ΑΠΟΛΥΤΙΚΙΑ ΚΑΘΙΣΜΑΤΑ

Σχετικά έγγραφα
26 ΔΕΚΕΜΒΡΙΟΥ 2015 Σάββατον Η σύναξις τῆς Υπεραγίας Θεοτόκου.

Η ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

31 ΔΕΚΕΜΒΡΙΟΥ 2012 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

26 ΔΕΚΕΜΒΡΙΟΥ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

+ Απόδοσις τῆς ἑορτῆς τῶν Χριστουγέννων..

31 ΔΕΚΕΜΒΡΙΟΥ Απόδοσις τῆς ἑορτῆς τῶν Χριστουγέννων.

26 ΔΕΚΕΜΒΡΙΟΥ Η Σύναξις τῆς Υπεραγίας Θεοτόκου.

Ἀντίφωνον Α' Στίχος γ. Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Ἀντίφωνον Β'

25 ΔΕΚΕΜΒΡΙΟΤ Η ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

ΠΕΜΠΤΗ 25 ΔΕΚΕΜΒΡΙΟΥ 2014 Η ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

25 ΔΕΚΕΜΒΡΙΟΥ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

25 ΔΕΚΕΜΒΡΙΟΥ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

25 ΔΕΚΕΜΒΡΙΟΥ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

25 ΔΕΚΕΜΒΡΙΟΥ 2017 ἡ κατὰ σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΤΡΙΤΗ, 26 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Ἡ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου. Εὐθυμίου Σάρδεων ἱερομάρτυρος τοῦ ὁμολογητοῦ ( 840).

ΠΕΜΠΤΗ, 31 ΔΕΚΕΜΒΡΙΟΥ 2015 Ἀπόδοσις τῆς ἑορτῆς τῶν Χριστουγέννων. Μελάνης ὁσίας τῆς Ῥωμαίας ( 449), Ζωτικοῦ ὀρφανοτρόφου (δ αἰ.).

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

ΣΑΒΒΑΤΟΝ, 31 ΔΕΚΕΜΒΡΙΟΥ 2016 Ἀπόδοσις τῆς ἑορτῆς τῶν Χριστουγέννων. Μελάνης ὁσίας τῆς Ῥωμαίας ( 449), Ζωτικοῦ ὀρφανοτρόφου (δ αἰ.).

31 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Ἀπόδοσις τῆς Ἑορτῆς Χριστοῦ Γεννήσεως. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (30/12/17)

29 ΔΕΚΕΜΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

ΕΙΣ ΤΗΝ Θ ΩΡΑΝ. Τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος δ. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον)

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη, καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...

Ἦχος πλ. α. Ἑωθινὸν η. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

30 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ μετὰ τὴν Χριστοῦ Γέννησιν Ἰωσὴφ τοῦ μνήστορος, Δαυῒδ τοῦ προφητάνακτος, Ἰακώβου τοῦ ἀδελφοθέου Ἀνυσίας ἐν Θεσσαλονίκῃ

31 ΔΕΚΕΜΒΡΙΟΤ ΚΤΡΙΑΚΗ ΜΕΣΑ ΣΗΝ ΧΡΙΣΟΤ ΓΕΝΝΗΙΝ (ΑΠΟΔΟΙ ΕΟΡΣΗ ΧΡΙΣΟΤΓΕΝΝΩΝ)

Ἦχος πλ. α. Ἑωθινὸν Η. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 1 2. The Genealogy of Jesus Christ. ² Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

27 ΔΕΚΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

+ Απόδοσις τῆς ἑορτῆς τῶν Χριστουγέννων. Μελάνης ὁσίας τῆς Ρωμαίας ( 449), Ζωτικοῦ ὀρφανοτρόφου.

ΚΥΡΙΑΚΗ, 25 ΔΕΚΕΜΒΡΙΟΥ 2016 Η ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

27 ΔΕΚΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

Τῌ ΚΕ ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

02 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΔ Λουκᾶ Ἀββακοὺμ τοῦ Προφήτου, Μυρόπης Μάρτυρος. Ἦχος β. Ἑωθινὸν Ε.

ΔΕΥΤΕΡΑ, 25 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Η ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

21 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Δ Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ. Ἦχος γ. Ἑωθινὸν Δ.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

βροτὸς γεγονώς, δι Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος

10 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γρηγορίου Ἐπισκόπου Νύσσης ( 395) καὶ Δομετιανοῦ

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΔΕΚΕΜΒΡΙΟΥ 2015 Κυριακὴ E Λουκᾶ Ἰωσὴφ τοῦ μνήστορος, Δαυῒδ τοῦ προφητάνακτος, Ἰακώβου τοῦ ἀδελφοθέου. Πρωτομ.Στεφάνου. Ἦχος πλ. α. Ἑωθινὸν Η.

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

24 ΙΟΥΝΙΟΥ 2015 ΤΕΤΑΡΤΗ. +Τὸ Γενέσιον τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου,

Τῌ ΚϚ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

27 ΔΕΚΕΜΒΡΙΟΥ 2015 Κυριακὴ E Λουκᾶ Ἰωσὴφ τοῦ μνήστορος, Δαυῒδ τοῦ προφητάνακτος, Ἰακώβου τοῦ ἀδελφοθέου. Πρωτομ.Στεφάνου. Ἦχος πλ. α. Ἑωθινὸν Η.

09 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ Ι Λουκᾶ. Ἦχος γ. Ἑωθινὸν Ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

24 ΙΟΥΝΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Τὸ γενέθλιον τοῦ προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου. Παναγιώτου νεομάρτυρος τοῦ Καισαρέως. Ἦχος β. Ἑωθινὸν γ.

3 ΦΕΒΡΟΥΑΡΙΟΥ Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. ὁ β χορὸς

11 ΑΥΓΟΥΣΤΟΥ 2013 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Κυριακὴ μετὰ τὴν ἑορτὴν τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος. Εὔπλου διακόνου ( 304). Νήφωνος Κωνσταντινουπόλεως

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

Ἦχος πλ. δ, ἑωθινὸν η. (τυπικὸν ΚΕ Μαρτιου, περίπτ. Θ, 26 29).

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΧΡΙΣΤΟΥΓΕΝΝΑ

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα.

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

03 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ ΙΔ Λουκᾶ Σοφονίου Προφήτου, Ἀγγελῆ Νεομάρτυρος τοῦ Ἀργείου ἐν Χίῳ. Ἦχος α. Ἑωθινὸν Δ.

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

+ΧΡΙΣΟΤΓΕΝΝΑ 24 ΔΕΚΕΜΒΡΙΟΥ 2017

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

27 ΑΥΓΟΥΣΤΟΥ 2017 Κυριακὴ ΙΒ Ματθαίου Ὁσίου Ποιμένος, Μεγαλομάρτυρος Φανουρίου, Σύναξις Εὐρυτάνων Ἁγίων. Ἦχος γ. Ἑωθινὸν Α.

29 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Θ Ματθαίου Μάρτυρος Καλλινίκου, Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Θ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

08 ΣΕΠΤΕΜΒΡΙΟΥ τὸ Γενέσιον τῆς Θεοτόκου * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

12 ΑΠΡΙΛΙΟΥ 2014 Σάββατον πρὸ τῶν Βαΐων τοῦ Ἁγίου καὶ δικαίου Λαζάρου τοῦ τετραημέρου, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου, Ἐπισκόπου Παρίου

20 ΔΕΚΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ «Μνήμη πάντων τῶν ἀπ αἰῶνος Θεῷ εὐαρεστησάντων

Τῌ Κ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ τοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

13 ΔΕΚΕΜΒΡΙΟΥ 2015 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Τῌ ΙΔ ΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἡ παγκόσμιος Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

24 ΙΟΥΝΙΟΥ 2018 Κυριακὴ Δ Ματθαίου Τὸ Γενέθλιον τοῦ Τιμίου Προδρόμου, Σύναξις Ζαχαρίου καὶ Ἐλισάβετ, Ἀθανασίου τοῦ Παρίου. Ἦχος γ. Ἑωθινὸν Δ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

1 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥΡΙΟΥ Η- ΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. + Βασιλείου ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ μεγάλου ( 379).

Transcript:

26 ΔΕΚΕΜΒΡΙΟΥ Ἡ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου. Τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐθυμίου, Ἐπισκόπου Σάρδεων. Τοῦ Ἁγίου νέου Ἱερομάρτυρος Κωνσταντίου τοῦ Ῥώσσου, ἐν Κωνσταντινουπόλει ἀθλήσαντος (1743). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη, καὶ ἡ Ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος δ. Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς, Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος δ. Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι. (τρίς) Συναπτὴ μικρά, καὶ ἡ Ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν Ἦχος δ. Κατεπλάγη Ἰωσήφ. Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Δεῦτε ἴδωμεν πιστοί,... Μετὰ τὴν β Στιχολογίαν Κάθισμα ὅμοιον Τί θαυμάζεις Μαριάμ; τί ἐκθαμβεῖσαι τῷ ἐν σοί; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν, ἄσπορον γονὴν τίς ἑώρακεν, ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. Δόξα. Καὶ νῦν. Τὸ αὐτὸ Τί θαυμάζεις Μαριάμ;... Ὁ Ν ψαλμὸς χύμα ΚΑΝΟΝΕΣ Ὁ παρὼν τοῦ κυρίου Κοσμᾶ, φέρων ἀκροστιχίδα τήνδε 1

Χριστὸς βροτωθεὶς ἦν ὅπερ Θεὸς μένῃ. Ἱστέον ὅτι τὰ Τροπάρια τῶν Ὠδῶν ψάλλονται ἄνευ Στίχων. ᾨδὴ α. Ἦχος α. Ὁ Εἱρμός. Χριστὸς γεννᾶται, δοξάσατε Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται. Ῥεύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς, αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός, ὅτι δεδόξασται. Ἰδὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται τοῦτον δὲ ἐκ Παρθένου θείας ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ σαρκωθείς, ὅτι δεδόξασται. Σοφία λόγος καὶ δύναμις, Υἱὸς ὢν τοῦ Πατρός, καὶ ἀπαύγασμα, Χριστὸς ὁ Θεός, δυνάμεις λαθών, ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο ἡμᾶς ὅτι δεδόξασται. Ἕτερος Κανὼν Ἰαμβικός, Ἰωάννου Μοναχοῦ, φέρων ἀκροστιχίδα τήνδε διὰ στίχων Ἡρωελεγείων Εὐεπίης μελέεσσιν ἐφύμνια ταῦτα λιγαίνει Υἷα Θεοῦ μερόπων ἕνεκα τικτόμενον. Ἐν χθονί, καὶ λύοντα πολύστονα πήματα κόσμου. Ἀλλ Ἄνα, ῥητῆρας ῥύεο τῶνδε πόνων. Ἦχος ὁ αὐτός. Ὁ Εἱρμός. Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης, Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι. Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν, Πόλου τίθησιν ἡμῖν, ὃν κατ οὐσίαν, Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν. Ἔσωσε λαόν,... Ἤνεγκε γαστὴρ ἡγιασμένη Λόγον, Σαφῶς ἀφλέκτῳ ζωγραφουμένη βάτῳ, Μιγέντα μορφῇ, τῇ βροτησίᾳ Θεόν, Εὔας τάλαιναν, νηδὺν ἀρᾶς τῆς πάλαι, Λύοντα πικρᾶς, ὃν βροτοὶ δοξάζομεν. Ἔδειξεν ἀστὴρ τὸν πρὸ ἡλίου Λόγον, Ἐλθόντα παῦσαι τὴν ἁμαρτίαν Μάγοις, Σαφῶς πενιχρὸν εἰς σπέος τὸν συμπαθῆ, Σὲ σπαργάνοις ἑλικτόν ὃν γεγηθότες, Ἶδον τὸν αὐτόν, καὶ βροτὸν καὶ Κύριον. Δόξα. Καὶ νῦν. ᾨδὴ γ. Ὁ Εἱρμὸς 2

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε. Ὁ τῆς ἐπιπνοίας, μετασχὼν τῆς ἀμείνω Ἀδὰμ χοϊκός, καὶ πρὸς φθορὰν κατολισθήσας, γυναικείᾳ ἀπάτῃ, Χριστὸν γυναικὸς βοᾷ ἐξορῶν ὁ δι ἐμὲ κατ ἐμὲ γεγονώς, ἅγιος εἶ Κύριε. Σύμμορφος πηλίνης, εὐτελοῦς διαρτίας Χριστὲ γεγονώς, καὶ μετοχῇ σαρκὸς τῆς χείρω, μεταδοὺς θείας φύτλης, βροτὸς πεφυκώς, καὶ μείνας Θεός, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε. Βηθλεὲμ εὐφραίνου, Ἡγεμόνων Ἰούδα βασίλεια τὸν Ἰσραὴλ γὰρ ὁ ποιμαίνων, Χερουβὶμ ὁ ἐπ ὤμων, ἐκ σοῦ προελθὼν Χριστὸς ἐμφανῶς, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, πάντων ἐβασίλευσεν. Ἰαμβικὸς Ὁ Εἱρμὸς Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα, Ἐχθροῦ ταπεινῶν τὴν ἐπῃρμένην ὀφρύν, Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας, Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους, Μάκαρ, μελῳδοὺς τῇ βάσει τῆς πίστεως. Νεῦσον πρὸς ὕμνους... Νύμφης πανάγνου τὸν πανόλβιον τόκον Ἰδεῖν ὑπὲρ νοῦν ἠξιωμένος χορός, Ἄγραυλος ἐκλονεῖτο, τῷ ξένῳ τρόπῳ. Τάξιν μελῳδοῦσάν τε τῶν Ἀσωμάτων, Ἄνακτα Χριστόν, ἀσπόρως σαρκούμενον. Ὕψους ἀνάσσων οὐρανῶν εὐσπλαγχνίᾳ, Τελεῖ καθ ἡμᾶς ἐξ ἀνυμφεύτου Κόρης, Ἄϋλος ὢν τὸ πρόσθεν, ἀλλ ἐπ ἐσχάτων Λόγος παχυνθεὶς σαρκί, τὸν πεπτωκότα, Ἳνα πρὸς αὐτὸν ἑλκύσῃ πρωτόκτιστον. Δόξα. Καὶ νῦν. Συναπτὴ μικρά, καὶ ἡ Ἐκφώνησις Ὅττι ιι σσὺὺ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν,,,....... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ τὸ Κοντάκιον τῆς Ἑορτῆς. Ἦχος γ. χύμα Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι δι ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός Κάθισμα τῆς Ἑορτῆς. μετὰ μέλους 3

Ἦχος πλ. δ. Τὸ προσταχθὲν μυστικῶς. Ἀγαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω ὅτι ἐτέχθη ἐπὶ γῆς, ὁ Ἀμνὸς τοῦ Θεοῦ, παρέχων τῷ κόσμῳ τὴν ἀπολύτρωσιν. Ὁ Λόγος ὁ ἐν τοῖς κόλποις ὢν τοῦ Πατρός, προῆλθεν ἐκ τῆς Παρθένου ἄνευ σπορᾶς ὃν οἱ Μάγοι ἐξίσταντο, ὁρῶντες ἐν Βηθλεέμ, τικτόμενον ὡς νήπιον ὃν δοξάζει τὰ σύμπαντα. Συναπτὴ μικρά, καὶ ἡ Ἐκφώνησις Σὺὺ γγὰὰρρ εεἶ ἶἶ ὁὁ ΒΒαασσι ιιλλεεύύςς....... ΚΟΝΤΑΚΙΟΝ ΟΙΚΟΣ ΜΗΝΟΛΟΓΙΟΝ Κοντάκιον Ἦχος πλ. β. Ὁ πρὸ Ἑωσφόρου ἐκ Πατρὸς ἀμήτωρ γεννηθείς, ἐπὶ τῆς γῆς ἀπάτωρ ἐσαρκώθη σήμερον ἐκ σοῦ, ὅθεν Ἀστὴρ εὐαγγελίζεται Μάγοις, Ἄγγελοι δὲ μετὰ Ποιμένων ὑμνοῦσι, τὸν ἄχραντον Τόκον σου, ἡ Κεχαριτωμένη. Ὁ Οἶκος Τὸν ἀγεώργητον βότρυν βλαστήσασα, ἡ μυστικὴ ἄμπελος ὡς ἐπὶ κλάδων, ἀγκάλαις ἐβάσταζε, καὶ ἔλεγε. Σὺ εἶ καρπός μου, σὺ εἶ ἡ ζωή μου. Ἀφ οὗ ἔγνων, ὅτι καὶ ὃ ἤμην εἰμί, σύ μου Θεός, τὴν γὰρ σφραγῖδα τῆς Παρθενίας μου ὁρῶσα ἀκατάλυτον, κηρύττω σε ἄτρεπτον Λόγον, σάρκα γενόμενον, οὐκ οἶδα σποράν, οἶδά σε λύτην τῆς φθορᾶς, Ἁγνὴ γάρ εἰμι, σοῦ προελθόντος ἐξ ἐμοῦ, ὡς γὰρ εὗρες, ἔλιπες μήτραν ἐμήν. Διὰ τοῦτο συγχορεύει πᾶσα κτίσις βοῶσά μοι, Χαῖρε ἡ Κεχαριτωμένη. Συναξάριον Τῇ ΚϚ τοῦ αὐτοῦ μηνός, τὴν Σύναξιν τελοῦμεν τῆς Ὑπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου, τῆς Ἀειπαρθένου, τῆς ἐν Μυστηρίῳ ἀρρήτῳ καθυπουργησάσης εἰς τὴν θαυμαστὴν Ἐνανθρώπησιν τοῦ Θεοῦ Λόγου. Στίχοι Λεχὼ ἄμωμον ἀνδρὸς μὴ γνοῦσαν λέχος, Δώροις ἀμώμοις δεξιοῦμαι τοῖς λόγοις. Mολπὴν ἁγνοτάτῃ λεχοῖ εἰκάδι ἕκτῃ ἀείδω. Τῇ αὐτῇ ἡμέρᾳ, ἀναφορὰ περὶ τῆς εἰς Αἴγυπτον φυγῆς τῆς Ὑπεραγίας Θεοτόκου. Στίχοι Ἥκοντα πρός σε, τὸν πάλαι πλήξαντά σε, Αἴγυπτε φρῖττε, καὶ Θεὸν τοῦτον φρόνει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Εὐθυμίου, Ἐπισκόπου Σάρδεων τοῦ Ὁμολογητοῦ καὶ Ἱερομάρτυρος, οὗτινος ἡ ἁγία κάρα εὐλαβῶς διασῴζεται ἐν τῷ ἐπωνύμῳ αὑτοῦ Ναῷ ἐν Κερατσινίῳ Πειραιῶς. Στίχοι Χριστῷ παραστάς, Εὐθύμιε τρισμάκαρ, Πλήρης ἀλήκτου τυγχάνεις εὐθυμίας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κωνσταντίνου τοῦ πρεσβυτέρου, τοῦ ἐξ Ἰουδαίων, ἐν Ἀτρῴᾳ τῆς Βιθυνίας ἀσκήσαντος. Στίχοι Ὡς ἐξ ἀκανθῶν τῶν Ἰουδαίων ῥόδον, Ὁ θεῖος ἀνθεῖ καὶ θανών, Κωνσταντῖνος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Εὐαρέστου, τοῦ Στουδίτου. 4

Στίχοι Ἔσπευδεν Εὐάρεστος ἔργῳ καὶ λόγῳ, Ἕως τελευτῆς εὐαρεστεῖν σοι Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμητοῦ ἁγίου Ἐνδόξου νέου ἱερομάρτυρος Κωνσταντίου τοῦ Ῥώσσου, ἐν Κωνσταντινοπόλει ἀθλήσαντος κατὰ τὸ χιλιοστῷ ἑπτακοσιοστῷ τεσσαρακοστῷ καὶ τρίτῳ (1743) ἔτος. Ταῖς τῆς Ἀχράντου Μητρός σου ἱεραῖς μεσιτείαις, ὡς καὶ τῶν Ἁγίων σου θείαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ Αἱ Ἰαμβικαί. Ἦχος α. ᾠδὴ α. Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης, Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι. Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν, Πόλου τίθησιν ἡμῖν, ὃν κατ οὐσίαν, Ἲσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν. Ὠδὴ γ. Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα, Ἐχθροῦ ταπεινῶν τὴν ἐπῃρμένην ὀφρύν, Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας, Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους, Μάκαρ, μελῳδοὺς... Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι, ᾌδων Προφήτης Ἀββακούμ, προμηνύει, Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον. Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου, Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος. Ἐκ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνης Ἱλασμὸν ἡμῖν Χριστὲ τοῖς ἐγρηγόρως, Νῦν σοι τελοῦσιν ὕμνον, ὡς εὐεργέτῃ, Ἔλθοις πορίζων εὐχερῆ τε τὴν τρίβον, Καθ ἣν ἀνατρέχοντες, εὕροιμεν κλέος. Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις, Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι. Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει, Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην, Θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥαθυμίας. Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ, Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι, Ὠδὴ δ. Ὠδὴ ε. Ὠδὴ ς. ᾠδὴ ζ. τῇ βάσει τῆς πίστεως. 5

Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν, Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ, Λέγουσιν, εἰς αἰῶνας εὐλογητὸς εἶ. ᾠδὴ η. Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Μήτραν ἀφλέκτως εἰκονίζουσι Κόρης, Οἱ τῆς παλαιᾶς πυρπολούμενοι νέοι, Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην. Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ, Λαοὺς πρὸς ὕμνον ἐξανίστησι χάρις. ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττὸὸςς....... ᾨδὴ θ. ΜΕΓΑΛΥΝΑΡΙΑ Ψαλλόμενα ἐν τῇ ᾠδῇ ταύτῃ Ἦχος α. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων. Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρnτος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν. Μεγάλυνον ψυχή μου, τὴν ἁγνὴν Παρθένον, τὴν γεννησαμένην, Χριστὸν τὸν Βασιλέα. Ἐξαίσιον δρόμον, ὁρῶντες οἱ Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς, οὐρανίου ὑπερλάμποντος, Χριστὸν Βασιλέα ἐτεκμήραντο, ἐν γῇ γεννηθέντα Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν. Μεγάλυνον ψυχή μου, τὸν ὑπὸ Ἀστέρος, τοῖς Μάγοις μηνυθέντα. Νεηγενὲς Μάγων λεγόντων, παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν, εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν, μανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος. Μάγοι καὶ Ποιμένες, ἦλθον προσκυνῆσαι, Χριστὸν τὸν γεννηθέντα, ἐν Βηθλεὲμ τῇ πόλει. Ἠκρίβωσε χρόνον Ἡρῴδης ἀστέρος, οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέμ, προσκυνοῦσι Χριστῷ σὺν δώροις ὑφ οὗ πρὸς Πατρίδα ὁδηγούμενοι, δεινὸν παιδοκτόνον, ἐγκατέλιπον παιζόμενον. Ἕτερα εἰς τὸν Ἰαμβικὸν Κανόνα Σήμερον ἡ Παρθένος, τίκτει τὸν Δεσπότην, ἔνδον ἐν τῷ Σπηλαίῳ. Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ, Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε, Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους, Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος, Ὅση πέφυκεν ἡ προαίρεσις δίδου. Οὐράνιαι Δυνάμεις τεχθέντα τὸν Σωτῆρα, Κύριον καὶ Δεσπότην, μηνύουσι τῷ κόσμῳ. Στέργειν μὲν ἡμᾶς,... Δόξα. Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος. 6

Τύπους ἀφεγγεῖς καὶ σκιὰς παρηγμένας, Ὦ Μῆτερ ἁγνή, τοῦ Λόγου δεδορκότες, Νέου φανέντος, ἐκ πύλης κεκλεισμένης, Δοξούμενοί τε, τῆς ἀληθείας φάος, Ἐπαξίως σὴν εὐλογοῦμεν γαστέρα. Καὶ νῦν. Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας. Πόθου τετευχώς, καὶ Θεοῦ παρουσίας, Ὁ χριστοτερπὴς λαὸς ἠξιωμένος, Νῦν ποτνιᾶται τῆς παλιγγενεσίας. Ὡς ζωοποιοῦ τὴν χάριν δὲ Παρθένε, Νέμοις ἄχραντε, προσκυνῆσαι τὸ κλέος. Καταβασία Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας. Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ, Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε, Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους, Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος, Ὅση πέφυκεν ἡ προαίρεσις δίδου. Συναπτὴ μικρά, καὶ ἡ Ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι ππᾶᾶσσααι ιι ααἱ ἱἱ δδυυννάάμμεει ιιςς....... ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ἦχος γ. Αὐτόμελον. Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν, καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος. (τρίς) ΑΙΝΟΙ Ἦχος δ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Ἀνδρέου Ἱεροσολυμίτου Εὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ ἀγαλλιᾶσθε, σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος, Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη, βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον σαρκωθέντα. Ποιμένες τὸν τεχθέντα δοξάζουσι. Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν, Ἀκατάληπτε Κύριε, δόξα σοι. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ὁ αὐτὸς 7

Ὁ Πατὴρ εὐδόκησεν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα, Ἀστὴρ μηνύει. Μάγοι προσκυνοῦσι. Ποιμένες θαυμάζουσι, καὶ ἡ κτίσις ἀγάλλεται. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ὁ αὐτὸς Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτήρα, ἀνέτρεψας τὴν πρώην κατάραν τῆς Εὔας, ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα, οὐ φέρει τὸ μυστήριον ἔρευναν, πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν, κράζοντες μετὰ σοῦ καὶ λέγοντες. Ἀνερμήνευτε Κύριε, δόξα σοι. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ὁ αὐτὸς Δεῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα τοῦ Σωτῆρος, τὴν μετὰ τόκον πάλιν ὀφθεῖσαν Παρθένον. Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ, ἐν ᾗ Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο. Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν σε, μετὰ τῶν Ποιμένων δοξάζομεν κράζοντες Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι, σωθῆναι ἡμᾶς. Δόξα. Ἦχος πλ. β. Σήμερον ἡ ἀόρατος φύσις, τοῖς βροτοῖς ἐκ Παρθένου συνάπτεται. Σήμερον ἡ ἄπειρος οὐσία, ἐν Βηθλεὲμ σπαργάνοις ἐνειλίσσεται. Σήμερον ὁ Θεὸς δι ἀστέρος Μάγους εἰς προσκύνησιν ἄγει, προμηνύοντας αὐτοῦ τὴν τριήμερον ταφήν, ὡς ἐν χρυσῷ καὶ σμύρνῃ καὶ λιβάνῳ, διὸ ψάλλομεν. Ὁ σαρκωθεὶς ἐκ Παρθένου, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Ἰωάννου Μοναχοῦ. ἦχος β. Σήμερον ὁ Χριστός, ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου. Σήμερον ὁ ἄναρχος ἄρχεται, καὶ ὁ Λόγος σαρκοῦται. Αἱ δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται, καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται, οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν, οἱ Ποιμένες τὸ θαῦμα κηρύττουσιν, ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν >>>> Δοξολογία Μεγάλη εἰς ἦχον β. (σύντομος ) >>>> Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε.. Μετὰ τὸ πέρας τῆς Δοξολογίας εὐθύς τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος δ. Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ ΑΝΤΙΦΩΝΑ Ἀντίφωνον α Ἦχος β. Στίχ. α. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. 8

Στίχ. β. Εν βουλῇ εὐθέων καί συναγωγῇ, μεγάλα τά ἔργα Κυρίου. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ.γ. Εξεζητημένα εἰς πάντα τά θελήματα αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς Στίχ.δ. Εξομολόγησις καί μεγαλοπρέπεια τό ἔργον αὐτοῦ, καί ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τόν αἰῶνα τοῦ αἰῶνος. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Ἀντίφωνον Β Ἦχος ὁ αὐτὸς. Στίχ. α. Μακάριος ἀνήρ, ὁ φοβούμενος τόν Κύριον ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς Σοι Αλληλούϊα. Στίχ. β. Δυνατόν ἐν τῇ γῇ ἔσται τό σπέρμα αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς Σοι Αλληλούϊα. Στίχ. γ. Δόξα καί πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καί ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τόν αἰῶνα τοῦ αἰῶνος. Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς Σοι Αλληλούϊα. Στίχ. δ. Εξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσι. Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς Σοι Αλληλούϊα. Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ Στίχ. α. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου κάθου ἐκ δεξιῶν μου, ἕως ἄν θῶ τούς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ἀπολυτίκιον Ἦχος δ. Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι. Στίχ. β. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Ἡ Γέννησίς σου, Χριστέ ὁ Θεός ἡμῶν... Στίχ. γ. Μετά σοῦ ἡ ἀρχή ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν Αγίων σου. Ἡ Γέννησίς σου, Χριστέ ὁ Θεός ἡμῶν... Εἴσοδος. Εἰσοδικὸν ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. 9

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς,......ψάλλοντάς σοι, Ἀλληλούϊα. (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ἀπολυτίκιον. Ἦχος δ. Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι. (τρίς) Ἀπολυτίκιον τῆς Θεοτόκου. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ὡς βρέφος βαστάζουσα ἐν ταῖς ἀγκάλαις Ἁγνή, τὸν πάντων δεσπόζοντα, σάρκα λαβόντα ἐκ σοῦ, χαρᾶς ὤφθης πρόξενος ὅθεν πᾶσα ἡ κτίσις, ἀνυμνεῖ χαρμοσύνως, σήμερον Θεοτόκε, τὴν φρικτήν σου λοχείαν πηγὴν γὰρ ἀθανασίας, κόσμῳ ἐκύησας. (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) τὸ Κοντάκιον. Ἦχος γ. Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι δι ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός. Ἀντὶ δὲ τοῦ Τρισαγίου Ἦχος α. Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα. Ἀπόστολος (Ἑβρ. β 11 18) Προκείμενον ἦχος γ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου. Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. Ἀδελφοί, ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες δι ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν λέγων Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Καὶ πάλιν Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ αὐτῷ καὶ πάλιν, Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἃ μοι ἔδωκεν ὁ Θεός. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν, ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων, γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. Ἀλληλούϊα (γ ) Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Ματθαῖον. (κεφ. β 13 23) Ἀναχωρησάντων τῶν Μάγων, ἰδού, ἄγγελος Κυρίου φαίνεται κατ ὄναρ τῷ Ἰωσήφ, λέγων Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι μέλλει γὰρ Ἡρώδης ζητεῖν τὸ παιδίον, τοῦ ἀπολέσαι αὐτό. Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον. Καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρώδου, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου, λέγοντος, ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Τότε Ἡρώδης, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου, λέγοντος Φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς, Ῥαχὴλ κλαίουσα τὰ 10

τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσί. Τελευτήσαντος δὲ τοῦ Ἡρώδου, ἰδοὺ ἄγγελος Κυρίου κατ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ, λέγων Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ, τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ. Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρώδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν χρηματισθεὶς δὲ κατ ὄναρ, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας Καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν Προφητῶν ὅτι Ναζωραῖος κληθήσεται. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τό Ἐξαιρέτως Ἦχος α. Μάγοι καὶ Ποιμένες, ἦλθον προσκυνῆσαι, Χριστὸν τὸν γεννηθέντα, ἐν Βηθλεὲμ τῇ πόλει. Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ, Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε, Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους, Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος, Ὅση πέφυκεν ἡ προαίρεσις δίδου. Μετὰ δὲ τὸ Ἐξαιρέτως, τὸ Ἄξιόν ἐστι καὶ τὴν Ἐκφώνησιν «καὶ ὧν ἕκαστος», ψάλλομεν τὸ ἑξῆς Μεγαλυνάριον Θρόνος ἐπηρμένος πέλεις Ἁγνή, φέρουσα ὡς βρέφος, τὸν τὰ πάντα ἐν τῇ δρακί, φέροντα ὡς Κτίστην ὑμνοῦμέν σου Παρθένε, τὴν ὄντως ὑπὲρ λόγον μεγαλειότητα. Κοινωνικόν Ἦχος β. Λύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. Ἀλληλούϊα. Ἀντὶ τοῦ «Εἴδομεν τό φῶς». Ἀπολυτίκιον. Ἦχος δ. Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι. ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς). Ἀπόλυσις ««.........Ὁ ἐἐνν σσππηηλλααί ίίῳ γγεεννννηηθθεεί ίίςς κκααί ίί ἐἐνν φάάττννῃῃ ἀἀνναακκλλι ιιθθεεὶ ὶὶςς δδι ιιάά ττήήνν ἡἡμμῶνν σσωττηηρρί ίίαανν,,, Χρρι ιισσττόόςς ὁὁ ἀἀλληηθθι ιιννόόςς Θεεόόςς ἡἡμμῶνν.........»». 11

12