰ λοιπὰ τῆς Πελοποννήσου ὄρη δι ἣν αἰτίαν μάλα καταθύμιος ἦν Ἀρτέμιδι, καὶ αὐτὴν εὔστοχα βάλλειν ἐποίει. 2. ταύτης περὶ τὴν Ἠλιδίαν ἀλωμένης Λεύκιππος Οἰνομάου παῖς εἰς ἐπιθυμίαν ἦλθε, καὶ τὸ μὲν ἄλλως πως αὐτῆς πειράσθαι ἀπέγνω, ἀμφιεσάμενος δὲ γυναικείαις ἀμπεχόναις καὶ ὁμοιωθεὶς κόρῃ συνεθήρα αὐτῃ. ἔτυχε δὲ πως αὐτῇ κατὰ νοῦν γενομένος, οὐ μεθίει τε αὐτὸν ἀμφιπεσοῦσά τε καὶ ἐξηρτημένη πᾶσαν ὥραν. 3. Ἀπόλλων δὲ καὶ αὐτὸς τῆς παιδὸς πόθῳ καιόμενος, ὀργῇ τε καὶ φθόνῳ εἴχετο τοῦ Λευκίππου συνόντος, καὶ ἐπὶ νοῦν αὐτῇ βάλλει σὺν ταῖς λοιπαῖς παρθένοις ἐπὶ κρήνην ἐλθούσαις λούεσθαι. ἔνθα δὴ ὡς ἀφινόμεναι ἀπεδιδύσκοντο καὶ ἑώρων τὸν Λευκκίπον μὴ βουλόμενον, περιέρρηξαν αὐτόν μαθοῦσαι δὲ τὴν ἀπάτην καὶ ὡς ἐπεβούλευεν αὐταῖς, πᾶσαι μεθίεσαν εἰς αὐτὸν τὰς αἰχμάς. 4. καὶ ὁ μὲν δὴ κατὰ θεῶν βούλησιν ἀφανὴς γίνεται
Ἀπόλλωνα δὲ Δάφνη ἐπ αὐτὴν ἰόντα προϊδομένη, μάλα ἐρρωμένος ἔφευγεν. ὡς δὲ συνεδιώκετο, παρὰ Διὸς αἰτεῖται ἐξ ἀνθρώπων ἀπαλλαγῆναι καὶ αὐτὴν φασι γενέσθαι τὸ δένδρον τὸ ἐπικληθεν ἀπ ἐκείνης δάφνην. Notas ἀνεμίσγετο: de ἀναμίσγω = ἀναμείγνυμι. ἔστιν ὅτε: loc. hay tiempos en que, a veces.... εὔστοχα: adv. = εὔστοχως. 2. πειράσθαι: de πειράω. ἀπέγνω: aor. de ἀπογιγνώσκω. ἀμφιεσάμενος: de ἀφιέννυμι. ὁμοιωθεὶς: de ὁμοιόω. συνεθήρα: imperf. de συνθηράω. μεθιει: imperf. de μεθίημι. ἀμφιπεσοῦσα: de ἀμφιπίπτω. ἐξηρτημένη: part. perf. de ἐξαρτάω. 3. συνόντος: de συνείμι. ἀπεδιδύσκοντο: aor. reduplicado iterativo de ἀποδύω. Περιέρρηξαν: aor. de περιρρήγνυμι. μεθίεσαν: de μεθίημι. 4. ἰόντα: de εἶμι. προϊδομένη: de προ-οράω. ἀπαλλαγῆναι: inf. aor. pas. de ἀπαλλάσσω. ἐπικληθὲν: part. aor. pas. de ἐπικαλέω.