ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ καὶ ψάλλομεν Στιχηρὰ προσόμοια γ, δευτεροῦντες

Σχετικά έγγραφα
Τῌ ΚΗ ΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Ἀνάμνησιν ἑορτάζομεν τῆς Ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας.

28 ΟΚΤΩΒΡΙΟΥ 2015 Τετάρτη ΤΗΣ ΦΩΤΟΦΟΡΟΥ ΣΚΕΠΗΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ.

Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ καὶ ψάλλομεν Στιχηρὰ προσόμοια γ, δευτεροῦντες

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ καὶ ψάλλομεν Στιχηρὰ προσόμοια γ, δευτεροῦντες

Κανὼν τοῦ Γερασίμου εἰδικὸς ἐπὶ ἐμπρησμοῖς δασῶν. βλ. Θεοτοκάριον Γερασίμου σελ.334

ὁ β χορός Δόξα Πατρί...τὸ αὐτό

28 ΟΚΤΩΒΡΙΟΥ 2017 ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

Τῌ ΚΗ ΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ τῆς Ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας

Ηχος δ, ἑωθινόν ι ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ

28 ΟΚΤΩΒΡΙΟΥ Ἦχος πλ. α, ἑωθιμὸμ ΙΑ

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

1 ΑΠΡΙΛΙΟΥ 2017 άββατομ τοῦ Ἀκαθίστου Ὕμμου.

14 ΝΟΕΜΒΡΙΟΥ Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Ο ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

28 ΟΚΤΩΒΡΙΟΥ 2018 Κυριακὴ Ζ Λουκᾶ τῆς Ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος πλ. α. Ἑωθινὸν ΙΑ.

7 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (06/08/12) Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

31 ΑΥΓΟΥΣΤΟΥ Τὰ καταθέσια τῆς τιμίας ζώνης τῆς ὑπεραγίας Θεοτόκου ἐν τῷ ἐν Κων/πόλει ναῷ αὐτῆς τῷ ἐν τοῖς Χαλκοπρατείοις.

2 ΙΟΥΛΙΟΥ 2014 Μνήμη τῆς ἐν Βλαχέρναις Καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς Ὑπεραγίας Θεοτόκου.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (22/8/2014)

8 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 Σάββατον. ΤΟ ΓΕΝΕΘΛΙΟΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (7/9/2012)

Τῌ ΚΕ ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

25 ΜΑΡΤΙΟΥ 2013 Δευτέρα. Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ. ( Εθμικὴ ἑορτὴ ἐπὶ τῇ ἐπετείῳ τῆς ἑλλημικῆς ἐπαμαστάσεως τοῦ 1821).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

5 ΑΥΓΟΥΣΤΟΥ 2013 Προεόρτια τῆς Μεταμορφώσεως Εὐσιγνίου μάρτυρος ( 362). Εὐγενίου ὁσίου τοῦ Αἰτωλοῦ.

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

15 ΣΕΠΤΕΜΒΡΙΟΥ Ηχος γ, ἑωθινὸν α. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (14/09/13)

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ χωρὶς Ἱερέα

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ

21 ΝΟΕΜΒΡΙΟΥ 2012 Τετάρτη . ΤΑ ΕΙΣΟΔΙΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟ- ΚΟΥ ΜΑΡΙΑΣ

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (7/8/15)

18 ΟΚΤΩΒΡΙΟΥ Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Τῌ ΤΕΤΑΡΤῌ ΕΣΠΕΡΑΣ (17/10/12)

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι

Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 2. Τριτη

2 ΔΕΚΕΜΒΡΙΟΥ Ηχος α, ἑωθινὸν δ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (1/12/12)

5 ΑΥΓΟΥΣΤΟΥ 2015 Προεόρτια τῆς Μεταμορφώσεως Εὐσιγνίου μάρτυρος ( 362). Εὐγενίου ὁσίου τοῦ Αἰτωλοῦ.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 1. Δευτερα

ὁ β χορός ὁ α χορός Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. ὁ β χορός ὁ α χορός

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 3. Τεταρτη

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

31 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (2/02/13)

Liturgia praesanctificatorum. Λειτουργία κατηχουμένων

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ Ἦχος πλ. βʹ.

24 ΙΟΥΝΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Τὸ γενέθλιον τοῦ προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου. Παναγιώτου νεομάρτυρος τοῦ Καισαρέως. Ἦχος β. Ἑωθινὸν γ.

24 ΑΥΓΟΥΣΤΟΥ 2012 ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ

θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

- 1 / 15 - ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

ΣΑΒΒΑΤΟΝ Ε ΝΗΣΤΕΙΩΝ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

Τῌ Κ ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡ μῶν Εὐθυμίου τοῦ Μεγάλου. Ζαχαρίου νεομάρτυρος

Τῌ ΙΕ ΤΟΥ ΑΥΓΟΥΣΤΟΥ ΜΝΗΜΗ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

ΤΗ ΚϚ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη Μεγαλομ. Δημητρίου.

Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).

+ Εὐλογημένη ἡ Βασιλεία τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

\ ΚΥΡΙΑΚΗ ΙΔ ( Α ΛΟΥΚΑ ). \ Μνήμη Μνήμη τοῦ Ὁσίου Ἱερομάρτυρος Φωκᾶ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. αʹ.

24 ΙΟΥΝΙΟΥ 2014 ΤΡΙΤΗ.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 5. Παρασκευησ

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος γ.

3 ΝΟΕΜΒΡΙΟΥ 2012 Σάββατον.

6 ΙΟΥΝΙΟΥ 2015 ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ Τῼ ΣΑΒΒΑΤῼ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (05/06/15)

Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας. Ηχος βαρύς, ἑωθινὸν ι. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (17/01/15) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν,

25 ΜΑΡΣΙΟΤ Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΔΕΠΟΙΝΗ ΗΜΩΝ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ.

Transcript:

Τῌ ΚΗ ΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Ἀνάμνησιν ἑορτάζομεν τῆς Ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἐθνικὴ ἑορτὴ ἐπὶ τῷ νικηφόρῳ τῶν Ἑλλήνων ἐν Βορείῳ Ἠπείρῳ πολέμῳ (1940 1941). Σημείωσις: Ἡ Ἀκολουθία αὕτη, ποιηθεῖσα ὑπὸ τοῦ ἐν Ἁγίῳ Ὄρει ᾀσματογράφου Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, ἐνεκρίθη ὑπὸ τῆς Ἱερᾶς Συνόδου τῆς Ἐκκλησίας τῆς Ἑλλάδος ἐν τῇ συνεδρίᾳ Αὐτῆς τῆς 21ης Ὀκτωβρίου 1952, καθ ἣν καὶ ἀπεφασίσθη ὁ συνεορτασμὸς τῆς Ἑορτῆς τῆς Ἁγίας Σκέπης τῆς Ὑπεραγίας Θεοτόκου μετὰ τῆς Ἐθνικῆς Ἑορτῆς τῶν Νικητηρίων τῆς 28ης Ὀκτωβρίου. (Αἱ Συνοδικαὶ Ἐγκύκλιοι, Τόμος Β, Ἀθῆναι 1956, σελ. 649) ΕΙΔΗΣΙΣ Εἰ τύχοι ἡ Ἑορτὴ ἐν Κυριακῇ, ἡ Ἀκολουθία ψάλλεται κατὰ τὴν Τυπικὴν Διάταξιν τῆς Ἑορτῆς τῶν Εἰσοδίων τῆς Θεοτόκου. (Βλέπε Τυπικὸν 21ης Νοεμβρίου 8). * * ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ καὶ ψάλλομεν Στιχηρὰ προσόμοια γ, δευτεροῦντες τὸ α. Ἦχος α. Τῶν οὐρανίων ταγμάτων. Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Τῶν ὀρθοδόξων Ἑλλήνων ἅπαν τὸ σύστημα τὴν παναγίαν Σκέπην, τῆς ἁγνῆς Θεοτόκου, ὑμνήσωμεν προθύμως καὶ ἐν χαρᾷ, πρὸς αὐτὴν ἐκβοήσωμεν χαῖρε Παρθένε βοήθεια ἀ σφαλής, καὶ θερμὴ ἡμῶν ἀντίληψις. Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Ὥσπερ ἐῤῥύσω Παρθένε τὴν Βυζαντίδα ποτέ, τῇ σῇ Ἁγίᾳ Σκέπῃ, πολυτρόπων κινδύνων, οὕτω καὶ νῦν τὸν νέον Κόρη λαόν, τοῦ σοῦ Ἔ θνους ἀπήλλαξας, ἐπιδρομῆς Θεοτόκε ἀλλοεθνοῦς, τῇ ἐκφάνσει τῆς εὐνοίας σου. Στίχ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐ παινέσατε αὐτόν, πάντες οἱ λαοί. Ὑπὲρ ἡλίου ἀκτῖνας τῆς θείας Σκέπης σου, αἱ δωρεαὶ πλουσίως, ἀπαστράπτουσι πᾶσι, καὶ λύουσι τὴν νύκτα τῶν πειρασμῶν, καὶ εἰρήνην καὶ λύτρωσιν, καὶ σωτηρίαν βραβεύουσιν ἀληθῆ, Θεοτόκε τοῖς ὑμνοῦσί σε. Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ ἡ μᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Τῇ ἀρωγῇ τῆς σῆς Σκέπης πιστῶς θαῤῥήσαντες, κατὰ τῶν πολεμίων, νίκης τρόπαιον ἦ ραν, Παρθένε Θεοτόκε ὁ σὸς λαός, ἀληθῶς ὁ ἀπόλεκτος ὅθεν ᾠδὴν χαριστήριον ἐν χαρᾷ, ἀναμέλπει τῇ προνοίᾳ σου. Δόξα. Καὶ νῦν. Ἦχος α. Τίς κατ ἀξίαν ὑμνήσει, τὴν περὶ ἡμᾶς σου προμήθειαν, Θεοτόκε Ἀειπάρθενε; Σκέπουσα γὰρ ἡμᾶς τῇ κραταιᾷ σου Σκέπῃ, πολυειδῶν λυτροῦσαι συμφορῶν, καὶ συμμαχοῦσα ἀοράτως, ἐν ὑψηλῷ βραχίονι, τῶν πολεμίων καταράσσεις τὰς φάλαγγας, καὶ θαυμαστῶς ἰ θύνεις, ἥν ᾑρετίσω κληρονομίαν σου ὅθεν ὑ μνοῦμεν τὴν χάριν σου, εὐχαριστίας φωναῖς, καὶ ἐν κατανύξει ψυχῆς βοῶμέν σοι Σκέπε πάντοτε ἐκ πάσης ἀπειλῆς, ἡμᾶς ὦ Δέσποινα, ὅτι μετὰ Θεὸν τὰς ἐλπίδας σοι ἀνεθέμεθα. Τό Φῶς ἱλαρόν, τὸ προκείμενον τῆς ἡμέρας Καταξίωσον Κύριε... καὶ τὰ πληρωτικά. Εἰς τὸν Στίχον, Στιχηρὰ προσόμοια. Ἦχος β. Οἶκος τοῦ Ἐφραθᾶ. Σκέπη χριστιανῶν ὑπάρχεις Θεοτόκε, τὸν εὐσεβῆ λαόν σου, σκέπουσα καὶ φρουροῦσα, ἐκ πάσης περιστάσεως. Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Ὅτε ἐν τῷ ναῷ, τῶν Βλαχερνῶν κατεῖδεν, ὁ Ὅσιος Ἀνδρέας, σκέπουσάν σε Παρθένε, τοὺς εὐσεβεῖς ἐθαύμασε. Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. 1

Ἅπλωσον ἐφ ἡμᾶς, τὴν Σκέπην σου Παρθένε, καὶ σκέπασον ἀΰλως, ἐκ πάσης δυσπραγίας, λαὸν τὸν χριστεπώνυμον. Δόξα. Τριαδικόν. Φύσις τρισσολαμπής, Πάτερ Υἱὲ καὶ Πνεῦμα, Ὑπέρθεε Θεότης, οἰκτείρησον Οἰκτίρμον, τὸ τῶν χειρῶν σου ποίημα. Καὶ νῦν. Θεοτοκίον. Ἤλπισεν ὁ στρατός, τῇ σκέπῃ σου Παρθένε, καὶ ἰσχυρὸς ὡράθη, τοῖς ἐπιτιθεμένοις, τῷ κράττει τῆς ἰσχύος σου. Νῦν ἀπολύεις, Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις. * * ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακόν, Συναπτὴ μεγάλη ὑπὸ τοῦ Διακόνου ΤΑ ΕΙΡΗΝΙΚΑ Ὁ διάκονος Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν κτλ. Οἱ δὲ χοροὶ εἰς ἑκάστην δέησιν τὸ Κύριε, ἐλέησον μέχρι καὶ τῆς Ἀντιλαβοῦ, σῶσον... Ὁ διάκονος Τῆς Παναγίας, ἀχράντου... Ὁ χορός Σοί, Κύριε. Ὁ ἱερεύς Ὅτι πρέπει σοι πᾶσα δόξα... Ὁ χορός Ἀμήν. Η ΣΤΙΧΟΛΟΓΙΑ ΤΟΥ ΨΑΛΤΗΡΙΟΥ Στιχολογοῦμεν τοῦ, Μακάριος ἀνήρ, τὴν α στάσιν. Εἶτα ΟΙ ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ Ψαλμὸς ρμ (140). Ἦχος α. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δε ήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰσάκουσόν μου, Κύριε. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁ μαρτίαις, Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐρράγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. Ὅτι πρὸς σέ, Κύριε Κύριε, οἱ ὀφθαλμοί μου ἐ πὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω. Ψαλμὸς ρμα (141). Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Ἀπώλετο φυγὴ ἀπ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. 2

Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ἱστῶμεν Στίχους ς καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια. Ἦχος α. Ὢ τοῦ παραδόξου θαύματος. Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐ στιν. Ὢ τοῦ παραδόξου θαύματος! ὡς νεφέλην φωτός, ἐφαπλοῖ ἑκάστοτε, τὴν Σκέπην τὴν ἑαυτῆς, ἡ Θεοτόκος Ἁγνή, καὶ σκέπει περιφανῶς, τῇ μητρικῇ προμηθείᾳ καὶ χάριτι, ἐκ πάσης ἐ πιβουλῆς, τοὺς πρὸς αὐτὴν ἀφορῶντας καὶ κράζοντας Κεχαριτωμένη χαῖρε, σκέπη καὶ βοήθεια, τοῦ σοῦ Ἔθνους Παρθένε, τοὺς πιστῶς σε μεγαλύνοντος. Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Βαβαὶ τῶν σῶν θαυμασίων Ἁγνή! Σὺ γὰρ παραδόξως, ἥπλωσας τὴν Σκέπην σου, καὶ ἔσκεπες θαυμαστῶς πόλιν τὴν ἄνασσαν ἀρτίως δὲ ἐμφανῶς, τῆς φωτοφόρου σου Σκέπης τῇ χάριτι, διέσωσας ἀπειλῆς, ἐπερχομένης λαὸν τὸν Χριστώνυμον. Ὅθεν σοι χαριστηρίους, αἴνους ἀναμέλποντες, τῶν πολλῶν σου θαυμάτων, μνείαν ἄγομεν γηθόμενοι. Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Τὴν πρὸς ἡμᾶς σου προμήθειαν, οἱ Ἑλλήνων παῖδες, Δέσποινα κηρύττομεν, ὑμνοῦντες τὴν μητρικήν, κηδεμονίαν σου ἀρχῆθεν γὰρ συμπαθῶς, ὑπὸ τὴν Σκέπην τὴν σὴν ἡμᾶς ἔθηκας, καὶ κλῆρόν σου ἐκλεκτόν, τὸ εὐαγὲς ἡ μῶν Γένος ἀνέδειξας. Ὅθεν Κεχαριτωμένη, χαῖρέ σοι κραυγάζομεν, καὶ τῆς θείας σου Σκέπης, μεγαλύνομεν τὰς χάριτας. Προσόμοια ἕτερα. Ἦχος δ. Ὡς γενναῖον ἐν Μάρτυσιν. Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Ὡς τῆς Σκέπης σου ἄγοντες, τὴν ἀνάμνησιν Ἄχραντε, τὴν σὴν μεγαλύνομεν ἀγαθότητα ὅτι ἐκ πάσης στενώσεως, λυτροῦσαι τὸ Ἔθνος σου, καὶ ἐθνῶν ἐπιδρομῆς, καὶ παρέχεις ἑκάστοτε, χάριν ἄφθονον, τοῖς ὑμνοῦσι τὰ ξένα μεγαλεῖα, τῆς σῆς δόξης Παναγία, καὶ τῶν θαυμάτων τὸ μέγεθος. Στίχ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐ παινέσατε αὐτόν, πάντες οἱ λαοί. Θαυμαστῶς πάλαι ἥπλωσας, ἀοράτως τὴν Σκέπην σου, καὶ τὴν πόλιν ἔσκεπες τὴν βασίλειον, ἀλλὰ καὶ νῦν ἐναργέστατα, ἡμᾶς σκέπεις Ἄχραντε, καὶ φρουρεῖς καὶ συντηρεῖς, τὸν καινὸν Κόρη κλῆρον σου, πάσης θλίψεως διὰ τοῦτο ὑμνοῦμεν σου τῆς Σκέπης, τὰ δωρήματα Παρθένε, καὶ τὴν ὁσῶραι ἀντίληψιν. Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ ἡ μᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Πολλαχῶς Κόρη οἴδαμεν, καὶ λαμπρῶς τεθε άμεθα, τῆς Ἁγίας Σκέπης σου τὴν ἐκδήλωσιν, ἐν τεκμηρίοις καὶ θαύμασιν, ἡμῖν διαλάμπουσαν, καὶ ἐν δάκρυσι θερμοῖς, τὴν πολλήν σου χρηστότητα, ἐδοξάσαμεν ὅτι σώζεις ἡμᾶς ἐν τοῖς κινδύνοις, καὶ παρέχεις εὐφροσύνην, τοῖς θλιβομένοις καὶ πάσχουσιν. 3

Δόξα. Καὶ νῦν. Ἦχος πλ. β. Σήμερον ὁ πιστὸς λαός σου Θεοτόκε, ὃν ἔ θνος ἅγιον, καὶ περιούσιον κλῆρον ἀπεφήνω, τῆς σῆς Σκέπης γεραίρει τὴν χάριν, χαριστηρίους ᾄδων σοι ᾡδάς Σὺ γὰρ, οὐ μόνον ἐν παρῳχημέναις γενεαῖς, θαυμαστὰ καὶ παράδοξα ἐν ἡμῖν εἰργάσω, ἀλλὰ καὶ νῦν ἡμᾶς, σκέπεις καὶ ἰθύνεις, καὶ ἐπιδραμόντων ἀπήλλαξας ἐχθρῶν, καὶ εὐφροσύνης ἔπλησας τὰς ψυχὰς ἡμῶν. Ὁμολογοῦμεν τοίνυν τὴν χάριν, καὶ τῇ φωταυγεῖ σου Σκέπῃ προστρέχοντες, θερμῶς βοῶμεν Ἄχρι τερμάτων αἰῶνος, σκέπε Παντάνασσα, τοὺς ἀνενδοιάστως ἐπιβοωμένους σου. ΕΙΣΟΔΟΣ ΕΠΙΛΥΧΝΙΟΣ ΕΥΧΑΡΙΣΤΙΑ Ψαλλομένου τοῦ Καὶ νῦν γίνεται ἡ εἴσοδος ὑ πὸ τοῦ ἱερέως καὶ τοῦ διακόνου. Ὁ διάκονος Σοφία ὀρθοί. Ὁ προεστὼς ἢ ὁ ἀναγνώστης τὴν ἐπιλύχνιον εὐχαριστίαν χῦμα Φῶς ἱλαρὸν ἁγίας δόξης, * ἀθανάτου Πατρός, * οὐρανίου, ἁγίου, μάκαρος, * Ἰησοῦ Χριστέ, * ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, * ἰδόντες φῶς ἑσπερινόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, * καὶ ἅ γιον Πνεῦμα, Θεόν. * Ἄξιόν σε ἐν πᾶσι καιροῖς * ὑμνεῖσθαι φωναῖς αἰσίαις, * Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς * διὸ ὁ κόσμος σὲ δοξάζει. Ἐὰν δὲ εἰσοδεύουν δύο ἢ περισσότεροι ἱερεῖς, ψάλλουν αὐτοὶ τὴν ἐπιλύχνιον εὐχαριστίαν. ΤΟ ΠΡΟΚΕΙΜΕΝΟΝ Ὁ διάκονος Ἑσπέρας προκείμενον. Τῇ Πέμπτῃ ἑσπέρας. Ἦχος πλ. β. Ψαλμὸς ρκ. Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. (ρκ 2) Στίχ. α. Ἥρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄ ρη, ὅθεν ἥξει ἡ βοήθειά μου. (ρκ 1) Στίχ. β. Μὴ ὄφης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξη ὁ φυλάσσων σε. Ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσρα ήλ. (ρκ 34) ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ Ἀριθμῶν τὸ Ἀνάγνωσμα. (θ 15 23) Καὶ ἐγένετο τῇ ἡμέρᾳ ᾗ ἐστάθη ἡ σκηνή, ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνήν, τὸν οἷκον τοῦ μαρτυρίου. Καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωΐ. Οὕτως ἐγίνετο διαπαντός ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας, καὶ εἶδος πυρὸς τὴν νύκτα. Καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, καὶ μετὰ ταῦτα ἀπῇραν οἱ υἱοὶ Ἰσραήλ. Καὶ ἐν τῷ τόπῳ οὗ ἔστη ἡ νεφέλη, ἐκεῖ παρενέβαλον οἱ υἱοὶ Ἰσραήλ. Διὰ προστάγματος Κυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι. Πάσας τὰς ἡμέρας, ἐν αἷς σκιάζει ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ. Καὶ ὅταν ἐφέλκηται ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς ἡμέρας πλείους, καὶ φυλάξονται οἱ υἱοὶ Ἰσραὴλ τὴν φυλακὴν τοῦ Θεοῦ. Καὶ οὐ μὴ ἐξάρωσι. Καὶ ἔσται ὅταν σκεπάζῃ ἡ νεφέλη ἡ μέρας ἀριθμῷ ἐπὶ τῆς σκηνῆς, διὰ φωνῆς Κυρίου παρεμβαλοῦσι, καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι. Καὶ ἔσται ὅταν γένηται ἡ νεφέλη ἀφ ἑσπέρας ἕως πρωΐ, καὶ ἀναβῇ ἡ νεφέλη τὸ πρωΐ, καὶ ἀπαροῦσιν ἡμέρας ἢ νυκτός. Μηνὸς ἡμέρας πλεοναζούσης τῆς νεφέλης σκιαζούσης ἐπ αὐτῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ, καὶ οὐ μὴ ἀπάρωσιν. Ὅτι διὰ προστάγματος Κυρίου ἀπαροῦσι. Τὴν φυλακὴν Κυρίου ἐφυλάξαντο διὰ προστάγματος Κυρίου ἐν χειρὶ Μωυσῆ. Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα. (μ 15 32) Καὶ ἐγένετο ἐν τῷ μηνὶ τῷ πρώτῳ, τῷ δευτέρῳ ἔτει, ἐκπορευομένων αὐτῶν ἐξ Αἰγύπτου, νουμηνίᾳ ἐστάθη ἡ σκηνή. Καὶ ἔστησε Μωυσῆς τὴν σκηνήν, καὶ ἐπέθηκε τὰς κεφαλίδας καὶ διενέβαλε τοὺς μοχλοὺς καὶ ἔστησε τοὺς στύλους. Καὶ ἐξέτεινε τὰς αὐλαίας ἐπὶ τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τῆς σκηνῆς ἐπ αὐτὴν ἄνωθεν, καθὰ συνέταξε 4

Κύριος τῷ Μωυσῇ. Καὶ λαβὼν τὰ μαρτύρια ἐ νέβαλεν εἰς τὴν κιβωτὸν καὶ ὑπέθηκε τοὺς διωστῆρας ὑπὸ τὴν κιβωτόν, καὶ εἰσήνεγκε τὴν κιβωτὸν εἰς τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τοῦ καταπετάσματος καὶ ἐσκέπασε τὴν κιβωτὸν τοῦ μαρτυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ ἐπέθηκε τὴν τράπεζαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐπὶ τὸ κλίτος τῆς σκηνῆς τοῦ μαρτυρίου τὸ πρὸς βοῤῥᾶν, ἔξωθεν τοῦ καταπετάσματος τῆς σκηνῆς. Καὶ προέθηκεν ἐπ αὐτῆς ἄρτους τῆς προθέσεως ἔναντι Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ ἔθηκε τὴν λυχνίαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου εἰς τὸ κλίτος τῆς σκηνῆς τὸ πρὸς νότον. Καὶ ἐπέθηκε τοὺς λύχνους αὐτῆς ἔναντι Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ ἔθηκε τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἀπέναντι τοῦ καταπετάσματος, καὶ ἐθυμίασεν ἐπ αὐτοῦ θυμίαμα τῆς συνθέσεως, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων ἔθηκε παρὰ τὰς θύρας τῆς σκηνῆς. Καὶ ἔστησε τὴν αὐλὴν κύκλῳ τῆς σκηνῆς καὶ τοῦ θυσιαστηρίου. καὶ συνετέλεσε Μωυσῆς πάντα τὰ ἔργα. Καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ δόξης Κυρίου ἐπλήσθη ἡ σκηνή καὶ οὐκ ἠδυνάσθη Μωυσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ αὐτὴν ἡ νεφέλη καὶ δόξης Κυρίου ἐνεπλήσθη ἡ σκηνή. Ἡνίκα δ ἂν ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, ἀνεζεύγνυσαν οἱ υἱοὶ Ἰσραὴλ σὺν τῇ ἀ παρτίᾳ αὐτῶν. Εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη, οὐκ ἀνεζεύγνυσαν ἕως ἡμέρας, ἧς ἀνέβη ἡ νεφέλη. Νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡμέρας καὶ πῦρ ἦν ἐπ αὐτῆς νυκτὸς ἐναντίον παντὸς Ἰσραήλ, ἐν πάσαις ταῖς ἀναζυγαῖς αὐτῶν. Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. (μγ 27, μδ 1 4) Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ τοῦ σωτηρίου ὑμῶν καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με ἡ πύλη αὕτη κεκλεισμένη ἔ σται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς μὴ διέλθῃ δι αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος, οὗτος καθήσεται ἐν αὐτῇ τοῦ φαγεῖν ἄρτον ἐναντίον Κυρίου. Κατὰ τὴν ὁ δὸν Αἰλὰμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βοῤῥᾶν κατέναντι τοῦ οἴκου, καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος τοῦ Κυρίου, καὶ πίπτω ἐπὶ πρόσωπόν μου. ΑΙ ΔΕΗΣΕΙΣ Ὁ διάκονος τὴν ἐκτενῆ δέησιν Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς κτλ. Ὁ χορὸς εἰς ἑκάστην δέησιν τὸ Κύριε, ἐλέησον τρίς, εἰς δὲ τὴν τελευταίαν ἅπαξ. Ὁ ἱερεύς Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος... Ὁ χορός Ἀμήν. Ὁ προεστώς ἢ ὁ ἀναγνώστης Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγί ῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ χορός Ἀμήν. Ὁ διάκονος Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν... Ὁ χορός Κύριε, ἐλέησον. Ὁ διάκονος Ἀντιλαβοῦ, σῶσον... 5

Ὁ χορός Κύριε, ἐλέησον. Ὁ διάκονος Τὴν ἑσπέραν πᾶσαν... Ὁ χορὸς εἰς ἑκάστην δέησιν Παράσχου, Κύριε. Ὁ διάκονος Τῆς Παναγίας, ἀχράντου... Ὁ χορός Σοί, Κύριε. Ὁ ἱερεύς Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ὁ χορός Ἀμήν. Ὁ ἱερεύς Εἰρήνη πᾶσι. Ὁ χορός Καὶ τῷ πνεύματί σου. Ὁ διάκονος Τὰς κεφαλὰς ἡμῶν... Ὁ χορός Σοί, Κύριε. Ὁ ἱερεὺς τὴν εὐχὴν τῆς κεφαλοκλισίας καὶ τὴν ἐκφώνησιν Εἴη τὸ κράτος τῆς βασιλείας σου... Ὁ χορός Ἀμήν. Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α. Εὐφραίνου ἐν Κυρίῳ, ἡ Χριστώνυμος Ἑλλάς, ὡς σκεπομένη τῇ Σκέπῃ, τῆς Πανυμνήτου Θεοτόκου ὡς γὰρ νεφέλην φωτεινήν, ἀοράτως αὐτὴν ἐφαπλοῦσα, ἡ τοῦ ἀδύτου φωτὸς μήτηρ, κύκλῳ σε περιβάλλει καὶ πανταχόθεν σὲ σκέπει, καὶ αἰσθητῶν καὶ νοητῶν πολεμίων, ἐπερχομένων κατὰ σοῦ, τὰς φάλαγγας ἐ κτρέπει. Ὅθεν τὴν δοθεῖσάν σοι χάριν, διαπρυσίῳ φωνῇ κήρυξον, καὶ τὴν σκέπουσάν σε Παρθένον, μεγαλοφώνως ὕμνησον βοῶσα Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος. Ἦχος β. Ὡς ὑπέρλαμπρος Ἄνασσα, τῷ Ὁσίῳ Ἀνδρέᾳ τεθέασαι, ἐν τῷ ναῷ τῶν Βλαχερνῶν ἐπιφανεῖσα, ἀοράτως Θεοτόκε, καὶ τὴν μὲν βασιλίδα πόλιν ἐσκέπασας, τῇ ἀναπτύξει τῆς Σκέπης σου, ἡμᾶς δὲ χαρᾶς ἐπλήρωσας, τῇ ἐνεργείᾳ τῆς ἀρωγῆς σου. Ἀλλ ὦ Παρθένε πανύμνητε, σκέπη ἡμῶν καὶ βοήθεια, ἐκ πάσης ἐ πιβουλῆς ἀσινὲς φύλαττε, τὸ Γένος ἡμῶν δεόμεθα. Ἦχος γ. Πάλαι μὲν ἡ νεφέλη ἐκάλυπτε, τὴν σκηνὴν τοῦ μαρτυρίου, προτυποῦσα Παρθένε, τὸ τελεσθέν σοι μυστήριον νῦν δὲ ἡ ἀστραπόμορφος Σκέπη σου, περικαλύπτει καὶ σκιάζει, ὡς ὄρνις τὰ ἑαυτῆς νοσσία, τὸν χριστεπώνυμον λαόν, τὸν θερμῶς σοι προστρέχοντα καὶ τοῦτο ἐμφανὲς πεποίηκας, τῇ ἀνασσούσῃ πόλει, δι ἐμφανείας ἀποῤῥήτου, τὴν πρὸς ἡμᾶς σου χρηστότητα φανερώσασα. Ὅθεν μνείαν τούτου τελοῦντες, τὰς πολλάς σου εὐεργεσίας κηρύττομεν, καὶ τὴν περὶ ἡμᾶς κηδεμονίαν σου ὅτι σώζεις ἑκάστοτε, ἡμᾶς ἐκ πάσης θλίψεως. Ἦχος δ. Ἡ Σκέπη σου Θεοτόκε Παρθένε, ὑπὲρ τὰς ἡ λιακὰς αὐγὰς ἐκλάμπουσα, ἔνδοξά τε καὶ ἐ ξαίσια, θαυμαστὰ καὶ σωτήρια, εἰς περιποίησιν ἡμῶν ἀπεργάζεται τὴν γὰρ βασιλίδα πόλιν, πάλαι πολλάκις διέσωσεν, ἀδοκήτων κινδύνων καὶ συμφορῶν, ὑπερφυῶς θαυματουργοῦσα νῦν δὲ ἡμᾶς Πανάχραντε, πάσης στενώσεως ἐξαίρει, καὶ δρόσον ἀναψυχῆς παρέχει, καὶ θυμηδίαν ἐν ταῖς θλίψεσι, τῇ σῇ πλουσίᾳ χρηστότητι ἧς τὰ θαυμάσια κροτοῦντες, ἑόρτιόν σοι αἴνεσιν προσάγομεν, καὶ ἐκ ψυχῆς βοῶμέν σοι. Μὴ ἀντανέλῃς ἀφ ἡ μῶν, τὴν προστασίαν σου Κόρη, ἀλλὰ σκέπε καὶ φρούρει, ἡμᾶς τὴν κληρουχίαν σου. Δόξα. καὶ νῦν. Ἦχος πλ. α. Σήμερον ἡ Παντάνασσα Μητροπάρθενος, τὴν φωτόμορφον αὐτῆς Σκέπην ἀναπετάσασα, μητρικῶς περισκέπει, τὸ Γένος ἡμῶν δεῦτε οὗν Ἑλλήνων παῖδες, καὶ καθαρῷ νοῒ κατοπτεύσωμεν, τὴν δαψιλῆ τῆς Θεοτόκου, πρὸς ἡμᾶς προμήθειαν ὅτι ἐγγὺς ἡμῖν τυγχάνει, ἐν εὐκαιρίαις καὶ θλίψεσι, καὶ ἀσφαλῶς ἡμᾶς διέπει, πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως, καὶ χάριν καὶ ἔλεος ἡμῖν πρυτανεύει, οἷα Μήτηρ Θεοῦ, καὶ σωτηρίαν αἰώνιον. 6

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α. Χαίροις ἀσκητικῶν. Χαίροις Θεογεννῆτορ Ἁγνή, τῆς ἀγαθότητος πηγὴ ἡ ἀκένωτος, Ἑλλήνων ἡ θεία σκέπη, καὶ προστασία θερμή, καὶ παραμυθία ἐν ταῖς θλίψεσι πρὸς σὲ γὰρ Πανάμωμε, καταφεύγομεν πάντοτε, καὶ σωτηρίαν καὶ εἰρήνην καὶ λύτρωσιν, τῇ σῇ χάριτι, ἀληθῶς κομιζόμεθα ὅθεν τῆς θείας Σκέπης σου, ὑμνοῦμεν τὰ θαύματα, καὶ τῆς προνοίας σου, Κόρη, τοὺς οἰκτιρμοὺς μεγαλύνομεν, δι ὧν σώζεις, περιστάσεων ποικίλων, τοὺς πεποιθότας σοι. Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Ὤφθης ἐν θεωρίᾳ λαμπρᾷ, οἷα περ Ἄνασσα Ἁγνὴ ὑπερκόσμιος, Ἀνδρέᾳ τῷ θεοφόρῳ, ἐν Βλαχερνῶν τῷ ναῷ, σκέπουσα ἀΰλως τὴν μερίδα σου διὸ τούτου ἄγοντες, ἐτησίαν ἀνάμνησιν, τὰ μεγαλεῖα, ἀνυμνοῦμεν τῆς δόξης σου, καὶ βοῶμέν σοι, ὁ λαός σου Πανάχραντε σκέπε καὶ διαφύλαττε, Παρθένε τῇ Σκέπῃ σου, οὓς περ οἰκείαν μερίδα, πάλαι ἡμᾶς Κόρη ἔδειξας, παρέχουσα πᾶσιν, εὐφροσύνην καὶ εἰρήνην, καὶ μέγα ἔλεος. Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Σκέπῃ τῇ φωταυγεῖ σου Ἁγνή, καὶ τῇ ἐλπίδι τῆς στεῤῥᾶς προστασίας σου, θαῤῥήσας ἀ νενδοιάστως, ὁ εὐσεβής σου λαός, τῶν ἐ χθρῶν τὸ θράσος ἐτροπώσατο διὸ χαριστήριον, ἀναμέλπει σοι αἴνεσιν, καὶ τῆς σῆς Σκέπης, ἑορτὴν τὴν ὑπέρλαμπρον, ἄγει σήμερον, καὶ θερμῶς Κόρη κράζει σοι Σύ μου σκέπη καὶ πρόμαχος, καὶ μέγα προπύργιον, καὶ σὲ ὑμνῶ Παναγία, τῇ χάριτί σου σωζόμενος, ἀλλὰ καὶ μελλόντων, θλιβερῶν πειρατηρίων, ῥῦσαί με Δέσποινα. Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ. Τῆς Σκέπης σου τῆς σωστικῆς, αἱ πολλαπλαῖ ἐκδηλώσεις, περὶ τὸ Ἔθνος σου Ἄχραντε, πᾶσαν ἀκοὴν καταπλήττουσι. Σὺ γὰρ πάλαι τε καὶ νῦν, ἐν παντὶ καὶ πάντοτε προφθάνεις, καὶ πάσης στενώσεως, ἡμᾶς ἀπαλλάττεις, οἷς οἶδας τρόποις φιλάγαθε. Διὸ Πανύμνητε Δέσποινα, μὴ παύσῃ δεικνύουσα ἡμῖν, τὰ ἀρχαῖα ἐλέη σου, ἄχρι τερμάτων αἰῶνος, ὅτι σὸν ἐ σμὲν ποίμνιον. Τό, Νῦν ἀπολύεις... τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τῆς Σκέπης σου Παρθένε, ἀνυμνοῦμεν τὰς χάριτας ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς. Σε γὰρ σκέπην, καὶ προστάτιν, καὶ βοηθόν, κεκήμεθα βοῶντές σοι Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ, Ἄχραντε. Ἕτερον Ἀπολυτίκιον. Ἦχος πλ. δ. Θεοτόκε Ἀειπάρθενε. Θεοτόκε Ἀειπάρθενε, τὴν ἁγίαν σου Σκέπην, δι ἦς περισκέπεις, τοὺς εἰς σὲ ἐλπίζοντας, κραταιὰν τῷ Ἔθνει σου καταφυγὴν ἐδωρήσω ὅτι ὡς πάλαι καὶ νῦν θαυμαστῶς ἡμᾶς ἔσωσας, ὡς νοητὴ νεφέλη, τὸν σὸν λαὸν περιβαλοῦσα. Διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Η ΑΠΟΛΥΣΙΣ Ὁ ἱερεύς Δόξα σοι, Χριστὲ ὁ Θεός... Ὁ ἀναγνώστης Δόξα, καὶ νῦν. Κύριε, ἐλέησον γ. Πάτερ ἅγιε, εὐλόγησον. Ὁ ἱερεύς Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, ἧς τὴν φωτοφόρον σκέπην ἑορτάζομεν, δυνάμει... Δι εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν... Ὁ χορός Ἀμήν. * * ΜΕΣΟΝΥΚΤΙΚΟΝ Μετὰ τὸν ν ψαλμόν, τὰ διὰ τὴν λιτὴν στιχηρὰ τοῦ Μηναίου, τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον τῆς Ἁγίας Σκέπης. 7

Καὶ Ἀπόλυσις. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος α. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τῆς Σκέπης σου Παρθένε, ἀνυμνοῦμεν τὰς χάριτας ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς. Σε γὰρ σκέπην, καὶ προστάτιν, καὶ βοηθόν, κεκήμεθα βοῶντές σοι Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ, Ἄχραντε. Ἕτερον Ἀπολυτίκιον. Ἦχος πλ. δ. Θεοτόκε Ἀειπάρθενε. Θεοτόκε Ἀειπάρθενε, τὴν ἁγίαν σου Σκέπην, δι ἦς περισκέπεις, τοὺς εἰς σὲ ἐλπίζοντας, κραταιὰν τῷ Ἔθνει σου καταφυγὴν ἐδωρήσω ὅτι ὡς πάλαι καὶ νῦν θαυμαστῶς ἡμᾶς ἔσωσας, ὡς νοητὴ νεφέλη, τὸν σὸν λαὸν περιβαλοῦσα. Διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Τὴν Σκέπην σου Ἁγνή, τὴν ἁγίαν ὑμνοῦμεν, τὴν σκέπουσαν ἡμᾶς, ἐν παντὶ καὶ φρουροῦσαν, οὓς κλῆρόν σου ἀνέδειξας, καὶ μερίδα ἀ πόλεκτον, ἀγαθότητι, καὶ μητρικῇ συμπαθεί ᾳ. Ἀλλὰ Δέσποινα, καὶ ἐν μελλούσῃ ἀνάγκῃ, ἡμᾶς διαφύλαττε. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος β. Ταχὺ προκατάλαβε. Ἐξέστη ὡς ἔβλεπεν, ἐν Βλαχερνῶν τῷ ναῷ, Ἀνδρέας ὁ Ὅσιος, σὲ ἐφαπλοῦσαν ἡμῖν, τὴν θείαν Ἐσθῆτα σου, οὖσαν ἐκεῖσε Κόρη, ἱερῶς τηρουμένην, πᾶσι δὲ φανεροῦσαν, τῆς σῆς σκέπης τὴν χάριν, δι ἧς σκέπεις καὶ σώζεις ἡμᾶς πάσης θλίψεως. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Τὴν ἁγίαν σου Σκέπην καὶ θαυμαστήν, ἣν ἐ τύπου νεφέλη ἡ νομική, ἁπλοῦσα ἑκάστοτε, περιβάλλεις τὸ Ἔθνος σου, προσατενίζον Κόρη, τῇ σῇ ἀγαθότητι, καὶ τὴν βοήθειάν σου ἀ εὶ ἐκδεχόμενον, ἣν δίδου Θεοτόκε, καὶ ἐ χθρῶν τὴν μανίαν, ἀπότρεπε πάντοτε, ἀφ ἡ μῶν τῶν ὑμνούντων σου, τῶν θαυμάτων τὸ μέγεθος, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναι ἡμῖν ἄφεσιν, τοῖς ἑ ορτάζουσι πόθῳ, τὴν πάμφωτον Σκέπην σου. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. 8

ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Οἱ Ἀναβαθμοί τὸ α Ἀντίφωνον τοῦ δ ἤχου. Ἀντίφωνον Α. Ἐκ νεότητός μου * πολλὰ πολεμεῖ με πάθη * ἀλλ αὐτὸς ἀντιλαβοῦ, * καὶ σῶσον Σωτήρ μου. (δίς) Οἱ μισοῦντες Σιών, * αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου * ὡς χόρτος γάρ, πυρὶ * ἔσεσθε ἀπεξηραμένοι. (δίς) Δόξα. Ἁγίῳ Πνεύματι * πᾶσα ψυχὴ ζωοῦται, * καὶ καθάρσει ὑψοῦται, * λαμπρύνεται, * τῇ τριαδικῇ μονάδι * ἱεροκρυφίως. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, * ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, * ἀρδεύοντα, * ἅπασαν τὴν κτίσιν * πρὸς ζωογονίαν. Προκείμενον. Ἦχος δ. Ψαλμὸς μδ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Στίχ. Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας, σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου. ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΟΡΘΡΟΥ Ὁ διάκονος Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ ἱερεύς Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. Ὁ διάκονος Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Κύριε, ἐλέησον. (γ ) Ὁ διάκονος Σοφία ὀρθοί ἀκούσωμεν τοῦ ἁ γίου Εὐαγγελίου. Ὁ ἱερεύς Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Ὁ διάκονος Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ ἱερεὺς ἀπὸ τῶν βημοθύρων ἀναγινώσκει τὸ Εὐαγγέλιον τοῦ Ὄρθρου. Εὐαγγέλιον. Κατὰ Λουκᾶν (α 39 49, 56). Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀ σπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄ νομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡ σεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης τὸν ν ψαλμόν, χύμα. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. 9

Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀ γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Δόξα. Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐ ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Τὸ αὐτό, ἢ τὸ ἑξῆς, ὡς ἐν Ἁγίῳ Ὄρει. Ταῖς τῆς Παναχράντου * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἰδιόμελον. Ἦχος πλ. β. Σήμερον ἡ πανύμνητος Παρθένος, τὴν φωταυγῆ αὐτῆς Σκέπην ἐφαπλώσασα, τοῖς πιστοῖς ἀριδήλως ἐδήλωσε, τὴν πλούσιαν αὐτῆς εὔνοιαν, ἐν εὐκαιρίαις καὶ θλίψεσι ὅθεν τὴν χάριν αὐτῆς αἰνοῦντες, οἱ παρ αὐτῆς σκεπόμενοι, ἐν εὐφροσύνῃ βοήσωμεν Χαῖρε Κεχαριτωμένη Θεοτόκε, ἡ σώζουσα τὸ Γένος ἡ μῶν, καὶ ἀσφαλῶς περιέπουσα, καὶ ὁδηγοῦσα πρὸς ὁδὸν σωτήριον. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέησον (ιβ ). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ Εἶτα ψάλλονται οἱ παρόντες δύο Κανόνες τῆς Θεοτόκου. Κανὼν πρῶτος, οὗ ἡ Ἀκροστιχίς Σὺ εἶ Παρθένε Ἑλλάδος σκέπη. Γερασίμου. ᾨδὴ α. Ἦχος δ. Ὁ εἱρμός. Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. (δίς) Τροπάρια. 10

Σοφίαν παράσχου μοι, ὡς τοῦ Θεοῦ Μήτηρ Ἄ χραντε, καὶ λόγον μοι δώρησαι, ἵνα ὑμνήσω φαιδρῶς, τὰ θαυμάσια τῆς σῆς ἁγίας Σκέπης, δι ἧς σκέπεις πάντοτε, τοὺς σὲ γεραίροντας. Ὑψόθεν ἐφήπλωσας, τὴν ἀστραπόμορφον Σκέπην σου, νεφέλην ὡς πάμφωτον καὶ κατεκάλυψας, οὐ τῶν πόλεων, τὴν βασιλίδα μόνον, ἀλλ ἅπαν τὸ Ἔθνος σου τὸ χριστεπώνυμον. Ἑώρακε πάλαι σε, ἐν ἀποῤῥήτῳ θεάματι, Ἀνδρέας ὁ Ὅσιος ἐν Βλαχερνῶν τῷ ναῷ, περισκέπουσαν, Ἁγνὴ τῇ ἀναπτύξει, τῆς θείας Ἐ σθῆτος σου, κόσμου τὰ πέρατα. Ἰσχὺν ἀπροσμάχητον, τὸ τοῦ σοῦ Ἔθνους στρατόπεδον, λαβὸν ἐκ τῆς Σκέπης σου, κατετροπώσατο, ἐχθρῶν φάλαγγας, καὶ ἦρε λαμπρὰν νίκην διὸ μέλπει Δέσποινα, τὰ μεγαλεῖά σου. Κανὼν δεύτερος, οὗ ἡ Ἀκροστιχίς Σκέπην ὑμνέω τῆς Θεοτόκου. Γερασίμου. ᾨδὴ α. Ἦχος πλ. δ. Ἁρματηλάτην Φαραώ. Σκέπη τοῦ κόσμου καὶ θερμὴ ἀντίληψις, Παρθενομῆτορ Ἁγνή, ἡ τὸν Θεὸν Λόγον, ἀποῤῥήτως τέξασα, τῇ σῇ πλουσίᾳ χάριτι, τράνωσόν μου τὴν γλῶσσαν, ᾀσματικῶς μεγαλύνοντος, τὴν πανυπερθαύμαστον Σκέπην σου. Κεκοσμημένη κροσσωτοῖς τοῦ Πνεύματος, ὡς βασιλὶς τοῦ παντός, καὶ ὑπὲρ ἡλίου, τὰς αὐγὰς ἀστράπτουσα, ὡράθης καὶ ἐφήπλωσας, νοερῶς τὴν σὴν Σκέπην, καὶ τὸν λαόν σου ἐ σκέπασας, τὸν εἰς σὲ Παρθένε ἐλπίζοντα. Δόξα. Ἐτύπου πάλαι τὴν ἁγίαν Σκέπην σου, νεφέλη ἡ νομική, ἡ τοῦ μαρτυρίου, τὴν σκηνὴν καλύπτουσα καλύπτεις γὰρ ἑκάστοτε, καὶ δροσίζεις καὶ θάλπεις, τὴν Ἐκκλησίαν Πανάμωμε, τῇ ἐπισκιάσει τῆς Σκέπης σου. Καὶ νῦν. Πλήρης φωτὸς πλήρης ἐλέους Δέσποινα, ἐν Βλαχερνῶν τῷ ναῷ, μυστικῶς ἐπέστης, καὶ λαμπρῶς ὑπέδειξας, τῆς πρὸς ἡμᾶς εὐνοίας σου, τὴν ἐξαίρετον χάριν, τῇ ἀναπτύξει τῆς Σκέπης σου ὅθεν κατὰ χρέος ὑμνοῦμέν σε. Καταβασία. Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. Κανὼν πρῶτος. ᾨδὴ γ. Ὁ εἱρμός. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον, καὶ ἐν τῇ θείᾳ σκέπῃ σου, στεφάνων δόξης ἀξίωσον. (δίς) Τροπάρια. Πηγὴ εὐφροσύνης οὐρανίου, ἡ Σκέπη σου ἡ φωτοειδής, ὑπάρχει Παναμώμητε, τοῖς θλίψεσι παλαίουσι, χάριν ἀεὶ καὶ ἔλεος, καὶ σωτηρίαν βραβεύουσα. Ἀρχῆθεν ἡμᾶς δι εὐσπλαγχνίαν, ὡς Ἔθνος Παρθένε ἐκλεκτόν, ἔθου ὑπὸ τὴν Σκέπην σου, καὶ ξένα καὶ παράδοξα, πάλαι καὶ νῦν ἐ νήργησας, ἡμᾶς κινδύνων ἐξαίρουσα. Ῥημάτων Ἀνδρέου τοῦ Ὁσίου, ἀκούσας Παρθένε εὐλαβῶς, ὁ θεῖος Ἐπιφάνιος, εἶδε σε περισκέπουσαν, λαὸν τὸν χριστεπώνυμον, ὡς βασιλίδα οὐράνιον. Θαυμάτων τῆς Σκέπης σου τῆς θείας, ὁρῶντες Παρθένε τὴν πληθύν, ἃ ἐνεργεῖς ἑκάστοτε, ἡμῶν εἰς περιποίησιν, χαριστηρίους αἴνους σοι, Ἑλλήνων παῖδες προσάγωμεν. 11

Κανὼν δεύτερος. Ὁ στερεώσας κατ ἀρχάς. Ἡ Σκέπη σου ἡ παμφαής, φωτὸς ἀΰλου βολίδας, ἀπαυγάζουσα ἀεὶ Θεοτόκε, διαλύει τῶν ἐχθρῶν, τὰ ζοφερὰ βουλεύματα, τῶν δὲ πιστῶν εὐφραίνει, τὰς διανοίας τῇ δόξῃ σου. Νόμον ἐπλήρωσας Ἁγνή, τεκοῦσα ἀνερμηνεύτως, τὸν λαλήσαντα Προφήταις ἐν τύποις, καὶ φωτὸς τοῦ νομικοῦ, πλήρωμα κόσμῳ δείξαντα, τὴν φωταυγῆ σου Σκέπην διὸ ὑμνοῦμεν τὴν δόξαν σου. Δόξα. Ὑπὸ τὴν Σκέπην σου Ἁγνή, προστρέχομεν μετὰ πόθου, ὡς νοσσία καθ ἑκάστην ἡμέραν ὅθεν σκέπασον ἡμᾶς, ἐκ τῶν βελῶν τοῦ ὄφεως, εἰρήνην δωρουμένη, ἡμῖν καὶ βίου ἀσφάλειαν. Καὶ νῦν. Μυρίων πρόξενος καλῶν, τεκοῦσα τὸν Θεὸν Λόγον, ἀνεδείχθης τῶν ἀνθρώπων τῷ γένει, καὶ μυρίων ἀναγκῶν, καὶ πειρασμῶν καὶ θλίψεων, λυτροῦσαι τῇ σῇ Σκέπῃ, τοὺς σὲ Παρθένε γεραίροντας. Καταβασία. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον, καὶ ἐν τῇ θείᾳ σκέπῃ σου, στεφάνων δόξης ἀξίωσον. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κάθισμα. Ἦχος γ. Θείας πίστεως. Σκέπη πέφηνας, καὶ σωτηρία, καὶ ἀντίληψις, καὶ προστασία, τῶν Ὀρθοδόξων Ἑλλήνων Πανύμνητε ὅθεν τὴν Σκέπην τὴν σὴν μεγαλύνομεν, καὶ τὴν θερμὴν προστασίαν κηρύττομεν, Κόρη Πάναγνε, ἡ σκέπουσα τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἐπιθέσεως τοῦ δράκοντος. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Κανὼν πρῶτος. ᾨδὴ δ. Ὁ εἱρμός. Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας Δόξα Χριστὲ τῇ δυνάμει σου. (δίς) Τροπάρια. Ἐφαπλοῦσα ἀοράτως, τὴν ὑπέρφωτον Σκέπην σου, σκέπεις Θεοτόκε, καὶ περιλαμβάνεις ἑκάστοτε, καὶ περιθάλπεις καὶ σώζεις πάσης θλίψεως, τοὺς κραυγάζοντας Δόξα Παρθένε τῇ δόξῃ σου. Νοῦν καὶ ἔννοιαν ἐκπλήττει, τῆς πολλῆς σου χρηστότητος, ἡ ἔκφανσις Κόρη, καὶ τῶν δωρε ῶν ἡ διάδοσις, ἣν πρὸς τὸ Γένος ἡμῶν δεικνύεις πάντοτε ὅθεν Δέσποινα, ὑμνολογοῦμεν τὴν χάριν σου. Ἐπιστᾶσα ἀοράτως, μυστικῶς ἀπεκάλυψας, ἐν τῇ Βυζαντίδι, πάλαι ἐναργῶς Θεονύμφευτε, τὴν παναγίαν σου Σκέπην τοῖς οἰκέταις σου, δι ἧς πάντοτε, σκέπεις ἡμᾶς ὡς φιλάγαθος. Ἐν κινδύνοις προστασίαν, ἐν δουλείᾳ ἀνάψυξιν, ἔχοντές σε Κόρη, καὶ καθοδηγὸν καὶ ἀντίληψιν, πάσαις τοῦ βίου ἡμῶν ταῖς περιστάσεσι, καταφεύγομεν, ὑπὸ τὴν πάμφωτον Σκέπην σου. Κανὼν δεύτερος. Σύ μου ἰσχύς, Κύριε. Νύκτα παθῶν, ἐπισκιάσει τῆς Σκέπης σου, Θεοτόκε, ἐκ τῶν καρδιῶν ἡμῶν, διασκεδάζεις ὡς ἀγαθή, καὶ χαρᾶς ἡμέραν, καὶ εὐφροσύνης φαιδρότητα, ἐκλάμπεις καὶ φαιδρύνεις, τοὺς πιστῶς σοι βοῶντας Χαῖρε σκέπη τοῦ κόσμου ὁλόφωτε. 12

Ἐκ σοῦ Θεός, κόσμῳ ὡράθη ὡς ἄνθρωπος, ἐξ ἀχράντων, γεννηθεὶς αἱμάτων σου, καὶ κόσμου σκέπην σε κραταιάν, ἔδειξε Παρθένε, καὶ βοηθὸν ἐν ταῖς θλίψεσιν ἀεὶ γὰρ περισκέπεις, καὶ κινδύνων ἐξαίρεις, τοὺς προστρέχοντας πόθῳ τῇ Σκέπῃ σου. Δόξα. Ὡς τοῦ παντός, τὸν Βασιλέα κυήσασα, ἐπεφάνης, ὡς τῶν ὅλων ἄνασσα, ὑπὸ Ἁγίων θεοειδῶν, δορυφορουμένη, καὶ νοερῶς ἀπεκάλυψας, ἡμῖν τὰς ἀποδείξεις, τῆς ἁγίας σου Σκέπης, θειοτέρᾳ ἐκφάνσει Πανάχραντε. Καὶ νῦν. Τὴν θαυμαστήν, καὶ ἀστραπόμορφον Σκέπην σου, δι ἧς σκέπεις, καὶ σώζεις Πανύμνητε, τῶν εὐσεβούντων πᾶσαν ψυχήν, ἀνυμνολογοῦμεν, οἱ διὰ ταύτης σωζόμενοι, δεινῶν πειρατηρίων, καὶ πιστῶς σοι βοῶμεν Χαῖρε Κόρη τῶν ἀνθρώπων βοήθεια. Καταβασία. Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας Δόξα Χριστὲ τῇ δυνάμει σου. Κανὼν πρῶτος. ᾨδὴ ε. Ὁ εἱρμός. Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, τὴν εἰρήνην βραβεύουσα. (δίς) Τροπάρια. Λαὸς ὁ σὸς Δέσποινα, τῆς Παναγίας Σκέπης σου, μνείαν τὴν ἁγίαν ἑορτάζει σὺ γὰρ ἐπέστης ἐν Βλαχερνῶν τῷ ναῷ, καὶ πάντας ἐκεῖθεν νοερῶς, Ἄχραντε ἐσκέπασας, τοὺς πιστῶς σε δοξάζοντας. Λεόντων τὰ στόματα, τῶν νοητῶν Πανάχραντε, τῶν ὠρυομένων καθ ἑκάστην, καταπιεῖν σου τὴν κληρουχίαν Ἁγνή, σύντριψον τῇ σῇ ἐπισκοπῇ, καὶ αὐτῶν κατάβαλε, τὴν ὀ φρὺν καὶ τὸ φρύαγμα. Ἀνάμνησιν ἄγοντες, τῆς φωτοφόρου Σκέπης σου, ᾄδομεν τὰ σῶστρα σοι Παρθένε, ὅτι ἐῤ ῥύσω ἡμᾶς δουλείας πικρᾶς, καὶ τὸν ἐπελθόντα καθ ἡμῶν, ἐχθρὸν τὸν ὑπέροφρυν, κραταιῶς ἐταπείνωσας. Δοχεῖον πολύτιμον, τοῦ πλούτου τῆς Θεότητος, Κεχαριτωμένη Θεοτόκε, σκεῦος με δεῖξον τῆς θείας χάριτος, τὸν ὑπὸ τὴν Σκέπην σου ἀεί, καταφεύγοντα, καὶ ὑμνοῦντα τὴν δόξαν σου. Κανὼν δεύτερος. Ἵνα τί με ἀπώσω; Ἡ ἁγία σου Σκέπη, ὡς νεφέλη πάμφωτος ἐπὶ τῶν δούλων σου, ἁπλουμένη Κόρη, ὡς φησὶν Ἡσαΐας ἐκ καύματος, πονηροῦ λυτροῦται, τῆς τοῦ Βελίαρ ἐπηρείας, καὶ δροσίζει ἡμᾶς τῇ θείᾳ χάριτι. Σὲ ἰδὼν ξένῃ ὄψει, δορυφορουμένην καθάπερ βασίλισσαν, ὑφ Ἁγίων Κόρη, ὁ Ἀνδρέας ἐξέστη ὁ Ὅσιος, ὅτε τὴν σεπτήν σου, Ἐσθῆτα ἥ πλωσας ἀΰλως, καὶ λαὸν τὸν πιστόν σου ἐ σκέπασας. Δόξα. Θαῦμα ἔδειξας μέγα, ἐναργῶς Πανάμωμε εἰς περιποίησιν, τοῦ πιστοῦ λαοῦ σου ἀοράτως γὰρ τοῦτον ἐσκέπασας, ὑπὸ τοῦ σεπτοῦ σου, χερσί σου θείαις Μαφορίου ὅθεν πάντες αἰνοῦμέν σε χαίροντες. Καὶ νῦν. Ἐν ἐρήμῳ μὲν πάλαι, τὸν Ἰσραηλίτην λαὸν Κόρη ἔσκεπε, φωταυγὴς νεφέλη νῦν ἡμᾶς δε ἡ πάμφωτος Σκέπη σου, σκέπει καὶ διέπει, καὶ πρὸς τὸ φῶς τῶν προσταγμάτων, τοῦ Υἱοῦ σου ἰθύνει ἑκάστοτε. 13

Καταβασία. Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, τὴν εἰρήνην βραβεύουσα. Κανὼν πρῶτος. ᾨδὴ Ϛ. Ὁ εἱρμός. Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑ ορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες. (δίς) Τροπάρια. Ὁ στῦλος πρὶν ὁ πυρίμορφος, λαὸν Ἰσραηλίτην ὡδήγησε, νῦν δὲ ἡ Σκέπη σου, ἡ ἀστραπόμορφος Ἄχραντε, ἡμᾶς πρὸς σωτηρίαν ἰθύνει πάντοτε. Σκέπην τὴν σὴν τὴν ὁλόφωτον, ἁπλοῦσα περισκέπεις ἑκάστοτε, Παρθένε Ἄχραντε, ἡμᾶς ὡς ἄρτι ἐγνώκαμεν τί οὖν ἀνταποδώσωμεν τῇ σῇ χάριτι; Σχοίνισμα Κόρη ἀπόλεκτον, οἰκεῖον καὶ λαὸν περιούσιον, ἡμᾶς ἀνέδειξας, πάλαι καὶ νῦν ἐ ναργέστατα, διὸ Ἑλλάς σε πᾶσα, ὑμνεῖ χορεύουσα. Κηρύττει Κόρη τὴν χάριν σου, λαός σου ὁ πιστὸς καὶ φιλόθεος, καὶ χαριστήριον, ᾠδὴν προσᾴδει τῇ Σκέπῃ σου, λυτρούμενος κινδύνων καὶ περιστάσεων. Κανὼν δεύτερος. Ἱλάσθητί μοι Σωτήρ. Ὁλόφωτος ἀληθῶς, ἐπέστης Παντοβασίλισσα, καὶ ἥπλωσας θαυμαστῶς, τὴν ἄχραντον Σκέπην σου, σκέπουσα τοὺς δούλους σου ὅ θεν ἀνυμνοῦμεν, τὴν πολλήν σου ἀγαθότητα. Τὴν νομικὴν κιβωτόν, τὰ Χερουβίμ πρὶν ἐπεσκίαζον τὴν Ἐκκλησίαν δὲ νῦν, τοῦ Χριστοῦ ἡ Σκέπη σου, σκέπει Παντευλόγητε, καὶ ἐπισκιάζει, καὶ παρέχει χάριν ἄφθονον. Δόξα. Ὁ παλαιὸς Ἰσραήλ, ὑπὸ νεφέλης ἰθύνετο, ἐ παγγελίας πρὸς γῆν ὁ νέος δὲ Πάναγνε, ὑπὸ τῆς ἁγίας σου, Σκέπης ὁδηγεῖται, πρὸς ζωὴν τὴν ἀτελεύτητον. Καὶ νῦν. Κύκλῳ ἡμῶν ὥσπερ πῦρ, καταναλίσκον τοὺς ἄφρονας, τὴν Σκέπην σου τὴν λαμπράν, παρεμβάλλεις Ἄχραντε, ἡμᾶς διασώζουσα, τῆς τούτων μανίας διὰ τοῦτο σε δοξάζομεν. Καταβασία. Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑ ορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον. Ἦχος πλ. δ. Τῇ ὑπερμάχῳ. Ὥσπερ νεφέλη ἀγλαῶς ἐπισκιάζουσα, τῆς Ἐκκλησίας τὰ πληρώματα Πανάχραντε, ἐν τῇ πόλει πάλαι ὤφθης τῇ βασιλίδι. Ἀλλ ὡς σκέπη τοῦ λαοῦ σου καὶ ὑπέρμαχος, περισκέπασον ἡμᾶς ἐκ πάσης θλίψεως, τοὺς κραυγάζοντας Χαῖρε Σκέπη ὁλόφωτε. Ὁ Οἶκος. Ἄνωθεν ἐφαπλοῦσα, τὴν ἁγίαν σου Σκέπην, Παρθένε Θεοτόκε Μαρία, σκέπεις καὶ σώζεις τὸν σὸν λαόν, καθ ὥραν σε Ἁγνὴ ἐπιβοώμενον νῦν δέ σου τὰ θαυμάσια, εὐγνωμόνως ὑ μνεῖ κραυγάζων Χαῖρε τοῦ κόσμου ἡ σωτηρία χαῖρε Ἑλλάδος ἡ προστασία. Χαῖρε τῶν Ἀγγέλων παράδοξον θέαμα χαῖρε τῶν ἀνθρώπων ἀκλόνητον ἔρεισμα. Χαῖρε Μήτηρ Ἀειπάρθενος τοῦ Παντάνακτος Χριστοῦ 14

χαῖρε σκέπη καὶ ἀντίληψις τοῦ λαοῦ σου τοῦ πιστοῦ. Χαῖρε ὅτι ἐφάνης σκέπουσα τὸ σὸν Ἔθνος χαῖρε ὅτι παρέχεις νίκας τῷ στρατοπέδῳ. Χαῖρε πηγὴ πλουσίας χρηστότητος χαῖρε λαμπὰς Θεοῦ ἀγαθότητος. Χαῖρε δι ἧς τοὺς ἐχθροὺς ἐκνικῶμεν χαῖρε πρὸς ἣν καθ ἑκάστην βοῶμεν Χαῖρε Σκέπη ὁλόφωτε. Συναξάριον. Τῇ ΚΗ τοῦ αὐτοῦ μηνός, τὴν ἀνάμνησιν ἑορτάζομεν τῆς Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς πάντοτε καὶ κατ ἐξαίρετον τρόπον σκεπούσης τὸ εὐσεβὲς ἡμῶν Ἔθνος, ὡς πάλαι ἔσκεπε τὴν βασιλίδα τῶν πόλεων. Στίχ. Σκέπῃ σου Ἁγνὴ σκέπεις καὶ περιθάλπεις Τοὺς πίστει ἀφορῶντεας πρὸς σὲ Παρθένε. Μητρὸς Θεοῖο Σκέπη Ἑλλάδα θειόφρονα καλύπτει. Ἀΰπνου δοξολογίας ποτε ἐπιτελουμένης ἐν τῇ ἁγίᾳ σορῷ, τῇ οὔσῃ ἐν Βλαχέρναις, ἀπῄει ὁ μακάριος Ἀνδρέας ἐκεῖσε τὰ ἐξ ἔθους ποιῶν, παρῆν δὲ Ἐπιφάνιος, καὶ εἷς τῶν παίδων αὐτοῦ μετ αὐτοῦ καὶ ἔχων ἦθος, ἵ στατο, ὡς ἡ προθυμία τόνον ἐδίδου, πότε μὲν μέχρι μεσονυκτίου, πότε δὲ ἕως πρωί. Τετάρτης οὖν ὥρας ἤδη οὔσης τῆς νυκτός, ὁρᾷ ὁ μακάριος Ἀνδρέας ὀφθαλμοφανῶς μεγεθεστάτην σφόδρα, παραγενομένην ἐν γυναικείῳ τῷ σχήματι ἀπὸ τῶν βασιλικῶν μετὰ φοβεροῦ ὀψικίου, ἐν οἷς ἦν καὶ ὁ τίμιος Πρόδρομος, καὶ ὁ τῆς βροντῆς υἱός, ἑκατέρωθεν χειροκρατοῦντες αὐτῆς, καὶ ἅγιοι πολλοὶ λευκοφόροι προεπορεύοντο αὐτῆς οἱ δὲ ἐπηκολούθουν μετὰ ὑμνῳδίας καὶ ᾀσμάτων πνευματικῶν. Ὡς οὖν ἦλθε πλησίον τοῦ ἄμβωνος, ἀπῄει ὁ Ὅσιος πρὸς τὸν Ἐπιφάνιον λέγων Ὁρᾷς τὴν Κυρίαν καὶ Δέσποιναν τοῦ κόσμου; Ὁ δέ φησιν Ναί, Πάτερ μου πνευματικέ. Καὶ τούτων ὁρώντων, κλίνασα τὰ γόνατα αὐτῆς ἐπὶ πολλὴν ὥραν προσηύχετο, δάκρυσι ῥαίνουσα τὸ θεοειδὲς αὐτῆς καὶ ἄχραντον πρόσωπον. Μετὰ δὲ τὸ προσεύξασθαι, προσῆν ἐπὶ τὸ θυσιαστήριον, δεομένη ἐκεῖσε ὑπὲρ τοῦ περιεστῶτος λαοῦ. Ὅτε οὖν ἀπηύξατο, τὸ μαφόριον αὐτῆς, ὅπερ ἐπὶ τῆς παναχράντου αὐτῆς κορυφῆς ἔφερεν, ὡς εἶδος ἀστραπῆς ὑπάρχον, καὶ ἀποτυλίξασα ἐξ αὐτῆς, τῇ ὡραίᾳ σεμνότητι ταῖς παναχράντοις χερσὶν αὐτῆς λαβοῦσα, μέγα καὶ φοβερὸν ὑπάρχον, ἐπάνω παντὸς τοῦ ἐκεῖσε ἑστῶτος λαοῦ διεπέτασεν, ὅπερ ἐπὶ ἱκανὰς ὥρας ἑώρων οἱ θαυμάσιοι ὑπεράνω τοῦ λαοῦ ἐκτεταμένον καὶ αὐγάζον δόξαν Κυρίου ὡς ἤλεκτρον. Μέχρις οὖν ἦν ἐκεῖ ἡ Ὑπεραγία Θεοτόκος, ἐβλέπετο κἀκεῖνο μετὰ δὲ τὸ ἀναχωρῆσαι αὐτήν, οὐκέτι τεθέατο πάντως γὰρ ᾖρεν αὐτὸ μεθ ἑαυτῆς, τὴν δὲ χάριν ἀφῆκε τοῖς οὖσιν ἐκεῖ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων Μαρτύρων Τερεντίου καὶ Νεονίλλης, καὶ τῶν τέκνων αὐτῶν Νιτᾶ, Σαρβίλου, Ἱέρακος, Θεοδούλου, Φωκᾶ, Βήλης καὶ Εὐνίκης. Στίχ. Σὺν ἑπτὰ τέκνοις ἡ δυὰς τῶν συζύγων Τιμὴν τομὴν ἡγεῖτο τὴν ἐκ τοῦ ξίφους. Δειρὴν ὀγδοάτῃ γε Τερέντιος εἰκάδι κάρθη. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡ μῶν Στεφάνου τοῦ Σαββαΐτου, τοῦ καὶ Ἐπισκόπου γενομένου. Στίχ. Ἐπώνυμος Στέφανος οὗ φορεῖ στέφους, Ὃ πρακτικὴ χεὶρ ἀρετῆς οἶδε πλέκειν. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Τερεντίου, Ἀφρικανοῦ, Μαξίμου, Πομπηίου, καὶ ἑτέρων τριάκοντα ἕξ. Στίχ. Τέμνουσι Τερέντιον, ὃς βλύσας γάλα, Ἔδειξε καινὸν καὶ τετμημένος τέρας. Ἄνδρας συνάθλους ἓξ ὁμοῦ καὶ τρὶς δέκα, Ὁμοῦ συναθλήσαντας ἔγνων ἐκ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡ μῶν Φιρμιλιανοῦ, Ἐπισκόπου Καισαρείας, καὶ Μελχίωνος σοφιστοῦ, πρεσβυτέρου Ἀντιοχείας, οἵτινες καθεῖλον Παῦλον τὸν Σαμωσατέα. Στίχ. Εἰρηνικῶς θνῄσκουσιν εἰρήνης τέκνα, Φιρμιλιανὸς καὶ σὺν αὐτῷ Μελχίων. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ἁγίας Φεβρωνίας, θυγατρὸς Ἡρακλείου βασιλέως καὶ τοῦ ἁγίου Ἱερομάρτυρος Κυριακοῦ, τοῦ φανερώσαντος τὸν τίμιον Σταυρὸν ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου, καὶ Ἑλένης τῆς αὐτοῦ μητρός. Στίχ. Τὴν βασιλείαν οὐρανῶν, Φεβρωνία, Τῆς πατρικῆς σου προκρίνεις ὡς ἀγχίνους. Μίξας ἐλαίῳ, Κυριακὲ παμμάκαρ, Σὸν αἷμα σεπτόν, μῖγμα καινὸν εἰργάσω. Τῇ αὐτῇ ἡμέρᾳ ἡ μήτηρ τοῦ ἁγίου Κυριακοῦ Ἄννα, λαμπάσι φλεχθεῖσα καὶ ξεσθεῖσα, ἐτελειώθη. Στίχ. Φλεχθεῖσα σάρκα Μάρτυς Ἄννα λαμπάσιν, Ἀειφανὴς ὑπῆρξε λαμπὰς Κυρίου. 15

Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἀθανασίου Πατριάρχου Κωνσταντινουπόλεως, τοῦ ἐν τῷ Ἄθῳ ἀσκήσαντος. Στίχ. Ἀθανάσιε, τίς σε οὐ μὴ δοξάσει Ὃν Τριὰς αὐτὴν πανταχοῦ ἐδόξασεν; Μνήμη τῶν ἁγίων τεσσάρων Νεομαρτύρων Ἀγγελῆ, Μανουήλ, Γεωργίου καὶ Νικολάου, τῶν ἐκ τῆς Λάμπης καὶ ἐν Ῥεθύμνῃ τῆς Κρήτης μαρτυρησάντων. Στίχ. Δὶς δύο οὐράνιοι ὁπλῖται, Ἐχθρὸν καταβαλόντες, εἰς οὐρανοὺς ἀνῆλθον. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου, ἀνεψιοῦ τοῦ ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ. Στίχ. Θείου ἰσάξιος ἀσκητὴς ὑπῆρξεν, Στέφανος καὶ εἴληφε τὰ ἴσα στέφη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων ἐνδόξων τριακοσίων πεντήκοντα τριῶν Πατέρων ἡ μῶν, τῶν ἐν χάσματι ἀναιρεθέντων. Στίχ. Θεὸν τὸν Λόγον πιστεύοντες Πατέρες, Δι Αὐτὸν ἐν χάσματι συντελευτῶσι. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ μῶν Διομήδους τοῦ ἐκ Κύπρου. Στίχ. Οὐ τοῦ Διός ὤν, ἀλλὰ Χριστοῦ Κυρίου, Ὁ Διομήδης ἀσκήσει ἡγιάσθη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος Νεοφύτου, Ἐπισκόπου Οὐρμπνίσι τῆς Γεωργίας. Στίχ. Ἀγγέλων πληθὺν ἰδὼν Ὀμὰρ τὸ πρῴην, Νεόφυτος ἐγένετο λουτρῷ θείῳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Μάρτυρος Ῥοστισλάβ, πρίγκηπος τῆς Μοραβίας. Στίχ. Χριστῷ πιστεύσας ὁ Ῥοστισλὰβ ὁ πρίγκηψ, Αὐτῷ συνῆψε λαὸν τῆς Μοραβίας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀρσενίου, Ἀρχιεπισκόπου Ἰπεκίου τῆς Σερβίας. Στίχ. Διάδοχος γενόμενος θείου Σάββα, Ἀρσένιος εἴληφεν αὐτοῦ τὴν χάριν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Ἰὼβ τοῦ ἐν τῇ Λαύρᾳ Ποτσάεφ, τοῦ θαυματουργοῦ. Στίχ. Ἰὼβ τοῦ Ποτσάεφ, θαυματουργὸς ὁ μέγας, Βιοὺς ἀΰλως, ἄφθαρτον ἔχει σκῆνος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Νέστορος τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου. Στίχ. Ἄλλος ὁ Νέστωρ οὗτος Λαύρας Σπηλαίων, Τὸν νοητὸν νικήσας ἐχθρὸν Λυαῖον. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡ μῶν Παρασκευῆς τοῦ Πιριμίν. Στίχ. Τὸν λύχνον ἀείφωτον τῆς παρθενίας, Παρασκευὴ τηροῦσα, Χριστῷ συνήφθη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Δημητρίου, Μητροπολίτου Ῥοστώφ. Στίχ. Φίλος ὑπάρχων, Δημήτριε, Ἁγίων, Καὶ ἁγιοπρεπῶς ἐτέλεσας βίον. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοφίλου, τοῦ διὰ Χριστὸν σαλοῦ, τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου. Στίχ. Ὤ! μακαρία Θεοφίλου σαλότης! Δι ἧς ἐκτήσατο τὴν γνῶσιν Κυρίου. Ταῖς τῆς Ἀχράντου Μητρός σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ἐξ ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. Ἀμήν. Κανὼν πρῶτος. ᾨδὴ ζ. Ὁ εἱρμός. Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. (δίς) Τροπάρια. Ἔθου Δέσποινα, ἡμᾶς ὑπὸ τὴν Σκέπην σου, καὶ σκέπεις πάντοτε, ἐπηρειῶν χαλεπῶν, ἐ χθρῶν ἐπιθέσεως, καὶ πάσης θλίψεως διὸ πάντες σε, διαπρυσίῳ στόματι, ἀνυμνοῦμεν εἰς αἰῶνας. 16

Περιέσκεπες, ὡς ἐκλεκτὴν μερίδα σου, πόλιν βασίλειον, τὴν Κωνσταντίνου Ἁγνή, ὡσαύτως Πανάμωμε, σκέπεις τῇ δόξῃ σου, ἤδη Δέσποινα, ἡμᾶς τοὺς καταφεύγοντας, τῇ θερμῇ σου προστασίᾳ. Ἡ παράδοξος, Παρθένε ἐπισκίασις, τῆς θείας Σκέπης σου, ἐπὶ τοῦ Ἔθνους ἡμῶν, ἐμφαίνει σαφέστατα, τὴν σὴν προμήθειαν, δι ἧς Ἄ χραντε, παρέχεις ταῖς ψυχαῖς ἡμῶν, εὐφροσύνην καὶ εἰρήνην. Γεωργήσασα, ἀγεωργήτως Πάναγνε, Χριστὸν τὸν Κύριον, τὸν γεωργὸν τῆς ζωῆς, χαρᾶς ἡ μῖν πρόξενος, ὤφθης τοῖς μέλπουσι Χαῖρε Δέσποινα, τοῦ Γένους ἡμῶν σώτειρα, καὶ ἀντίληψις γλυκεία. Κανὼν δεύτερος. Θεοῦ συγκατάβασιν. Ὁ οἶκος ὁ ἔμψυχος, ἐν ᾧ κατῴκησεν ὁ Ὑπέρθεος, ἡ Ἁγνὴ Θεοτόκος, τὸ ταύτης οἴκῳ πάλαι τεθέαται, καὶ τὸ Μαφόριον ταύτης ἁπλώσασα, ἐσκέπασε θαυμαστῶς, τοὺς πεποιθότας αὐτῇ. Νοῆσαι τὸ μέγεθος, τῆς πρὸς ἡμᾶς σου Κόρη χρηστότητος, οὐ δυνάμεθα ὅλως σὺ γὰρ ὡς μήτηρ ὄντως φιλόστοργος, σκέπεις καὶ θάλπεις καὶ τρέφεις ἡμᾶς ἑκάστοτε διὸ ὑμνοῦμεν ἀεί, τὴν θείαν Σκέπην σου. Δόξα. Γνωστῶς ἐθεάσατο, σὲ ἐν ἀΰλῳ Κόρη θεάματι, νοερῶς ἐφαπλοῦσαν, τοῖς σοῖς ἱκέταις τὴν λαμπρὰν Σκέπην σου, ὁ θεοφόρος Ἀνδρέας καὶ ᾔνεσε, τὰ μεγαλεῖα τὰ σά, τὰ ὑπὲρ λόγον καὶ νοῦν. Καὶ νῦν. Ἐκάλυπτε πρότερον, φωτὸς νεφέλη, τοῦ μαρτυρίου σκηνήν νῦν δὲ Κόρη καλύπτει, τὴν Ἐκκλησίαν Χριστοῦ ἡ Σκέπη σου, ἡ θαυμαστὴ καὶ ὑπέρλαμπρος Ἄχραντε, ἡμέρας τε καὶ νυκτός, καθάπερ ὄρος Θεοῦ. Καταβασία. Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Κανὼν πρῶτος. ᾨδὴ η. Ὁ εἱρμός. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἀ γείρει ψάλλουσαν τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. (δίς) Τροπάρια. Ἔδειξας μὲν πάλαι πολυτρόπως, τῆς Σκέπης σου Θεοτόκε τὴν ἐνέργειαν, σημείοις καὶ θαύμασι, καὶ πλείσταις δυνάμεσιν, ὑπερμαχοῦσα Πάναγνε ἡμῶν ἑκάστοτε ἡμεῖς δὲ νῦν ὑμνοῦμεν προφρόνως, τὰς σωτηριώδεις αὐτῆς θαυματουργίας. Ῥώμην καὶ ἰσχὺν πιστῶς λαμβάνων, λαός σου ὁ περιούσιος Πανάμωμε, ἐκ τῆς θείας Σκέπης σου, ἀεὶ περιγίνεται, ἐπερχομένων θλίψεων, καὶ πολεμίων ἐχθρῶν, καὶ ἄτρωτος ἐκ πάσης μανίας, μένει Θεοτόκε, τῇ σῇ κηδεμονίᾳ. Ἄνωθεν ἐφάπλωσον Παρθένε, τὴν Σκέπην σου τὴν ἁγίαν καὶ ὑπέρλαμπρον, ἐκ πολεμίων Ἄχραντε ἐπικειμένων ἡμῖν, καὶ ῥῦσαι τῆς αὐτῶν πονηρίας, καὶ ἐπιβουλίας, τὴν σὴν κληρονομίαν. Σκέπην τὴν τὸ ἄχραντόν σου σῶμα, σκεπάσασαν Θεοτόκε Ἀειπάρθενε, εἶδον ἐφαπλοῦσαν σε, Ἀνδρέας ὁ Ὅσιος, καὶ θεῖος Ἐπιφάνιος καὶ ἐξεπλάγησαν τοὺς πάντας γὰρ ἐσκέ 17

πασας Κόρη, ἐν φωτὶ ἀΰλῳ, καὶ δόξῃ οὐρανί ῳ. Κανὼν δεύτερος. Τὸν ἐν ὄρει ἁγίῳ. Ῥώμην θείαν καὶ φῶς καὶ σωτηρίαν, τοῖς τοῦ βίου νυκτί, Ἁγνὴ πορευομένοις, ἡ παναγία Σκέπη σου παρέχουσα, πάντας κατευθύνει, πρὸς τὰς καταπαύσεις, ζωῆς τῆς αἰωνίου. Ἀσωμάτων χορεῖαι καὶ Ἁγίων, σὲ ἰδοῦσαι Ἁ γνή, ναῷ σου τῷ ἁγίῳ, τὸ ἱερόν σου κρήδεμνον ἁπλώσασαν, καὶ σκέπουσαν κόσμον, ᾔ νεσαν Παρθένε, ἐλέους σου τὴν βρύσιν. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Σκέπη κόσμου νεφέλης πλατυτέρα, σὺ ὑπάρχεις Ἁγνή, βροτῶν ἡ σωτηρία διὸ τελοῦντες πόθῳ τὴν ἀνάμνησιν, τῆς σεπτῆς σου Σκέπης, ὑμνοῦμεν Θεοτόκε, θαυμάτων σου τὰ πλήθη. Καὶ νῦν. Ἰσχυράν σε παράκλησιν ἐν βίῳ, κεκτημένοι Ἁγνή, καὶ ἀῤῥαγῆ ἐλπίδα, τῇ κραταιᾷ σου Σκέπῃ καταφεύγομεν, καὶ τῶν τοῦ δολίου, λυτρούμεθα σκανδάλων, ὑμνοῦντες σου τὴν χάριν. Καταβασία. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἀ γείρει ψάλλουσαν τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας Ὁ διάκονος Τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύνομεν. Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται. Κανὼν πρῶτος. ᾨδὴ θ. Ὁ εἱρμός. Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ἐν ὕμνοις μεγαλύνουσιν, ὅτι πιστῶν τὰς χορείας, ἁπανταχοῦ περισκέπει. Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε. (δίς) Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ὁρῶντες κατεπλήττοντο, πῶς περισκέπει καὶ σώζει τοὺς ἐπ αὐτῇ πεποιθότας. Ἴααμα ἡμῖν, ἡ δρόσος Πανάχραντε ἡ ἀποστάζουσα, ἐκ τῆς θείας Σκέπης σου, ὡς ἐκ νεφέλης ἀΰλου γίνεται, καὶ παύει ἀῤῥωστήματα ψυχῆς καὶ σώματος, τῶν βοώντων Χαῖρε Ἀειπάρθενε, εὐφροσύνη ἡμῶν καὶ παράκλησις. Ἄγγελοι καὶ ἄνθρωποι τὴν σεπτήν σου, Σκέπην τιμῶμεν Δέσποινα, πάντας γὰρ σκέπεις ἐν ταύτῃ, τοὺς σὲ πιστῶς ἀνυμνοῦντας. Μνείαν ἱεράν, εἰς δόξαν καὶ αἴνεσιν τῶν θαυμασίων σου, ἄγει Παναμώμητε, ἀγαλλομένη ἡ Ἑλλὰς σήμερον, καὶ πίστει καταφεύγόυσα ὑπὸ τὴν Σκέπην σου, ἐκβοᾷ σοι Σκέπε με καὶ φύλαττε, ἄχρι βίου τερμάτων Πανύμνητε. Ἄγγελοι καὶ ἄνθρωποι τῆς Πανάγνου, τὴν Σκέπην μεγαλύνομεν σκέπει γὰρ αὕτη καὶ σώζει, πάντας τοὺς ταύτην τιμῶντας. Ὅλῃ τῇ ψυχῇ, συνήλθομεν Ἄχραντε τῇ θείᾳ Σκέπῃ σου, αἶνον χαριστήριον, εὐγνωμοσύνῃ θερμῇ προσάγοντες, ὅτι ἡμᾶς ἐξέλεξας εἰς περιποίησιν, καὶ ἐν πᾶσι, περιέπεις Δέσποινα, καὶ διέπεις καὶ σώζεις ἐκ θλίψεων. Ἄχραντε Παρθένε θεοκυῆτορ, τὴν ποίμνην σου περίσωζε, σκέπουσα ταύτην σῇ Σκέπῃ, καὶ προνοοῦσα ἐν πᾶσιν. Ὕπερθεν Ἁγνή, καὶ κύκλῳ τοῦ Ἔθνους σου τὴν θείαν Σκέπην σου, οἷα περιτείχισμα, ἔχε Παρθένε, πλούτῳ χρηστότητος ἐμοὶ δὲ τῷ τοὺς ὕμνους σοι ἤδη ὑφάναντι, δίδου Κόρη, 18

φωτισμόν καὶ ἔλλαμψιν, καὶ πταισμάτων τὴν ἄφεσιν δέομαι. Κανὼν δεύτερος. Ἐξέστη ἐπὶ τούτῳ. Μεγάλυνον ψυχή μου, τῆς Ἁγνῆς Παρθένου, τὴν παναγίαν Σκέπην. Μητρῴᾳ καμπτομένη Κόρη στοργῇ, πρὸς λα ὸν τὸν θερμῶς σοι ἐλπίζοντα, ὡς συμπαθής, ξένῳ τρόπῳ ἥπλωσας νοερῶς, τούτῳ τὴν θείαν Σκέπην σου, οἷα περ νεφέλην φωτοειδῆ διὸ τῆς σῆς εὐνοίας, κηρύττοντες τόν πλοῦτον, σὲ Θεοτόκε μεγαλύνομεν. Μεγάλυνον ψυχή μου, τῆς μόνης Θεοτόκου, τὴν φωτοφόρον Σκέπην. Ὁ πάλαι ἐν νεφέλῃ στυλοειδεῖ, ὁδηγήσας λα ὸν τὸν ἀγνώμονα, ὁ σὸς Υἱός, Ἄχραντε νεφέλην σε λογικήν, καὶ ἔμψυχον ἀνέδειξε, σκέπουσαν καὶ σώζουσαν θαυμαστῶς, πρὸς γῆν τῆς ἀφθαρσίας, θερμῇ ἐπιστασίᾳ, λαὸν Ἁγνὴ τὸν περιούσιον. Δόξα. Μεγάλυνον ψυχή μου, τὴν ἐν τρισὶ προσώποις, ἄναρχον Θεαρχίαν. Ὑψώσασα τὰς χεῖράς σου πρὸς Θεόν, τὸν ἐκ σοῦ προελθόντα ἱκέτευσας, ὑπὲρ ἡμῶν, ἔνθεν ἐφαπλώσασα νοερῶς, τὴν φωτοφόρον Σκέπην σου, ἅπαντας ἐσκέπασας τοὺς πιστούς διὸ τὴν τούτου μνείαν, τελοῦντες ἐτησίως, σὲ Θεοτόκε μεγαλύνομεν. Καὶ νῦν. Μεγάλυνον ψυχή μου, τῆς Παναχράντου Κόρης, τὰ ξένα μεγαλεῖα. Ὑμνοῦντες σου τῆς Σκέπης τὰς πολλαπλάς, δωρεᾶς καὶ τὴν χάριν τὴν ἄφθονον, Μῆτερ Ἁ γνή, ὧν κατατρυφῶμεν διηνεκῶς, ἀπὸ ψυχῆς βοῶμέν σοι ὥσπερ πάλαι ἔσκεπες σὸν λαόν, οὕτω καὶ νῦν χειρί σου, σκέπε ἡμᾶς καὶ σῶζε, ἄχρι τερμάτων βίου Ἄχραντε. Καταβασία. Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε. ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις. Ἡ θεία Σκέπη σου Κόρη, ἐπισκιάζει τοὺς πιστούς καὶ τὸ ἡμέτερον Γένος, σκέπει, διέπει καὶ φρουρεῖ, ἀπὸ παντοίων κινδύνων, ἀπήμαντον Θεοτόκε. Ἕτερον. Ὅμοιον. Τῇ κραταιᾷ σου Σκέπῃ, καὶ ἀκοιμήτῳ πρεσβείᾳ, τὸ τῶν Ἑλλήνων Γένος, φύλαττε Κόρη ἀβλαβές Σὲ γὰρ κεκτήμεθα πάντες, καταφυγὴν ἐν ἀνάγκαις. ΑΙΝΟΙ Ἦχος α. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Ἡ Στιχολογία (Ψαλμοὶ ρμη, ρμθ ) καί Ἱστῶμεν Στίχους δ καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια. Ἦχος α. Τῶν οὐρανίων ταγμάτων. Στίχ. α. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Τὴν Ἀειπάρθενον Κόρην καὶ Θεοτόκον Ἁ γνήν, τὴν τῶν πολεμουμένων, συμμαχίαν καὶ σκέπην, ἡμῶν δὲ ἐξαιρέτως καταφυγήν, καὶ ἑτοίμην βοήθειαν, ἀνευφημήσωμεν σύμπασα ἡ Ἑλλάς, μεγαλύνοντες τὴν Σκέπην αὐτῆς. 19