Ἀκολουθία Μεγαλομάρτυρος ΑΡΕΘΑ

Σχετικά έγγραφα
Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Ἀκολουθία Νεομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Πασγάνου

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ΟΚΤΩΒΡΙΟΣ 24!! ΑΓΙΑ ΜΑΡΤΥΣ ΣΕΒΑΣΤΙΑΝΗ ΑΚΟΛΟΥΘΙΑ

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἀκολουθία Μάρτυρος ΕΥΓΕΝΙΟΥ τοῦ ἐκ Τραπεζοῦντος

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

04 ΜΑΡΤΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

ΣΕΠΤΕΜΒΡΙΟΥ ΙΖ ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΚΑΙ ΚΑΛΛΙΝΙΚΩΝ ΠΑΡΘΕΝΩΝ ΠΙΣΤΕΩΣ, ΕΛΠΙΔΟΣ ΚΑΙ ΑΓΑΠΗΣ ΚΑΙ ΤΗΣ ΜΗΤΡΟΣ ΑΥΤΩΝ ΣΟΦΙΑΣ

Αγιολογία - Εορτολογία

1 1 παυλος και σιλουανος και τιμοθεος

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

Κυριακή 2 Ἰουνίου 2019.

Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

Ἕνα συγκλονιστικό περιστατικό ἀκούσαμε σήμερα

Ἀκολουθία Μάρτυρος ΕΥΛΑΛΙΑΣ τῆς ἐν Ἰσπανίᾳ

ΦΕΒΡΟΥΑΡΙΟΣ 26!! ΘΕΟΚΛΗΤΟΣ ΜΑΡΤΥΣ ΑΚΟΛΟΥΘΙΑ

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

19 ΜΑΡΤΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 8 Σεπτεμβρίου. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος β - Ἑωθινὸν ια.

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

ΣΕΠΤΕΜΒΡΙΟΣ 13!! ΣΤΡΑΤΩΝ ΜΑΡΤΥΣ ΑΚΟΛΟΥΘΙΑ

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

ΑΥΓΟΥΣΤΟΥ ΚΗ ΜΕΘΕΟΡΤΑ ΤΗΣ ΜΝΗΜΗΣ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΚΑΙ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΩΣΕΩΣ ΤΟΥ ΑΙΘΙΟΠΟΣ

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

Μητρ. Λαγκαδά: Θα πρέπει να κάνουμε βήματα «ασκήσεως» για να αλλάξει η ζωή μας

Κυριακὴ 9 Δεκεμβρίου. Ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, τῆς μητρὸς τῆς Θεοτόκου καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων. Ἦχος β. Ἑωθινόν ε.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ψαλλομένη τῇ ιδ τοῦ μηνός Φεβρουαρίου

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

ΦΕΒΡΟΥΑΡΙΟΣ 21!! ΜΑΞΙΜΙΑΝΟΣ ΡΑΒΕΝΝΗΣ ΑΚΟΛΟΥΘΙΑ

110 Ὁμιλίες πρός τιμήν τῆς Ὑπεραγίας Θεοτόκου και Ἀειπαρθένου Μαρίας

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ

Τι είναι το Άγιο Πνεύμα. Διδ. Εν. 8

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

ΔΕ 5. Ο Ευαγγελισμός της Μαρίας για τη γέννηση του Μεσσία

ΑΥΓΟΥΣΤΟΥ η ΚΥΡΙΑΚΗ ΜΗΝΟΣ. ΤΩΝ ΕΝ ΣΑΜΩ ΑΓΙΩΝ ΑΚΟΛΟΥΘΙΑ

Ἀναγνωστικό Κατήχησης

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΥΔΡΑΙΟΥ ΤΟΥ ΕΝ ΡΟΔῼ ΑΘΛΗΣΑΝΤΟΣ

1-7 Ιανουαρίου 2018 Θεός

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

Κυριακή 28 Ἰουλίου 2019.

31 Ιουλίου 6 Αυγούστου 2017 Πνεύμα

18 ΙΑΝΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακή 23 Ἰουνίου 2019.

ΙΟΥΛΙΟΣ 29!! ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΚΑΛΛΙΝΙΚΟΣ ΑΚΟΛΟΥΘΙΑ

Κυριακή 3 Μαρτίου 2019.

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

Cirillus Alexandrinus - De synagogae defectu

26 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

Ἑλληνικά Λειτουργικά Κείµενα

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Παρακλητικός Κανών εις τον Όσιον Ακάκιον του εν τη Κλιμάκι

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή

Transcript:

Ἀκολουθία Μεγαλομάρτυρος ΑΡΕΘΑ Ψαλλομένη τῇ 24 η Ὀκτωβρίου Ποίημα ἀρχιμ. Νικοδήμου Ἀεράκη ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ Ἱστῶμεν στίχους δ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α. Τῶν οὐρανίων Ταγμάτων. Τὸν ἀριστέα ἐν ὕμνοις ἀνευφημήσωμεν, Ἀρέθαν τὸν γενναίως, ἐναθλήσαντα ζήλῳ, Ἄναρχον Πατέρα καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, ὁμολογήσας τῇ φύσει ἕνα Θεόν, τὴν ἀσέβειαν κατήσχυνεν. Χαριτωθεὶς ἐν Κυρίῳ Ἀρέθα ἔνδοξε, κηρύττεις παῤῥησίᾳ, τὸν Χριστὸν ὡς Δεσπότην, Λόγον σαρκωθέντα καὶ λυτρωτήν, τῶν βροτῶν καὶ φιλάνθρωπον, τὸν διεστῶτα ἑνώσαντα ἐν Σταυρῷ, ὡς Προφῆται προεκήρυξαν. Τοῦ δυσσεβοῦς βασιλέως τὴν πλάνην ἤλεγξας, Ἀρέθα μετὰ θάῤῥους, τοὺς συνάθλους στηρίζων, θείαν Βασιλείαν ἐν οὐρανῷ, προτιμᾶν ἢ τὴν πρόσκαιρον, λόγοις ἐνθέοις προτρέπων ὡς ἀληθής, ἡγεμὼν αὐτῶν θεόσδοτος. Μεγαλομάρτυς Ἀρέθα πιστῶν τὸ καύχημα, συναθλητῶν ἡ βάσις, τῶν Μαρτύρων τὸ κλέος, πάσης Ἐκκλησίας ὁ ἑδρασμός, ὄντως πέλεις πανεύφημε, καὶ πρεσβευτὴς ἀκαταίσχυντος τῶν βροτῶν, πρὸς Τριάδα ὁμοούσιον. Δόξα. Ἦχος β. Τὴν τοῦ Μεγαλομάρτυρος μνήμην, εὐφήμοις ᾠδαῖς καὶ ἐγκωμίων ἄνθεσιν, δεῦτε πιστοὶ καταστέψωμεν οὗτος γὰρ τὴν τοῦ Ἰουδαϊσμοῦ πλάνην, καὶ τὴν τοῦ ἀσεβοῦς βασιλέως ἀπειλήν, ἐν Πνεύματι Ἁγίῳ κατέβαλεν, δοξάζων ἐν ἔργοις τε καὶ λόγοις τὴν Τρισήλιον Θεότητα. Καὶ νῦν. Θεοτοκίον. [1]

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Εἰς τὸν Στίχον. Ἦχος β. Οἶκος τοῦ Ἐφραθᾶ. Λόγον τὸν τοῦ Πατρός, Ἀρέθα σαρκωθέντα, κηρύττεις θεοφρόνως, τὴν πλάνην Ἰουδαίων, ἐλέγχων ὡς ἀντίθεον. Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ. Κύριον τὸν Χριστόν, Ἀρέθα παῤῥησίᾳ, ὁμολογήσας ἔργῳ, ἐκήρυξας τοῦ κόσμου, Σωτῆρα παντοδύναμον. Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος. Μάρτυρες τοῦ Χριστοῦ, συναθληταὶ Ἀρέθα, ἐστέφθητε σὺν τούτῳ, ἐν δόξῃ ἀκηράτῳ, χειρὶ τοῦ Παντοκράτορος. Δόξα. Τριαδικόν. Φύσει Υἱὲ Θεοῦ, ἐτέχθης ἐκ Παρθένου, ὡς ἄνθρωπος ἐν κόσμῳ, βροτοὺς ἀνακαινίζων, χειρὶ τοῦ Παντοκράτορος. Καὶ νῦν. Θεοτοκίον. Ἄχραντε Μαριάμ, δυσώπει τὸν Υἱόν Σου, ὑπὲρ βροτείου γένους, ἔχουσα παῤῥησίαν, ὡς Μήτηρ Τούτου ἄνανδρος. Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Εὐσεβεῖᾳ ἐμπρέπων τῇ ἀθλήσει δεδόξασαι, τὴν τῶν Χριστοκτόνων κακίαν καθελῶν τῇ ἐνστάσει σου διὸ καὶ προσενήνοχας Χριστῷ, Μαρτύρων ἀῤῥαγῆ συνασπισμόν, ὥσπερ θεῖος παιδοτρίβης καὶ ὁδηγός, Ἀρέθα παμμακάριστε. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πάσιν ἰάματα. Δόξα. Ἦχος γ. Θείας πίστεως. Μέγα πρότυπον, τῆς εὐσεβείας, δεῦτε στέψωμεν, ἐν ἐγκωμίοις, τὸν Ἀρέθαν ἡγεμόνα θεόφρονα, τοῦ Θεανθρώπου [2]

Χριστοῦ τὸν Ἀπόστολον, καὶ Ἰουδαίων τῆς πλάνης πολέμιον Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Καὶ νῦν. Θεοτοκίον. Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ Σοῦ προσληφθείσῃ, ὁ Υἱός Σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος. Ἀπόλυσις. [3]

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α'. Πανεύφημοι Μάρτυρες. Ἑβραίων ὠμότητι τὴν σήν, ἀνδρείαν ἀντέθηκας, Μάρτυς Ἀρέθα πανεύφημε καὶ θείᾳ χάριτι, νικηφόρος ὤφθης, καὶ χορὸν προσήγαγες, Μαρτύρων τῷ Χριστῷ στρατευόμενον, ἐκ πάσης ἔνδοξε, ἡλικίας συγκροτούμενον, καὶ ἐκ γένους, παντὸς συνιστάμενον. Ἀρέθα πανένδοξε τερπνήν, χορείαν στησάμενος, τῶν ἱερῶν συμμαρτύρων σου, μεθ' ὧν ἠγώνισαι, τὸν καλὸν ἀγῶνα, καὶ τὸν δρόμον ἤνυσας, τῆς σῆς ἀνδρειοτάτης ἀθλήσεως, Χριστὸν δυσώπησον, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Παρθένοι νεάνιδες Χριστοῦ, ἔρωτι πυρούμεναι, τῆς ἀσθενείας τῆς φύσεως, ἐπιλαθόμεναι, καὶ δυνάμει θείᾳ, προφανῶς ῥωννύμεναι, τὴν πλάνην τοῦ ἐχθροῦ κατεπάτησαν, μὴ δειλιάσασαι, τῶν βασάνων τὸ ἐπίπονον, καὶ καμίνου, τὸ πῦρ μὴ πτοούμεναι. Ἕτερα. Ἦχος β. Ποίοις εὐφημιῶν στέμμασιν. Ποίοις, ᾀσματικοῖς ἄνθεσιν, καταστέψωμεν θεῖον Ἀρέθαν, τὸ τῆς ἀρετῆς ἐγκαλλώπισμα, καὶ ὁμολογίας τὸ καύχημα, τὸ τῶν συμμαρτύρων πρωτοστάτην; τὸ μέν, τοῦ θείου λόγου προεξάρχοντα, τὸ δέ, ὡς ὑπὲρ τοὺς ἄλλους μαρτυρήσαντα τοῦτον γὰρ ὄντως ἀξίως, διαδήματι στεφανοῖ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος. Πάντες, ἐν ἐγκωμίων ᾄσμασιν, ἐπαινέσωμεν μέγαν Ἀρέθαν, τῆς Ὀρθοδοξίας τὸν κήρυκα, καὶ τῆς ἀληθείας ἐκφάντορα, πλάνης Ἰουδαίων ἀναιρέτην τὸ μέν, τὸν Χριστὸν ὡς Κύριον κηρύξαντα, τὸ δέ, ἐν ὑπομονῇ ὁμολογήσαντα οὗτος γὰρ ὄντως ἀξίως, εἰς σκηνὰς Ἁγίων, εἰσελήλυθε ἐν χαρᾷ, Θεὸν τὸν τρισάγιον, δοξάζων σὺν θείοις Μάρτυσιν. [4]

Ποίοις, εὐφημιῶν στέμμασιν, ἀνυμνήσωμεν πάντες Ἀρέθαν, τὸν ἐν βιοτῇ διαλάμψαντα, καὶ ἐν ἀγῶνᾳ διαπρέψαντα, τῶν πιστῶν ἀείφωτον ἀστέρα τὸ μέν, ὡς ἐν ἡγεμόσι προεξάρχοντα, τὸ δέ, ὡς ἐν Ἀθλοφόροις ὑπερέχοντα δόξα καὶ κλέος Μαρτύρων, ἀνεδείχθη ὄντως, τῇ δυνάμει τοῦ Ἰησοῦ, Ἀρέθας ὁ πάντιμος, ὡς Μάρτυς ἀήττητος. Δόξα. Ἦχος δ'. Ἀνατολίου. ᾈσματικῶς τὸν ποιμενάρχην, σήμερον πιστοί, ὁμοφρόνως τιμήσωμεν, Ἀρέθαν τὸν ἐνδοξότατον, μετὰ τῆς συνοδείας αὐτοῦ, ὅτι ἤλεγξε βασιλέα παρανομήσαντα, καὶ τὸ αἷμα ἐξέχεεν ὑπὲρ Χριστοῦ τῆς ὁμολογίας ὅθεν καὶ πύρινον νέφος κατέφλεγεν ἀπὸ προσώπου τῆς γῆς, διελέγχον τῶν παρανόμων τὴν ἀσέβειαν. Διὸ Χριστὲ ὁ Θεός, ὁ τοὺς σούς, Ἀθλοφόρους ἐνισχύσας πρὸς Σὴν δοξολογίαν, καὶ ἡμᾶς διάσωσον ὡς τῶν ὅλων Δεσπότης, ἐκ πειρασμῶν καὶ θλίψεων, ταῖς πρεσβείαις τῶν Ἁγίων Σου. Καὶ νῦν. Θεοτοκίον. Ὁ διὰ Σὲ Θεοπάτωρ Προφήτης Δαυΐδ, μελῳδικῶς περὶ Σοῦ προανεφώνησε, τῷ μεγαλεῖά Σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν Σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ Σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν Ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος. Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ 9-14). Τάδε λέγει Κύριος πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας [5]

αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1). Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ ἡμῶν πορεία σύντριμμα οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ 7). Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, [6]

ἐπλήρωσε χρόνους μακρούς ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. Εἰς τήν Λιτήν. Ἦχος α. Πανήγυρις πνευματική, καὶ ἑορτὴ πανευφρόσυνος, ἡ τοῦ Ἀθλοφόρου Ἀρέθα μνήμη πέλει, τῶν φιλομαρτύρων τὰ συστήματα καταφαιδρύνουσα. Δεῦτε οὖν χαρμονικῶς, ἐν τῷ τῆς ἀρετῆς αὐτοῦ λειμῶνι κατατρυφήσωμεν, καὶ ἐν τοῖς μαρτυρικοῖς αὐτοῦ ἄθλοις καταθελχθῶμεν, δοξάζοντες τὸν τῆς ἁγιότητος ἀγωνοθέτην, Χριστὸν τὸν Θεάνθρωπον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν. Ἦχος β. Σήμερον ὁ οὐρανὸς καὶ ἡ γῆ, ἐπὶ τῇ μνήμῃ τοῦ Μεγαλομάρτυρος Ἀρέθα, λαμπρῶς συνεορτάζουσιν. Σήμερον βροτῶν δῆμοι, καὶ Ἀγγέλων χοροί, δαυϊτικῶς συγχορεύουσιν, ἐν λευκοῖς ἱματίοις ὁρῶντες, τὸν τῆς πίστεως Ἀθλητήν, καὶ τοὺς σὺν αὐτῷ, ἐν Ἁγίοις συνευφραινομένους. Σήμερον ἡ στρατευομένη Ἐκκλησία, τῇ θριαμβευούσῃ συνυπηχεῖ ἐν ὕμνοις, τιμῶσα τοὺς πανενδόξους Μάρτυρας. Ἦχος γ. Ὁ τῆς Ἐκκλησίας φωστήρ, Ἀρέθας ὁ πανάριστος, τὰ ἄνω φρονεῖν, τοῖς πιστοῖς κηρύττων, Μαρτύρων δήμοις τὸν οὐρανὸν πληροῖ μεθ ὧν ὁ πανένδοξος, αἰωνίως συναγάλλεται, τῶν πιστῶν τὰς καρδίας τοῖς θαύμασιν αὐτοῦ ἐπιστηρίζων, τῶν δὲ ἐσκοτισμένων ἀντιχρίστων, τὴν ἀντίθεον πλάνην ἐμφανῶς καταισχύνων. Τούτου τὴν ἄθλησιν, εὐσεβῶς μιμούμενοι, ἐν Χριστῷ ἐς ἀεὶ πολιτευσώμεθα. Ἦχος δ. Τοῦ καλλινίκου Μάρτυρος Ἀρέθα, τὴν πανσεβάσμιον μνήμην, φαιδρῶς πανηγυρίσωμεν. Οὗτος γάρ, τὴν τοῦ Θεοῦ Βασιλείαν διώκων, τῶν ἐπικήρων ἀγαλλομένη καρδίᾳ [7]

κατεφρόνησεν. Ἐν ἄθλοις δὲ καὶ ἀγωνίσμασιν, τὴν τοῦ Χριστοῦ Ἐκκλησία στηρίξας, τὰς τῶν συνάθλων αὐτοῦ ψυχάς, πρὸς τὴν τοῦ Λόγου ἕνωσιν καθωδήγησεν καὶ μαρτυρικοῖς στεφάνοις κατεκόσμησεν. Αὐτοῦ πρεσβείαις σῶσον Κύριε τὰς ψυχὰς ἡμῶν. Δόξα. Ἦχος πλ. α. Δεῦτε Χριστοφόροι λαοί, τῆς Ἐκκλησίας τὸν στύλον, καὶ τῶν πιστῶν τὸ ἕδρασμα, Ἀρέθα τὸν πανάρετον, ἄνθεσιν ἐγκωμίων καταστέψωμεν. Οὗτος γάρ, ὁ τῆς πίστεως καλλίνικος Ἀθλητής, καὶ τῆς ἀρετῆς κομιστής, τὰς τῶν Μαρτύρων ψυχὰς εἰς Χριστὸν νυμφαγωγεῖ, ἡμᾶς δὲ πάντας εἰς ἑστίασιν πνευματικὴν συγκαλεῖ. Ὡς φῶς τῆς Χάριτος, τὸ τῆς πλάνης σκότος ἔλυσεν καὶ τὴν τοῦ Ἰουδαΐζοντος βασιλέως, δυσσέβειαν κατέβαλεν. Αὐτῷ πιστοὶ βοήσωμεν Ἀρέθα πανσεβάσμιε, πρέσβευε ὑπὲρ ἡμῶν πρὸς Κύριον. Καὶ νῦν. Θεοτοκίον. Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ Ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Εἰς τὸν Στίχον. Ἦχος πλ. α. Χαίροις ἀσκητικῶν. Χαίροις, Ἀρέθα Μάρτυς Χριστοῦ, τῶν ἡγεμόνων εὐκλεέστατον πρότυπον, Μαρτύρων σεπτὸς προστάτης, καὶ ἐμπνευστὴς Ἀθλητῶν, παναρέτου βίου τὸ ὑπόδειγμα, πιστῶν ἐγκαλλώπισμα, Ἀθλητῶν τὸ ἐντρύφημα, τῆς Ἐκκλησίας, τὸ εὐῶδες κειμήλιον, καὶ τῆς Χάριτος, ὁ καρπὸς ὁ πανεύγεστος ὅθεν τὴν παναγίαν σου, τελοῦντες πανήγυριν, λόγοις ἐνθέοις τιμῶμεν, καὶ μεγαλύνομεν ᾄσμασιν, τὴν σὴν πολιτείαν, καὶ μαρτύριον τὸ θεῖον καὶ ὑπερθαύμαστον. Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ. [8]

Χαίροις, Ἀρέθα κλέος πιστῶν, τῆς εὐσεβείας τὸ σεπτὸν ἐγκαλλώπισμα, Μαρτύρων ὁ ποδηγέτης, τῶν Ἀθλητῶν ἀριστεύς, καὶ τοῦ Θεανθρώπου χρυσοῦν ὀργάνον, τῆς πίστεως πρόμαχος, Ἰουδαίων ἀντίπαλος, τῆς ἀρετῆς δέ, γεωργὸς ὑπερθαύμαστος, τὸ τοῦ Πνεύματος, καταγώγιον ἔνθεον ὅθεν πανηγυρίζοντες, τὴν θείαν σου ἄθλησιν, ὕμνοις καὶ λόγοις τιμῶμεν, τὰς ἀριστείας σου πάντιμε, καὶ σὲ δυσωποῦμεν, τοῦ πρεσβεύειν τῷ Κυρίῳ, ὑπὲρ τῆς ποίμνης σου. Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος. Χαίροις, Ἀρέθα ῥόδον Χριστοῦ, διωκομένων ἀῤῥαγὲς περιτείχισμα, Μαρτύρων σεπτὸς ἁλείπτης, καὶ ἐμπνευστὴς Ἀθλητῶν, ἀγωνιζομένων μέγα πρότυπον, Τριάδος τὸ ὄργανον, Ἐκκλησίας τὸ στήριγμα, τῶν Ἰουδαίων, πολεμήτωρ πανένδοξος, καὶ τῆς Χάριτος, χρυσοφόρον παλάτιον ὅθεν ἀνευφημοῦμέν σε, Χριστοῦ ἀφομοίωμα, πᾶσι κηρύττοντες πόθῳ, τὰ μεγαλεῖα καὶ θαύματα, αἰτούμενοι πίστει, τὰς λιτάς σου πρὸς τὸν Λόγον, ὑπὲρ τῶν δούλων σου. Δόξα. Ἦχος πλ. δ'. Τὴν πονηρὰν καὶ ἄπιστον, κακοβουλίαν Ἑβραίων προδιαγνόντες, ἐν τῇ τοῦ Πνεύματος τόλμῃ, ὑπὲρ Χριστοῦ μαρτυρῆσαι ἠγωνίσασθε ὡς γὰρ ἔκπαλαι ἐν νόμῳ, τὸν ἐξ Αἰγύπτου σώσαντα, ἐν ἐρήμῳ παρώργισαν, καὶ Τοῦτον σταυρῷ κατεδίκασαν, οὕτω νῦν καὶ ὑμῖν, ἔργω τὸν λόγον παρῆλθον, καὶ ἀπιστίαν ζηλώσαντες ὑμᾶς τῷ πυρὶ κατεδίκασαν. Ὑμεῖς δὲ ὁμοφρόνως, ἀνδρείως τῇ καρτερίᾳ ἐναθλήσαντες, φοβεροὶ ἐν Μάρτυσιν ἀνεδείχθητε. Παῤῥησίαν ἔχοντες πρὸς Θεόν, αἰτήσασθε ῥυσθῆναι, ἐκ πταισμάτων πολλῶν τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν [9]

πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς. Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Εὐσεβεῖᾳ ἐμπρέπων τῇ ἀθλήσει δεδόξασαι, τὴν τῶν Χριστοκτόνων κακίαν καθελῶν τῇ ἐνστάσει σου διὸ καὶ προσενήνοχας Χριστῷ, Μαρτύρων ἀῤῥαγῆ συνασπισμόν, ὥσπερ θεῖος παιδοτρίβης καὶ ὁδηγός, Ἀρέθα παμμακάριστε. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πάσιν ἰάματα. Δόξα. Ἦχος γ. Θείας πίστεως. Μέγα πρότυπον, τῆς εὐσεβείας, δεῦτε στέψωμεν, ἐν ἐγκωμίοις, τὸν Ἀρέθαν ἡγεμόνα θεόφρονα, τοῦ Θεανθρώπου Χριστοῦ τὸν Ἀπόστολον, καὶ Ἰουδαίων τῆς πλάνης πολέμιον Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Καὶ νῦν. Θεοτοκίον. Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ Σοῦ προσληφθείσῃ, ὁ Υἱός Σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος. Ἀπόλυσις. [10]

ΟΡΘΡΟΣ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ἀρέθαν τιμήσωμεν μετ εὐφροσύνης πιστοί, ἐχθροῦ γὰρ κατέβαλεν τὰς μηχανὰς ἐν Χριστῷ, γενναίως καὶ ἤθλησεν, πλάνην ἀνασκευάζων, Ἰουδαίων ἀνόμων, χάριτι ἐνισχύων, τῶν Μαρτύρων τὰ πλήθη, συμμάρτυς τούτων ἐδείχθη, ὄντως πανάριστος. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ἡ μόνη κυήσασα τὸν Ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα τὴν ἀνθρωπότητα, τῷ τόκῳ Σου Ἄχραντε, ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ, στῆσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, Αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, Ὅν ἐσωμάτωσας. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος δ. Κατεπλάγη Ἰωσήφ. Τὸν Ἀρέθαν ἀδελφοί, ἐπευφημήσωμεν λαμπρῶς, ἀνυμνοῦντες εὐσεβῶς, τὰ κατορθώματα αὐτοῦ, ὑπὲρ Χριστοῦ γὰρ ἐνήθλησε θεαρέστως, πλάνην δυσσεβῆ ἀνεσκεύασε, σάρκωσιν Θεοῦ διεκήρυξεν, καὶ Ἀθλητῶν θεοσεβεῖς καρδίας, ὡς ἡγεμὼν ἐπεστήριξεν, ἐνθέῳ βίῳ, καὶ λόγοις θείοις, πόθῳ τοῦ μαρτυρίου. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς Σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς Σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ Σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι. [11]

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος α. Τὸν τάφον Σου, Σωτήρ. Ἀρέθαν τὸν σεπτόν, καὶ γενναῖον ὁπλίτην, τιμήσωμεν πιστοί, ἐγκωμίοις καὶ ὕμνοις, γεραίροντες τὴν ἄθλησιν, καὶ μαρτύριον ἔνδοξον, καὶ τὰ θαύματα, τὰ ὑπ αὐτοῦ τελεσθέντα, τὰ στηρίξαντα, τοὺς ἀριστεῖς τοῦ Κυρίου, εἰς θείαν ἀγάπησιν. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Μητέρα Σέ Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν Σὴν ἀγαθότητα Σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν Σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον. Οἱ Ἀναβαθμοί τὸ α Ἀντίφωνον τοῦ δ ἤχου. Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ. Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος. Εὐαγγέλιον Μαρτυρικόν (ζήτει αὐτῷ ἐν τῷ Ὄρθρῳ τῆς ἑορτῆς τοῦ ἁγ. Γεωργίου, τῇ 23 η Ἀπριλίου). Ὁ Ν Ψαλμός. Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου... Ἰδιόμελον. Ἦχος πλ. β. Στ. Ἐλέησόν με ὁ Θεός... Τὸν Ἀθλητὴν καὶ Μάρτυρα, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, Ἀρέθαν τὸν ἡγεμόνα, στεφάνοις ἐγκωμίων καταστέψωμεν. Οὗτος γάρ, τὰς τοῦ ἀλάστορος ἐπιβουλάς, κατὰ τῆς τῶν Ὀρθοδόξων πίστεως, ἐν χάριτι διέλυσεν. Ἀθλητικοῖς δὲ παλαίσμασιν, καὶ τῇ τῶν ἀρετῶν δαψιλείᾳ, τὰς τῶν ὑπηκόων αὐτοῦ καρδίας ἐνισχύων, εἰς τὴν τοῦ μαρτυρίου δόξαν κατηύθυνεν ὅθεν σὺν τούτοις μαρτυρικῶς τελειωθείς, ἐν οὐρανοῖς συναγάλλεται τοῖς Πρωτοτόκοις, καθορῶν Τριάδα τὴν ἄκτιστον. [12]

Εἶτα οἱ Κανόνες της Θεοτόκου καὶ τοῦ Ἁγίου οὗτος, οὗ ἡ Ἀκροστιχίς: Μαρτυρικὴν σύνοδον Θεοτερπέα μέλψομεν ὕμνοις. Θεοφάνους. ᾨδὴ α'. Ἦχος πλ. δ'. ᾌσμα ἀναπέμψωμεν. Μάρτυς ἀθλοφόρε τοῦ Χριστοῦ, Ἀρέθα παμμακάριστε ταῖς ἱκεσίαις σου, καὶ τῶν σὺν σοὶ Μαρτύρων, τὸν νοῦν μου καταύγασον, ὅπως ὑμῶν ὑμνήσω, τὴν φωσφόρον καὶ ἔνθεον μνήμην. Ἄνω τὸ πολὶτευμα σαφῶς, ἐν οὐρανοῖς κτησάμενος, θεομακάριστε, Χριστοῦ τῇ ἐκμιμήσει, σαυτὸν παραδέδωκας, πόθῳ τοῦ Μαρτυρίου, τοῖς ἀνόμοις Ἑβραίοις, θεόφρον. Ῥῆμα παραβὰς τὸ τοῦ Θεοῦ, Ἑβραῖος ὁ παράνομος, καὶ ἀδικώτατος τὴν θεόλεκτον ποίμνην, Χριστοῦ ἐλυμήνατο, ὅμως εἰσπράττει δίκην, τῇ δικαίᾳ καὶ θείᾳ προνοία. Τρίβον διοδεύων ἀληθῶς, πρὸς οὐρανὸν τὴν φέρουσαν, Χριστῷ προσήγαγες, Μαρτύρων Ἐκκλησίαν, Ἀρέθα πανεύφημε, πάσης ἐξ ἡλικίας, καὶ ἐκ γένους παντὸς ἠθροισμένην. Θεοτοκίον. Ὕμνοις τὴν πανάχραντον πιστοί, Παρθένον εὐφημήσωμεν, τὴν Θεομήτορα, τὴν Κεχαριτωμένην, τὴν σκέπην τὴν ἔνθεον, τὸν εὔδιον λιμένα, τὴν ἁπάντων πιστῶν σωτηρίαν. ᾨδὴ γ'. Οὐρανίας ἁψῖδος. Ῥωννυμένην ὁρῶντες, τῇ τοῦ Σταυροῦ χάριτι, Σοῦ τὴν Ἐκκλησίαν, Ἑβραίων παῖδες παράνομοι, φθόνῳ τηκόμενοι, ἐν αἰκισμοῖς πολυτρόποις, ἀφειδῶς ᾐκίζοντο, μόνε Φιλανθρωπε. Ἰοβόλον τὴν γλῶσσαν, οἱ δυσσεβεῖς ἔχοντες, καὶ Σὲ βλασφημοῦντες τὸν τούτων, τοὺς προγεννήτορας, ἐλευθερώσαντα, τῆς παλαιᾶς τυραννίδος, τοὺς εἰς Σὲ πιστεύοντας, Σῶτερ κατέσφαξαν. [13]

Κατὰ μόνας ὁ πλάσας, θεουργικῷ νεύματι, Σὺ τὰς τῶν ἀνθρώπων καρδίας, τὶς τῆς προνοίας σου, βάθος δυνήσεται, καταλαβεῖν ὅπως ποίμνην, ἣν Χριστὲ συνήγαγες, λύκοις παρέδωκας; Ἡ θεόφρων Σου ποίμνη, βαρβαρικοῖς ξίφεσι, κατατεμνομένη προθύμως, ἐπεκαλεῖτό Σε, δέξαι τὰ πνεύματα, καὶ τὰς ψυχὰς ἡμῶν Σῶτερ, καὶ πρὸς φῶς ὁδήγησον, τῆς βασιλείας Σου. Θεοτοκίον. Νεκρωθέντα μὲ πάλαι, πρὸς τὴν ζωὴν Πάναγνε, πάλιν ἐπανήγαγες, μόνη τὴν ἐνυπόστατον, ζωὴν γεννήσασα ᾗ προσβαλὼν διερράγη, προφανῶς ὁ θάνατος, ὁ δυσμενέστατος. Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν. Τοῦ Σταυροῦ τῇ δυνάμει καθοπλισθείς, καὶ τῇ πίστει τειχίσας πόλιν τὴν σήν, τοῖς ἔργοις κατῄσχυνας, τοῦ τυράννου τὸ φρύαγμα, ὑπομονῆς δὲ τύπος, ἐνθέου γενόμενος, τῷ Χριστῷ προσήγαγες, ἐν ταύτῃ τοὺς Μάρτυρας ὅθεν συνελθόντες, κατὰ χρέος τιμῶμεν, Ἀρέθα ἀείμνηστε, τὴν πανέορτον μνήμην σου. Ἀθλοφόρε μακάριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων λύτρωσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὡς πανάμωμος Νύμφη τοῦ Ποιητοῦ, ὡς ἀπείρανδρος Μήτηρ τοῦ Λυτρωτοῦ, δοχεῖον ὡς ὑπάρχουσα, τοῦ Παρακλήτου Πανάμωμε, ἀνομιῶν με ὄντα, αἰσχρὸν καταγώγιον, καὶ δαιμόνων παίγνιον, ἐν γνώσει γενόμενον, σπεῦσον καὶ τῆς τούτων, κακουργίας με ῥῦσαι, λαμπρὸν οἰκητήριον, ἀρετῆς ἀπαρτίσασα, φωτοδόχε Ἀκήρατε, δίωξον τὸ νέφος τῶν παθῶν, καὶ τῆς ἄνω μεθέξεως ἀξίωσον, καὶ φωτὸς ἀνεσπέρου, πρεσβείαις Σου, Ἄχραντε. ᾨδὴ δ'. Σύ μου ἰσχὺς Κύριε. [14]

Συναγωγή, κραταιουμένη τῷ Πνεύματι, καὶ χορεία, θεία καὶ ὑπέρλαμπρος, μαρτυρικὸς δῆμος καὶ στρατός, ὁ τροπαιοφόρος, Ἀρέθαν ἔχων ταξίαρχον, ὑμνείσθω φιλοτίμως, ὑπὸ τῶν μελῳδούντων τῇ δυνάμει Σου δόξα, Φιλάνθρωπε. Ὑπὸ τῆς σῆς, συγκροτουμένη συνέσεως, ἡ θεόφρων, πόλις σου πανόλβιε, τοῦ πολιᾷ, λάμποντος σεμνή, πρὸς τοὺς παρανόμους, ἀνδρείως διηγωνίσατο, καὶ νίκην ἀραμένη, μελῳδεῖ τῷ Σωτῆρι τῇ δυνάμει Σου δόξα, Φιλάνθρωπε. Νόμῳ καινῷ, ζωοποιοῦντι τῷ Πνεύματι, πεφραγμένη, νόμον τὸν τοῦ γράμματος, τὸν ἀναιροῦντα ἡ εὐσεβής, πόλις ὑπερέσχε, τῇ τῆς ψυχῆς καθαρότητι, καὶ τρόπων εὐγενεία, τῷ Χριστῷ μελῳδοῦσα τῇ δυνάμει Σου δόξα, Φιλάνθρωπε. Ὄντως Θεοῦ, πόλις ἐδείχθης ὑπέρτιμε, καὶ Μαρτύρων, θεῖον ἐνδιαίτημα, καὶ περὶ σοῦ ᾄδεται φαιδρῶς, νῦν δεδοξασμένα, μεγάλα καὶ ἀξιάκουστα χορὸν γὰρ μελῳδοῦντα, τῷ Δεσπότῃ προσῆγες, τῇ δυνάμει Σου δόξα, Φιλάνθρωπε. Θεοτοκίον. Δαυϊτικῆς, ἐκ βασιλίδος βλαστήσασα, συγγενείας, τὸν παμβασιλεύοντα, τὸν πρὸ αἰώνων ἐκ τοῦ Πατρός, Λόγον ἀπορρήτως, καὶ ὑπὲρ νοῦν ἀναλάμψαντα, ἐγέννησας Παρθένε, Θεοτόκον διὸ Σε, θεοφρόνως πιστοὶ μακαρίζομεν. ᾨδὴ ε'. Ἵνα τὶ με ἀπώσω. Ὁ θεόλεκτος δῆμος, καὶ θεομακάριστος ἀγωνιζόμενος, καὶ θερμῶς ἀλλήλους, ἐνισχύοντες καὶ συνασπίζοντες, ὑπὸ τῶν ἀνόμων, ὑπὲρ Χριστοῦ σφαγιασθῆναι, εὐκλεῶς οἱ καλλίνικοι εἵλοντο. Νευρωθέντες τῇ πίστει, καὶ τῆς εὐσεβείας τῷ ζήλῳ Σῶτερ πυρούμενοι, οἱ θεράποντές σου, παρανόμων τὸν φόβον οὐκ [15]

ἔπτηξαν, καὶ τῇ Σῇ ἀγάπῃ, εἰλικρινῶς συνδεδεμένοι, ἑαυτοὺς ἑκουσίως παρέδωκαν. Θεοῦ θείᾳ προνοίᾳ, καὶ τοῖς ἀνεφίκτοις της σοφίας κρίμασιν, ἀναθέντες πᾶσαν, τὴν ζωὴν αὐτῶν δῆμος ὁ ἔνθεος, πρὸς τὰς παρανόμους, Ἑβραϊκὰς μιαιφονίας, εὐθαρσῶς οἱ γενναῖοι ἐχώρησαν. Ἐπὶ Σοὶ πεποιθότες, καὶ πεπιστευκότες ἐν τῇ Ἀναστάσει Σου, οἱ Σοὶ Σῶτερ μύσται, οὐκ ἐρίζοντες, οὐδὲ κραυγάζοντες, ὑπὸ τῶν ἀνόμων, ὑπὲρ τῆς Σῆς ὁμολογίας, ἀνῃρέθησαν οἱ γενναιότατοι. Θεοτοκίον. Ὁ Θεοῦ Θεὸς Λόγος, ὁ πρὸ τῶν αἰώνων Πατρὶ συναΐδιος, εὐσπλαγχνίας πλούτῳ, ἐν γαστρί Σου σκηνώσας ἐπτώχευσε, καὶ βροτὸς ἐφάνη, ἐπὶ τῆς γῆς σάρξ χρηματίσας, Θεοτόκε Παρθένε Πανύμνητε. ᾨδὴ ς'. Ἱλάσθητί μοι Σωτήρ. Τῷ αἵματι τοῦ Χριστοῦ, σημειωθέντες οἱ Ἅγιοι, τὰ αἵματα ἑαυτῶν, προθύμως ἐξέχεον, οἱ ἔνδοξοι Μάρτυρες, καὶ νῦν βασιλεύειν, σὺν Αὐτῷ κατηξιώθησαν. Εἰρήνην προφητικῶς, ἐλάλουν γλῶσσαι ψελλίζουσαι, ἐκήρυττον τὸν Χριστόν, νηπίων ψελλίσματα, παρθένοι θεόφρονες, ὑπὲρ εὐσεβείας, ἑαυτὰς Θεῷ προσήνεγκαν. Ῥαγήσεταί σοι τὸ φῶς, ἀνατελεῖ τὰ ἱμάτια, πλουσίως παρὰ Θεοῦ, Ἀρέθα θεσπέσιε, πρὸς Ὅν ἐξεδήμησας, ἀποστάζων ἔτι, τοὺς ἱδρῶτας τῆς ἀθλήσεως. Πληθὺς Σοι Μαρτυρική, ἐνθέως Σῶτερ προσήνεκται,τὰ αἵματα διὰ Σέ, προθύμως κενώσασα, καὶ αἰτεῖ τὴν ἄφεσιν, τῶν ἁμαρτημάτων, τοῖς αὐτὴν ἀεὶ δοξάζουσιν. Θεοτοκίον. [16]

Ἐξέλαμψεν ἐκ Σιών, ἡ τοῦ Ὑψίστου εὐπρέπεια, τὸ πρόβλημα τῆς σαρκός, καθ' ἕνωσιν ἄρρητον, ἐκ Σοῦ Ἀπειρόγαμε, περιβεβλημένη, καὶ τὸν κόσμον κατεφώτισεν. Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον. Εὐφροσύνης πρόξενος ἡμῖν ἐπέστη, ἡ φωσφόρος σήμερον, τῶν Ἀθλοφόρων ἑορτή, ἣν ἀνυμνοῦντες δοξάζομεν, τὸν ἐν ὑψίστοις ὑπάρχοντα Κύριον. Ὁ Οἶκος. Τὸν νοῦν μου φώτισον Χριστέ, τῇ αἴγλῃ τῶν ἀγώνων, Ἀρέθα τοῦ γενναίου, καὶ πάντων τῶν Ἁγίων τῶν ἀθλησάντων σὺν αὐτῷ πρῶτος γὰρ ἁπάντων ἀνεδείχθη ὁ στερρός, φαιδρῶς παραταξάμενος κατὰ τῶν ἀθετούντων τὴν σάρκωσιν Σου, τοῦ ὑπὲρ φύσιν σαρκωθέντος καὶ τεχθέντος, ἵνα ἡμᾶς λυτρώσῃς τῆς πλάνης, καὶ δείξῃς ἀπλανῶς τοῖς βουλομένοις διοδεύειν τὴν ὁδὸν τοῦ μαρτυρίου, ἣν οἱ Ἀθληταὶ ἐβάδισαν, Σὲ ἀνυμνοῦντες τὸν ἐν ὑψίστοις ὑπάρχοντα Κύριον. Συναξάριον. Τῇ ΚΔ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀρέθα καὶ τῶν σὺν αὐτῷ. Τμηθείς, Θεῷ προσῆξε Μάρτυς Ἀρέθας, πολλοὺς ὁμοίως Μάρτυρας τετμημένους. Ἀρέθα εἰκάδι σὺν γνωστοῖσι τετάρτῃ τμήθης. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ᾨδὴ ζ'. Θεοῦ συγκατάβασιν. Αἱμάτων οἱ χείμαρροι, τῶν ἀθλητῶν Σου ἀναπηγάζουσι, τὰς ἰάσεις τοῖς πίστει, τὴν τούτων μνήμην καταγεραίρουσι, καὶ Σοὶ τῷ Κτίστῃ προθύμως κραυγάζουσιν εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. [17]

Μητέρες οἰκτίρμονες, ὡς τετρωμέναι τῆς Σῆς ἀγάπης Χριστέ, οὐκ ἐφείσαντο παίδων, ἀλλ' ἐν καμίνῳ καταφλεγόμεναι, Σοὶ τῷ Δεσπότῃ ἐκραύγαζον λέγουσαι εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἐμώραναν ἅπασαν, οἱ Ἀθλοφόροι τὴν τῶν ἀνόμων βουλήν, ὡς τῇ θείᾳ συνέσει, καὶ ἀγχινοίᾳ κατακοσμούμενοι, καὶ γεγηθότες ἐσφάττοντο ψάλλοντες Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Λαμπάδα ἀθλήσεως, καὶ παρθενίας φαιδρῶς ἀνάψασαι, εἰς τὸν θεῖον νυμφῶνα, αἱ νικηφόροι ἀγαλλιώμεναι, σὺν ταῖς φρονίμοις Παρθένοις κραυγάζουσιν εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Θεοτοκίον. Ψυχῶν καθαρτήριον, καὶ σωτηρίας ὑπάρχεις πρόξενος, τοῖς ἐν πίστει καὶ πόθῳ, Θεοῦ Μητέρα Σε καταγγέλλουσι, καὶ τῷ Υἱῷ Σου συμφώνως κραυγάζουσιν εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. ᾨδὴ η'. Ἑπταπλασίως κάμινον. Οὐκ ἐν τῷ Νόμῳ πέφυκε, προφανῶς ἡ τελείωσις, ἀλλ' ἐν τῷ Χριστῷ, ἡ σωτηρία δέδοται, ἐβόων οἱ Μάρτυρες, τοῖς θεοκτόνοις λέγοντες ὅθεν γεγηθότες ἀναιρούμενοι πάντες, καὶ θνῄσκομεν προθύμως, καὶ Αὐτῷ μελῳδοῦμεν λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Μυσταγωγεῖ τὸ νήπιον, καὶ διδάσκει τοὺς ἄφρονας, πρὸς τὴν Σὴν εἰκόνα, καθορᾶν τὴν ἄχραντον, καὶ πίστιν εἰσδέξασθαι, τῆς ἐν γῇ παρουσίας Σου, καὶ διαλαθόν τῶν παρανόμων τὰς χεῖρας, τὴν φλόγα ὑπεισῆλθε, τῇ τεκούσῃ συμψάλλον λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἐπὶ τῆς γῆς οἱ Μάρτυρες, εὐσεβῶς ἠγωνίσαντο, καὶ ἐν οὐρανοῖς, παρὰ Χριστοῦ τὸν στέφανον ἀξίως ἐδέξαντο, χαρμονικῶς ἀπάραντες, τῶν εὐφραινομένων, ἔνθα ἡ [18]

κατοικία, τῶν πίστει μελῳδούντων, καὶ βοώντων ἀπαύστως λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Νενικηκότες Ἅγιοι, τὸν δεινὸν κοσμοκράτορα, καὶ τοὺς ὑπουργοῦντας, τοῖς αὐτοῦ θελήμασι πρὸς τὸν Παντοκράτορα, καὶ τὸν τῶν ὅλων Κύριον, μετὰ παρρησίας καὶ χαρᾶς ἀνεκφράστου, μετέστησε βοῶντες Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Θεοτοκίον. Ὑπὲρ ἡμῶν δυσώπησον, τὸν Υἱόν Σου Πανάχραντε, τῶν εἰλικρινῶς καὶ καθαρῶς βοώντων Σοι, καὶ Σὲ Θεομήτορα ὁμολογούντων Πάναγνε, τῶν ἁμαρτημάτων, αἰτουμένη τὴν λύσιν, τυχεῖν τε σωτηρίας, τοὺς πιστῶς μελῳδοῦντας λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. ᾨδὴ θ'. Ἔφριξε πᾶσα ἀκοή. Μέτοχοι δόξης τοῦ Χριστοῦ, κοινωνήσαντες θανάτου γεγόνατε, Ἅγιοι Μάρτυρες, καὶ βασιλείας τῷ διαδήματι, κατεκοσμήθητε φαιδρῶς Θεῷ δὲ παρίστασθε, ἡμῖν αἰτούμενοι, σωτηρίαν ψυχικὴν ἀξιάγαστοι. Νόμιμοι ὤφθητε Χριστοῦ, στρατιῶται καὶ ἀήττητοι Μάρτυρες, Ἀρέθα πάνσοφε, καὶ σοὶ προθύμως οἱ συναθλήσαντες, σὺν Ἀθλοφόροις γυναιξί, παρθένοι νεάνιδες διὸ δεόμεθα, ἐκτενῶς ὑπὲρ ἡμῶν ἱκετεύσατε. Ὅμιλος πρόκειται ἡμῖν, ἐκκλησία τε Μαρτύρων θεόλεκτος δεῦτε φιλόθεοι, μετ' ἐγκωμίων τούτους ὑμνήσωμεν, ὡς νικηφόρους Ἀθλητάς, ὡς θείους θεράποντας, ὡς ἱκετεύοντας, ἐκτενῶς ὑπὲρ ἡμῶν τὸν Φιλάνθρωπον. Ἴθυνον Λόγε τοῦ Θεοῦ, τὴν ζωήν μου καὶ κυβέρνησον Δέσποτα, τῶν θεραπόντων Σου, ταῖς ἱκεσίαις τῶν ἀγαπώντων Σε, καὶ καταξίωσον αὐτῶν, γενέσθαι συμμέτοχον, τὰς ἁμαρτίας μου, παρορῶν ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. [19]

Θεοτοκίον. Σκήνωμα γέγονας Θεοῦ, τὸν ἀχώρητον ἐν μήτρᾳ χωρήσασα, καὶ τὸν πρὶν ἄσαρκον, σεσαρκωμένον ἡμῖν γεγέννηκας Ὅν νῦν δυσώπησον Ἀγνή, πταισμάτων συγχώρησιν, πᾶσι δωρήσασθαι, τοῖς ἐν πίστει σε ἀεὶ μεγαλύνουσιν. Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε. Ἀρέθα παναοίδιμε, σὺν τοῖς συνάθλοις πρέσβευε, Χριστῷ βραβεῦσαι τῷ κόσμῳ, ὁμόνοιαν καὶ εἰρήνην, τῷ εὐσεβείας κράτορι, καὶ Βασιλεῖ θεόφρονι, Μεγαλομάρτυς ἔνδοξε, καὶ ἱλασμὸν τοῖς τελοῦσι, τὴν ἱερὰν ἡμῶν μνήμην. Θεοτοκίον. Φθαρεῖσαν ἀνεκαίνισας, τὴν φύσιν τοῦ Προπάτορος, ὑπερφυῶς συλλαβοῦσα, καὶ ἀπειράνδρως τεκοῦσα, τὸν Ποιητὴν τῆς κτίσεως, ὑφ' Οὗ ῥωσθέντες ἤθλησαν, χοροὶ Μαρτύρων μέλποντες, Σὲ τῆς ἡμῶν σωτηρίας, τὴν ἀπαρχὴν Θεοτόκε. Αἶνοι. Ἦχος δ. Ὡς γενναῖον ἐν Μάρτυσιν. Τὸν Ἀρέθαν τιμήσωμεν, οἱ πιστοὶ μεγαλύνοντες, τὸ αὐτοῦ μαρτύριον καὶ τὴν ἄθλησιν ὅτι Χριστὸν ὡς Θεάνθρωπον, Ἑβραίοις ἐκήρυξε, σαρκωθέντα ὡς φασίν, οἱ Προφῆται ἐν Πνεύματι, καὶ διασώσαντα, τοὺς βροτοὺς ἐξ ἀρᾶς τῆς ἁμαρτίας, ἀντιδίκου καὶ θανάτου, καὶ αἰωνίου κολάσεως. (Δίς). Τῶν Μαρτύρων τὸν στέφανον, Ἀθλοφόρων τὸ στήριγμα, τὸν Ἀρέθαν ἅπαντες μεγαλύνωμεν, ὅτι γενναίως ἐνήθλησε, κηρύττων τοῖς πέρασι, τῆς Τριάδος τὴν ἀρχήν, καὶ τοῦ Λόγου τὴν σάρκωσιν, τὴν σωτήριον, τῶν Ἑβραίων τὴν πλάνην ἐδαφίζων, διὰ θείου μαρτυρίου, δι οὗ πιστῶς τετελείωται. [20]

Τὸν Ἀρέθαν τὸν ἔνδοξον, ἐν ᾠδαῖς εὐφημήσωμεν, συνελθόντες σήμερον ὦ φιλέορτοι ὅτι ἐν ἄθλοις ἐστήριξεν, πιστῶν τὰ συστήματα, καὶ Μαρτύρων τοὺς χορούς, καὶ τὴν πίστιν ἐτράνωσεν, τὴν Ὀρθόδοξον, ἀντιχρίστων δὲ πλάνην ἀνατρέψας, ἠξιώθη τῶν στεφάνων, ἐν οὐρανοῖς ὁ μακάριος. Δόξα. Ἦχος πλ. β. Δεῦτε πιστοί, τὸν τῆς πίστεως πρόμαχον, καὶ τῆς ἀθλήσεως πρότυπον, Ἀρέθαν τὸν πανένδοξον, ἐγκωμίοις καταστέψωμεν. Οὗτος γὰρ τὸν δυσσεβῆ βασιλέα, τὴν τῶν ἀντιχρίστων Ἑβραίων πλάνην, ἐπιζητοῦντα στῆσαι, δυνάμει Πνεύματος Ἁγίου, πανσόφως κατήσχυνε τῶν δὲ πιστῶν τὰς καρδίας, τῇ τοῦ Θεανθρώπου πίστει, ἔργῳ καὶ λόγῳ στηρίξας, εἰς ὁμολογίαν καὶ μαρτύριον κατηύθυνεν ὅθεν, θαύμασι καὶ θείῳ πυρί, ὁ ἐνανθρωπήσας Κύριος, τὴν τῆς ἀληθείας πίστιν ἐτράνωσε, καὶ τῆς τῶν Μαρτύρων ἀθλήσεως κατηξίωσεν. Αὐτῶν Κύριε πρεσβείαις, σῶσον τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Θεοτοκίον Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς Σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε διό Σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν. Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις. Μεγαλυνάρια. Τὸν τῆς εὐσεβείας ὑφηγητήν, καὶ ὁμολογίας, ὑπερθαύμαστον ὁδηγόν, τῶν Χριστομαρτύρων, ἀλείπτην θεοφόρον, Ἀρέθαν τὸν γενναῖον, πάντες τιμήσωμεν. Τὸν ἐν ἡγεμόσι θαυματουργόν, καὶ ἐν Ἀθλοφόροις, ἀριστέα παναληθῆ, τῆς πλάνης καθαιρέτην, Χριστοῦ κήρυκα θεῖον, Ἀρέθαν τὸν γενναῖον, ὕμνοις γεραίρομεν. [21]