Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ. 117, 14)

Σχετικά έγγραφα
Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Κανὼν τοῦ Γερασίμου εἰδικὸς ἐπὶ ἐμπρησμοῖς δασῶν. βλ. Θεοτοκάριον Γερασίμου σελ.334

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη.

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Ο ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ χωρὶς Ἱερέα

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

α α α α α α α α α α Χε ρου ου βει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει χε ε κο νι ι ι ι ι ι ι ι ι ι ι ι Γ

- 1 / 15 - ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Κατάλογος τῶν Συγκερασµῶν ὅλων τῶν Βυζαντινῶν ιατονικῶν Κλιµάκων µέχρι καὶ σὲ 1200 µουσικὰ διαστήµατα (κόµµατα)

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΟΣΙΑΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΜΗΤΕΡΑ ΗΜΩΝ ΜΑΤΡΩΝΑΝ ΤΗΝ ΑΟΜΜΑΤΟΝ ΣΥΓΧΡΟΝΟΝ ΡΩΣΙΔΑ ΑΣΚΗΣΑΣΑΝ ΕΝ ΚΟΣΜΩ

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

8 ΝΟΕΜΒΡΙΟΥ 2012 Πέμπτη. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ. 117, 14) ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΟΣΙΑΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΜΗΤΕΡΑ ΗΜΩΝ Σ Ο Φ Ι Α Ν

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

καταλήξεις ασυναίρετων της β' κλίσης Ενικός ον. γεν. δοτ. αιτ. κλ. -ον -ου -ῳ -ον -ον -ος -ου -ῳ -ον -ε Πληθυντικός -οι -ων -οις -ους -οι

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΞΕΝΙΑΝ ΤΗΝ ΕΚ ΚΑΛΑΜΩΝ

Iohannes Damascenus - De theologia

α α α α α α α α ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΚΑΤΑΛΟΓΟΣ ΕΚΔΟΣΕΩΝ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

οι οι οι οι οι οι οι οι οι οι οι οι οι τα α α α α α α α α α α α α Χε Δ βι ι ι ι ι ι ιµ µυ Ν ι ι ι ι ι ι ι ι ι ι ι ι ι χι

Αγιολογία - Εορτολογία

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Οι Άγιοι της Θεσσαλονίκης.

Παράκλησις Παναγίας Τρικορφιώτισσας Δωρίδος Φωκίδος

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ

7 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (06/08/12) Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ. Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν.

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Κ Α Ν Ω Ν Π Α Ρ Α Κ Λ Η Τ Ι Κ Ο Σ Ε Ι Σ Τ Ο Ν Α Γ Ι Ο Ν Ι Ε Ρ Ο Μ Α Ρ Τ Υ Ρ Α Σ Ε Ρ Α Φ Ε Ι Μ

Ἀκολουθία ΠΑΝΑΓΙΑΣ ΦΑΝΕΡΩΜΕΝΗΣ Χιλιομοδίου, Δρ. Χ. Μπούσια Ψαλλομένη τῇ 22α Αὐγούστου Ποίημα Δρ. Χαραλάμπους Μπούσια

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

5 ΑΥΓΟΥΣΤΟΥ 2015 Προεόρτια τῆς Μεταμορφώσεως Εὐσιγνίου μάρτυρος ( 362). Εὐγενίου ὁσίου τοῦ Αἰτωλοῦ.

Cirillus Alexandrinus - De synagogae defectu

-134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985.

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ (Β1, 1-4) Διττῆς δὴ τῆς ἀρετῆς οὔσης, τῆς μὲν διανοητικῆς τῆς δὲ ἠθικῆς,

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ. ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (7/8/15)

Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ

5 ΑΥΓΟΥΣΤΟΥ 2013 Προεόρτια τῆς Μεταμορφώσεως Εὐσιγνίου μάρτυρος ( 362). Εὐγενίου ὁσίου τοῦ Αἰτωλοῦ.

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία [Α] Δρ. Ἰωάννης Ἀντ. Παναγιωτόπουλος

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους, Ἠθικὰ Νικομάχεια Β 6, 9-13

Αριστειδης Μαρτυς ΠΑΡΑΚΛΗΣΙΣ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Origenes - Adnotationes in Judices

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Ὁ Μικρὸς Παρακλητικὸς Κανόνας. Οἱ Χαιρετισμοὶ

Παράκλησις Παναγίας ΚΟΥΤΣΟΥΡΙΩΤΙΣΣΗΣ

ε ε λε η σον Κυ ρι ε ε ε

Ἀκολουθία τοῦ Μεγάλου Παρακλητικοῦ Κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον (Ποίηµα τοῦ Βασιλέως Θεοδώρου Δούκα τοῦ Λασκάρεως)

Ο Πατρ.Αλεξανδρείας παρασημοφόρησε τον Πρέσβη της Ουκρανίας στην Αίγυπτο

8 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

20 ΙΟΥΛΙΟΥ 2013 Tοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου.

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Γ ΓΥΜΝΑΙΟΥ

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΑΠΡΙΛΙΟΣ 2019

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ)

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

Transcript:

Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ. 117, 14) Ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. (Ψαλμ. 145, 2) ************************************************* ****************** Δρος Χαραλάμπους Μ. Μπούσια Μεγάλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝΔΟΞΟΝ ΑΡΧΙΣΤΡΑΤΗΓΟΝ ΜΙΧΑΗΛ ΤΟΝ ΠΡΟΣΤΑΤΗΝ ΤΟΥ ΑΙΓΑΙΟΥ ΠΕΛΑΓΟΥΣ * * * * * * * * *

2 Ἀθῆναι 2011 ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝΔΟΞΟΝ ΑΡΧΙΣΤΡΑΤΗΓΟΝ ΜΙΧΑΗΛ ΤΟΝ ΠΡΟΣΤΑΤΗΝ ΤΟΥ ΑΙΓΑΙΟΥ ΠΕΛΑΓΟΥΣ Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια ********************************** ******************* Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον μεθ' ὃ τὸ Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Προτεταμένον ὁ τὸ ξίφος σου ἔχων πρὸς συντριμμὸν τῶν ἐπιβούλων πελάγους Αἰγαίου, Ἀρχιστράτηγε σεπτέ, Μιχαήλ, νήσους περιπόλευε τὰς αὐτοῦ καθ ἑκάστην πίστει προσφευγούσας σοι ἐν κινδύνοις καὶ ῥύου Ἄγαρ υἱῶν ἐκδήλου ἀπειλῆς τοὺς ὡς προστάτην ταχύν σε γεραίροντας. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν. Εἶτα ὁ Ν Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς " Μιχαὴλ Ἀρχιστράτηγε, Αἰγαῖον σκέπε. Χ. Μ. " ᾨδὴ α. Ἦχος πλ. δ. Ὑγρὰν διοδεύσας.

3 Μὴ παύσῃ Αἰγαῖον περιπολῶν, φρουρῶν καὶ φυλάττων ἐκ δολίου ἐπιβουλῆς ἐχθροῦ, Πρωτοστάτα τῶν Ἀγγέλων, φωτολαμπὲς Μιχαήλ, Ἀρχιστράτηγε. Ἰσχύϊ σου σύντριψον, Μιχαήλ, ἐχθροὺς ἐπιβούλους τοῦ Αἰγαίου πανευλαβῶς προστρέχοντας χάριτί σου θείᾳ καὶ ἀῤῥαγεῖ ἐν δεινοῖς προστασίᾳ σου. Χαρᾶς πλῆσον δήμους Χριστιανῶν τῶν νήσων Αἰγαίου, Ἀρχιστράτηγε Μιχαήλ, ἐκ θλίψεων τάχος ἀπαλλάσσων αὐτοὺς καὶ λύπης, σεπτὲ Μεγαλόχαρε. Ἀπέλασον, Ἄχραντε, τὰς ὀρδὰς ἐχθρῶν τοῦ Αἰγαίου, ὅπερ σκέπεις, Μῆτερ Θεοῦ, καὶ παῦσον αὐτοῦ τὰς τρικυμίας ῥάβδῳ τῆς σῆς προστασίας, πανύμνητε. ᾨδὴ γ. Οὐρανίας ἁψῖδος. Ἡ τῶν νήσων Αἰγαίου καταφυγὴ ἄγρυπνος, ῥύου, Μιχαὴλ Ταξιάρχα, πάντας στενώσεων ἐν Μανταμάδῳ πιστῶς καὶ Πανορμίτῃ καὶ Θάσῳ προσκυνοῦντας χάριν σου θείαν, Ἀρχάγγελε. Λυπηρῶν τὴν ὁμίχλην τῶν εὐσεβῶν σκέδασον ἀστραπαῖς τῆς σῆς παρουσίας, Ἄρχον φωτόλαμπρε, Νενήτων φωταγωγὲ, Καγιανίου ἀκέστορ, Μιχαήλ, καὶ ἔφορε

4 Σύμης ἀνύστακτε. Ἀρχιστράτηγε, πᾶσι, Χαλκιδικῆς πρόμαχε, Μανταμάδου φύλαξ, Εὐβοίας φερωνυμούσης σοι κώμης φρουρέ, Μιχαήλ, καὶ τοῦ Αἰγαίου πελάγους ἀντιλῆπτορ ἄγρυπνε, δεῖξον τὴν χάριν σου. Ῥῦσαι νήσους Αἰγαίου ἐπιβουλῆς, Δέσποινα, καὶ τὰς κώμας τὰς παρακτίους τούτου, Πανάχραντε, τῆς τοῦ ἐχθροῦ, ῥυπτικαῖς πρὸς τὸν Υἱόν σου πρεσβείαις ἄμετρον παρέχοντα δούλοις σου ἔλεος. Ἀρχάγγελε, ὁ περισκέπων Αἰγαίου πελάγους νήσους ἐπιβούλων ἐχθρῶν ὀρδὰς σῇ χάριτι σύντριψον ταχύ, Μιχαήλ, εὐσεβῶν προστάτα. Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β. Πρεσβεία θερμή. Λαμπρὲ Μιχαήλ, τῶν Νόων Ἀρχιστράτηγε τῶν ἐν οὐρανοῖς δοξολογούντων Κύριον, ὡς Αἰγαίου πρόμαχον σὲ ὑμνοῦντες, ῥύστην καὶ στήριγμα σὲ δυσωποῦμεν Ῥῦσαι συμφορῶν καὶ βλάβης ἐχθροῦ πιστούς, Ἀρχάγγελε. ᾨδὴ δ. Εἰσακήκοα, Κύριε. Χρηστοήθειαν δίδαξον,

5 Μιχαὴλ Στρατάρχα, τοὺς σοὶ προστρέχοντας καὶ λαμπρῶς σε μακαρίζοντας ὡς Αἰγαίου φύλακα θεόσδοτον. Ἴσθι νήσων ὑπέρμαχος τοῦ Αἰγαίου, ἔνδοξε Ἀρχιστράτηγε, Μιχαήλ, οὗπερ Χριστώνυμον δῆμον ἐφορᾷς ὑψόθεν πάντοτε. Σθένει θείῳ σου ἴσχυσον οἰκιστὰς Αἰγαίου ἐχθρὸν τὸν βέβηλον θριαμβεῦσαι καὶ ἐπίβουλον τῆς αὐτοῦ γαλήνης, Ἀρχιστράτηγε. Τῶν βροτῶν τὰ συστήματα ἡ ἐλευθερώσασα διὰ Τόκου σου ἐκ φθορᾶς, Θεογεννήτρια, λύτρωσαι ἡμᾶς ἐχθρῶν δουλώσεως. ᾨδὴ ε. Φώτισον ἡμᾶς. Ῥεῖθρα, Μιχαήλ, τῶν δακρύων τῶν προσφύγων σου, Ἀρχιστράτηγε, ἀπόσμηξον ταχὺ μανδηλίῳ τῆς ἀόκνου προστασίας σου. Ἄνωθεν ἐχθροὺς ξίφει θείας προστασίας σου ἀπομάκρυνον ταχέως, Μιχαήλ, ἐξ Αἰγαίου, οὗ προστάτης πέλεις ἄγρυπνος. Τείχισον ἡμᾶς, Μιχαήλ, τῇ ἀντιλήψει σου καὶ ἑτοίμῃ ἐν κινδύνοις ἀρωγῇ τοὺς οἰκήτορας Αἰγαίου, Ἀρχιστράτηγε. Ἡ τῶν εὐσεβῶν ἀντιλήπτωρ καὶ ὀλέτειρα, Θεοτόκε, τῶν ἐχθρῶν ἡμῶν, ταχὺ ῥῦσαι βλάβης τοῦ Αἰγαίου τοὺς οἰκήτορας.

6 ᾨδὴ στ. Τὴν δέησιν. Γαυρίαμα, Μιχαὴλ Ἀρχάγγελε, ἐπιβούλων τοῦ Αἰγαίου πελάγους προτεταμένῳ σου σύντριψον ξίφει καὶ τὴν αὐτῶν ἐπηρμένην ταπείνωσον ὀφρὺν ἰσχύϊ σου, λαμπρὲ Ταξιάρχα τῶν ἄνω Δυνάμεων. Ἐπάκουσον τῶν καταφευγόντων σοι Μιχαήλ, ἐν συμφοραῖς καὶ κινδύνοις, Χαλκιδικῆς, Μανταμάδου, Εὐβοίας, Νενήτων, Θάσου, Μεστῶν, Ῥόδου ἔφορε Καγιανίου καὶ Μονῆς Πανορμίτου ἐπόπτα καὶ πρόμαχε. Ἀπέλασον τάχος τὸν ἐπίβουλον, Μιχαήλ, ἐχθρὸν Αἰγαίου πελάγους, καὶ ὥσπερ ὕδωρ ἐχώνευσας ξένως ἐν Κολοσσαῖς ποταμοῦ καὶ διέσωσας ἐκ πλημμυρίδος σὸν Ναόν, οὕτω ῥῦσαι ἡμᾶς πάσης θλίψεως. Ἱλέωσαι σὸν Υἱὸν καὶ Κύριον τοῖς οἰκοῦσιν ἐν Αἰγαίου ταῖς νήσοις καὶ παρακτίοις ἐδάφοις, Παρθένε, καταφυγὴ εὐσεβῶν ἀκαταίσχυντε, Θεογεννῆτορ ἀγαθή, ἱλαστήριον πάντων προσφύγων σου. Ἀρχάγγελε, ὁ περισκέπων Αἰγαίου πελάγους νήσους ἐπιβούλων ἐχθρῶν ὀρδὰς σῇ χάριτι σύντριψον ταχύ, Μιχαήλ, εὐσεβῶν προστάτα. Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν. Κοντάκιον. Ἦχος β. Τοῖς τῶν αἱμάτων σου.

7 Περιπολεύων Αἰγαῖον ὡς ἄγρυπνος αὐτοῦ φρουρός, Μιχαὴλ Ἀρχιστράτηγε, τοὺς ἐπιβούλους αὐτοῦ ἀπομάκρυνον ἐχθροὺς τῷ ξίφει τῆς σῆς γενναιότητος καὶ ἐναργοῦς πρὸς πιστοὺς ἀντιλήψεως. Προκείμενον. Ἦχος β. Ὁ ποιῶν τοὺς Ἀγγέλους Αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς Αὐτοῦ πυρὸς φλόγα. Στίχος. Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον, Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα. Εὐαγγέλιον κατὰ Λουκᾶν (Κεφ. ι 16-21 ). Δόξα. Ταῖς τοῦ Ἀρχαγγέλου, Οἰκτίρμον, προστασίαις ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Προσόμοιον. Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι. Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου. Μιχαὴλ Ἀρχάγγελε, τοῦ Πανορμίτου ἀκέστορ, Μανταμάδου ἔφορε, Θαῤῥενὲ Ἀρχάγγελε, Θάσου πρόμαχε, τῶν Μεστῶν στήριγμα καὶ Νενήτων Χίου ἀντιλῆπτορ καὶ κραταίωμα, Εὐβοίας καύχημα, τῆς Χαλικιδῆς καταφύγιον Καγιανίου σέμνωμα καὶ παντὸς Αἰγαίου προσφύγιον ἐν κινδύνοις, σπεῦσον ἱκέτας σου φυλάξαι ἀσινεῖς ἐπιβουλῆς τοῦ ἀλάστορος, θεῖε Ἀρχιστράτηγε. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... ᾨδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας.

8 Γένος τῶν Χριστωνύμων ἐν Αἰγαίῳ οἰκούντων ἀεὶ ἐπόπτευε θεόθεν, Ταξιάρχα, καὶ εὐλαβῶς σπευδόντων τῇ θερμῇ προστασίᾳ σου, φωτολαμπὲς Μιχαήλ, ἀΰλων Νόων ἄρχον. Ἀπειράστους συντήρει, Μιχαήλ, σοὺς ἱκέτας παθῶν καὶ θλίψεων ἐνοίκους τοῦ Αἰγαίου, οὗ τῆς ἐλευθερίας πλάνοι ἐπιβουλεύονται, οἴμοι, ἐχθροὶ δυσσεβεῖς τοῦ γένους τῶν Ἑλλήνων. Ἰσχυρῶς θριαμβεῦσαι, Μιχαήλ, Χριστωνύμους ἐχθρὸν ἐπίβουλον ἀξίωσον καὶ δεῖξον τοῖς οἰκισταῖς Αἰγαίου σὴν διάθερμον εὔνοιαν καὶ ταχινὴν ἀρωγὴν ἐν πάσαις τρικυμίαις. Οὐρανόθεν Αἰγαίου ἐπευλόγει τὰς νήσους, Θεογεννήτρια, καὶ σπεῦδε βοηθῆσαι αὐταῖς ἐν τρικυμίαις καὶ δειναῖς περιστάσεσι σὺν Μιχαήλ, εὐσθενεῖ καὶ θείῳ Ταξιάρχῃ. ᾨδὴ η. Τὸν Βασιλέα. Νικῆσαι στίφη ἐχθρῶν ἀξίωσον πάντας, Μιχαήλ, ἐν Αἰγαίῳ οἰκοῦντας

9 τούτων ἀρχηγέτης γενόμενος ἐν μάχαις. Σύγκοψον ξίφει τῷ σῷ ἐχθροὺς κακοβούλους, Μιχαήλ, τοῦ Αἰγαίου πελάγους, ὁ αὐτὸ θεόθεν φρουρῶν καὶ ἐποπτεύων. Κόπασον σάλον ἡμῶν παθῶν, Ταξιάρχα Μιχαήλ, τῶν ἐχθρῶν ὡς θαλάσσης κύματα, τὰς βλέψεις ὁ ἀμαυρῶν ἀπίστων. Ἐλέους στάξον ἡμῖν ῥανίδας Υἱοῦ σου Ἐλεοῦσα Παρθένε, θεόθεν, τοῖς ἐν τῷ Αἰγαίῳ ἀεί σε ἀνυμνοῦσι. ᾨδὴ θ. Κυρίως Θεοτόκον. Πρὸς ὅρμον σωτηρίας ἴθυνον ἱκέτας σούς, Πανορμῖτα, Αἰγαίου ὑπέρμαχε, τοῦ Παραδείσου ὁ φύλαξ τῆς πύλης ἄγρυπνος. Εὐλόγει, Ταξιάρχα, τοὺς ἐν Μανταμάδῳ σὴν προσκυνοῦντας μορφὴν ἀχειρότευκτον, καὶ ἐκζητοῦντας τὴν χάριν καὶ προστασίαν σου. Χαρὰ Αἰγαίου νήσων καὶ τῶν παρακτίων περιοχῶν, Μιχαὴλ Ἀρχιστράτηγε, ἀγαλλιάσεως πλῆσον τοὺς σοὶ προστρέχοντας. Μὴ παύσῃ οὐρανόθεν σκέπουσα σοὺς δούλους ἀσπαζομένους τὰ σὰ ἐκτυπώματα

10 περικοσμοῦντα Αἰγαῖον, Θεογεννήτρια. Ἄξιόν ἐστι...καὶ τὰ παρόντα Μεγαλυνάρια. Νήσων τοῦ Αἰγαίου ὁ ταχινὸς ῥύστης καὶ προστάτης ἐξ ἐχθίστου ἐπιβουλῆς, Μιχαὴλ Στρατάρχα, αὐτὰς ἐκ τῶν ἀπίστων ἐχθρῶν τῇ χάριτί σου σῶσον, Ἀρχάγγελε. Μιχαήλ, πνευμάτων λαμπρὲ φωστὴρ εὐχαρίστων, ῥῦσαι τὴν ἀχάριστον γενεὰν τῶν βροτῶν, γεέννης πυρὸς τῆς αἰωνίου καὶ σῶσον ἐκ θανάτου πάντας σοὺς πρόσφυγας. Χαίροις, τοῦ Αἰγαίου ὁ πανσθενὴς φύλαξ καὶ προστάτης καὶ ἀνύστακτος βοηθός, Μιχαήλ, ὀλέτα ἐχθρῶν τῶν μισοχρίστων, Ἀρχάγγελε Κυρίου φωτοειδέστατε. Χαίροις, ἀρχιστράτηγε Μιχαήλ, θεῖε παραστάτα τῆς Τριάδος τῆς πανσθενοῦς. χαίροις, διακόσμου τοῦ νοητοῦ ἐξάρχων, ὁ τοὺς πιστοὺς θαῤῥύνων τρῶσαι τὸν δόλιον. Βοηθὸς γενοῦ μοι ἐν τῇ φρικτῇ ὥρᾳ τοῦ θανάτου, ἀρχιστράτηγε Μιχαήλ, καὶ τὴν παναθλίαν ψυχήν μου μὴ ἐάσῃς πεσεῖν εἰς τὰς παλάμας τοῦ παναλάστορος.

11 Χαίροις, Πανορμίτου ὁ θησαυρός, χαίροις, Μανταμάδου ὁ θεόσδοτος ἀρωγός, χαίροις, τῶν Νενήτων, Χαλκιδικῆς, Εὐβοίας καὶ Θάσου, Ταξιάρχα, εὖχος ἀτίμητον. Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς. Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Τοῦ Αἰγαίου πελάγους φρουρὲ ἀνύστακτε, περιπολεύων μὴ παύσῃ καὶ συντηρῶν ἀσινεῖς, Μιχαήλ, αὐτοῦ τὰς νήσους, Ἀρχιστράτηγε, πάσης ἐχθροῦ ἐπιβουλῆς, ὅνπερ τρέπει εἰς φυγὴν ταχέως ἡ δύναμίς σου καὶ ἡ τοῦ ξίφους σου θέα ὀρδὰς ἀπίστων τοῦ συγκόπτοντος. Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τὸ ἑξῆς Ἦχος β. Ὅτε ἐκ τοῦ Ξύλου. Φύλαξ τοῦ Αἰγαίου, Μιχαήλ, ὁ περιπολῶν οὐρανόθεν καὶ περισκέπων αὐτό, ἐπιβούλων τάγματα ἐχθρῶν ἐκδίωξον τῆς αὐτοῦ ὡραιότητος καὶ ἐλευθερίας, πανσθενὲς Ἀρχάγγελε καὶ Ἀρχιστράτηγε Νόων οὐρανίων, σῷ ξίφει ἄνεμος καθάπερ τοὺς ῥύπους

12 καὶ ὀδμὰς δυσσώδεις, θεοδόξαστε. Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου. Τετράστιχον. Σύγκοψον ξίφει σου ἐχθροὺς ἐπιβούλους, Αἰγαίου φύλαξ, Μιχαὴλ Ταξιάρχα, καὶ βράβευσον ἅπασιν ἐλευθερίαν πιστοῖς τιμῶσί σε, βοᾷ Χαραλάμπης. ΚΑ Ι Τ Ε Λ Ο Σ Δ Ο Ξ Α Τ ῼ Μ Ο Ν ῼ Α Λ Η Θ Ι Ν ῼ Θ Ε ῼ Ἀρίθμ. Καταλ. Π 495 / 2-3-11 Η Μ Ω Ν