MOSCOU EURWPH Εὐρώπ ῃ ποτ ὲ Κύπρις ἐπ ὶ γλυκὺν ἧκεν ὄνειρον, νυκτὸς ὅτε τρίτατον λάχος ἵσταται ἐγγύθι δ' ἠώς, ὕπνος ὅτε γλυκίων μέλιτος βλεφάροισιν ἐφίζων λυσιμελὴς πεδά ᾳ μαλακ ῷ κατ ὰ φάεα δεσμ ῷ, 5 εὖτε κα ὶ ἀτρεκέων ποιμαίνεται ἔθνος ὀνείρων. τῆμος ὑπωροφίοισιν ἐν ὶ κνώσσουσα δόμοισι Φοίνικος θυγάτηρ ἔτι παρθένος Εὐρώπεια ὠίσατ' ἠπείρους δοιὰς περ ὶ εἷο μάχεσθαι, Ἀσίδα τ' ἀντιπέρην τε φυὴν δ' ἔχον οἷα γυναῖκες. 10 τῶν δ' ἣ μὲν ξείνης μορφὴν ἔχεν, ἣ δ' ἄρ' ἐῴκει ἐνδαπί ῃ, κα ὶ μᾶλλον ἑῆς περιίσχετο κούρης, φάσκεν δ' ὥς μιν ἔτικτε κα ὶ ὡς ἀτίτηλέ μιν αὐτή. ἡ δ' ἑτέρη κρατερῇσι βιωομένη παλάμῃσιν εἴρυεν οὐκ ἀέκουσαν, ἐπε ὶ φάτο μόρσιμον εἷο 15 ἐκ Διὸς αἰγιόχου γέρας ἔμμεναι Εὐρώπειαν. ἣ δ' ἀπ ὸ μὲν στρωτῶν λεχέων θόρε δειμαίνουσα, παλλομένη κραδίην τ ὸ γὰρ ὡς ὕπαρ εἶδεν ὄνειρον. ἑζομένη δ' ἐπ ὶ δηρὸν ἀκὴν ἔχεν, ἀμφοτέρας δέ εἰσέτι πεπταμένοισιν ἐν ὄμμασιν εἶχε γυναῖκας. 20 ὀψ ὲ δ ὲ δειμαλέην ἀνενείκατο παρθένος αὐδήν τίς μοι τοιάδε φάσματ' ἐπουρανίων προΐηλεν; ποῖοί με στρωτῶν λεχέων ὕπερ ἐν θαλάμοισιν ἡδ ὺ μάλα κνώσσουσαν ἀνεπτοίησαν ὄνειροι; τίς δ' ἦν ἡ ξείνη τὴν εἴσιδον ὑπνώουσα; 25 ὥς μ' ἔλαβε κραδίην κείνης πόθος, ὥς με κα ὶ αὐτή ἀσπασίως ὑπέδεκτο κα ὶ ὡς σφετέρην ἴδε παῖδα. ἀλλά μοι εἰς ἀγαθὸν μάκαρες κρήνειαν ὄνειρον. Ὣς εἰποῦσ' ἀνόρουσε, φίλας δ' ἐπεδίζεθ' ἑταίρας ἥλικας οἰέτεας θυμήρεας εὐπατερείας 30 τῇσιν ἀε ὶ συνάθυρεν ὅτ' ἐς χορὸν ἐντύνοιτο
ἢ ὅτε φαιδρύνοιτο χρόα προχοῇσιν ἀναύρων ἢ ὁπότ' ἐκ λειμῶνος ἐύπνοα λείρι' ἀμέργοι. α ἳ δέ ο ἱ αἶψα φάανθεν, ἔχον δ' ἐν χερσὶν ἑκάστη ἀνθοδόκον τάλαρον ποτ ὶ δ ὲ λειμῶνας ἔβαινον 35 ἀγχιάλους, ὅθι τ' αἰὲν ὁμιλαδὸν ἠγερέθοντο τερπόμεναι ῥοδέ ῃ τε φυ ῇ κα ὶ κύματος ἠχ ῇ. αὐτ ὴ δ ὲ χρύσεον τάλαρον φέρεν Εὐρώπεια θηητόν, μέγα θαῦμα, μέγαν πόνον Ἡφαίστοιο ὃν Λιβύ ῃ πόρε δῶρον ὅτ' ἐς λέχος Ἐννοσιγαίου 40 ἤιεν ἣ δ ὲ πόρεν περικαλλέι Τηλεφαάσσ ῃ, ἥτε ο ἱ αἵματος ἔσκεν ἀνύμφ ῳ δ' Εὐρωπεί ῃ μήτηρ Τηλεφάασσα περικλυτὸν ὤπασε δῶρον. ἐν τ ῷ δαίδαλα πολλ ὰ τετεύχατο μαρμαίροντα ἐν μὲν ἔην χρυσοῖο τετυγμένη Ἰναχὶς Ἰώ 45 εἰσέτι πόρτις ἐοῦσα, φυὴν δ' οὐκ εἶχε γυναίην. φοιταλέη δ ὲ πόδεσσιν ἐφ' ἁλμυρ ὰ βαῖνε κέλευθα νηχομέν ῃ ἰκέλη, κυάνου δ' ἐτέτυκτο θάλασσα δοιο ῦ δ' ἕστασαν ὑψο ῦ ἐπ' ὀφρύσιν αἰγιαλοῖο φῶτες ἀολλήδην θηεῦντο δ ὲ ποντοπόρον βοῦν. 50 ἐν δ' ἦν Ζεὺς Κρονίδης ἐπαφώμενος ἠρέμα χερσί πόρτιος Ἰναχίης τήν θ' ἑπταπόρ ῳ παρ ὰ Νείλ ῳ ἐκ βοὸς εὐκεράοιο πάλιν μετάμειβε γυναῖκα. ἀργύρεος μὲν ἔην Νείλου ῥόος, ἡ δ' ἄρα πόρτις χαλκείη, χρυσο ῦ δ ὲ τετυγμένος αὐτὸς ἔην Ζεύς. 55 ἀμφ ὶ δ ὲ δινήεντος ὑπ ὸ στεφάνην ταλάροιο Ἑρμείης ἤσκητο, πέλας δέ ο ἱ ἐκτετάνυστο Ἄργος ἀκοιμήτοισι κεκασμένος ὀφθαλμοῖσι. τοῖο δ ὲ φοινήεντος ἀφ' αἵματος ἐξανέτελλεν ὄρνις ἀγαλλόμενος πτερύγων πολυανθέι χροι ῇ, 60 τὰς ὅ γ' ἀναπλώσας ὡσεί τέ τις ὠκύαλος νηῦς χρυσείου ταλάροιο περίσκεπε χείλεα ταρσοῖς. τοῖος ἔην τάλαρος περικαλλέος Εὐρωπείης. Α ἳ δ' ἐπε ὶ οὖν λειμῶνας ἐς ἀνθεμόεντας ἵκανον,
ἄλλη ἐπ' ἀλλοίοισι τότ' ἄνθεσι θυμὸν ἔτερπον. 65 τῶν ἣ μὲν νάρκισσον ἐύπνοον, ἣ δ' ὑάκινθον, ἣ δ' ἴον, ἣ δ' ἕρπυλλον ἀπαίνυτο πολλ ὰ δ' ἔραζε λειμώνων ἐαροτρεφέων θαλέθεσκε πέτηλα. α ἳ δ' αὖτε ξανθοῖο κρόκου θυόεσσαν ἔθειραν δρέπτον ἐριδμαίνουσαι ἀτὰρ μέσσῃσιν ἄνασσα 70 ἀγλαΐην πυρσοῖο ῥόδου χείρεσσι λέγουσα οἷά περ ἐν Χαρίτεσσι διέπρεπεν Ἀφρογένεια. Ο ὐ μὲν δηρὸν ἔμελλεν ἐπ' ἄνθεσι θυμὸν ἰαίνειν, οὐδ' ἄρα παρθενίην μίτρην ἄχραντον ἔρυσθαι. ἦ γὰρ δ ὴ Κρονίδης ὥς μιν φράσαθ' ὣς ἐόλητο 75 θυμὸν ἀνωίστοισιν ὑποδμηθεὶς βελέεσσι Κύπριδος, ἣ μούνη δύναται κα ὶ Ζῆνα δαμάσσαι. δ ὴ γὰρ ἀλευόμενός τε χόλον ζηλήμονος Ἥρης παρθενικῆς τ' ἐθέλων ἀταλὸν νόον ἐξαπατῆσαι κρύψε θεὸν κα ὶ τρέψε δέμας κα ὶ γείνετο ταῦρος, 80 οὐχ οἷος σταθμοῖς ἐνιφέρβεται, οὐδ ὲ μὲν οἷος ὦλκα διατμήγει σύρων εὐκαμπὲς ἄροτρον, οὐδ' οἷος ποίμνῃς ἔπι βόσκεται, οὐδ ὲ μὲν οἷος ὅστις ὑποδμηθεὶς ἐρύει πολύφορτον ἀπήνην. το ῦ δή τοι τ ὸ μὲν ἄλλο δέμας ξανθόχροον ἔσκε, 85 κύκλος δ' ἀργύφεος μέσσ ῳ μάρμαιρε μετώπ ῳ, ὄσσε δ' ὑπογλαύσσεσκε κα ὶ ἵμερον ἀστράπτεσκεν. ἶσά τ' ἐπ' ἀλλήλοισι κέρα ἀνέτελλε καρήνου ἄντυγος ἡμιτόμου κεραῆς ἅτε κύκλα σελήνης. ἤλυθε δ' ἐς λειμῶνα κα ὶ οὐκ ἐφόβησε φαανθείς 90 παρθενικάς, πάσῃσι δ' ἔρως γένετ' ἐγγὺς ἱκέσθαι ψαῦσαί θ' ἱμερτοῖο βοὸς το ῦ τ' ἄμβροτος ὀδμή τηλόθι κα ὶ λειμῶνος ἐκαίνυτο λαρὸν ἀυτμήν. στ ῆ δ ὲ ποδῶν προπάροιθεν ἀμύμονος Εὐρωπείης καί ο ἱ λιχμάζεσκε δέρην, κατέθελγε δ ὲ κούρην. 95 ἣ δέ μιν ἀμφαφάασκε κα ὶ ἠρέμα χείρεσιν ἀφρόν πολλὸν ἀπ ὸ στομάτων ἀπομόργνυτο κα ὶ κύσε ταῦρον.
αὐτὰρ ὃ μειλίχιον μυκήσατο φαῖό κεν αὐλο ῦ Μυγδονίου γλυκὺν ἦχον ἀνηπύοντος ἀκούειν ὤκλασε δ ὲ πρ ὸ ποδοῖιν ἐδέρκετο δ' Εὐρώπειαν 100 αὐχέν' ἐπιστρέψας καί ο ἱ πλατ ὺ δείκνυε νῶτον. ἣ δ ὲ βαθυπλοκάμοισι μετέννεπε παρθενικῇσι δεῦθ', ἑτάραι φίλιαι κα ὶ ὁμήλικες, ὄφρ' ἐπ ὶ τῷδε ἑζόμεναι ταύρ ῳ τερπώμεθα δ ὴ γὰρ ἁπάσας νῶτον ὑποστορέσας ἀναδέξεται οἷά τ' ἐνηής 105 πρηύς τ' εἰσιδέειν κα ὶ μείλιχος οὐδέ τι ταύροις ἄλλοισι προσέοικε, νόος δέ ο ἱ ἠύτε φωτός αἴσιμος ἀμφιθέει, μούνης δ' ἐπιδεύεται αὐδῆς. Ὣς φαμένη νώτοισιν ἐφίζανε μειδιόωσα, α ἱ δ' ἄλλαι μέλλεσκον, ἄφαρ δ' ἀνεπήλατο ταῦρος, 110 ἣν θέλεν ἁρπάξας, ὠκὺς δ' ἐπ ὶ πόντον ἵκανεν. ἣ δ ὲ μεταστρεφθεῖσα φίλας καλέεσκεν ἑταίρας χεῖρας ὀρεγνυμένη, τα ὶ δ' οὐκ ἐδύναντο κιχάνειν. ἀκτάων δ' ἐπιβὰς πρόσσω θέεν ἠύτε δελφίς, χηλαῖς ἀβρεκτοῖσιν ἐπ' εὐρέα κύματα βαίνων. 115 ἡ δ ὲ τότ' ἐρχομένοιο γαληνιάασκε θάλασσα, κήτεα δ' ἀμφὶς ἄταλλε Διὸς προπάροιθε ποδοῖιν, γηθόσυνος δ' ὑπὲρ οἶδμα κυβίστεε βυσσόθε δελφίς. Νηρεΐδες δ' ἀνέδυσαν ὑπὲξ ἁλός, α ἳ δ' ἄρα πᾶσαι κητείοις νώτοισιν ἐφήμεναι ἐ στιχόωντο. 120 κα ὶ δ' αὐτὸς βαρύδουπος ὑπεὶρ ἅλα Ἐννοσίγαιος κῦμα κατιθύνων ἁλίης ἡγεῖτο κελεύθου αὐτοκασιγνήτ ῳ το ὶ δ' ἀμφί μιν ἠγερέθοντο Τρίτωνες, πόντοιο βαρύθροοι αὐλητῆρες, κόχλοισιν ταναοῖς γάμιον μέλος ἠπύοντες. 125 ἣ δ' ἄρ' ἐφεζομένη Ζηνὸς βοέοις ἐπ ὶ νώτοις τ ῇ μὲν ἔχεν ταύρου δολιχὸν κέρας, ἐν χερ ὶ δ' ἄλλ ῃ εἴρυε πορφυρέην κόλπου πτύχα ὄφρά κε μή μιν δεύοι ἐφελκόμενον πολιῆς ἁλὸς ἄσπετον ὕδωρ. κολπώθη δ' ὤμοισι πέπλος βαθὺς Εὐρωπείης
130 ἱστίον οἷά τε νηὸς ἐλαφρίζεσκε δ ὲ κούρην. ἣ δ' ὅτε δ ὴ γαίης ἄπο πατρίδος ἦεν ἄνευθεν, φαίνετο δ' οὔτ' ἀκτή τις ἁλίρροθος οὔτ' ὄρος αἰπύ, ἀλλ' ἀὴρ μὲν ὕπερθεν ἔνερθε δ ὲ πόντος ἀπείρων, ἀμφί ἑ παπτήνασα τόσην ἀνενείκατο φωνήν 135 π ῇ με φέρεις θεόταυρε; τίς ἔπλεο; πῶς δ ὲ κέλευθα ἀργαλέ' εἰλιπόδεσσι διέρχεαι οὐδ ὲ θάλασσαν δειμαίνεις; νηυσὶν γὰρ ἐπίδρομός ἐστι θάλασσα ὠκυάλοις, ταῦροι δ' ἁλίην τρομέουσιν ἀταρπόν. ποῖον σο ὶ ποτὸν ἡδύ, τίς ἐξ ἁλὸς ἔσσετ' ἐδωδή; 140 ἦ ἄρα τις θεὸς ἐσσί; θεοῖς γ' ἐπεοικότα ῥέζεις. οὔθ' ἅλιοι δελφῖνες ἐπ ὶ χθονὸς οὔτε τι ταῦροι ἐν πόντ ῳ στιχόωσι, σ ὺ δ ὲ χθόνα κα ὶ κατ ὰ πόντον ἄτρομος ἀίσσεις, χηλα ὶ δέ τοί εἰσιν ἐρετμά. ἦ τάχα κα ὶ γλαυκῆς ὑπὲρ ἠέρος ὑψόσ' ἀερθείς 145 εἴκελος αἰψηροῖσι πετήσεαι οἰωνοῖσιν. ὤμοι ἐγ ὼ μέγα δή τι δυσάμμορος, ἥ ῥά τε δῶμα πατρὸς ἀποπρολιποῦσα κα ὶ ἑσπομένη βο ῒ τῷδε ξείνην ναυτιλίην ἐφέπω κα ὶ πλάζομαι οἴη. ἀλλ ὰ σύ μοι, μεδέων πολιῆς ἁλὸς Ἐννοσίγαιε, 150 ἵλαος ἀντιάσειας, ὃν ἔλπομαι εἰσοράασθαι τόνδε κατιθύνοντα πλόον προκέλευθον ἐμεῖο οὐκ ἀθεε ὶ γὰρ ταῦτα διέρχομαι ὑγρ ὰ κέλευθα. Ὣς φάτο τὴν δ' ὧδε προσεφώνεεν ἠύκερως βοῦς θάρσει παρθενική μ ὴ δείδιθι πόντιον οἶδμα. 155 αὐτός τοι Ζεύς εἰμι, κε ἰ ἐγγύθεν εἴδομαι εἶναι ταῦρος, ἐπε ὶ δύναμαί γε φανήμεναι ὅττι θέλοιμι. σὸς δ ὲ πόθος μ' ἀνέηκε τόσην ἅλα μετρήσασθαι ταύρ ῳ ἐειδόμενον. Κρήτη δέ σε δέξεται ἤδη ἥ μ' ἔθρεψε κα ὶ αὐτόν, ὅπ ῃ νυμφήια σεῖο 160 ἔσσεται ἐξ ἐμέθεν δ ὲ κλυτοὺς φιτύσεαι υἷας ο ἳ σκηπτοῦχοι ἅπαντες ἐπιχθονίοισιν ἔσονται. Ὣς φάτο κα ὶ τετέλεστο τά περ φάτο. φαίνετο μὲν δή
Κρήτη, Ζεὺς δ ὲ πάλιν σφετέρην ἀνελάζετο μορφήν λῦσε δέ ο ἱ μίτρην, καί ο ἱ λέχος ἔντυον Ὧραι. 165 ἡ δ ὲ πάρος κούρη Ζηνὸς γένετ' αὐτίκα νύμφη, κα ὶ Κρονίδ ῃ τέκε τέκνα κα ὶ αὐτίκα γίνετο μήτηρ. Fuentes: Bucolici Graeci, A. S. F. GOW, ed., Oxford, Clarendon Press, 1952, rep. 1969.