ΙΟΥΝΙΟΥ 21. ΠΑΝΑΓΙΑΣ ΞΥΝΙΑΔΟΣ ΕΛΕΟΥΣΗΣ ΔΟΜΟΚΟΥ ΦΘΙΩΤΙΔΟΣ ΑΚΟΛΟΥΘΙΑ

Σχετικά έγγραφα
Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Παράκλησις Παναγίας ΚΟΥΤΣΟΥΡΙΩΤΙΣΣΗΣ

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Ἀκολουθία ΠΑΝΑΓΙΑΣ ΠΛΗΚΑΤΙΟΥ

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 8 Σεπτεμβρίου. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος β - Ἑωθινὸν ια.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τῇ 15ῃ Αὐγούστου Κοίμησις τῆς Ὑπεραγίας Θεοτόκου

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

Ἀκολουθία ΠΑΝΑΓΙΑΣ ΣΚΙΑΔΕΝΗΣ Ρόδου Ψαλλομένη τῇ 8 η Σεπτεμβρίου

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἀκολουθία ΠΑΝΑΓΙΑΣ ΠΟΡΤΑΪΤΙΣΣΗΣ

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

1-7 Ιανουαρίου 2018 Θεός

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

Κοντάκιον Ήχος πλ.δ. Τη υπερμάχω.

Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

110 Ὁμιλίες πρός τιμήν τῆς Ὑπεραγίας Θεοτόκου και Ἀειπαρθένου Μαρίας

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΜΟΥ ΤΗΣ ΜΕΤΑΣΤΑΣΕΩΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ

ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

Σε παρακαλούμε, λοιπόν, Κύριε: το ίδιο Πανάγιο Πνεύμα ας ευδοκήσει να αγιάσει τα δώρα αυτά, 118. Ενώνει τα χέρια, τα επιθέτει στα Δώρα και λέει:

Ἀκολουθία εὑρέσεως καί ἐπανόδου ΑΓΙΑΣ ΖΩΝΗΣ εἰς Μ. Βατοπεδίου

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

ΙΟΥΛΙΟΣ 10!! ΠΑΝΑΓΙΑ ΜΥΡΤΙΩΤΙΣΣΣΑ ΘΕΡΜΟΥ ΑΙΤΩΛΟΑΚΑΡΝΑΝΙΑΣ

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

1 Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. 2 ἡ δὲ γῆ ἦν ἀόρατος καὶ

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΣΥΝΑΞΕΩΣ ΤΗΣ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΕΙΚΟΝΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΣ «ΦΙΛΕΡΗΜΟΥ»

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

Ἀκολουθία Εὐρέσεως Παν. ΤΣΑΜΠΙΚΑΣ Ψαλλομένη τῇ Κυριακῇ τῆς Σταυροπροσκυνήσεως

1) Μες τους κάμπους τ αγγελούδια ύμνους ουράνιους σκορπούν κι από τα γλυκά τραγούδια όλα τριγύρω αχολογούν. Gloria in excelsis Deo!

1 1 παυλος και σιλουανος και τιμοθεος

Παναγία Παραμυθία. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μόνη ελπίδα, είσαι εσύ για μας, για να σωθούμε, να βρούμε ειρήνευση. ΚΑΝΟΝΑ. Ἦχος πλ. δ.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΚΑΤΑΛΟΓΟΣ ΕΚΔΟΣΕΩΝ

Κυριακή 23 Ἰουνίου 2019.

Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη.

Κυριακή 2 Ἰουνίου 2019.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007.

31 Ιουλίου 6 Αυγούστου 2017 Πνεύμα

Προσκυνούμεν Σου τα Πάθη Χριστέ

Κυ ρι ε ε κε κρα ξα α προ ο ος σε ε ει

α α α α α α α α α α Χε ρου ου βει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει χε ε κο νι ι ι ι ι ι ι ι ι ι ι ι Γ

27 Φεβρουαρίου 5 Μαρτίου 2017 Ο άνθρωπος

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ

Iohannes Damascenus - De azymis

οι οι οι οι οι οι οι οι οι οι οι οι οι τα α α α α α α α α α α α α Χε Δ βι ι ι ι ι ι ιµ µυ Ν ι ι ι ι ι ι ι ι ι ι ι ι ι χι

Κυριακὴ 9 Δεκεμβρίου. Ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, τῆς μητρὸς τῆς Θεοτόκου καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων. Ἦχος β. Ἑωθινόν ε.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΜΥΡΟΦΟΡΩΝ

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Origenes - Adnotationes in Numeros

Άγιος Νικήτας ο Νισύριος: «Γιατί αργείτε; Θανατώστε με γρήγορα»

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ. ΙΕΡΟΣ ΝΑΟΣ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΤΟΥ ΣΩΤΗΡΟΣ (Δελφῶν καί Μιαούλη) Τηλ: Ἡ Θεία Κοινωνία.

Ἀκολουθία Παναγίας Θεοσκεπάστου

Transcript:

ΙΟΥΝΙΟΥ 21. ΠΑΝΑΓΙΑΣ ΞΥΝΙΑΔΟΣ ΕΛΕΟΥΣΗΣ ΔΟΜΟΚΟΥ ΦΘΙΩΤΙΔΟΣ ΑΚΟΛΟΥΘΙΑ Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου ΕΝ ΤΩ ΕΣΠΕΡΙΝΩ Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστώμεν στίχους στ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Θεοτόκου. Ἦχος α. Ὦ τοῦ παραδόξου θαύματος! Ὦ τοῦ παραδόξου θαύματος! ἡ Παρθένος Ἁγνή, ὡς λυχνίαν πάμφωτον, Εἰκόνα τὴν ἑαυτῆς, ἡμῖν ἀνέδειξεν τὴν πάλαι ὑπὸ τὴν γῆν, κεκαλυμμένην καὶ ἄγνωστον πέλουσαν, πηγάζουσαν μυστικῶς, ἁγιασμὸν τοῖς ἐν πίστει κραυγάζουσι. Κεχαριτωμένη χαῖρε, Ἐλεοῦσα Ἄχραντε ἡ παρέχουσα πᾶσιν, ἀγαλλίασιν καὶ ἴασιν. Βαβαὶ τῆς σῆς προμηθείας Ἁγνή! ἧς πρὸς τὸ χωρίον Ξυνιὰς ἀνέδειξας ὡς δῶρον γὰρ θαυμαστόν, τούτῳ δεδώρησαι, καὶ στήλην περιφανῆ, τῆς πρὸς αὐτὸ προστασίας σου Δέσποινα, Εἰκόνα σου τὴν σεπτήν, ἣν ἐμφανεία τῇ σῇ ἐφανέρωσας, διὰ τοῦ παιδὸς Παρθένε, βλύζουσαν ἑκάστοτε τοῖς πιστῶς προσιούσιν, Ἐλεοῦσα θεῖον ἔλεος. [1]

Τῆς σῆς Εἰκόνος τὴν εὕρεσιν, Κεχαριτωμένη, Κόρη ἑορτάζοντες, πανήγυριν ἱεράν, νῦν συγκροτοῦμεν σοι ἐπλήρωσας γὰρ ἡμᾶς, πνευματικῆς εὐφροσύνης καὶ χάριτος, ἡνίκα ταύτην ἡμῖν, τῇ εὐδοκία τῇ σῇ απεκάλυψας. Ὅθεν δίδου Θεοτόκε, ἄνωθεν τὴν χάριν σου, τοῖς οἰκοῦσιν ἐν τούτῳ, τῷ χωρίῳ καὶ ὑμνοῦσι σε. Προσόμοια ἕτερα. Ἦχος δ Ὡς γενναῖον ἐν Μάρτυσιν. Τῆς εὑρέσεως Δέσποινα, τῆς ἁγίας Εἰκόνος σου, μνείαν ἑορτάζοντες εὐφραινόμεθα ὅτι αὐτὴν ἡμῖν δέδωκας, ὡς θεῖον θησαύρισμα, τῶν πολλῶν σου οἰκτιρμῶν, καὶ τῆς σῆς ἀγαθότητος, ὄλβον ἄσυλον, Ἐλεοῦσα Παρθένε διὰ τοῦτο, τὰ πολλὰ σου μεγαλεῖα μεγαλόφωνως δοξάζομεν. Ἐπαλλήλως τεθέασαι, ἐν μορφῇ μελανείμονος, γυναικὸς Θεονυμφε ὡς ηὐδόκησας, τῷ νεανίσκῳ καὶ εἴρηκας, αὐτῷ τὴν Εἰκόνα σου, ἐκβαλεῖν ἀπὸ τῆς γῆς, ἢν εὑρόντες ἐπλήσθησαν, θείας χάριτος, τῆς Ξυνιάδος οἱ κάτοικοι Παρθένε, ἀνυμνοῦντες τὴν σὴν δόξαν, καὶ τῶν θαυμάτων τὸ μέγεθος. Τοὺς ἐν πίστει προστρέχοντας, τῇ ἁγίᾳ Εἰκόνι σου, καὶ τὴν σὴν ἀντίληψιν καὶ βοήθειαν, ἐπιζητοῦντας ἑκάστοτε, κινδύνων καὶ θλίψεων, καὶ παντοίων πειρασμῶν ἀνωτέρους διάσωζε, ταῖς πρεσβείαις σου, Ἐλεοῦσα Παρθένε Θεοτόκε, ἡ ἑτοίμη προστασία ἡμῶν καὶ μέγα προσφύγιον. Δόξα, καί. νῦν. Ἦχος πλ. δ [2]

Τὴν ἐν ἀνθρώποις ἆραν, ἐξ ἧς ὁ θάνατος προῆλθε, τῷ σῷ τόκῳ ἀνέτρεψας, τὴν αἰώνιον ζωὴν βλαστήσασα, Χριστὸν τὸν Θεὸν ἡμῶν ἀγαθῶν γὰρ πηγή, καὶ εὐλογίας πέλαγος ὤφθης, ὡς Μήτηρ πανάφθορος, τοῦ προελθόντος ἐκ λαγόνων σου ἀφράστως, Θεοτόκε Ἀειπάρθενε. Καὶ νῦν σπλάχνοις μητρικοῖς, ἡμῶν προνοουμένη, τὴν σὴν ἁγίαν Εἰκόνα δέδωκας, τὴν ὑπὸ γῆν τελοῦσαν πλείστοις ἔτεσιν. Ἀλλ ὢ Δέσποινα Πανύμνητε, καὶ Ἐλεοῦσα Κόρη, μὴ παύσῃ ἰλεουμένη, τὸν ἐν ἐλέει πλούσιον Κύριον, τοῖς ἀεὶ προσιούσι τῇ σκέπῃ σου. Εἴσοδος, Φῶς Ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα. Γενέσεως τὸ Ἀνάγνωσμα. (Κβ. κη 10) Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥάν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῆ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανὸν καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ αὐτὴν ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ αὐτῆς καὶ εἶπεν Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ ἧς σὺ καθεύδεις ἐπ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματι σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βοῤῥᾶν, καὶ ἐπὶ Ἀνατολὰς καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματι σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὑ ἐὰν [3]

πορευθῇς καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην ὅτι οὑ μὴ σὲ ἐγκαταλίπω, ἕως τοῦ ποίησαι με πάντα ὅσα ἐλάλησα σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἐστὶ τοῦτο, ἀλλ ἡ οἶκος Θεοῦ καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. (Κεφ. μγ 27-μδ 1) Ἕσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπεκεῖνα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολὰς καὶ αὕτη ἢν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με Ἡ πύλη αὕτη κεκλησμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὑ μὴ διέλθῃ δι αὐτῆς ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ αὐτήν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου. Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. Θ-1) Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ [4]

κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα. Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον ὅν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε καὶ ζητήσετε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν. Ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν οἱ γὰρ ἐλέγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ. Μὴ ἐλέγχε κακούς, ἵνα μὴ μισήσωσε σε ἐλέγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται γνωρίζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου καὶ βουλὴ Ἁγίων σύνεσις τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεται σοι ἔτη ζωῆς. Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α. Ἐπιφανεῖσα Παρθένε, ᾧ ἠθέλησας σχήματι, τῆς σῆς εὐνοίας τὰς δωρεάς, ἡμῖν πλουσίως ἐξέφηνας καὶ τῇ ἐκφάνσει τούτων, τῆς σῆς Εἰκόνος τῇ εὑρέσει, τῶν πιστῶν τὰς ψυχὰς ἐπτέρωσας, τὰ ἄνω ποθεῖν καὶ ζητεῖν καὶ μὴ πτοείσθαι τὰ βέλεμνα, τοῦ ἀοράτου ἐχθροῦ τῇ γὰρ χάριτι σου σπεύδομεν, ἐν εὐκαιρίαις καὶ θλίψεσι καὶ πόνων ῥυόμενοι, καὶ τῷ Υἱῷ σου οἰκειούμενοι, ἀεὶ ἐκβοῶμεν σοι χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος. Ἦχος β. Ἡ τὸν Θεὸν ἀφράστως τεκοῦσα, καὶ μετὰ τόκον Παρθένος μείνασα, ἡ τῶν ἀνθρώπων τὸ γένος, [5]

πολλαχὼς εὐεργετοῦσα, ὡς τοῦ ἐλέους χορηγός, καὶ τῶν Ἀγγέλων Βασιλίς, ἐν τῷ χωρίῳ Ξυνιάδι, τὴν ἱερὰν αὐτῆς Εἰκόνα, ἔναγχος ἡμῖν ἐφανερωσε δεῦτε πάντες οἱ περίοικοι, καὶ εὐσεβείας οἱ τρόφιμοι, ταύτην μεγαλύνωμεν ὅτι ηὐδόκησεν ἡμῖν τοῖς ταπεινοῖς, ἐνεργεστέραν ποιήσαι, τὴν παρουσίαν αὐτῆς διὰ τῆς σεπτῆς αὐτῆς Εἰκόνος καὶ ταύτῃ ἐκβοήσωμεν. Πανύμνητε Δέσποινα, ὡς ἐλεούσα ἅπαντας, δέχου τὰς φωνὰς ἡμῶν, καὶ δίδου ἡμῖν ἄνωθεν, τὴν ταχυτάτην σου βοήθειαν. Ἦχος γ. Ὡς κρίνον Γραφικῶς τοῦ ἀγροῦ, καὶ πανευῶδες ἄνθος, ἡ σὴ πάντιμος Εἰκών, ἐκ τῶν λαγόνων τῆς γῆς ἀνέτειλε, Παναγία Μητροπάρθενε καὶ τῇ ὀσμὴ τῆς σῆς συμπαθείας καὶ τῇ εὐωδίᾳ τοῦ ἐξ αὐτῆς προϊόντος ἁγιασμοῦ, τὰς ψυχὰς ἡμῶν ἁγιάζει, καὶ σωμάτων ὀξύνας ἰᾶται, καὶ πᾶσι παρέχει, τὰ πρὸς σωτηρίαν αἰτήματα ἡ γὰρ αὕτη χάρις σου, ἀφθόνως ἐκκέχυται διὸ οἱ τοῦ χωρίου τούτου κάτοικοι, ἐν σοὶ ἀγαλλιώνται, καὶ τῇ εὑρέσει ταύτης, ἑορτὴν λαμπρὰν ἄγουσι, καὶ εὐφήμοις χείλεσι, τὰ μεγαλεία σου κηρύττουσι μεθ ὧν καὶ ἡμεῖς βοῶμέν σοι χαῖρε μόνη Ἀειπάρθενε, ἡ ἐλεούσα ἅπαντας καὶ πᾶσιν αἰτουμένη, ζωὴν τὴν αἰώνιον. Δόξα. Καὶ νῦν. Ἦχος δ. Τῶν Χριστονύμων τὰ στίφη, δεῦτε μεγαλύνωμεν, τήν τῳ ἀσπόρῳ αὐτῆς τόκῳ, μεγαλύνασαν τὸ γένος ἡμῶν, Θεοτόκον τὴν Ἄχραντον μεγάλων δωρεῶν γὰρ ἡμᾶς ἠξίωσε, τεκοῦσα ἐν σαρκί, τὸν λύσαντα θανάτου τὸ κράτος, καὶ τῆς αἰωνίου ζωῆς, τὰς πύλας πᾶσιν [6]

ἀνοίξαντα, καὶ ἄρτι δεδωκυῖαν ἡμῖν, τὸ ἱερὸν αὐτῆς Ἐκτύπωμα, φανερώσασα αὐτό, ὢ οἶδε τρόπῳ καὶ ἐν εὐλαβείᾳ καὶ πίστει, πρὸς αὐτὴν βοήσωμεν χαῖρε Κόρη Ἀειπάρθενε, πολύφωτον ὄχημα τῆς εὐδοκίας τοῦ Πατρὸς ἐξ ἧς ὁ Υἱὸς καὶ Λόγος σὰρξ ἐγένετο, συνεργεῖᾳ τοῦ Πνεύματος, καὶ πρὸς τὴν ἀρχαίαν εὔκλειαν ἀνεκαλέσατο, τοὺς πιστῶς προσκυνοῦντας τὸν ἄσπορον τόκον σου. Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α. Χαίροις ἀσκητικῶν. Χαίροις Θεογεννῆτορ Ἁγνή, ἡ κιβωτὸς τοῦ νοητοῦ ἁγιάσματος, ἡ φέρουσα ἐν ἀγκάλαις, τὸν νομοδότην Θεόν, τὸν τὴν ἁμαρτίαν ἀφανίσαντα ὁ θρόνος ὁ πάγχρυσος, τοῦ τῶν ὅλων Δεσπόζοντος ὄρος τὸ μέγα, τὸ δασὺ καὶ κατάσκιον, ταῖς τοῦ Πνεύματος, δωρεαῖς τε καὶ χάρισι στάμνος ζωῆς ἡ φέρουσα, τὸ μάννα τὸ ἄϋλον, τὸ τὰς ψυχὰς διατρέφον, τῶν μετεχόντων ἐκ πίστεως, Χριστὸν τὸν Σωτῆρα, τὸν παρέχοντα τοῖς πᾶσι, τὸ μέγα ἔλεος. Στίχ. Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεᾷ καὶ γενεά. Ὤφθης, ὡς μελαμφόρος γυνή, τῷ νεανίσκῳ ἐπαλλήλως Πανάχραντε, καὶ τούτῳ ἀποκαλύπτεις τὴν κεκρυμμένην ἐν γῇ, θείαν σου Εἰκόνα Παντευλόγητε ἢν πόθῳ εὑράμενοι, χαρμονῆς ἐπληρώθησαν, οἱ ἐν Ξυνιάδι, τῷ χωρίῳ γεραῖροντες, τῶν θαυμάτων σου, Θεοτόκε τὰς χάριτας θείαν γὰρ ὡς ἐπίσκεψιν, τῆς σῆς ἀγαθότητος, τὴν εὕρεσιν τῆς Εἰκόνος, τῆς ἱερᾶς σου ἡγήσαντο, ἢν πίστει τιμῶντες, ἀνυμνοῦμεν σε [7]

ἀπαύστως, καὶ μεγαλύνομεν. Στίχ. Τὸ πρόσωπον σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Χαίροις τῶν θλιβομένων χαρά, τῶν ἐν ὀδύναις καὶ ἀνάγκαις ἡ λύτρωσις, τοῦ κόσμου ἡ σωτηρία, ἁμαρτωλῶν προσφυγή, καταπεπτωκότων ἐπανόρθωσις Ξυνιάδος βοήθεια, καὶ βεβαία ἀντίληψις ἡμᾶς γὰρ Κόρη, ἐπεσκέψω καὶ ἔπλησας, πολλῆς χάριτος, τῇ πανσέπτῳ Εἰκόνι σου. Ὅθεν ταύτης τὴν εὕρεσιν, πιστῶς ἑορτάζοντες, χαριστηρίους ᾠδὰς σοι, ἀπὸ ψυχῆς ἀναμέλπομεν. Ἀλλ ὦ Θεοτόκε, τὸ χωρίον τοῦτο σκέπε, πάσης κακώσεως. Δόξα, καὶ νῦν. Ἦχος πλ. β. Σήμερον ἡ Πάναγνος Παρθένος, πρὸς πανδαισίαν, μυστικὴν ἡμᾶς συγκαλεῖται, ἐν τῇ εὑρέσει τῆς ἱερᾶς αὐτῆς Εἰκόνος, ὡς ἂν τῶν ἀφθόνων δωρεῶν αὐτῆς τρυφήσωμεν δεῦτε οὖν, ἐν συνειδότι καθαρῶ, τῇ τοῦ Θεοῦ Μητρὶ προσέλθωμεν, καὶ σέβας καὶ τιμὴν καὶ προσκύνησιν, ταύτῃ ἀπονείμωμεν,.διὰ τῆς σεπτῆς αὐτῆς Εἰκόνος ὁ γὰρ τὸν τύπον τιμῶν, τὸ πρωτοτύπον δοξάζει, καὶ λαμβάνει παρ αὐτοῦ ἱλασμὸ ἁμαρτιῶν, καὶ τὸ θεῖον ἔλεος. Νῦν ἀπολύεις, τὸ τρισάγιον, καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τὴν θείαν σου Εἰκόνα Ἐλεοῦσα Πανάχραντε, ὑπὸ τὴν γῆν κεκρυμμένην, θαυμαστῶς ἐφανέρωσας διὸ οἱ ἐν Ξυνιάδι εὐσεβεῖς, προσπίπτοντες αὐτῇ πανευλαβῶς, [8]

τῆς σῆς χάριτος τρυγῶμεν τὰς δωρεᾶς, καὶ πόθῳ ἐκβοῶμεν σοι δόξα τοῖς θαυμασίοις σου Ἁγνή, δόξα τῇ σῇ χρηστότητι, δόξᾳ τῇ πρὸς ἡμᾶς σου προμήθειᾳ Δέσποινα.(ἐκ γ) Ἀπόλυσις. [9]

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν α. Στιχολογίαν. Κάθισμα. Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Τὴν θείαν σου μορφήν, ἐν Εἰκόνι ὁρῶντες, πληρούμεθα χαρᾶς, Ἐλεοῦσα Παρθένε, καὶ χάριν λαμβάνομεν, καὶ παθῶν ἀπολύτρωσιν, ταύτῃ σπεύδοντες, καὶ εὐλαβῶς προσκυνοῦντες, ὡς Μητέρα σε, τοῦ τῶν ἁπάντων Δεσπότου, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. (δίς) Μετὰ τὴν β. Στιχολογίαν. Κάθισμα. Ἦχος γ. Τὴν ὡραιότητα. Τὴν σὴν ὑπέρτιμον, Εἰκόνα Δέσποινα, ὡς ἱλαστήριον, θεῖον πλουτήσαντες, πίστει προσπίπτοντες θερμή, λαμβάνομεν τὰς ἰάσεις, καὶ ψυχῆς καὶ σώματος, ἐνεργεῖᾳ τῇ κρείττονι, καὶ τὴν ταύτης εὕρεσιν, ἱερῶς ἑορτάζοντες, βοῶμεν σοι Παρθένε προθύμως χαῖρε ἡ Κεχαριτωμένη. (δίς) Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος δ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ἡ τὴν σεπτὴν σου καὶ ἁγίαν Εἰκόνα, ἀποκαλύψασα ἡμῖν Θεοτόκε, ὡς θησαυρὸν τῆς πρὸς ἡμᾶς ἀγάπης σου, σκέπε καὶ διάσῳζε, ἀπὸ πάσης ἀνάγκης, τοὺς τὴν ταύτης εὕρεσιν, ἑορτάζοντας πόθῳ καὶ ἐκβοῶντας πίστει ἀληθεῖ χαῖρε Παρθένε, Ξυνιάδος ἀντίληψις. (δίς) Τὸ α ἀντίφωνον τοῦ δ Ἤχου καὶ τὸ Προκείμενον: [10]

Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεᾷ καὶ γενεά. Στίχ. Τὸ πρόσωπον σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Εὐαγγέλιον κατὰ Λουκᾶν. Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ... Ὁ Ν Ψαλμὸς Δόξα. Ταῖς τῆς Θεοτόκου. Καὶ νῦν. Ταῖς τῆς Παναχράντου... Ἰδιόμελον. Ἦχος πλ. β. Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεος σου... Προνοουμένη μητρικως, τῆς τῶν πιστῶν σωτηρίας, ποικίλοις τρόποις ἐκφαίνεις, τὴν πρὸς ἡμᾶς κηδεμονίαν σου, Θεοτόκε Παρθένε ἔνθεν πᾶσαν γλῶσσαν κινεῖς, πρὸς δοξολογίαν τῶν πρὸς ἡμᾶς σου δωρεῶν, καὶ τῆς πολλῆς συμπαθείας, καὶ τῆς ὀξυτάτης προστασίας. Ἀλλ ὢ φιλάγαθε Δέσποινα, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Εἶτα ὁ κανὼν οὑ ἡ ἀκροστιχίς «Σὺ εἰ Ἐλεοῦσα ἡμῶν σκέπη. Γερασίμου. Μ. Μ.» ᾨδὴ α. Ἦχος πλ. δ. Ὑγρὰν διοδεύσας. Σοφίας θησαύρισμα θεϊκῆς, Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ, σοφίαν παράσχου μοι τῷ λόγῳ, χαριστηρίους ᾠδὰς σοι προσάδοντι. Ὑψόθεν ἐπέστης ξένη μορφή, καὶ εἴρηκας Κόρη, νεανίσκῳ τῷ εὐσεβεῖ, τὴν σὴν ἐξαρεῖν σεπτὴν Εἰκόνα, τὴν κεκρυμμένην ἐν γῇ πλείστοις ἔτεσι. [11]

Ἐξέστησαν Κόρη οἱ εὐσεβεῖς, ἐν τῇ Ξυνιάδι, ἐφευρόντες ὑπὸ τὴν γῆν, Εἰκόνα σου ἤδη τὴν ἁγίαν, καὶ τὴν πολλὴν σου χρηστότητα ὕμνησαν. Ἱλέῳ σου ὄμματι μητρικώς, ἐπιβλέψον Κόρη, τοὺς ἑστῶτας πανευλαβῶς, πρὸ τῆς Παναγίας σου Εἰκόνος, καὶ πᾶσι δίδου τὴν χάριν σου Ἄχραντε. Καταβασία. Ἀνοίξω τὸ στόμα μου... ᾨδὴ γ. Οὐρανίας ἁψῖδος. Ἐπαλλήλως ἐπώφθης, μελεμβαφὲς φέρουσα, σχῆμα τῷ πιστῷ νεανίσκῳ, ᾧ καὶ ἐγνώρισας, τὴν εὐδοκίαν σου, περὶ τῆς σῆς ἐν εἰκόνι, ἐμφερείας Δέσποινα, Θεοχαρίτωτε. Λύτρον ἔτεκες κόσμου, ἐκ τῆς ἀρᾶς Ἄχραντε, τὸν τὴν τοῦ Ἀδὰμ ἁμαρτίαν, ἑξαφανίσαντα, νῦν δὲ δεδώρησαι, ἡμῖν προσφύγιον μέγα, τὴν σεπτὴν εἰκόνα σου, καὶ χαριτόβρυτον. Ἐκ τῆς σῆς ἀγλαΐας, τῆς μυστικῆς Ἄχραντε, καταυγαζομένη ἀΰλως, ἡ σὴ ἐμφέρεια, ἀκτῖνας χάριτος, ἐν ἐνεργεῖα ἀΰλῳ, πᾶσιν ἐπαφίησι, τοῖς σὲ γεραίρουσι. Οἱ χωρίου Ξυνιάδος, θεοσεβεῖς κάτοικοι, ᾄσατε ἐόρτιον ὕμνον, τῇ Θεομήτορι ὅτι δεδώρηται, ἡμῖν αὐτῆς τὴν εἰκόνα, ὑπὸ γῆν τὸ πρότερον, τελοῦσαν ἄγνωστον. Καταβασία. Τοὺς σοὺς ὑμνολόγους. [12]

Κάθισμα. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ἡλίου λαμπρότερον, ἡ προστασία ἡ σή, ἐκλάμπει Πανάμωμε, ἐν τῷ χωρίῳ ἡμῶν, καὶ πᾶσαν σκοτόμαιναν, λύει παθῶν ποικίλων, καὶ δαιμόνων μανίαν, τάχιστα ἀφανίζει, καθ ἡμῶν κινουμένην διὸ Θεοχαρίτωτε, χρεωστικῶς σὲ δοξάζομεν. (δίς) ᾨδὴ δ. Εἰσακήκοα Κύριε. Ὕδωρ θείας χρηστότητος, ὡς πηγὴ ἐλέους καὶ ἀγαθότητος, Ἐλεοῦσα βλύσον Δέσποινα, τοῖς εἰλικρινῶς σὲ μακαρίζουσι. Συνελθόντες ἀρύσασθε, ἔλεος καὶ χάριν καὶ ἀγαλλίασιν, ἐκ τοῦ Θείου Ἐκτυπώματος, τῆς σωματωσάσης τὸν Θεὸν ἡμῶν. Ἀπειρόγαμε Δέσποινα, ἐκ πικρῶν σκανδάλων καὶ πάσης θλίψεως, ἀνωτέρους διαφυλάττε, τοὺς ὑπὸ τὴν σκέπην σου προστρέχοντας. Ἡ θερμὴ σου βοήθεια, τοὺς ἐν Ξυνιάδι ἐξαίρει Ἄχραντε, πειρασμῶν καὶ περιστάσεων, πίστει προσιόντας τῇ Εἰκόνι σου. Καταβασία. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν... ᾨδή ε. Φώτισον ἡμᾶς. Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε Ἀειπάρθενε, ἐκδυσώπει τὸν Υἱὸν σου ἐκτενῶς, τοῦ δωρήσασθαι ἡμῖν πταισμάτων ἄφεσιν. [13]

Ὤφθη ἐκ τῆς γῆς, ὡς χρυσίον πολυτίμητον, Ἐλεοῦσα ἡ ἁγία σου Εἰκών, καὶ πλουτίζει τὰς ψυχὰς ἡμῶν ἐν χάριτι. Νέαν ἑορτήν, συγκροτοῦμεν σοι Πανύμνητε, τῆς Εἰκόνος σου τὴν εὕρεσιν ᾠδαῖς, μεγαλύνοντες καὶ πόθῳ σε δοξάζοντες. Στήριγμα γενοῦ, τῆς Ξυνιάδος καὶ ἑδραίωμα, τοῖς τιμῶσι Ἐλεοῦσα εὐλαβῶς, τῆς Εἰκόνος σου τὴν εὕρεσιν Πανύμνητε. Καταβασία. Ἐξέστη τὰ σύμπαντα. ᾨδὴ στ. Τὴν δέησιν, ἐκχεῶ. Κατεῖδε σε, ὁ παῖς ὁ ἄκακος Κόρη, μελανείμονα καθ ὕπαρ Παρθένε, καὶ ἀναγγείλας πιστοῖς τὴν σὴν ὄψιν, τῆς ἀληθείας οὐδόλως διήμαρτον Εἰκόνα σου γὰρ τὴν σεπτήν, ὑπὸ γῆν κεκρυμμένην ἀνεύραντο. Ἐπήρθη, τῆς σῆς Εἰκόνος ἡ χάρις, ὑπεράνω νεφελῶν Θεοτόκε, καὶ τῆς ἀφέσεως ὕδωρ ὀμβρίζει, καὶ γλυκασμὸν οὐρανίου χρηστότητος, τοῖς ἀνυμνούσιν εὐσεβῶς, τὸ τοῦ τόκου σου μέγα μυστήριον. Παρέχει, ἁγιασμὸν τοῖς αἰτοῦσι, καὶ δεινῶν ἀπαλλαγὴν πολυτρόπων, ἡ τῇ σεπτῇ σου Εἰκόνι συνοῦσα, ἰσχὺς καὶ χάρις Παρθένε σωτήριος, διὸ ὁ θετὸς σου ναός, ἰατρεῖον πιστοῖς ὤφθη ἄμισθον. Ἡ πάντων, καταφυγὴ καὶ προστάτις, Ἐλεοῦσα Θεοτόκε Παρθένε, τῶν ἐν χωρίῳ Ξυνιάδι οἰκούντων, μὴ [14]

διαλίπῃς ἀεὶ προστατεύουσα, τῶν καταφύγιον θερμόν, κεκτημένων τὴν θείαν Εἰκόνα σου. Καταβασία. Τὴν θείαν ταύτην... Κοντάκιον. Ἦχος β. Τοῖς τῶν αἱμάτων σου. Τῆς θείας Εἰκόνος σου, πνευματικὴν ἑορτὴν συστησάμενοι, ὑμνοῦμεν Παρθένε τὴν χάριν σου, καὶ ἐκ ψυχῆς Θεοτόκε βοῶμεν σοι Σὺ εἰ τῶν πιστῶν καταφύγιον. Ὁ Οἶκος. Ἡ Θεὸν μετὰ σώματος τέξασα, τῷ ἀκάκῳ παιδὶ ὤφθης Ἄχραντε, ὀρατῶς ἐπαλλήλῳ θεάματι, ἐν μελαίνῃ στολῇ ὡς ηὐδόκησας, καὶ δι αὐτοῦ πᾶσιν ἡμῖν, τὴν κεκρυμμένην ὑπὸ γῆν, ἐγνώρισας Εἰκόνα ἢν ἰδίῳ εὐρόντες καιρῷ, τῆς σῆς ἀγάπης τοὺς οἰκτιρμούς, καὶ τὴν περὶ ἡμᾶς σου προμήθειαν πολλήν, ὑμνήσαμεν Παρθένε, καὶ ἐτι ὑμνοῦμεν, καὶ οὑ παυσόμεθα ὑμνεῖν ἐν στόματι εὐφήμῳ καὶ τῇ ἁγίᾳ σου προσπίπτοντες Εἰκόνι, βοῶμεν ἐν κατανύξει ψυχῆς. Τόδε τὸ χωρίον, ὁ τῇ εὑρέσει τῆς σῆς ἐλάμπρυνας καὶ ἡγίασας μορφῆς, σκέπε καὶ διάσῳζε καὶ φύλαττε ἀσινές, ἐκ πάσης ἀνάγκης, παρέχουσα αὐτῷ ἀεί, τῆς σῆς προστασίας τὰς δωρεάς, ὅτι σὺ εἰ τῶν πιστῶν καταφύγιον. Συναξάριον. Τῇ ΚΑ τοῦ αὐτοῦ μηνός, ἑορτάζομεν τὴν εὕρεσιν τῆς ἁγίας Εἰκόνος τῆς Ὑπεραγίας Θεοτόκου τῆς Ἐλεούσης», εὑρεθείσης ἐν ἔτει σωτηρίῳ 1962 ἐν τῷ χωρίῳ Ξυνιάδι τῆς ἐπαρχίας Δομοκού. [15]

Ἔλεος πηγάζουσα ὦ Ἐλεοῦσα Ἡ Εἰκών σου δέδοται ἡμῖν ἐκ γαίης. Εἰκάδι γῆθεν Εἰκὼν Θεοκύμονος πρώτη φαάνθη. Ἡ ἁγία καὶ πάνσεπτος αὔτη εἰκὼν τῆς Πανάγνου Θεομήτορος, εὕρηται τῷδε τρόπῳ ἐν τῷ χωρίῳ, οὑ ἡ κλῆσις Ξυνιάς, κειμένῳ ἐν τῇ ἐπαρχία Δομοκοὺ ἐμφανισθεῖσα γὰρ ἡ τῶν Ἀγγέλων βασιλὶς νεανίσκῳ τινὶ ὀκταετεῖ, Ἀθανασίω Σύρῳ καλουμένῳ ἐν σχήματι μελανείμονος γυναικός, ἐν ὀρατῇ καθ ὕπαρ ἐμφανεία, εἴρηκεν αὐτῷ ὅτι ἐκεῖ ποῦ κέκρυπται ὑπὸ γῆν ἡ τῆς ἐμφερείας αὐτῆς ἁγία εἰκὼν καὶ δεῖ ἑξαγορεῖν αὐτὴν ἐκ σκότους εἰς φῶς. Τοῦτο ἐπαλλήλως γέγονεν ἀπὸ ἔτους ἀ^νδ. (1954) Ἀπριλίου α. (1), καὶ ἐν ἔτει σωτηρίῳ, ἀ^ξβ. (1962), ἀνασκαφῆς γενομένης ἀνευρέθη τῇ κα. (21) Ἰουνίου μηνὸς ἡ τῆς Θεομήτορος εἰκὼν ὑπὸ γῆν οὖσα κεκαλυμμένη καὶ κεχωρισμένη, καὶ ἐπλήρωσε χαρᾶς καὶ θείας εὐφροσύνης τῶν εὐσεβῶν τὰς καρδίας. Ἢν ἐν αὕτη γεγραμμένη ἡ Θεοτόκος, φέρουσα ἐν ἀγκάλαις ὡς νήπιον τὸν Κύριον τῆς δόξης, καὶ τὰς ῥήσεις ΜΗΤΗΡ ΘΕΟΥ ΕΛΕΟΥΣΑ, καὶ αἰτετέθη ἐν πολλὴ εὐλάβεια ἐν τῷ ἐκεῖσε ναῷ, χάριν πολλὴν παρέχουσα τοῖς πιστῶς προσιούσι. Τῇ αυτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ ἐν Κιλικίᾳ. Φέρων τι χρῆμα σάκκος ἄξιον πόλου, Ἰουλιανόν, βάλλεται πόντου μέσον. Σάκκῳ Ἰουλιανὸς βυθὸν εἰσέδυ εἰκάδι πρώτῃ. Οὗτος ἧν ἐκ τῆς Ἀναζαρβέων πόλεως, τῆς δευτέρας τῶν Κιλίκων Ἐπαρχίας, υἱός τινος βουλευτοῦ, μητρὸς δὲ χριστιανῆς. Παρ ἧς τὴν κατὰ Χριστὸν [16]

εὐσέβειαν μεμαθηκὼς, καὶ τῇ μελέτῃ τῶν θείων γραφῶν σχολάσας ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς αὐτοῦ ἡλικίας, διαβληθεὶς προσήχθη Μαρκιανῷ τῷ Ἡγεμόνι καὶ μὴ καταδεξάμενος θύσαι τοῖς εἰδώλοις, ἐν διαφόροις μέρεσι τοῦ σώματος αἰκίζεται. Εἶτα ἐν τη φρουρᾷ τεθεὶς, καὶ τῇ ξητρὶ συμβούλῳ χρησάμενος, ἐμμένειν εἰπούσῃ αὐτῷ, καὶ ἐναποθνήσκειν τῇ εἰς Χριστὸν πίστει, ἐν σάκκῳ βληθεὶς, μεστῷ ψάμμου, καὶ ἑρπετῶν ἰοβόλων, καὶ λοιπῶν ὄφεων, μέσον τοῦ πελάγους ἀφίεται, καὶ οὕτω τὸν τοῦ Μαρτυρίου στέφανον δέχεται. Τοῦτον καὶ ὁ μέγας Χρυσόστομος ἐγκωμίοις ἐτίμησεν. Τῇ αυτῇ ἡμέρᾳ, Μνήμῃ τῶν Ἁγίων Μαρτύρων Ἰουλιανοῦ τοῦ Αἰγυπτίου, Βασιλίσσης, Κελσίου, Ἀναστασίου, Ἀντωνίου πρεσβυτέρου, 27 δεσμοφυλάκων, καὶ 7 αὐταδέλφων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος, Ἀφροδισίου. Οὗτος ἦν ἐκ τῆς Κιλίκων χώρας, τὸν Χριστὸν ἄνωθεν σεβόμενος καὶ προσκυνῶν. συσχεθεὶς δὲ, καὶ Διονυσίῳ τῶ Ἄρχοντι προσαχθεὶς, καὶ τὸν Χριστὸν εἶναι Θεὸν ἀληθινὸν ὁμολογήσας, πεπυρωμένοις σιδήροις τὰ νῶτα καταφλέγεται, καὶ εἰς λέβητα μολύβδου πλήρη κοχλάζοντα ἐμβάλλεται, καὶ κατὰ κεφαλῆς κρεμᾶται. Καὶ παραδόξως ἐκ πάντων ῥυσθέντι, ἐπιφανεῖσα ἐν τῷ θεάτρῷ λέαινα, αὐτῷ ἀπολύεται, καὶ ἀνθρωπίνῃ μορφῇ φθεγξαμένη, πολλὺς τῶν Ἐλλήνων πρὸς εἰς τὴν Χριστὸν πίστιν ἐπεσπάσατο. Οἱ καὶ τὸν Χριστὸν παῤῥησίᾳ κηρύξαντες, τὰς κεφαλὰς ἀπετμήθησαν. Τοῦτο δὲ ὁ τύραννος θεασάμενος, κελεύει πέτραν μέσον διαιρεθῆναι, καὶ ἅμα τῇ διαιρέσει τὸν Ἅγιον [17]

ἁπλωθῆναι. Ἄνωθεν δὲ τοῦ τμήματος ἐπιτιθέντος παρὰ πέντε καὶ πεντήκοντα στρατιωτῶν, παρευθὺς ὁ Ἅγιος τὴν ψυχὴν ἀφεὶς, τὸν τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Τερεντίου, Ἐπισκόπου Ἰκονίου. Τῇ αυτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Νικήτα τοῦ νέου τοῦ Νισυρίου, τοῦ ἐν Χίῳ ἀθλήσαντος. Τιμηθεὶς Νικήτα τὸν σὸν αὐχένα ξίφει Τέτμηκας ἐχθροῦ τὰς πανουργίας πάσας. Ταῖς τῆς Παναγνοῦ σου Μητρὸς πρεσβείαις καὶ τῶν σῶν Ἁγίων, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡ μας. Ἀμήν. ᾨδὴ ζ. Οἷ ἐκ τῆς Ἰουδαίας. Γνόντες οἱ ἐν Ξυνιάδι, τὴν σεπτὴν εὐδοκίαν σου Θεονύμφευτε, καὶ σκάψαντες ἀνεῦρον, τὴν θείαν σου Εἰκόνα, εὐλαβῶς ἐκβοῶντές σοι χαῖρε Παρθένε Ἁγνή, ἡμῶν ἡ προστασία. Ἐν ἀγκάλαις κρατοῦσαν, καθορῶντες σε Κόρη ἐν τῇ Εἰκόνι σου, ὡς βρέφος τὸν Σωτῆρα, πιστῶς ἐκβοῶμεν Ἀγαθὰ αὐτῷ λάλησον, οἰάπερ Μήτηρ αὐτοῦ, ὑπὲρ ἡμῶν Παρθένε. Ῥέεει ἄφθονος χάρις, ὡς γλυκύῤῥοον νᾶμα ἐκ τῆς Εἰκόνος σου, καὶ ἅπασαν πικρίαν, παθῶν τῶν ἀκαθάρτων, ἐκκαθαίρει ἑκάστοτε, τῶν προσιόντων αὐτῇ, ἐν πίστει Θεοτόκε. [18]

Ἀνωτέρους συντηρεῖ, τῶν σκανδάλων Παρθένε τοῦ παναλάστορος, καὶ πάσης δυσπραγίας, καὶ βλάβης καὶ κακίας, τοὺς πιστῶς καταφεύγοντας, Θεογεννῆτορ Ἁγνή, τῇ θεία σου Εἰκόνι. Καταβασία. Οὐκ ἐλάτρευσαν... ᾨδὴ η. Τὸν Βασιλέα. Σκέπε ἀπαύστως, τὴν Ξυνιάδα Παρθένε, τὴν πλουτήσασαν τὴν θείαν σου Εἰκόνα, τεῖχος ἀσφαλείας καὶ γέρας ἀφθαρσίας. Ἵνα ῥυσθῶμεν, ἐπηρειῶν τοῦ Βελίαρ, καταφεύγομεν Παρθένε, τῇ σκέπῃ, καὶ ὑπερυψοῦμεν, τὸν ἄφραστον σου τόκον. Μεγαλοφώνως, ὑμνολογοῦμεν σε Κόρη ἐπεσκέψω γὰρ ἡμᾶς τοὺς σοὺς ἱκέτας, διὰ τῆς ἁγίας, Εἰκόνος σου Παρθένε. Οἱ τῷ ναῷ σου, τῷ ἱερῷ προσιόντες, ἀπαλλάττονται δεινῶν ἀῤῥωστημάτων, καὶ τῶν ἐν τῷ βίῳ δυσχερειῶν Παρθένε. Καταβασία. Παῖδας εὐαγεῖς... ᾨδὴ θ. Κυρίως Θεοτόκον. Ὑμνοῦμεν Θεοτόκε, τὰ σὰ μεγαλεῖα, καὶ τῇ σεπτῇ σου Εἰκόνι προσπίπτοντες, ἀεὶ ἀντλοῦμεν ἐκ ταύτης χάριν καὶ ἔλεος. [19]

Μεγίστης εὐκληρίας ὄντως ἠξιώθη, ἡ Ξυνιὰς τῇ εὑρέσει Πανάχραντε, τῆς σῆς Εἰκόνος καὶ ὕμνον σοι ἄδει ἄπαυστον. Μανίας τοῦ Βελίαρ, λύτρωσαι Παρθένε, τοὺς τῇ σεπτῇ σου Εἰκόνι προστρέχοντας, καὶ τὰ αἰτήματα πλήρου ἡμῶν ἑκάστοτε. Μαρία Θεοτόκε, Κόρη Ἐλεοῦσα, τὸν ταπεινὸν σου ἱκέτην ἐλέησον, καὶ τὸν παρόντα ὕμνον δέξαι καὶ σῶσον με. Καταβασία. Ἅπας γηγενής... Ἐξαποστειλάριον. Ὁ οὐρανὸς τοῖς ἄστροις. Τὴν θείαν σου Εἰκόνα, τὴν κεκρυμμένην ὑπὸ ὡς θησαυρὸν εὑρόντες, χαρᾶς ἐπλήσθημεν πολλῆς, Θεογεννῆτορ Παρθένε, τῶν εὐσεβῶν προστασία. Ἕτερον, ὅμοιον. Ἀνάμνησιν τελοῦντες, εὑρέσεως τῆς ἱερᾶς, τῆς σῆς Εἰκόνος Παρθένε, πανηγυρίζομεν, φαιδρῶς, καὶ πόθῳ σοι ἐκβοῶμεν χαῖρε ἡ Μήτηρ Κυρίου. Εἰς τοὺς Αἰνούς, ἱστῶμεν στίχους δ. καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α. Τῶν οὐρανίων ταγμάτων. Τὴν Ἀειπάρθενον Κόρη καὶ Θεομήτορα, τὴν ἐπισκεψαμένην, ὡς ἠθέλησε τρόπῳ, διὰ τῆς ἐν εἰκόνι ταύτης μορφῆς, μητρικῇ ἀγαθότητι, τοὺς ταπεινοὺς ἡμᾶς δεῦτε ἀσματικώς, ἀνυμνήσωμεν γηθόμενοι. [20]

Τῷ νεανίσκῳ Παρθένε ὀφθεῖσα πρότερον, ἀποκαλύπτεις τούτῳ, τὴν σεπτὴν σου Εἰκόνα, ἣν ὕστερον εὑρόντες ὑπὸ τὴν γῆν, Ξυνιάδος οἱ κάτοικοι, χαριστηρίους ᾠδὰς σοι χρεωστικώς, εὐφραινόμενοι προσήγαγον. Ἡ πρῴην ἄγνωστος κώμη νῦν περιώνυμος, τῆς Ξυνιάδος Κόρη, ἀληθῶς ἀνεδείχθη, Εἰκόνος σου εὑρέσει τῆς θαυμαστῆς ταύτῃ γὰρ ἤδη σπεύδουσιν, οἱ εὐσεβεῖς πανταχόθεν χάριν λαβεῖν, ἐξ αὐτῆς καὶ θεῖον ἔλεος. Τῆς ἐμφερείας σου Κόρη τὸν τύπον σέβοντες, ἐκ τῶν χαμαὶ κειμένων, πρὸς οὐράνιον πόθον, ὑψούμεθα ὑμνοῦντες τὴν πρὸς ἡ μας, προστασίαν σου Δέσποινα, ἢν ἐν νυκτὶ καὶ ἡμέρα καὶ ἐν παντί, ἡμῖν δίδου τοῖς ἱκέταις σου. Δόξα. Καὶ νῦν. Ἦχος πλ. α. Ἆσμα καινόν, Δαβιτικὼς σοι ᾄδομεν, Θεοτόκε Παρθένε, ἐπὶ τοῖς ἄρτι γενομένοις θαυμασίοις σου, δι ὧν ἐξέχεας ἡμῖν, ἐξαιρέτῳ τρόπῳ, τὸν πλοῦτον τῆς χάριτος σου τὴν γὰρ ὑπὸ τὴν ἀφανῆ Εἰκόνα σου, ἐμφανῆ ἡμῖν πεποίηκας, καὶ ὡς δῶρον θεῖον, καὶ ἐχέγγυον δέδωκας, τῆς πρὸς ἡμᾶς ἀρωγῆς σου. Ὁμολογοῦμεν τοίνυν τὴν χάριν, καὶ τὰς εὐεργεσίας κηρύττοντες, ἐκτενῶς βοῶμεν Τὸν λαὸν σου ῥύου πάσης περιστάσεως, καὶ πρέσβευε Ἄχραντε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Δοξολογία μεγάλη καὶ ἀπόλυσις. [21]

Μεγαλυνάριον. Χαίρει τῇ Εἰκόνι σου τῇ σεπτή, Ξυνιάδος Κόρῃ, τὸ χωρίον ὡς ἀληθῶς, καὶ ταύτῃ προστρέχον, ἰσχὺν ἀεὶ λαμβάνει, καὶ ἔλεος καὶ χάριν, πιστῶς δοξάζον σε. [22]