ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΘΕΟΤΟΚΟΥ. Κοντάκιον. Ἦχος πλ. δ.

Σχετικά έγγραφα
Xαί α ρε ρ Μα Μ ρ α ί ρ α Κυ Κ ρ υ ί ρ α πάν ά τ ν ων ω ηµ η ώ µ ν ώ....

«Οι Χαιρετισµοί της Θεοτόκου.»

Ιερά Μητρόπολις Καισαριανής, Βύρωνος & Τμηττού Καθεδρικός Ιερός Ναός Αγίας Σριάδος Βύρωνος Κορυτσάς 1 & Κωνσταντιλιέρη, Βύρωνας,

Ο ΑΚΑΘΙΣΤΟΣ ΥΜΝΟΣ. ΚΟΝΤΑΚΙΟ (προοίμιο) Α ΣΤΑΣΗ

Αγγελος πρωτοστάτης, ουρανόθεν επέμφθη, ειπείν τη Θεοτόκω τω Χαίρε.

Ο Ακάθιστος Ύμνος [Ἀνωνύμου Υμνογράφου] Κοντάκιον. Ἦχος πλ. δ'.

Απολυτίκιον. Το προσταχθέν μυστικώς λαβών έν γνώσει, εν τή σκηνή του Ιωσήφ σπουδή επέστη, ο ασώματος λέγων τή Απειρογάμω.

Χαιρετισμοί της Παναγίας Θεοτόκου

Η Γ Στάση των Χαιρετισμών της Υπεραγίας Θεοτόκου

ÏÉ ÁÉÑÅÔÉÓÌÏÉ ÔÇÓ ÐÁÍÁÃÉÁÓ

Οι Χαιρετισμοί της Θεοτόκου με ερμηνευτική απόδοση και εικονογράφιση

Οι χαιρετισμοί στην Παναγία

I don t know what I was doing But suddenly we fell apart. Nowadays I cannot find her. But when I do we ll get a brand new start

Χαιρετισμοί της Παναγίας με μετάφραση

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

110 Ὁμιλίες πρός τιμήν τῆς Ὑπεραγίας Θεοτόκου και Ἀειπαρθένου Μαρίας

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ («ΧΑΙΡΕΤΙΣΜΩΝ») ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ Α Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Α ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

12 ΑΠΡΙΛΙΟΥ 2019 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ ΤΗΣ Ε ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ ΨΑΛΛΟΜΕΝ ΤΗΝ ΑΚΟΛΟΥΘΙΑΝ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Κυριακή 28 Ἰουλίου 2019.

Ο Ακάθιστος Ύμνος schooltime.gr: Εκπαίδευση & Πολιτισμός

Η ΠΑΤΤΥ ΚΙ Ο ΑΚΑΘΙΣΤΟΣ

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

Ο ΑΚΑΘΙΣΤΟΣ ΥΜΝΟΣ ητοι οι «ΧΑΙΡΕΤΙΣΜΟΙ» ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ. Ο Ιερεύς Ευλογητός ο Θεός ημών πάντοτε νυν και αει και εις τους αιώνας των αιώνων.

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Ο ΑΚΑΘΙΣΤΟΣ ΥΜΝΟΣ ΜΕ ΤΟΝ ΜΙΚΡΟΝ ΑΠΟΔΕΙΠΝΟΝ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

Κυριακή 2 Ἰουνίου 2019.

ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Ὁ Ἀκάθιστος Ὕμνος. Χαῖρε νύμφη ἀνύμφευτε.

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

ΚΕΙΜΕΝΑ. Α. Το τέχνασμα του Θεμιστοκλή

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Κυριακή 23 Ἰουνίου 2019.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

ΒΙΟΗΘΙΚΑ ΔΙΛΗΜΜΑΤΑ ΚΑΤΑ ΤΗΝ ΕΝΑΡΞΗ ΤΗΣ ΖΩΗΣ

Κυριακή 3 Μαρτίου 2019.

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ Ἀκαθίστου Ὕµνου

Να ξαναγράψετε το κείμενο που ακολουθεί συμπληρώνοντας τα κενά με τις

44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΜΥΡΟΦΟΡΩΝ

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

ΟΜΟΣΠΟΝΔΙΑ ΕΚΠΑΙΔΕΥΤΙΚΩΝ ΦΡΟΝΤΙΣΤΩΝ ΕΛΛΑΔΟΣ (Ο.Ε.Φ.Ε.) ΕΠΑΝΑΛΗΠΤΙΚΑ ΘΕΜΑΤΑ ΕΠΑΝΑΛΗΠΤΙΚΑ ΘΕΜΑΤΑ 2018 Β ΦΑΣΗ ΑΡΧΑΙΑ

Εικόνες και ύμνοι προς τιμήν της Παναγίας ΠΑΝΑΓΙΑ

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

καταλήξεις ασυναίρετων της β' κλίσης Ενικός ον. γεν. δοτ. αιτ. κλ. -ον -ου -ῳ -ον -ον -ος -ου -ῳ -ον -ε Πληθυντικός -οι -ων -οις -ους -οι

Εἰς τήν Κυριακήν μετά τά Φῶτα.

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά (Γ1, 1-2, 3-4/6/12) Τῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4)

Πρωτ Ἀριθμ. Διεκπ ΠΟΙΜΑΝΤΟΡΙΚΗ ΕΓΚΥΚΛΙΟΣ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ ΠΟΙΜΑΝΤΟΡΙΚΗ ΕΓΚΥΚΛΙΟΣ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ ΑΡ. 36

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Cirillus Alexandrinus - De synagogae defectu

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

Ἕνα συγκλονιστικό περιστατικό ἀκούσαμε σήμερα

Στὶς Σαρακοστὲς καλὸ εἶναι νὰ γνωρίζεις μόνο ἐκκλησία καὶ σπίτι, τίποτ ἄλλο.

Πατρολογία Ι. Εισαγωγή στην Πατρολογία Γραµµατεία και Θεολογία των Πατέρων των τεσσάρων πρώτων αιώνων.

Ερμηνεία στην νεοελληνική γλώσσα

Οἱ Θεομητορικές Ἑορτές Τά ἱστορικά καί θεολογικά τῆς Ὑπεραγίας Θεοτόκου

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΔΕ 5. Ο Ευαγγελισμός της Μαρίας για τη γέννηση του Μεσσία

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

Εἰς τήν Κυριακήν τοῦ Θωμᾶ.

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ (διαγώνισμα 3)

Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7

Ἡ νύχτα τῆς γέννησης τοῦ Χριστοῦ

α α α α α α α α α α Χε ρου ου βει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει χε ε κο νι ι ι ι ι ι ι ι ι ι ι ι Γ

* * * Ὁ πατέρας μου ἀπό τίς ἐπιστολές του

Η καταλλαγή των πάντων εις Χριστόν (Κολ 1, 15-20)

Athanasius Alexandrinus - Magnus - Homilia de passione et cruce domin1

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους, Ἠθικὰ Νικομάχεια Β 6, 9-13

Κυριακή 5 Μαΐου 2019.

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

1 1 παυλος και σιλουανος και τιμοθεος

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007.

Περιεχόμενα. Β Ἐκκλησιαστική κρίση

Αρχαία Ελληνική Γλώσσα Β Γυμνασίου. Ενότητα 2 : Γ. Γραμματική

Transcript:

ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Κοντάκιον. Ἦχος πλ. δ. Τὸ προσταχθὲν µυστικῶς, λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη, ὁ ἀσώµατος λέγων τῇ ἀπειρογάµῳ ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί ὃν καὶ βλέπων ἐν µήτρᾳ σου, λαβόντα δούλου µορφήν, ἐξίσταµαι κραυγάζων σοι χαῖρε, Νύµφη ἀνύµφευτε. Κοντάκιον. Ἦχος πλ. δ. Τῇ ὑπερµάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε. Ἀλλ ὡς ἔχουσα τὸ κράτος ἀπροσµάχητον, ἐκ παντοίων µε κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι χαῖρε, Νύµφη ἀνύµφευτε. Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέµφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ χαῖρε (ἐκ γ ) καὶ σὺν τῇ ἀσωµάτῳ φωνῇ, σωµατούµενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα Χαῖρε, δι ἧς ἡ χαρὰ ἐκλάµψει χαῖρε, δι ἧς ἡ ἀρὰ ἐκλείψει. Χαῖρε, τοῦ πεσόντος Ἀδὰµ ἡ ἀνάκλησις χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις. Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισµοῖς χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλµοῖς. Χαῖρε, ὅτι ὑπάρχεις βασιλέως καθέδρα χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα. Χαῖρε, ἀστὴρ ἐµφαίνων τὸν ἥλιον χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως. Χαῖρε, δι ἧς νεουργεῖται ἡ κτίσις χαῖρε, δι ἧς βρεφουργεῖται ὁ κτίστης. Βλέπουσα ἡ ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν µου τῇ ψυχῇ φαίνεται ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν πῶς λέγεις; κράζων ἀλληλούϊα. Γνῶσιν ἄγνωστον γνῶναι, ἡ παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα ἐκ λαγόνων ἁγνῶν, υἱὸν πῶς ἐστι τεχθῆναι δυνατόν; λέξον µοι. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων, οὕτω Χαῖρε, βουλῆς ἀποῤῥήτου µύστις χαῖρε, σιγῆς δεοµένων πίστις. Χαῖρε, τῶν θαυµάτων Χριστοῦ τὸ προοίµιον χαῖρε, τῶν δογµάτων αὐτοῦ τὸ κεφάλαιον. Χαῖρε, κλῖµαξ ἐπουράνιε, δι ἧς κατέβη ὁ Θεός χαῖρε, γέφυρα µετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν. Χαῖρε, τὸ τῶν ἀγγέλων πολυθρύλητον θαῦµα χαῖρε, τὸ τῶν δαιµόνων πολύθρήνητον τραῦµα. Χαῖρε, τὸ φῶς ἀῤῥήτως γεννήσασα χαῖρε, τὸ πῶς µηδένα διδάξασα. 1

Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν χαῖρε, πιστῶν καταυγάζουσα φρένας. ύναµις τοῦ ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τῇ ἀπειρογάµῳ καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως ἀλληλούϊα. Ἔχουσα θεοδόχον, ἡ παρθένος τὴν µήτραν, ἀνέδραµε πρὸς τὴν Ἐλισάβετ τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασµόν, ἔχαιρε καὶ ἅλµασιν ὡς ᾄσµασιν, ἐβόα πρὸς τὴν Θεοτόκον. Χαῖρε, βλαστοῦ ἀµαράντου κλῆµα χαῖρε, καρποῦ ἀκηράτου κτῆµα. Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον χαῖρε φυτουργὸν τῆς ζωῆς ἡµῶν φύουσα. Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρµῶν χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασµῶν. Χαῖρε, ὅτι λειµῶνα τῆς τρυφῆς ἀναθάλλεις χαῖρε, ὅτι λιµένα τῶν ψυχῶν ἑτοιµάζεις. Χαῖρε, δεκτὸν πρεσβείας θυµίαµα χαῖρε, παντὸς τοῦ κόσµου ἐξίλασµα. Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία χαῖρε, θνητῶν πρὸς Θεὸν παῤῥησία. Ζάλην ἔνδοθεν ἔχων, λογισµῶν ἀµφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαµόν σε θεωρῶν, καὶ κλεψίγαµον ὑπονοῶν ἄµεµπτε µαθὼν δέ σου τὴν σύλληψιν ἐκ Πνεύµατος ἁγίου, ἔφη ἀλληλούϊα. Ἤκουσαν οἱ ποιµένες, τῶν ἀγγέλων ὑµνούντων, τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν καὶ δραµόντες ὡς πρὸς ποιµένα, θεωροῦσι τοῦτον ὡς ἀµνὸν ἄµωµον, ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα, ἣν ὑµνοῦντες εἶπον Χαῖρε, ἀµνοῦ καὶ ποιµένος µήτηρ χαῖρε, αὐλὴ λογικῶν προβάτων. Χαῖρε, ἀοράτων ἐχθρῶν ἀµυντήριον χαῖρε, παραδείσου θυρῶν ἀνοικτήριον. Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς. Χαῖρε, τῶν ἀποστόλων τὸ ἀσίγητον στόµα χαῖρε, τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος. Χαῖρε, στεῤῥὸν τῆς πίστεως ἔρεισµα χαῖρε, λαµπρὸν τῆς χάριτος γνώρισµα. Χαῖρε, δι ἧς ἐγυµνώθη ὁ ᾅδης χαῖρε, δι ἧς ἐνεδύθηµεν δόξαν. Θεοδρόµον ἀστέρα, θεωρήσαντες µάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν αὐτῷ βοῶντες ἀλληλούϊα. Ἴδον παῖδες χαλδαίων, ἐν χερσὶ τῆς παρθένου, τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους καὶ δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε µορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι, καὶ βοῆσαι τῇ εὐλογηµένῃ 2

Χαῖρε, ἀστέρος ἀδύτου µήτηρ χαῖρε, αὐγὴ µυστικῆς ἡµέρας. Χαῖρε, τῆς ἀπάτης τὴν κάµινον σβέσασα χαῖρε, τῆς Τριάδος τοὺς µύστας φωτίζουσα. Χαῖρε, τύραννον ἀπάνθρωπον, ἐκβαλοῦσα τῆς ἀρχῆς χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν. Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουµένη θρησκείας χαῖρε, ἡ τοῦ βορβόρου ῥυοµένη τῶν ἔργων. Χαῖρε, πυρὸς προσκύνησιν παύσασα χαῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα. Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης χαῖρε, πασῶν γενεῶν εὐφροσύνη. Κήρυκες θεοφόροι, γεγονότες οἱ µάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα ἐκτελέσαντές σου τὸν χρησµόν, καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη, µὴ εἰδότα ψάλλειν ἀλληλούϊα. Λάµψας ἐν τῇ Αἰγύπτῳ φωτισµὸν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τὸ σκότος τὰ γὰρ εἴδωλα ταύτης, Σωτήρ, µὴ ἐνέγκαντά σου τὴν ἰσχύν, πέπτωκεν οἱ τούτων δὲ ῥυσθέντες, ἐβόων πρὸς τὴν Θεοτόκον Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων χαῖρε, κατάπτωσις τῶν δαιµόνων. Χαῖρε, τῆς ἀπάτης τὴν πλάνην πατήσασα χαῖρε, τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα. Χαῖρε, θάλασσα ποντίσασα, Φαραὼ τὸν νοητόν χαῖρε, πέτρα ἡ ποτίσασα, τοὺς διψῶντας τὴν ζωήν. Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τοὺς ἐν σκότει χαῖρε, σκέπη τοῦ κόσµου, πλατυτέρα νεφέλης. Χαῖρε, τροφὴ τοῦ µάννα διάδοχε χαῖρε, τρυφῆς ἁγίας διάκονε. Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας χαῖρε, ἐξ ἧς ῥέει µέλι καὶ γάλα. Μέλλοντος Συµεῶνος, τοῦ παρόντος αἰῶνος µεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος διό περ ἐξεπλάγη, σοῦ τὴν ἄῤῥητον σοφίαν, κράζων ἀλληλούϊα. Νέαν ἔδειξε κτίσιν, ἐµφανίσας ὁ κτίστης, ἡµῖν τοῖς ὑπ αὐτοῦ γενοµένοις ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν ἄφθορον ἵνα τὸ θαῦµα βλέποντες, ὑµνήσωµεν αὐτὴν βοῶντες Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας. Χαῖρε, ἀναστάσεως τύπον ἐκλάµπουσα χαῖρε, τῶν ἀγγέλων τὸν βίον ἐµφαίνουσα. Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ οὗ σκέπονται πολλοί. Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωµένοις χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχµαλώτοις. Χαῖρε, κριτοῦ δικαίου δυσώπησις χαῖρε, πολλῶν πταιόντων συγχώρησις. Χαῖρε, στολὴ τῶν γυµνῶν παῤῥησίας χαῖρε, στοργὴ πάντα πόθον νικῶσα. 3

Ξένον τόκον ἰδόντες, ξενωθῶµεν τοῦ κόσµου, τὸν νοῦν εἰς οὐρανὸν µεταθέντες διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός, ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος, βουλόµενος ἑλκύσαι πρὸς τὸ ὕψος, τοὺς αὐτῷ βοῶντας ἀλληλούϊα. Ὅλος ἦν ἐν τοῖς κάτω, καὶ τῶν ἄνω οὐδόλως ἀπῆν, ὁ ἀπερίγραπτος Λόγος συγκατάβασις γὰρ θεϊκή, οὐ µετάβασις δὲ τοπικὴ γέγονε καὶ τόκος ἐκ παρθένου θεολήπτου, ἀκουούσης ταῦτα Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα χαῖρε, σεπτοῦ µυστηρίου θύρα. Χαῖρε, τῶν ἀπίστων ἀµφίβολον ἄκουσµα χαῖρε, τῶν πιστῶν ἀναµφίβολον καύχηµα. Χαῖρε, ὄχηµα πανάγιον τοῦ ἐπὶ τῶν χερουβίµ χαῖρε, οἴκηµα πανάριστον τοῦ ἐπὶ τῶν σεραφίµ. Χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα. Χαῖρε, δι ἧς ἐλύθη παράβασις χαῖρε, δι ἧς ἠνοίχθη παράδεισος. Χαῖρε, ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων. Πᾶσα φύσις ἀγγέλων, κατεπλάγη τὸ µέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον, ἡµῖν µὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως ἀλληλούϊα. Ρήτορας πολυφθόγγους, ὡς ἰχθύας ἀφώνους, ὁρῶµεν ἐπὶ σοί, Θεοτόκε ἀποροῦσι γὰρ λέγειν τὸ πῶς καὶ παρθένος µένεις καὶ τεκεῖν ἴσχυσας ἡµεῖς δὲ τὸ µυστήριον θαυ- µάζοντες, πιστῶς βοῶµεν Χαῖρε, σοφίας Θεοῦ δοχεῖον χαῖρε, προνοίας αὐτοῦ ταµεῖον. Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα. Χαῖρε, ὅτι ἐµωράνθησαν οἱ δεινοὶ συζητηταί χαῖρε, ὅτι ἐµαράνθησαν οἱ τῶν µύθων ποιηταί. Χαῖρε, τῶν ἀθηναίων τὰς πλοκὰς διασπῶσα χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα. Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα. Χαῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι χαῖρε, λιµὴν τῶν τοῦ βίου πλωτήρων. Σῶσαι θέλων τὸν κόσµον, ὁ τῶν ὅλων κοσµήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε καὶ ποιµὴν ὑπάρχων ὡς Θεός, δι ἡµᾶς ἐφάνη καθ ἡµᾶς ἄνθρωπος ὁµοίῳ γὰρ τὸ ὅµοιον καλέσας, ὡς Θεὸς ἀκούει ἀλληλούϊα. Τεῖχος εἶ τῶν παρθένων, Θεοτόκε παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατεσκεύασέ σε ποιητὴς ἄχραντε, οἰκήσας ἐν τῇ µήτρᾳ σου, καὶ πάντας σοι προσφωνεῖν διδάξας 4

Χαῖρε, ἡ στήλη τῆς παρθενίας χαῖρε, ἡ πύλη τῆς σωτηρίας. Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος. Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν. Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα. Χαῖρε, παστὰς ἀσπόρου νυµφεύσεως χαῖρε, πιστοὺς Κυρίῳ ἁρµόζουσα. Χαῖρε, καλὴ κουροτρόφε παρθένων χαῖρε, ψυχῶν νυµφοστόλε ἁγίων. Ὕµνος ἅπας ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῷ πλήθει τῶν πολλῶν οἰκτιρµῶν σου ἰσαρίθµους γὰρ τῇ ψάµµῳ ᾠδάς, ἂν προσφέρωµέν σοι, βασιλεῦ ἅγιε, οὐδὲν τελοῦµεν ἄξιον, ὧν δέδωκας ἡµῖν τοῖς σοὶ βοῶσιν ἀλληλούϊα. Φωτοδόχον λαµπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρῶµεν τὴν ἁγίαν παρθένον τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς, ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, αὐγῇ τὸν νοῦν φωτίζουσα, κραυγῇ δὲ τιµωµένη ταῦτα Χαῖρε, ἀκτὶς νοητοῦ ἡλίου χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους. Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάµπουσα χαῖρε, ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα. Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισµόν χαῖρε, ὅτι τὸν πολύῤῥυτον, ἀναβλύζεις ποταµόν. Χαῖρε, τῆς κολυµβήθρας ζωγραφοῦσα τὸν τύπον χαῖρε, τῆς ἁµαρτίας ἀναιροῦσα τὸν ῥύπον. Χαῖρε, λουτὴρ ἐκπλύνων συνείδησιν χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν. Χαῖρε, ὀσµὴ τῆς Χριστοῦ εὐωδίας χαῖρε, ζωὴ µυστικῆς εὐωχίας. Χάριν δοῦναι θελήσας. ὀφληµάτων ἀρχαίων ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδή- µησε δι ἑαυτοῦ, πρὸς τοὺς ἀποδήµους τῆς αὐτοῦ χάριτος καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως ἀλληλούϊα. Ψάλλοντές σου τὸν τόκον, ἀνυµνοῦµέν σε πάντες, ὡς ἔµψυχον ναόν, Θεοτόκε ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τῇ χειρί, Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι πάντας. Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου χαῖρε, ἁγία ἁγίων µείζων. Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῷ Πνεύµατι χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε. Χαῖρε, τίµιον διάδηµα βασιλέων εὐσεβῶν χαῖρε, καύχηµα σεβάσµιον ἱερέων εὐλαβῶν. Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος χαῖρε, τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος. 5

Χαῖρε, δι ἧς ἐγείρονται τρόπαια χαῖρε, δι ἧς ἐχθροὶ καταπίπτουσι. Χαῖρε, χρωτὸς τοῦ ἐµοῦ θεραπεία χαῖρε, ψυχῆς τῆς ἐµῆς σωτηρία. Ὦ πανύµνητε µῆτερ, ἡ τεκοῦσα τὸν πάντων ἁγίων ἁγιώτατον Λόγον (ἐκ γ ) δεξαµένη τὴν νῦν προσφοράν, ἀπὸ πάσης ῥῦσαι συµφορᾶς ἅπαντας καὶ τῆς µελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας ἀλληλούϊα. Καὶ πάλιν τὸ εἰρηµένον κοντάκιον. Ἦχος πλ. δ. Τῇ ὑπερµάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε. Ἀλλ ὡς ἔχουσα τὸ κράτος ἀπροσµάχητον, ἐκ παντοίων µε κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι χαῖρε, Νύµφη ἀνύµφευτε. ι εὐχῶν τῶν ἁγίων πατέρων ἡµῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἐλέησον ἡµᾶς. 6