TEXTO 1 Estuviste presente? Equécrates pide a Fedón que le cuente los últimos momentos vividos por Sócrates, antes de morir. ΕΧΕΚΡΑΤΗΣ. Αὐτός, ὦ Φαίδων, παρεγένου 1 Σωκράτει ἐκείνῃ τῇ ἡμέρᾳ ᾗ τὸ φάρμακον ἔπιεν 2 ἐν τῷ δεσμωτηρίῳ, ἤ ἄλλου του 3 ἤκουσας; ΦΑΙΔΩΝ. Αὐτός 4, ὦ Ἐχέκρατες. ΕΧ. Τί οὖν δή ἐστιν ἅττα 5 εἶπεν ὁ ἀνὴρ 6 πρὸ τοῦ θανάτου; καὶ πῶς ἐτελεύτα 7 ; ἡδέως γὰρ ἂν ἐγὼ ἀκούσαιμι. ΦΑΙΔ. Οὐδὲ τὰ περὶ τῆς δίκης 8 ἄρα ἐπύθεσθε ὃν τρόπον ἐγένετο;
TEXTO 2 Extrañeza de Equécrates Equécrates pregunta con admiración a Fedón el motivo por el que se retrasó el cumplimiento de la sentencia. ΕΧ. Ναί, ταῦτα μὲν ἡμῖν ἤγγειλέ 1 τις, καὶ ἐθαυμάζομέν γε ὅτι πάλαι γενομένης αὐτῆς 2 πολλῷ ὕστερον φαίνεται ἀποθανών. τί οὖν ἦν τοῦτο, ὦ Φαίδων; ΦΑΙΔ. Τύχη τις αὐτῷ, ὦ Ἐχέκρατες, συνέβη 3 ἔτυχεν γὰρ τῇ προτεραίᾳ τῆς δίκης ἡ πρύμνα ἐστεμμένη 4 τοῦ πλοίου ὃ εἰς Δῆλον Ἀθηναῖοι πέμπουσιν. ΕΧ. Τοῦτο δὲ δὴ τί ἐστιν;
TEXTO 3 Peregrinación a Delos Cada año los atenienses envían una nave a Delos en agradecimiento por la salvación de Teseo y sus acompañantes. ΦΑΙΔ. Τοῦτ' ἔστι τὸ πλοῖον, ὥς 1 φασιν Ἀθηναῖοι, ἐν ᾧ Θησεύς ποτε εἰς Κρήτην τοὺς δὶς ἑπτὰ 2 ἐκείνους ᾤχετο ἄγων 3 καὶ ἔσωσέ τε καὶ αὐτὸς ἐσώθη 4. τῷ οὖν Ἀπόλλωνι ηὔξαντο ὡς λέγεται τότε, εἰ σωθεῖεν 4, ἑκάστου ἔτους 5 θεωρίαν ἀπάξειν εἰς Δῆλον ἣν 6 δὴ ἀεὶ καὶ νῦν ἔτι ἐξ ἐκείνου κατ ἐνιαυτὸν τῷ θεῷ πέμπουσιν.
TEXTO 4 Ciudad libre de impurezas y de muerte Los vientos retrasan el regreso de la nave: hasta el final de la peregrinación no se puede cumplir la sentencia de muerte. ἐπειδὰν 1 οὖν ἄρξωνται 2 τῆς θεωρίας, νόμος ἐστὶν αὐτοῖς ἐν τῷ χρόνῳ τούτῳ καθαρεύειν τὴν πόλιν καὶ δημοσίᾳ μηδένα ἀποκτεινύναι 3, πρὶν ἂν εἰς Δῆλόν τε ἀφίκηται τὸ πλοῖον καὶ πάλιν δεῦρο τοῦτο δ ἐνίοτε ἐν πολλῷ χρόνῳ γίγνεται, ὅταν τύχωσιν ἄνεμοι ἀπολαβόντες αὐτούς. ἀρχὴ δ' ἐστὶ τῆς θεωρίας ἐπειδὰν ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος στέψῃ 4 τὴν πρύμναν τοῦ πλοίου τοῦτο δ' ἔτυχεν, ὥσπερ λέγω, τῇ προτεραίᾳ τῆς δίκης γεγονός 5. διὰ ταῦτα καὶ πολὺς χρόνος ἐγένετο τῷ Σωκράτει ἐν τῷ δεσμωτηρίῳ ὁ 6 μεταξὺ τῆς δίκης τε καὶ τοῦ θανάτου.
TEXTO 5 Insistencia de Equécrates Fedón accede de buen grado a la insistente petición de más detalles sobre las circunstancias de la muerte de Sócrates. ΕΧ. Τί δὲ δὴ τὰ περὶ αὐτὸν τὸν θάνατον, ὦ Φαίδων; τί ἦν τὰ λεχθέντα 1 καὶ πραχθέντα 1, καὶ τίνες οἱ παραγενόμενοι τῶν ἐπιτηδείων τῷ ἀνδρί; ἢ οὐκ εἴων 2 οἱ ἄρχοντες παρεῖναι, ἀλλ' ἔρημος ἐτελεύτα 3 φίλων; ΦΑΙΔ. Οὐδαμῶς, ἀλλὰ παρῆσάν τινες, καὶ πολλοί γε. ΕΧ. Ταῦτα δὴ πάντα προθυμήθητι 4 ὡς 5 σαφέστατα ἡμῖν ἀπαγγεῖλαι 6, εἰ μή τίς σοι 7 ἀσχολία τυγχάνει οὖσα. ΦΑΙΔ. Ἀλλὰ σχολάζω γε καὶ πειράσομαι ὑμῖν διηγήσασθαι καὶ γὰρ τὸ μεμνῆσθαι 8 Σωκράτους καὶ αὐτὸν λέγοντα καὶ ἄλλου ἀκούοντα 9 ἔμοιγε ἀεὶ πάντων ἥδιστον.
TEXTO 6 Sócrates se dirige a sus discípulos Sócrates anuncia su inmediato destino y la intención de bañarse antes de beber el veneno, para evitar molestias. «ὑμεῖς μὲν οὖν,» ἔφη ὁ Σωκράτης, «ὦ Σιμμία τε καὶ Κέβης 1 καὶ οἱ ἄλλοι, εἰσαῦθις ἔν τινι χρόνῳ ἕκαστοι εἰς Ἅιδου πορεύσεσθε ἐμὲ δὲ νῦν ἤδη καλεῖ, φαίη 2 ἂν ἀνὴρ τραγικός, ἡ εἱμαρμένη, καὶ σχεδόν τί μοι ὥρα 3 τραπέσθαι 4 πρὸς τὸ λουτρόν 5 δοκεῖ γὰρ δὴ βέλτιον εἶναι λουσάμενον 6 πιεῖν 7 τὸ φάρμακον καὶ μὴ πράγματα ταῖς γυναιξὶ παρέχειν νεκρὸν λούειν 8.»
TEXTO 7 Critón le pregunta su última voluntad Sócrates les recomienda que lo mejor para todos es que se preocupen de sí mismos y no se descuiden. Ταῦτα δὴ εἰπόντος αὐτοῦ, ὁ Κρίτων «Εἶεν 1,» ἔφη, «ὦ Σώκρατες τί δὲ τούτοις ἢ ἐμοὶ ἐπιστέλλεις ἢ περὶ τῶν παίδων ἢ περὶ ἄλλου του 2, ὅ τι ἄν σοι ποιοῦντες ἡμεῖς ἐν χάριτι μάλιστα ποιοῖμεν 3 ;» «Ἅπερ ἀεὶ λέγω,» ἔφη, «ὦ Κρίτων, οὐδὲν καινότερον ὅτι 4 ὑμῶν αὐτῶν ἐπιμελούμενοι 5 ὑμεῖς καὶ ἐμοὶ καὶ τοῖς ἐμοῖς καὶ ὑμῖν αὐτοῖς ἐν χάριτι ποιήσετε ἅττ' ἂν ποιῆτε 6, κἂν 7 μὴ νῦν ὁμολογήσητε. ἐὰν δὲ ὑμῶν αὐτῶν ἀμελῆτε 5, οὐδὲ ἐὰν 8 πολλὰ ὁμολογήσητε ἐν τῷ παρόντι, οὐδὲν πλέον ποιήσετε.»
TEXTO 8 Cómo debe ser el entierro? Sócrates ironiza con Critón ante su preocupación por cómo darle sepultura. «Ταῦτα μὲν τοίνυν προθυμησόμεθα,» ἔφη, «οὕτω ποιεῖν θάπτωμεν 1 δέ σε τίνα τρόπον 2 ;» «Οπως 3 ἄν,» ἔφη, «βούλησθε, ἐάνπερ γε λάβητέ με καὶ μὴ ἐκφύγω ὑμᾶς 4.» Γελάσας δὲ ἅμα ἡσυχῇ 5 καὶ πρὸς ἡμᾶς ἀποβλέψας εἶπεν «Οὐ πείθω, ὦ ἄνδρες, Κρίτωνα, ὡς ἐγώ εἰμι οὗτος Σωκράτης, ὁ νυνὶ διαλεγόμενος καὶ διατάττων ἕκαστον τῶν λεγομένων, ἀλλ' οἴεταί με ἐκεῖνον εἶναι ὃν ὄψεται 6 ὀλίγον ὕστερον νεκρόν, καὶ ἐρωτᾷ δὴ πῶς με θάπτῃ.»
TEXTO 9 Lo que se sepulta es el cuerpo Continúa Sócrates con su ironía y da ánimos a Critón, ya que él irá hacia la felicidad de los bienaventurados. «ὅ τι δὲ ἐγὼ πάλαι πολὺν λόγον πεποίημαι 1, ὡς, ἐπειδὰν πίω 2 τὸ φάρμακον, οὐκέτι ὑμῖν παραμενῶ 3, ἀλλ' οἰχήσομαι ἀπιὼν 4 εἰς μακάρων δή τινας εὐδαιμονίας 5, ταῦτά μοι δοκῶ 6 αὐτῷ ἄλλως λέγειν ἀλλὰ θαρρεῖν 7 τε χρὴ καὶ φάναι 8 τοὐμὸν 9 σῶμα θάπτειν, καὶ θάπτειν οὕτως ὅπως 10 ἄν σοι φίλον ᾖ καὶ μάλιστα ἡγῇ 11 νόμιμον εἶναι.»
TEXTO 10 Sócrates se lava Mientras Sócrates se lava, los discípulos lamentan su desgracia al sentirse como huérfanos. Ταῦτ' εἰπὼν ἐκεῖνος μὲν ἀνίστατο 1 εἰς οἴκημά τι ὡς 2 λουσόμενος, καὶ ὁ Κρίτων εἵπετο 3 αὐτῷ, ἡμᾶς δ' ἐκέλευε περιμένειν περιεμένομεν οὖν πρὸς ἡμᾶς αὐτοὺς διαλεγόμενοι περὶ τῶν εἰρημένων 4 καὶ ἀνασκοποῦντες, τοτὲ δ' αὖ περὶ τῆς συμφορᾶς διεξιόντες 5 ὅση ἡμῖν γεγονυῖα εἴη 6, ἀτεχνῶς ἡγούμενοι ὥσπερ πατρὸς στερηθέντες 7 διάξειν ὀρφανοὶ 8 τὸν ἔπειτα βίον 9
TEXTO 11 Últimos momentos con su familia Sócrates conversa con sus hijos y con las mujeres de su familia. Tras despedirse de ellos, se reúne con sus discípulos. ἐπειδὴ δὲ ἐλούσατο καὶ ἠνέχθη 1 παρ' αὐτὸν τὰ παιδία (δύο γὰρ αὐτῷ 2 υἱοὶ σμικροὶ ἦσαν, εἷς δὲ μέγας) καὶ αἱ οἰκεῖαι γυναῖκες ἀφίκοντο ἐκεῖναι, ἐναντίον 3 τοῦ Κρίτωνος διαλεχθείς 4 τε καὶ ἐπιστείλας 5 ἅττα 6 ἐβούλετο, τὰς μὲν γυναῖκας καὶ τὰ παιδία ἀπιέναι 7 ἐκέλευσεν, αὐτὸς δὲ ἧκε παρ' ἡμᾶς.
TEXTO 12 El anuncio final Llegado el momento, el carcelero transmite a Sócrates la orden de beber el veneno. καὶ ἦν ἤδη ἐγγὺς ἡλίου δυσμῶν 1 χρόνον γὰρ πολὺν διέτριψεν ἔνδον. ἐλθὼν δ' ἐκαθέζετο λελουμένος καὶ οὐ πολλὰ ἄττα 2 μετὰ ταῦτα διελέχθη 3, καὶ ἧκεν ὁ τῶν Ἕνδεκα ὑπηρέτης καὶ στὰς 4 παρ' αὐτόν «Ὦ Σώκρατες,» ἔφη, «οὐ καταγνώσομαί 5 γε σοῦ ὅπερ ἄλλων καταγιγνώσκω 5, ὅτι μοι χαλεπαίνουσι καὶ καταρῶνται ἐπειδὰν αὐτοῖς παραγγείλω 7 πίνειν τὸ φάρμακον ἀναγκαζόντων τῶν ἀρχόντων»
TEXTO 13 Eres el más noble Con contenida emoción, el carcelero, después de reconocer la altura moral de Sócrates, le anima a tener resignación. «σὲ δὲ ἐγὼ καὶ ἄλλως ἔγνωκα 1 ἐν τούτῳ τῷ χρόνῳ γενναιότατον καὶ πρᾳότατον καὶ ἄριστον ἄνδρα ὄντα τῶν πώποτε δεῦρο ἀφικομένων καὶ δὴ καὶ νῦν εὖ οἶδ' ὅτι οὐκ ἐμοὶ χαλεπαίνεις, γιγνώσκεις γὰρ τοὺς αἰτίους, ἀλλὰ ἐκείνοις 2 νῦν οὖν, οἶσθα γὰρ ἃ ἦλθον ἀγγέλλων, χαῖρέ 3 τε καὶ πειρῶ 4 ὡς 5 ῥᾷστα φέρειν τὰ ἀναγκαῖα.»
TEXTO 14 Que alguien traiga el veneno! Con entereza de ánimo, Sócrates alaba ante sus discípulos la amable actitud del carcelero que se ha ido llorando. Καὶ ἅμα δακρύσας μεταστρεφόμενος ἀπῄει 1. Καὶ ὁ Σωκράτης ἀναβλέψας πρὸς αὐτόν «Καὶ σύ,» ἔφη, «χαῖρε 2, καὶ ἡμεῖς ταῦτα ποιήσομεν.» Καὶ ἅμα πρὸς ἡμᾶς «Ὡς 3 ἀστεῖος,» ἔφη, «ὁ ἄνθρωπος καὶ παρὰ πάντα μοι τὸν χρόνον προσῄει 1 καὶ διελέγετο ἐνίοτε καὶ ἦν ἀνδρῶν λῷστος καὶ νῦν ὡς 3 γενναίως με ἀποδακρύει ἀλλ' ἄγε δή 4, ὦ Κρίτων, πειθώμεθα 5 αὐτῷ, καὶ ἐνεγκάτω 6 τις τὸ φάρμακον, εἰ τέτριπται 7 εἰ δὲ μή, τριψάτω 6 ὁ ἄνθρωπος.»
TEXTO 15 Un esclavo trae la cicuta Entra un esclavo con una copa en la que está la cicuta triturada. Καὶ ὁ Κρίτων ἀκούσας ἔνευσε τῷ παιδὶ 1 πλησίον ἑστῶτι 2 καὶ ὁ παῖς ἐξελθὼν καὶ συχνὸν χρόνον 3 διατρίψας ἧκεν ἄγων τὸν μέλλοντα 4 δώσειν 5 τὸ φάρμακον, ἐν κύλικι φέροντα 4 τετριμμένον 6
TEXTO 16 Sócrates impasible Sócrates al ver al verdugo le pregunta cómo hay que actuar, al beber la cicuta, dado que él tiene experiencia en esto. ἰδὼν δὲ ὁ Σωκράτης τὸν ἄνθρωπον «Εἶεν 1,» ἔφη, «ὦ βέλτιστε, σὺ γὰρ τούτων ἐπιστήμων, τί χρὴ ποιεῖν;» «Οὐδὲν ἄλλο,» ἔφη, «ἢ 2 πιόντα 3 περιιέναι 4, ἕως ἄν σου 5 βάρος ἐν τοῖς σκέλεσι γένηται, ἔπειτα κατακεῖσθαι» Καὶ ἅμα ὤρεξε τὴν κύλικα τῷ Σωκράτει
TEXTO 17 Puede hacerse una libación? Con la copa en la mano Sócrates pregunta con ánimo tranquilo si puede derramar un poco en honor de una divinidad. Καὶ ὃς 1 λαβὼν καὶ μάλα 2 ἵλεως 3, ὦ Ἐχέκρατες, οὐδὲν τρέσας οὐδὲ διαφθείρας 4 οὔτε τοῦ χρώματος οὔτε τοῦ προσώπου, ἀλλ' ὥσπερ εἰώθει 5 ταυρηδὸν 6 ὑποβλέψας πρὸς τὸν ἄνθρωπον «Τί λέγεις,» ἔφη, «περὶ τοῦδε τοῦ πώματος πρὸς τὸ ἀποσπεῖσαί τινι 7 ; ἔξεστιν ἢ οὔ;» «Τοσοῦτον,» ἔφη, «ὦ Σώκρατες, τρίβομεν ὅσον οἰόμεθα μέτριον εἶναι πιεῖν 8.»
TEXTO 18 Sócrates bebe la cicuta Sócrates desea para sí mismo un feliz viaje desde este mundo al más allá y bebe la cicuta sin dificultad. «Μανθάνω,» ἦ δ' ὅς 1 «ἀλλ' εὔχεσθαί γέ που τοῖς θεοῖς ἔξεστί τε καὶ χρή τὴν μετοίκησιν τὴν ἐνθένδε ἐκεῖσε 2 εὐτυχῆ γενέσθαι ἃ 3 δὲ καὶ ἐγὼ εὔχομαί τε καὶ γένοιτο 4 ταύτῃ.» Καὶ ἅμ' εἰπὼν ταῦτα ἐπισχόμενος 5 καὶ μάλα εὐχερῶς καὶ εὐκόλως 6 ἐξέπιεν 7.
TEXTO 19 Desconsuelo de los amigos Los amigos de Sócrates, al verlo beber la cicuta, no pueden contener las lágrimas. καὶ ἡμῶν οἱ πολλοὶ τέως μὲν ἐπιεικῶς οἷοί τε ἦσαν 1 κατέχειν τὸ μὴ δακρύειν, ὡς 2 δὲ εἴδομεν πίνοντά τε καὶ πεπωκότα 3, οὐκέτι 4, ἀλλ' ἐμοῦ γε βίᾳ καὶ αὐτοῦ 5 ἀστακτὶ ἐχώρει τὰ δάκρυα, ὥστε ἐγκαλυψάμενος ἀπέκλαιον ἐμαυτόν οὐ γὰρ δὴ ἐκεῖνόν γε, ἀλλὰ τὴν ἐμαυτοῦ τύχην 6, οἵου 7 ἀνδρὸς ἑταίρου ἐστερημένος εἴην 8
TEXTO 20 Llanto de los discípulos Uno tras otro, incapaces ya de contener las lágrimas, rompen a llorar. ὁ δὲ Κρίτων ἔτι πρότερος ἐμοῦ, ἐπειδὴ οὐχ οἷός τ' ἦν 1 κατέχειν τὰ δάκρυα, ἐξανέστη 2. Ἀπολλόδωρος δὲ καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ οὐδὲν ἐπαύετο δακρύων, καὶ δὴ καὶ 3 τότε ἀναβρυχησάμενος κλάων καὶ ἀγανακτῶν οὐδένα ὅντινα οὐ 4 κατέκλασε τῶν παρόντων πλήν γε αὐτοῦ Σωκράτους.
TEXTO 21 Sócrates consuela a sus discípulos Sócrates les reprocha su comportamiento propio de mujeres (a las que había hecho salir) y les anima a contenerse. Ἐκεῖνος δέ «Οἷα,» ἔφη, «ποιεῖτε, ὦ θαυμάσιοι ἐγὼ μέντοι οὐχ ἥκιστα 1 τούτου ἕνεκα τὰς γυναῖκας ἀπέπεμψα, ἵνα μὴ τοιαῦτα πλημμελοῖεν 2 καὶ γὰρ ἀκήκοα 3 ὅτι ἐν εὐφημίᾳ χρὴ τελευτᾶν 4. ἀλλ' ἡσυχίαν τε ἄγετε καὶ καρτερεῖτε.» Καὶ ἡμεῖς ἀκούσαντες ᾐσχύνθημέν 5 τε καὶ ἐπέσχομεν 6 τοῦ δακρύειν.
TEXTO 22 Sócrates se aproxima a su final Al notar las piernas pesadas, Sócrates se acuesta y el esclavo le toca las extremidades para ver si las siente. ὁ δὲ περιελθών, ἐπειδή οἱ 1 βαρύνεσθαι ἔφη τὰ σκέλη, κατεκλίθη 2 ὕπτιος 3 (οὕτω γὰρ ἐκέλευεν ὁ ἄνθρωπος) καὶ ἅμα ἐφαπτόμενος αὐτοῦ οὗτος ὁ δοὺς 4 τὸ φάρμακον διαλιπὼν χρόνον 5 ἐπεσκόπει τοὺς πόδας καὶ τὰ σκέλη κἄπειτα 6 σφόδρα πιέσας αὐτοῦ τὸν πόδα, ἤρετο εἰ αἰσθάνοιτο, ὁ δ' οὐκ ἔφη.
TEXTO 23 El veneno hace efecto El hombre sigue examinando a Sócrates y dice que, cuando el efecto del veneno llegue al corazón, se irá. καὶ μετὰ τοῦτο αὖθις 1 τὰς κνήμας καὶ ἐπανιὼν 2 οὕτως ἡμῖν ἐπεδείκνυτο 3 ὅτι ψύχοιτό τε καὶ πηγνῦτο 4 καὶ αὐτὸς ἥπτετο καὶ εἶπεν ὅτι, ἐπειδὰν πρὸς τῇ καρδίᾳ γένηται 5 αὐτῷ, τότε οἰχήσεται.
TEXTO 24 Últimas palabras de Sócrates Con el rostro descubierto, Sócrates recuerda a Critón la ofrenda que deben al dios Asclepio. Ἤδη οὖν σχεδόν τι 1 αὐτοῦ ἦν τὰ περὶ τὸ ἦτρον 2 ψυχόμενα καὶ ἐκκαλυψάμενος (ἐνεκεκάλυπτο γάρ) εἶπεν, ὃ δὴ τελευταῖον 1 ἐφθέγξατο «Ὠ Κρίτων» ἔφη, «τῷ Ἀσκληπιῷ 3 ὀφείλομεν ἀλεκτρυόνα ἀλλὰ ἀπόδοτε 4 καὶ μὴ ἀμελήσητε.» «Ἀλλὰ ταῦτα,» ἔφη, «ἔσται 5,» ὁ Κρίτων «ἀλλ' ὅρα 6 εἴ τι ἄλλο λέγεις.»
TEXTO 25 Fedón ensalza a Sócrates Tras su último estertor, Critón cierra la boca y los ojos de Sócrates. Fue el mejor hombre de sus contemporáneos. Ταῦτα ἐρομένου αὐτοῦ οὐδὲν ἔτι ἀπεκρίνατο 1, ἀλλ' ὀλίγον χρόνον 2 διαλιπὼν ἐκινήθη 3 τε καὶ ὁ ἄνθρωπος ἐξεκάλυψεν αὐτόν, καὶ ὃς 4 τὰ ὄμματα ἔστησεν 5 ἰδὼν δὲ ὁ Κρίτων συνέλαβε τὸ στόμα καὶ τοὺς ὀφθαλμούς. Ἥδε ἡ τελευτή, ὦ Ἐχέκρατες, τοῦ ἑταίρου ἡμῖν ἐγένετο, ἀνδρός, ὡς ἡμεῖς φαῖμεν 6 ἄν, τῶν τότε 7 ὧν ἐπειράθημεν 8 ἀρίστου καὶ ἄλλως φρονιμωτάτου καὶ δικαιοτάτου.