Ο Ακάθιστος Ύμνος [Ἀνωνύμου Υμνογράφου] Κοντάκιον. Ἦχος πλ. δ'.

Σχετικά έγγραφα
Xαί α ρε ρ Μα Μ ρ α ί ρ α Κυ Κ ρ υ ί ρ α πάν ά τ ν ων ω ηµ η ώ µ ν ώ....

Ιερά Μητρόπολις Καισαριανής, Βύρωνος & Τμηττού Καθεδρικός Ιερός Ναός Αγίας Σριάδος Βύρωνος Κορυτσάς 1 & Κωνσταντιλιέρη, Βύρωνας,

Ο ΑΚΑΘΙΣΤΟΣ ΥΜΝΟΣ. ΚΟΝΤΑΚΙΟ (προοίμιο) Α ΣΤΑΣΗ

Αγγελος πρωτοστάτης, ουρανόθεν επέμφθη, ειπείν τη Θεοτόκω τω Χαίρε.

Απολυτίκιον. Το προσταχθέν μυστικώς λαβών έν γνώσει, εν τή σκηνή του Ιωσήφ σπουδή επέστη, ο ασώματος λέγων τή Απειρογάμω.

«Οι Χαιρετισµοί της Θεοτόκου.»

ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΘΕΟΤΟΚΟΥ. Κοντάκιον. Ἦχος πλ. δ.

Χαιρετισμοί της Παναγίας Θεοτόκου

ÏÉ ÁÉÑÅÔÉÓÌÏÉ ÔÇÓ ÐÁÍÁÃÉÁÓ

Η Γ Στάση των Χαιρετισμών της Υπεραγίας Θεοτόκου

Οι Χαιρετισμοί της Θεοτόκου με ερμηνευτική απόδοση και εικονογράφιση

Οι χαιρετισμοί στην Παναγία

I don t know what I was doing But suddenly we fell apart. Nowadays I cannot find her. But when I do we ll get a brand new start

Χαιρετισμοί της Παναγίας με μετάφραση

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

110 Ὁμιλίες πρός τιμήν τῆς Ὑπεραγίας Θεοτόκου και Ἀειπαρθένου Μαρίας

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ («ΧΑΙΡΕΤΙΣΜΩΝ») ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ Α Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Α ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

Ο Ακάθιστος Ύμνος schooltime.gr: Εκπαίδευση & Πολιτισμός

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Η ΠΑΤΤΥ ΚΙ Ο ΑΚΑΘΙΣΤΟΣ

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

12 ΑΠΡΙΛΙΟΥ 2019 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ ΤΗΣ Ε ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ ΨΑΛΛΟΜΕΝ ΤΗΝ ΑΚΟΛΟΥΘΙΑΝ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

Κυριακή 28 Ἰουλίου 2019.

Ο ΑΚΑΘΙΣΤΟΣ ΥΜΝΟΣ ΜΕ ΤΟΝ ΜΙΚΡΟΝ ΑΠΟΔΕΙΠΝΟΝ

Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Ο ΑΚΑΘΙΣΤΟΣ ΥΜΝΟΣ ητοι οι «ΧΑΙΡΕΤΙΣΜΟΙ» ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ. Ο Ιερεύς Ευλογητός ο Θεός ημών πάντοτε νυν και αει και εις τους αιώνας των αιώνων.

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

Ὁ Ἀκάθιστος Ὕμνος. Χαῖρε νύμφη ἀνύμφευτε.

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ

Κυριακή 2 Ἰουνίου 2019.

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

ΚΕΙΜΕΝΑ. Α. Το τέχνασμα του Θεμιστοκλή

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)

Εικόνες και ύμνοι προς τιμήν της Παναγίας ΠΑΝΑΓΙΑ

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4)

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

Κυριακή 23 Ἰουνίου 2019.

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

ΒΙΟΗΘΙΚΑ ΔΙΛΗΜΜΑΤΑ ΚΑΤΑ ΤΗΝ ΕΝΑΡΞΗ ΤΗΣ ΖΩΗΣ

Κυριακή 3 Μαρτίου 2019.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Να ξαναγράψετε το κείμενο που ακολουθεί συμπληρώνοντας τα κενά με τις

ΟΜΟΣΠΟΝΔΙΑ ΕΚΠΑΙΔΕΥΤΙΚΩΝ ΦΡΟΝΤΙΣΤΩΝ ΕΛΛΑΔΟΣ (Ο.Ε.Φ.Ε.) ΕΠΑΝΑΛΗΠΤΙΚΑ ΘΕΜΑΤΑ ΕΠΑΝΑΛΗΠΤΙΚΑ ΘΕΜΑΤΑ 2018 Β ΦΑΣΗ ΑΡΧΑΙΑ

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά (Γ1, 1-2, 3-4/6/12) Τῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία

44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης

Ερμηνεία στην νεοελληνική γλώσσα

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

Οἱ Θεομητορικές Ἑορτές Τά ἱστορικά καί θεολογικά τῆς Ὑπεραγίας Θεοτόκου

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ Ἀκαθίστου Ὕµνου

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΜΥΡΟΦΟΡΩΝ

Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Ἡ νύχτα τῆς γέννησης τοῦ Χριστοῦ

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Αρχαία Ελληνική Γλώσσα Β Γυμνασίου. Ενότητα 2 : Γ. Γραμματική

Cirillus Alexandrinus - De synagogae defectu

ΔΕ 5. Ο Ευαγγελισμός της Μαρίας για τη γέννηση του Μεσσία

α α α α α α α α α α Χε ρου ου βει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει χε ε κο νι ι ι ι ι ι ι ι ι ι ι ι Γ

Εἰς τήν Κυριακήν τῆς Σταυροπροσκυνήσεως (Γ Κυριακή τῶν Νηστειῶν).

Η δύναμις των Χαιρετισμών ως παρακλητική προσευχή

καταλήξεις ασυναίρετων της β' κλίσης Ενικός ον. γεν. δοτ. αιτ. κλ. -ον -ου -ῳ -ον -ον -ος -ου -ῳ -ον -ε Πληθυντικός -οι -ων -οις -ους -οι

Στὶς Σαρακοστὲς καλὸ εἶναι νὰ γνωρίζεις μόνο ἐκκλησία καὶ σπίτι, τίποτ ἄλλο.

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

Πρωτ Ἀριθμ. Διεκπ ΠΟΙΜΑΝΤΟΡΙΚΗ ΕΓΚΥΚΛΙΟΣ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ ΠΟΙΜΑΝΤΟΡΙΚΗ ΕΓΚΥΚΛΙΟΣ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ ΑΡ. 36

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους, Ἠθικὰ Νικομάχεια Β 6, 9-13

Εἰς τήν Κυριακήν μετά τά Φῶτα.

Iohannes Damascenus - De theologia

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

Περιεχόμενα. Β Ἐκκλησιαστική κρίση

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

Σᾶς εὐαγγελίζομαι τὸ χαρμόσυνο ἄγγελμα τῆς γεννήσεως τοῦ. Χριστοῦ, ποὺ ἀποτελεῖ τὴν κορυφαία πράξη τοῦ Θεοῦ νὰ σώσει τὸν

Εἰς τήν Κυριακήν τοῦ Θωμᾶ.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ (διαγώνισμα 3)

ΠΑΝΕΛΛΑΔΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ 2015 ΠΡΟΤΕΙΝΟΜΕΝΟ ΘΕΜΑ ΑΡΧΑΙΩΝ ΕΛΛΗΝΙΚΩΝ. Αριστοτέλη «Πολιτικά»

Πατρολογία Ι. Εισαγωγή στην Πατρολογία Γραµµατεία και Θεολογία των Πατέρων των τεσσάρων πρώτων αιώνων.

Σύνοδος οὐρανοῦ καί γῆς

ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΑΠΡΙΛΙΟΣ 2019

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

Ἕνα συγκλονιστικό περιστατικό ἀκούσαμε σήμερα

Transcript:

Ο Ακάθιστος Ύμνος [Ἀνωνύμου Υμνογράφου] Κοντάκιον. Ἦχος πλ. δ'. Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσὴφ σπουδῇ ἐπέστη, ὁ ἀσώματος λέγων τῇ Ἀπειρογάμω ὁ κλίνας ἐν καταβάσει τοὺς οὐρανούς, χωρεῑται ἀναλλοιώτως ὅλος ἐν σοι Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζων σοι Χαῖρε Νύμφη ἀνύμφευτε. Ἕτερον. Ἦχος ὁ αὐτός. Τῇ ὑπερμάχῷ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοί Χαῖρε Νύμφη ἀνύμφευτε. ΟΙ ΟΙΚΟΙ [Ἀκροστιχίς: κατ' ἀλφάβητον] Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκω τὸ Χαῖρε καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν, Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς Αὐτὴν τοιαῦτα Χαῖρε, δ' ἧς ἡ χαρὰ ἐκλάμψει, χαῖρε, δι' ἧς ἡ ἀρὰ ἐκλείψει. Χαῖρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις, χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις. Χαῖρε, ὕψος δυσανάβατον ἀθρωπίνοις λογισμοῖς, χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς. Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα, χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα. Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον, χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως. Χαῖρε, δι' ἧς νεουργεῖται ἡ κτίσις, χαῖρε, δι' ἧς βρεφουργεῖται ὁ Κτίστης. Βλέπουσα ἡ Ἁγία,

ἑαυτήν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται ἀσπόρου γὰρ συλλήψεως, τὴν κύησιν πὼς λέγεις κράζων Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα ἐκ λαγόνων ἁγνῶν, υἷον πῶς ἔσται τεχθῆναι δυνατόν; λέξον μοι. Πρὸς ἥν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων οὕτω Χαῖρε, βουλῆς ἀπορρήτου μύστις, χαῖρε, σιγῆς δεομένων πίστις. Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον, χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον. Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι' ἧς κατέβη ὁ Θεός, χαῖρε, γέφυρα μετάγουσα ἀπὸ γῆς πρὸς οὐρανόν. Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα, χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα. Χαῖρε, τὸ φῶς ἀρρήτως γεννήσασα, χαῖρε, τὸ πῶς μηδένα διδάξασα. Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν, Χαῖρε, πιστῶν καταυγάζουσα φρένας. Χαῖρε, Νύμφη Ἀνύμφευτε. Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τῇ Ἀπειρογάμω καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως Ἔχουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ. Τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνόν, τὸν ταύτης ἀσπασμὸν ἔχαιρε, καὶ ἅλμασιν ὡς ἄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον Χαῖρε, βλαστοῦ ἀμάραντου κλῆμα, χαῖρε, καρποῦ ἀκήρατου κτῆμα. Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον, χαῖρε, φυτουργὸν τῆς ζωῆς ἠμῶν φύουσα, Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν,

χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν. Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις, χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις. Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα, χαῖρε, παντός τοῦ κόσμου ἐξίλασμα. Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία, χαῖρε, θνητῶν πρὸς Θεὸν παρρησία. Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη πρὸς τὴν ἄγαμόν σὲ θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε μαθὼν δέ σου τὴν σύλληψιν, ἐκ Πνεύματος Ἁγίου, ἔφη Ἤκουσαν oἱ ποιμένες, τῶν Ἀγγέλων ὑμνούντων, τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον, ἐν γαστρὶ τῆς Μαρίας βοσκηθέντα, ἥν ὑμνοῦντες εἶπον Χαῖρε, Ἀμνοῦ καὶ Ποιμένος Μῆτερ, χαῖρε, αὐλὴ λογικῶν προβάτων. Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον, χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον. Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ, χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς. Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα, χαῖρε, τῶν Ἀθλοφόρων τὸ ἀνίκητον θάρσος. Χαῖρε, στερρὸν τῆς πίστεως ἔρεισμα, χαῖρε, λαμπρὸν τῆς Χάριτος γνώρισμα. Χαῖρε, δι' ἧς ἐγυμνώθη ὁ Ἅδης, χαῖρε, δι' ἧς ἐνεδύθημεν δόξαν. Θεοδρόμον ἀστέρα, θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι' αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα, καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν αὐτῷ βοῶντες Ἴδον παῖδες Χαλδαίων,

ἐν χερσὶ τῆς Παρθένου, τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου μορφὴν ἔλαβεν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι, καὶ βοῆσαι τῇ Εὐλογημένῃ Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ, χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας. Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα, χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα. Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς, χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν. Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας, χαῖρε, ἢ τοῦ βορβόρου ρυομένη τῶν ἔργων. Χαῖρε πυρὸς προσκύνησιν παύσασα, χαῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα. Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης, χαῖρε, πασῶν γενεῶν εὐφροσύνη. Κήρυκες θεοφόροι, γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα, ἐκτελέσαντές σου τὸν χρησμόν, καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν Λάμψας ἐν τῇ Αἰγύπτῳ, φωτισμὸν ἀληθείας ἐδίωξας, τοῦ ψεύδους τὸ σκότος τὰ γὰρ εἴδωλα ταύτης Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν, οἱ τούτων δὲ ρυσθέντες, ἐβόων πρὸς τὴν Θεοτόκον Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων, χαῖρε, κατάπτωσις τῶν δαιμόνων. Χαῖρε, τὴν ἀπάτης τὴν πλάνην πατήσασα, χαῖρε, τῶν εἰδώλων τὴν δόξαν ἐλεγξασα. Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν, χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωὴν. Χαῖρε, πύρινε στῦλε ὁδηγῶν τοὺς ἐν σκότει, χαῖρε, σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης. Χαῖρε, τροφὴ τοῦ μάνα διάδοχε, χαῖρε, τρυφῆς ἁγίας διάκονε. Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας, χαῖρε, ἐξ ἧς ρέει μέλι καὶ γάλα. Μέλλοντος Συμεῶνος,

τοῦ παρόντος αἰῶνος, μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ' ἐγνώσθης τούτω καὶ Θεὸς τέλειος διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν, κράζων Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ἡμῖν τοῖς ὑπ' αὐτοῦ γενομένοις ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν ἄφθορον, ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτὴν βοῶντες Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας, χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας. Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα, χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα. Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί, χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ' οὗ σκέπονται πολλοί. Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις, χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις. Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις, χαῖρε, πολλῶν πταιόντων συγχώρησις. Χαῖρε, στολὴ τῶν γυμνῶν παρρησίας, χαῖρε, στοργὴ πάντα πόθον νικῶσα. Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός, ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος, τοὺς αὐτῷ βοώντας Ὅλως ἦν ἐν τοῖς κάτω, καὶ τῶν ἄνω οὐδόλως ἀπῆν, ὁ ἀπερίγραπτος Λόγος συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις τοπικὴ γέγονε, καὶ τόκος ἐκ Παρθένου θεολήπτου, ἀκουούσης ταῦτα Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα, χαῖρε, σεπτοῦ μυστηρίου θύρα. Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα, χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα. Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβείμ, χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφείμ.

Χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα, χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα. Χαῖρε, δι' ἧς ἐλύθη παράβασις, χαῖρε, δι' ἧς ἠνοίχθη παράδεισος. Χαῖρε, ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας, χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων. Πᾶσα φύσις Ἀγγέλων, κατεπλάγη τὸ μέγα, τῆς σῆς ἐνανθρωπήσεως ἔργον τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον, ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως Ρήτορας πολυφθόγγους, ὡς ἰχθύας ἀφώνους, ὁρῶμεν ἐπὶ σοὶ Θεοτόκε ἀποροῦσι γὰρ λέγειν, τὸ πῶς καὶ Παρθένος μένεις, καὶ τεκεῖν ἴσχυσας ἡμεῖς δὲ τὸ μυστήριο ν θαυμάζοντες, πιστῶς βοῶμεν Χαῖρε, σοφίας Θεοῦ δοχεῖον, χαῖρε, προνοίας αὐτοῦ ταμεῖον. Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα, χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα. Χαῖρε, ὅτὶ ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί, χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί. Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα, χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα. Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα, χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα. Χαῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι, χαῖρε, λιμὴν τῶν τοῦ βίου πλωτήρων. Σῶσαι θέλων τὸν κόσμον, ὁ τῶν ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι' ἡμᾶς ἐφάνη καθ' ἡμᾶς ἄνθρωπος ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει Τεῖχος εἶ τῶν παρθένων, Θεοτόκε Παρθένε,

καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων. Ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατεσκεύασέ σε ποιητής, Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρα σου, καὶ πάντας σοι προσφωνεῖν διδάξας Χαῖρε, ἡ στήλη τῆς παρθενίας, χαῖρε, ἡ πύλη τῆς σωτήριας. Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως, χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος. Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς, χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν. Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα, χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα. Χαῖρε, παστάς ἀσπόρου νυμφεύσεως, χαῖρε, πιστοὺς Κυρίῳ ἁρμόζουσα. Χαῖρε, καλὴ κουροτρόφε παρθένων, χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων. Ὕμνος ἅπας ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ὠδάς, ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε, οὐδὲν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἡμῖν τοῖς σοὶ βοῶσιν Φωτοδόχον λαμπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τὴν ἁγίαν Παρθένον τὸ γὰρ ἄυλον ἅπτουσα φῶς, ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, αὐγῇ τὸν νοῦν φωτίζουσα, κραυγῇ δὲ τιμωμένη ταῦτα Χαῖρε, ἀκτὶς νοητοῦ ἡλίου, χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους. Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα, χαῖρε, ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα. Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν, Χαῖρε, ὅτι τὸν πολύρρυτον ἀναβλύζεις ποταμόν. Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον, χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ρύπον. Χαῖρε, λουτὴρ ἔκπλυνων συνείδησιν, χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν. Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας, χαῖρε, ζωὴ μυστικῆς εὐωχίας. Χάριν δοῦναι θελήσας,

ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δι ἑαυτοῦ, πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ Χάριτος καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως Ψάλλοντές σου τὸν τόκον, ἀνυμνοῦμέν σε πάντες, ὡς ἔμψυχον ναόν, Θεοτόκε. Ἐν τῇ σῇ γὰρ οὶκήσας γαστρί, ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοὶ πάντας Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου, χαῖρε, Ἁγία ἁγίων μείζων. Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῷ Πνεύματι, χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε. Χαῖρε, τίμιον διάδημα βασιλέων εὐσεβῶν, χαῖρε, καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν. Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος, χαῖρε, τῆς Βασιλείας τὸ ἀπόρθητον τεῖχος. Χαῖρε, δι' ἧς ἐγείρονται τρόπαια, χαῖρε, δι' ἧς ἐχθροὶ καταπίπτουσι. Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία, χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία. Ὦ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων ἁγίων, ἁγιώτατον Λόγον δεξαμένη γὰρ τὴν νῦν προσφοράν, ἀπὸ πάσης ρῦσαι συμφορᾶς ἅπαντας, καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως, τοὺς σοὶ βοῶντας