καὶ προστεθήσεταί σοι ἔτη ζωῆς. Ἀπόστιχα Ἰδιόµελον Ἦχος β' Πατέρα σε τὸν Κτίστην, ἐπιγράφεσθαι τολµῶ Κύριε, ζῷον ὑπάρχων γηγενές, τῆς σῆς µετέχων εἰκό

Σχετικά έγγραφα
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος β Ματρώνης Μάρτυρος ἐν Θεσσαλονίκῃ

ΟΡΘΡΟΣ ΤΕΤΑΡΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣΗΧΟΣ Β \ ΟΡΘΡΟΣ ΤΕΤΑΡΤΗΣ Γ ΕΒΔΟΜΑΔΟΣ ΗΧΟΣ Β \ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ματρώνης τῆς ἐν Θεσσαλονίκῃ.

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

Η ελεύθερη έκφραση μέσω του τύπου. Κάνω κάτι πιο φιλελεύθερο Η πίστη και η αφοσίωση στην ιδέα της ελευθερίας.

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

15 ΜΑΡΤΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

πρωΐ, ἡµέρα ἕκτη. Καὶ συνετελέσθησαν ὁ οὐρανός καὶ ἡ γῆ, καὶ πᾶς ὁ κόσµος αὐτῶν. Καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡµέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ, ἃ ἐποίησε,

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 3. Τεταρτη

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

30 ΜΑΡΤΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Δʹ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. Ἰωάννου ὁσίου τοῦ συγγραφέως τῆς Κλίμακος. Ἦχος βαρύς. Ἑωθινὸν Ζʹ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

Στίχους ι' καὶ ψάλλοµεν Στιχηρὰ Ἀναστάσιµα τῆς Ὀκτωήχου ς', καὶ τὰ παρόντα τοῦ τιµίου Σταυροῦ, Προσόµοια δ'. Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν ἀληθῶς ΤΟ Α

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

1st and 2nd Person Personal Pronouns

10 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γρηγορίου Ἐπισκόπου Νύσσης ( 395) καὶ Δομετιανοῦ

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

(Κεφ. Γ', 1-19) Υἱέ, ἐµῶν νόµων µὴ ἐπιλανθάνου, τὰ δὲ ῥήµατά µου τηρείτω σῇ καρδίᾳ µῆκος γὰρ βίου, καὶ ἔτη ζωῆς, καὶ εἰρήνην προσθήσουσί σοι. Ἐλεηµοσύ

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ)

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7

20 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ Εὐσταθίου μεγαλομάρτυρος καὶ τῆς συνοδείας αὐτοῦ ( 118). Ἱλαρίωνος Κρητὸς νεομάρτυρος

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

Πῶς σὺ Ιουδαῖος ὢν παρ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος οὔσης;

26 ΙΟΥΛΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

ΔΕΥΤΕΡΑ 14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680).

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 5. Παρασκευησ

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

14 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορός Δόξα Πατρί...

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ.

ΟΡΘΡΟΣ ΤΕΤΑΡΤΗΣ ΠΡΟ ΤΗΣ ΟΡΘΔΟΔΟΞΙΑΣ ΗΧΟΣ ΠΛ. Δ

+ΚΥΡΙΑΚΗ ΙΓ ΜΑΤΘΑΙΟΥ +Μμήμη τῶμ Ἁγίωμ Μαρτύρωμ Ἀδριαμοῦ καὶ Ναταλίας.

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

2 ΑΠΡΙΛΙΟΤ ΚΤΡΙΑΚΗ Ε ΝΗΣΕΙΩΝ

+ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

3 ΑΥΓΟΥΣΤΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ. Ἰσαακίου, Δαλμάτου καὶ Φαύστου ὁσίων. Ηχος βαρύς ἑωθινὸν η.

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Τῼ ΣΑΒΒΑΤῼ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

16 ΔΕΚΕΜΒΡΙΟΥ Ηχος δ, ἑωθιμὸμ Ζ.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις. Ὅτι πρέπει σοι πᾶσα δόξα. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις. Ἦχος α.

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

18 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

21 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ. (Η ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ)

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

καταλήξεις ασυναίρετων της β' κλίσης Ενικός ον. γεν. δοτ. αιτ. κλ. -ον -ου -ῳ -ον -ον -ος -ου -ῳ -ον -ε Πληθυντικός -οι -ων -οις -ους -οι

Εισαγωγή στη Φιλοσοφία

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

14 ΝΟΕΜΒΡΙΟΥ Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΑΡΑΣΚΕΥῌ ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Τῼ ΣΑΒΒΑΤῼ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

3 ΦΕΒΡΟΥΑΡΙΟΥ Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. ὁ β χορὸς

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

Transcript:

Τῌ ΤΡΙΤῌ ΤΗΣ Γ' ΕΒ ΟΜΑ ΟΣ ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Στιχηρὰ Ἦχος γ' Ἔστησαν τὰ τριάκοντα ΤΟ ΑΚΟΥΤΕ Κύριε ὁ Σταυρῷ κτείνας τὸν δόλιον, τῆς αὐτοῦ ῥῦσαί µε ἀπάτης, τὸν ἁµαρτάνοντα καὶ ἐξαπατώµενον, καὶ Νηστείᾳ ἐκκαθάρας µε, δίδου µοι τὰ σὰ θελήµατα τελεῖν, ὅπως βλέψω έσποτα, γεγηθὼς τὰ σεπτὰ Παθήµατά σου. Τέτρωµαι, ἡδονῆς ῥοµφαίᾳ Κύριε, καὶ δεινῶς ὅλως ἐνεκρώθην, ἴασαι, ζώωσον τὴν ταπεινήν µου ψυχήν, ὁ τῇ λόγχῃ τρωθεὶς έσποτα, καὶ τοὺς τετρωµένους βέλει τοῦ ἐχθροῦ, ὡς Σωτὴρ ἰασάµενος, καὶ σεπτῶν σου Παθῶν κοινωνὸν ἀνάδειξόν µε. Ἕτερον Ποίηµα Θεοδώρου Ἦχος β' Σταυρωθήτω ἔκραζον ΤΟ ΑΚΟΥΤΕ Τῇ Νηστείᾳ Κύριε, τὰς ψυχὰς φωτισθέντες, καταξιωθῶµεν, τὸν Σταυρόν σου ἀκατακρίτως ἰδεῖν ἐν χαρᾷ, καὶ προσκυνῆσαι φοβερῶς διαλάµπει γὰρ αὐτός, Πάθη τὰ σὰ τὰ ἑκούσια, ἃ εὐδόκησον φθάσαι, ἡµᾶς ὡς φιλάνθρωπος. Καὶ τοῦ Μηναίου, Προσόµοια γ' Προκείµενον Ἦχος γ' Ψαλµὸς µζ' Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα. Στίχ. Ἐν πόλει τοῦ Θεοῦ ἡµῶν ἐν ὄρει ἁγίῳ αὐτοῦ. Γενέσεως τὸ Ἀνάγνωσµα (Κεφ. Ζ', 1-5) Εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε Εἴσελθε σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτόν, ὅτι σὲ εἶδον δίκαιον ἐναντίον µου, ἐν τῇ γενεᾷ ταύτῃ. Ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν, εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτά, ἄρσεν καὶ θῆλυ, καὶ ἀπὸ τῶν κτηνῶν τῶν µὴ καθαρῶν, δύο δύο, ἄρσεν καὶ θῆλυ. Καὶ ἀπὸ τῶν πετεινῶν τοῦ οὐρανοῦ τῶν καθαρῶν, ἑπτὰ ἑπτά, ἄρσεν καὶ θῆλυ, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν µὴ καθαρῶν, δύο δύο, ἄρσεν καὶ θῆλυ, διαθρέψαι σπέρµα ἐπὶ πᾶσαν τὴν γῆν. Ἔτι γὰρ ἡµερῶν ἑπτά, ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν, τεσσαράκοντα ἡµέρας. Καὶ τεσσαράκοντα νύκτας, καὶ ἐξαλείψω πᾶν τὸ ἀνάστηµα, ὃ ἐποίησα, ἀπὸ προσώπου πάσης τῆς γῆς. Καὶ ἐποίησε Νῶε πάντα, ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός. Προκείµενον Ἦχος β' Ψαλµὸς µὴ' Τὸ στόµα µου λαλήσει σοφίαν. Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη. Παροιµιῶν τὸ Ἀνάγνωσµα (Κεφ. Η', 32 - Θ', 18) Υἱέ, ἄκουέ µου, καὶ µακάριοι, οἳ ὁδούς µου φυλάξουσιν. Ἀκούσατε σοφίαν, καὶ σοφίσθητε, καὶ µὴ ἀποφραγῆτε. Μακάριος ἀνήρ, ὃς εἰσακούσεταί µου, καὶ ἄνθρωπος, ὃς τὰς ἐµὰς ὁδοὺς φυλάξει, ἀγρυπνῶν ἐπ' ἐµαῖς θύραις καθ' ἡµέραν, τηρῶν σταθµοὺς ἐµῶν εἰσόδων αἱ γὰρ ἔξοδοί µου, ἔξοδοι ζωῆς, καὶ ἑτοιµάζεται θέλησις παρὰ Κυρίου. Οἱ δὲ ἁµαρτάνοντες εἰς ἐµέ, ἀσεβοῦσιν εἰς τὰς ἑαυτῶν ψυχάς, καὶ οἱ µισοῦντές µε, ἀγαπῶσι θάνατον. Ἡ σοφία ᾠκοδόµησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύµατα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιµάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα µετὰ ὑψηλοῦ κηρύγµατος, ἐπὶ κρατῆρα, λέγουσα Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός µε, καὶ τοῖς ἐνδεέσι φρενῶν, εἶπεν Ἔλθετε, φάγετε τῶν ἐµῶν ἄρτων, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑµῖν. Ἀπολείπετε ἀφροσύνην, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε, καὶ ζητήσατε φρόνησιν, καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιµίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ, µωµήσεται ἑαυτόν οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, µώλωπες αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα µὴ µισήσωσί σε, ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε, δίδου σοφῷ ἀφορµήν, καὶ σοφώτερος ἔσται, γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις, τὸ δὲ γνῶναι νόµον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον,

καὶ προστεθήσεταί σοι ἔτη ζωῆς. Ἀπόστιχα Ἰδιόµελον Ἦχος β' Πατέρα σε τὸν Κτίστην, ἐπιγράφεσθαι τολµῶ Κύριε, ζῷον ὑπάρχων γηγενές, τῆς σῆς µετέχων εἰκόνος, κἂν τῆς υἱοθεσίας διήµαρτον, ἀσώτως βιώσας, καὶ τῇ λήθῃ τῶν σῶν δωρεῶν, ἐκδαπανήσας τὴν περιουσίαν. Μὴ οὖν ἀποκηρύξῃς µε, ὁ τὸν σὸν εὐδοκήσας Υἱὸν µονογενῆ, Σταυρὸν ὑπὲρ ἐµοῦ σαρκί, καὶ θάνατον ὑποµεῖναι, ἀλλὰ βελτιώσας, οἰκείωσον σαυτῷ Φιλάνθρωπε. ( ίς) Μαρτυρικὸν Χοροὶ Μαρτύρων ἀντέστησαν, τοῖς Τυράννοις λέγοντες Ἡµεῖς στρατευόµεθα τῷ Βασιλεῖ τῶν υνάµεων, εἰ καὶ πυρί, καὶ βασάνοις παραδώσετε ἡµᾶς, οὐκ ἀρνούµεθα τῆς Τριάδος τὴν δύναµιν. Ὅτε ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ Ὅτε σε ὁ ἄνοµος λαός, Σῶτερ τὴν ζωὴν τῶν ἁπάντων, ξύλῳ ἀνήρτησε, τότε καὶ ἡ πάναγνος, ἁγνὴ καὶ Μήτηρ σου, παρεστῶσα ὠδύρετο, ὁλοφυροµένη Τέκνον µου γλυκύτατον, φῶς τῶν ἐµῶν ὀφθαλµῶν, οἴµοι! πῶς κακούργων ἐν µέσῳ ξύλῳ προσπαγῆναι ἠνέσχου, ὁ τὴν γῆν κρεµάσας ἐν τοῖς ὕδασι; Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ Γ' ΕΒ ΟΜΑ ΟΣ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν β' Στιχολογίαν Καθίσµατα Ἦχος γ' Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ Ξύλῳ ἐµάρανας, τὴν φλόγα έσποτα, τῆς παραβάσεως, Σταυρῷ ὑψούµενος καὶ ἀπενέκρωσας ἐχθρόν, νεκρούµενος θελήµατι ὅθεν ἱκετεύω σε, τῆς σαρκός µου θελήµατα, νέκρωσον καὶ ζώωσον, τὴν ἀθλίαν καρδίαν µου, νηστείᾳ παθοκτόνῳ καθάρας µε πάσης κηλῖδος ὡς εὔσπλαγχνος. Τὸν ἐπονείδιστον, οἰκτίρµον θάνατον, διὰ σταυρώσεως, ἑκὼν ὑπέµεινας, ὃν ἡ τεκοῦσά σε Χριστέ, ὁρῶσα ἐτιτρώσκετο σπλάγχνα κοπτοµένη γάρ, µητρικῶς ἐπωδύρετο, ἧς ταῖς παρακλήσεσι, διὰ σπλάγχνα ἐλέους σου, οἰκτείρησον καὶ σῶσον τὸν Κόσµον, ὁ αἴρων τὴν τούτου ἁµαρτίαν. Μετὰ τὴν γ' Στιχολογίαν Κάθισµα Ἦχος β' Ἀναστὰς ἐκ τοῦ µνήµατος ΤΟ ΑΚΟΥΤΕ Τὴν φαιδρὰν διανύοντες, τῶν Νηστειῶν εὐωχίαν βοῶµεν Ἅπαντας διατήρησον ἐν εἰρήνῃ Κύριε, πάσης τῆς µηχανίας τοῦ ἐχθροῦ ῥυσάµενος, καὶ ἀξίωσον ἡµᾶς ὡς ὑπεράγαθος, τὸν Σταυρόν σου τὸν σεπτόν, φόβῳ ἀσπάσασθαι, ὁ δι' αὐτοῦ τὰ ἐλέη σου, παρέχων τῇ οἰκουµένῃ, µόνε Πολυέλεε. Εὐσπλαγχνίας ΤΟ ΑΚΟΥΤΕ Ἡ Παρθένος καὶ Μήτηρ σου Χριστέ, ἐπὶ ξύλου ὁρῶσά σε νεκρόν, ἡπλωµένον, κλαίουσα πικρῶς, βοῶσα ἔλεγε τί τὸ φοβερὸν τοῦτο µυστήριον; ὁ πᾶσι δωρούµενος ζωήν τὴν αἰώνιον, ἑκουσίως ἐν σταυρῷ πῶς θνῄσκεις, θάνατον ἐπονείδιστον. ᾨδὴ γ' Ἦχος γ' Τὸ στερέωµα ΤΟ ΑΚΟΥΤΕ Συσταυρούµενοι, τῷ δι' ἡµᾶς σταυρωθέντι, νεκρώσωµεν ἅπαντα, σαρκὸς τὰ µέλη ἐν νηστείαις καὶ εὐχαῖς καὶ δεήσεσιν. Ὁ τὴν ἄκανθαν, τῆς ἁµαρτίας ἐκτείλας, σταυρώσει σου Κύριε, τοὺς ἀκανθώδεις, λογισµοὺς τῆς διανοίας µου ἔκτιλον. Καθοπλίσαντες, τὰς διανοίας νηστείᾳ τρεψώµεθα ἔκφυλα αιµόνων στίφη, τῇ δυνάµει τοῦ Σταυροῦ τειχιζόµενοι.

Σωµατούµενος ἐκ σοῦ προῆλθεν ὁ Λόγος, τὴν ἔκπτωσιν Ἄχραντε, τῶν Προπατόρων, διὰ σπλάγχνα οἰκτιρµῶν διορθούµενος. Ἕτερον Ποίηµα τοῦ κυρίου Θεοδώρου Ἦχος β' Στερέωσον ἡµᾶς ΤΟ ΑΚΟΥΤΕ Ὁ σὸς ζωοποιὸς Σταυρὸς Κύριε, σφραγίς µοι ὑπάρχεις εἰς σωτηρίαν ἐν αὐτῷ γὰρ τὸν ἀντίπαλον καταργῶν ἀνυµνῶ σε ὡς Θεὸν δυνατόν. Τὸ ξύλον τοῦ Σταυροῦ καρπὸν ἤνεγκε, τῷ Κόσµῷ ζωώσεως ἀϊδίου, οὗ ἡµεῖς ἀπογευόµενοι, ἐκ θανάτου Χριστὲ ἀπολυτρούµεθα. όξα... Τὰ τρία τῆς µιᾶς µορφῆς πρόσωπα δοξάζω Πατέρα, Υἱόν, καὶ Πνεῦµα, Ἓν τὸ κράτος τῆς Θεότητος βασιλεύει γάρ, καὶ µοναρχεῖ ὡς Θεός. Καὶ νῦν... Ὁ τόκος σου σεµνὴ φρικτὸς πέφυκε Θεὸς γὰρ ὑπάρχει ἐνανθρωπήσας, ὁ ἀνάρχως ἐκ Πατρὸς γεννηθείς, καὶ ἐκ σοῦ ἐπ' ἐσχάτων πλὴν ἀνδρὸς κυηθείς. Ἡ χάρις τοῦ Σταυροῦ προεκλάµπουσα, τῷ Κόσµῳ πρὸς τὰ θεῖά σου Οἰκτίρµον, συγκαλεῖται Πάθη πάντας ἡµᾶς, ἃ πιστῶς προσκυνῆσαι καταξίωσον. Ὁ Εἱρµὸς ΤΟ ΑΚΟΥΤΕ «Στερέωσον ἡµᾶς ἐν σοὶ Κύριε ὁ ξύλῳ νεκρώσας τὴν ἁµαρτίαν, καὶ τὸν φόβον σου ἐµφύτευσον εἰς τὰς καρδίας ἡµῶν τῶν ὑµνούντων σε». ᾨδὴ η' Ἀστέκτῳ πυρὶ ἑνωθέντες ΤΟ ΑΚΟΥΤΕ Σταυρῷ τὰς ἀρχὰς θριαµβεύσας, καὶ τὰς ἐξουσίας τοῦ σκότους Φωτοδότα, ὅταν ἔλθῃς µετ' ἐξουσίας, κρῖναι Κόσµον ἅπαντα, µὴ τὰ ἐµά, Λόγε θριαµβεύσῃς κρύφια, ἵνα τὴν πολλήν σου, δοξάζω εὐσπλαγχνίαν. Κριτὸς ὁ κριτὴς πρὸ βηµάτων, ἔστης κατακρίνων τὴν ἔχθραν τῷ Σταυρῷ σου, µακρόθυµε ικαιοκρίτα διὸ κατακρίσεως αἰωνίου ῥῦσαι, τοὺς φόβῳ κραυγάζοντας, καὶ ὑπερυψοῦντας τὴν σὴν φιλανθρωπίαν. Νηστείας πυρὶ στοµωθέντες, Παῖδες εὐσεβεῖς, τὴν ἐπηρµένην πάλαι φλόγα, θείᾳ δρόσῳ ἔσβεσαν ὄντως, καὶ ἡµεῖς νηστεύοντες τὰς καµίνους πάντων, παθῶν κατασβέσωµεν, ὅπως τῆς γεέννης ἐκφύγωµεν τὴν φλόγα. Ἐκ σοῦ τοῦ Θεοῦ ἡ σοφία, οἶκον ἑαυτῇ δοµησαµένη ἐσαρκώθη ἀπορρήτῳ συγκαταβάσει, Κόρη ἀπειρόγαµε σὺ γὰρ µόνη, πασῶν γενεῶν ἐκλέλεξαι, ἄφθορος ἀφθάρτου εἰς κατοικίαν Λόγου. Εἱρµὸς ἄλλος Τὸν ἐν τῇ βάτῳ Μωσεῖ ΤΟ ΑΚΟΥΤΕ Ὁ φέρων λόγῳ τὸ πᾶν, δι' ἐµὲ πάντα φέρεις, ῥαπισµοὺς ἐµπτυσµούς τε, καὶ τὴν σταύρωσιν Χριστέ, αἰνῶ τὰ µεγαλεῖα, τῆς σῆς φιλανθρωπίας, εἰς πάντας τοὺς αἰῶνας. Θύῃ Χριστὲ ὡς ἀµνός, λογχευθεὶς τὴν πλευράν σου, ἵνα µε τὸ πρόβατον σώσῃς, τὸ ἀπολωλός, ἐκ θήρας διαβόλου, καὶ τῇ καλῇ σου µάνδρᾳ, συντάξῃς εἰς αἰῶνας. Εὐλογοῦµεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦµα Θεότης µία Τριάς, ἡ ἀµέριστος φύσις µεριστὴ δὲ προσώποις, τὸ ἀΐδιον κράτος, Πάτερ, Υἱέ, καὶ Πνεῦµα, σὲ ἀνυµνολογοῦµεν, εἰς πάντας τοὺς αἰῶνας. Καὶ νῦν... Θεοκυῆτορ Ἁγνή, ἡ οὐράνιος πύλη, ἡ σωτήριος θύρα, πάντων τῶν Χριστιανῶν, τὴν δέησιν προσδέχου, τῶν σὲ µακαριζόντων, εἰς πάντας τοὺς αἰῶνας. Ἐν τῷ Σταυρῷ σου Χριστέ, Ἱερεῖς ἐγκαυχῶνται, Βασιλεῖς κραταιοῦνται, πᾶς φωτίζεται πιστός, ἀξίωσόν µε τοῦτον, ἰδεῖν καὶ προσκυνῆσαι καὶ ἆσαι εἰς αἰῶνας. Αἰνοῦµεν, εὐλογοῦµεν, καὶ προσκυνοῦµεν τὸν Κύριον

Ὁ Εἱρµὸς ΤΟ ΑΚΟΥΤΕ «Τὸν ἐν τῇ βάτῳ Μωσεῖ, τῆς Παρθένου τὸ θαῦµα, ἐν Σιναίῳ τῷ ὄρει, προτυπώσαντά ποτε, ὑµνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». ᾨδὴ θ' Ἐν νόµῳ σκιᾷ καὶ γράµµατι ΤΟ ΑΚΟΥΤΕ Τὸν ὄφιν Μωσῆς ἐν ξύλῳ ἀνυψῶν, σὲ προετύπου Χριστέ, Σταυρῷ ἐθελουσίως ὑψωθέντα,, καὶ τοῦ πονηροῦ τὴν ἰοβόλον κακίαν, ἀπορραπίσαντα, πρὸς σεαυτὸν δὲ τούς βροτούς, ἀνελκύσαντα φιλάνθρωπε. Πυρί µε τοῦ σοῦ καθάρισον φόβου, ἀνάπτων µου τῇ ψυχῇ, τὴν θείαν σου ἀγάπην, καὶ Σταυρῷ τειχίζων µε τῷ σῷ, ἣν ἐξηπάτησε δόλῳ, ὁ παλαιὸς πτερνιστής, ταῖς ἡδοναῖς ἀµαυρώσας, τὴν ἐµὴν Χριστὲ διάνοιαν. Αἰσχρῶν λογισµῶν, καὶ πράξεων φαύλων, νηστεύσωµεν ἀδελφοί, ἁγνίσωµεν καρδίας, πτερωθῶµεν θείαις ἀρεταῖς, καὶ χαµαιζήλου κακίας, ὁρµὰς ἐκκλίνωµεν, ἵνα τὸ Πάσχα τὸ µέγα, λαµπροφόροι θεασώµεθα. Ἐκ σοῦ τὴν ἡµῶν, πτωχείαν Παρθένε, θέλων ἐφόρεσεν ὁ πλούσιος τῇ φύσει, ὁρατὸς δὲ γέγονεν ἡµῖν, ὁ ἀοράτως τοῖς ἄνω χοροῖς ὑµνούµενος, τὴν συντριβεῖσαν εἰκόνα, ἀναπλάττων ἀγαθότητι. Εἱρµὸς ἄλλος Σὲ τὴν νοητὴν ΤΟ ΑΚΟΥΤΕ Σὲ τὸν ἐν Σταυρῷ, τὰς χεῖρας τανύσαντα, καὶ τὰ τετραπέρατα οἰκειούµενον, δι' οὗ τὴν πρὸς τὸν Πατέρα, εὕροµεν εἴσοδον, Υἱὲ Θεοῦ πάντες µεγαλύνοµεν. Σὲ ἐξ ἀκανθῶν, Χριστὲ στεφανώσαντες, οἱ ἄνοµοι ἔτυπτον, καὶ ἐσταύρωσαν, ἐν οἷς ἡ ὑπ' οὐρανὸν ἐκλονεῖτο ἅπασα, ἡµεῖς δὲ σωθέντες, σὲ µεγαλύνοµεν. όξα... Σὲ τὴν τριφεγγῆ, ἁγίαν Θεότητα, τὴν τὸ πᾶν συνέχουσαν, καὶ φυλάττουσαν ἀεί, τὸν Πατέρα, Υἱόν τε, καὶ Πνεῦµα τὸ ζῶν, ὕµνοις ἀσιγήτοις µεγαλύνοµεν. Καὶ νῦν... Σὲ τὴν φωτεινήν, νεφέλην τοῦ Πνεύµατος, ἐξ ἧς ἡµῖν ἔλαµψε φῶς τὸ ἀπρόσιτον, Χριστὸς τῆς δικαιοσύνης ὁ µέγας Ἥλιος, ὕµνοις Θεοτόκε µεγαλύνοµεν. Σὺ ἡµῶν τὸ φῶς, τὸ ἅγιον σύνθηµα, τὸ τῆς νίκης τρόπαιον, ὁ Σταυρὸς τοῦ Χριστοῦ, αὐτὸς τὴν ἐγκράτειαν ἡµῖν καταγλύκανον, καὶ σὲ προσκυνῆσαι καταξίωσον. Ὁ Εἱρµὸς ΤΟ ΑΚΟΥΤΕ «Σὲ τὴν νοητήν, καὶ ἔµψυχον κλίµακα, ἐν ᾗ ὁ Θεὸς ἡµῶν ἐπεστήρικτο, δι' οὗ τὴν πρὸς οὐρανὸν εὕροµεν ἄνοδον, ὕµνοις ἀσιγήτοις µεγαλύνοµεν». Ἀπόστιχα τῶν Αἴνων Ἰδιόµελον Ἦχος β' Ἐν τιµῇ ὢν υἱότητος, Πατρὸς ἀγαθοῦ, ὁ ἄνους ἐγὼ οὐ συνῆκα, ἀλλ' ἐµαυτὸν τῆς δόξης ἐστέρησα, τὸν πλοῦτον κακῶς δαπανήσας τῆς χάριτος, λειπόµενος δὲ θείας τροφῆς, παράσιτος γέγονα µιαρῷ πολίτῃ, ὑπ' αὐτοῦ δὲ πεµφθεὶς εἰς τὸν αὐτοῦ ψυχοφθόρον ἀγρόν, ζῶν ἀσώτως συνεβοσκόµην τοῖς κτήνεσι, καὶ ταῖς ἡδοναῖς δουλεύων, οὐκ ἐνεπλησκόµην. Ἀλλ' ὑποστρέψας, βοήσω τῷ εὐσπλάγχνῳ, καὶ οἰκτίρµονι Πατρί. Εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου, ἥµαρτον, ἐλέησόν µε. ( ίς) Μαρτυρικὸν Τῶν Μαρτύρων σου τὰ πλήθη, δυσωποῦσί σε Χριστέ. Ἐλέησον ἡµᾶς ὡς φιλάνθρωπος. Ὅτε ἐκ τοῦ ξύλου Πόνους ὑποµείνασα πολλούς, ἐν τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, σταυρώσει Ἄχραντε, ἔστενες δακρύουσα, καὶ ἀνεβόας πικρῶς Οἴµοι Τέκνον γλυκύτατον! ἀδίκως πῶς πάσχεις, θέλων ἐκλυτρώσασθαι, τοὺς ἐξ Ἀδὰµ γηγενεῖς; Ὅθεν Παναγία Παρθένε, σὲ παρακαλοῦµεν ἐν πίστει, ἵλεων ἡµῖν τοῦτον ἀπέργασαι.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ Τροπάριον τῆς Προφητείας Ἦχος πλ. δ' Ὑπόστασις ἔργων, ἐν ἡµῖν οὐκ ἔστι Κύριε, ἐλεήµων ὑπάρχεις φιλάνθρωπε, τὰ ἔργα τῶν χειρῶν σου, µὴ παρίδῃς ἀναµάρτητε. όξα... Καὶ νῦν... Τὸ αὐτὸ Προκείµενον Ἦχος πλ. β' Ψαλµὸς µθ' Θύσον τῷ Θεῷ θυσίαν αἰνέσεως. Στίχ. Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Προφητείας Ἡσαϊου τὸ Ἀνάγνωσµα (Κεφ. Ι', 12-20) Ἔσται, ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιών, καὶ ἐν Ἱερουσαλήµ, ἐπισκέψοµαι ἐπὶ τὸν νοῦν τὸν µέγαν, ἐπὶ τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλµῶν αὐτοῦ. Εἶπε γάρ Ἐν τῇ ἰσχύϊ ποιήσω, καὶ ἐν τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνοµεύσω, καὶ σείσω πόλεις κατοικουµένας, καὶ τὴν Οἰκουµένην ὅλην καταλήψοµαι τῇ χειρὶ ὡς νοσσιάν, καὶ ὡς καταλελειµµένα ᾠὰ ἀρῶ, καὶ οὐκ ἔστιν, ὃς διαφεύξεταί µε, ἢ ἀντείπῃ µοι. Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν, ὡς ἄν τις ἄρῃ ῥάβδον ἢ ξύλον, καὶ οὐχ οὕτως, ἀλλὰ ἀποστελεῖ Κύριος Σαβαὼθ εἰς τὴν σὴν τιµήν, ἀτιµίαν, καὶ εἰς τὴν σὴν δόξαν, πῦρ καιόµενον καυθήσεται. Καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ, καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιοµένῳ, καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην. τῇ ἡµέρᾳ ἐκείνῃ ἀποσβεσθήσονται τὰ ὄρη, καὶ οἱ βουνοί, καὶ οἱ δρυµοί, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν, καὶ ἔσται ὁ φεύγων, ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιοµένης, καὶ οἱ καταλειφθέντες ἀπ' αὐτῶν, ἀριθµὸς ἔσονται, καὶ παιδίον γράψει αὐτούς. Καὶ ἔσται ἐν τῇ ἡµέρᾳ ἐκείνῃ, οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ἰσραήλ, καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι µὴ πεποιθότες ὧσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ἀλλ' ἔσονται πεποιθότες ἐπὶ τὸν Θεόν, τὸν Ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ. Προκείµενον Ἦχος πλ. β' Ψαλµὸς ν' Ἐλέησόν µε ὁ Θεός, κατὰ τὸ µέγα ἔλεός σου. Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐµοί, ὁ Θεός.