ΔΕΚΕΜΒΡΙΟΣ 4!! ΟΣΙΟΣ ΙΩΑΝΝΗΣ ΔΑΜΑΣΚΗΝΟΣ ΑΚΟΛΟΥΘΙΑ

Σχετικά έγγραφα
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

4 ΔΕΚΕΜΒΡΙΟΤ Μμήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Βαρβάρας +Μμήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶμ Ἰωάμμου τοῦ Δαμασκημοῦ.

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

ΑΚΟΛΟΥΘΙΑ ΟΣΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΤΟΥ ΠΑΡΙΟΥ. Ἰουνίου Κ. Μνήµην ἐπιτελοῦµεν, τοῦ Ὁσίου Πατρὸς ἡµῶν. καὶ ιδασκάλου Ἀθανασίου τοῦ Παρίου ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

5 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν άββα τοῦ Ἡγιασμένου

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Η ελεύθερη έκφραση μέσω του τύπου. Κάνω κάτι πιο φιλελεύθερο Η πίστη και η αφοσίωση στην ιδέα της ελευθερίας.

ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων, Μνήµη τοῦ Ἁγίου Ἱεροµάρτυρος Θεοδότου Ἀγκύρας. Ἦχος πλ. δ. Ἑωθινο ν Α Τῷ Σαββα τῳ ἑσπε ρας, Θ Ὥρα.

ΕΣΠΕΡΑΣ Μνήµη τῆς τῆς Ἁγίας Μεγαλοµάρτυρος Βαρβάρας, καὶ τοῦ Ὁσίου Πατρὸς ἡµῶν Ἰωάννου τοῦ Δαµασκηνοῦ.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

ΑΚΟΛΟΥΘΙΑ. Σοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νεκταρίου Ἐπισκόπου Πενταπόλεως τοῦ Θαυματουργοῦ

1. ιδαγµένο κείµενο από το πρωτότυπο Θουκυδίδου Ἱστοριῶν Β 36

26 ΙΟΥΛΙΟΥ 2019 Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ(25/7/19)

5 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν άββα τοῦ Ἡγιασμένου

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

12 ΙΟΥΛΙΟΥ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

17 ΙΑΝΟΥΑΡΙΟΥ Αντωνίου ὁσίου τοῦ μεγάλου ( 356). Αντωνίου ὁσίου τοῦ ἐν τῇ σκήτῃ τῆς Βεροίας, Γεωργίου νεομάρτυρος τοῦ ἐν Ιωαννίνοις ( 1838).

25 ΙΟΤΛΙΟΤ Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης

14 ΝΟΕΜΒΡΙΟΥ Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

17 ΙΑΝΟΥΑΡΙΟΥ 2013 Αντωνίου ὁσίου τοῦ μεγάλου ( 356). Αντωνίου ὁσίου τοῦ ἐν τῇ σκήτῃ τῆς Βεροίας, Γεωργίου νεομάρτυρος

4 ΔΕΚΕΜΒΡΙΟΤ ΚΥΡΙΑΚΗ Ιʹ ΛΟΥΚΑ +Μμήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Βαρβάρας +Μμήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶμ Ἰωάμμου τοῦ Δαμασκημοῦ.

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

1 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥΡΙΟΥ Η- ΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. + Βασιλείου ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ μεγάλου ( 379).

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

18 ΟΚΤΩΒΡΙΟΥ 2012 Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ..

20 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Εισαγωγή στη Φιλοσοφία

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ 1 ΙΑΝΟΥΑΡΙΟΥ

Iohannes Damascenus - De theologia

30 ΝΟΕΜΒΡΙΟΥ Ανδρέου ἀποστόλου τοῦ Πρωτοκλήτου ( 62), πολιούχου Πατρῶν. Φρουμεντίου ἐπισκόπου Ινδίας (Αἰθιοπίας) ( 380), Αλεξάνδρου Μηθύμνης

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Ἱερὰ Μονὴ Ἁγίων Κυπριανοῦ καὶ Ἰουστίνης ερβενάκια Κορινθίας ΑΚΟΛΟΥΘΙΑ

Минея. Декабрь (на греческом языке) Μηναίον τοῦ Δεκεμβρίου

Τῌ ΚϚ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Αποστολικοί Πατέρες και Απολογητές. Tuesday, March 5, 13

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

Cirillus Alexandrinus - De synagogae defectu

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

Κ Α Ν Ω Ν Π Α Ρ Α Κ Λ Η Τ Ι Κ Ο Σ Ε Ι Σ Τ Ο Ν Α Γ Ι Ο Ν Ι Ε Ρ Ο Μ Α Ρ Τ Υ Ρ Α Σ Ε Ρ Α Φ Ε Ι Μ

Αγιολογία - Εορτολογία

Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡ. 5 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ Ἀθανασίου τοῦ ἐν Ἄθω ( 1000) καὶ Λαμπαδοῦ ὁσίων. Ἦχος δ. Ἑωθινὸν ε. ἡμῶν.

18 ΟΚΤΩΒΡΙΟΥ Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

ὁ β χορός ὁ α χορός Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. ὁ β χορός ὁ α χορός

σου δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Τῌ ΚΕ ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Θεολόγου.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

24 ΙΟΥΝΙΟΥ 2015 ΤΕΤΑΡΤΗ. +Τὸ Γενέσιον τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου,

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

Ο ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

18 ΙΑΝΟΥΑΡΙΟΥ 2013 Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας.

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

2 ΔΕΚΕΜΒΡΙΟΥ Τετάρτη.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

ΠΑΝΗΓΥΡΙΚΗ ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΕΙΣ ΤΗΝ ΜΕΤΑΘΕΣΙΝ ΜΕΡΟΥΣ ΤΟΥ ΙΕΡΟΥ ΛΕΙΨΑΝΟΥ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΕΛΕΗΜΟΝΟΣ, ΠΑΤΡΙΑΡΧΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ

Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν

9 ΝΟΕΜΒΡΙΟΥ 2012 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

29 ΙΟΥΝΙΟΥ 2018 τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου ( 64) καὶ Παύλου ( 67) * * * * *

30 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Τῶν τριῶν ἱεραρχῶν Βασιλείου τοῦ μεγάλου, Γρηγορίου τοῦ θεολόγου καὶ Ιωάννου τοῦ Χρυσοστόμου.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΕΚΤΑΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΠΕΝΤΑΠΟΛΕΩΣ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

29 ΙΟΥΝΙΟΥ 2018 τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου ( 64) καὶ Παύλου ( 67) * * * * *

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

13 ΝΟΕΜΒΡΙΟΥ 2015 Ιωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ( 407)

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

20 ΙΑΝΟΥΑΡΙΟΥ 2018 ΣΑΒΒΑΤΟΝ +Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ

Transcript:

ΔΕΚΕΜΒΡΙΟΣ 4!! ΟΣΙΟΣ ΙΩΑΝΝΗΣ ΔΑΜΑΣΚΗΝΟΣ ΑΚΟΛΟΥΘΙΑ (ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΚΟΥ ΤΟΥ ΕΥΓΕΝΙΚΟΥ) ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος πλ. δ. Τὶ ὑμᾶς καλέσωμεν ἅγιοι. Τὶ σὲ ὀνομάσωμεν Ἅγιε; Θεολόγον Ἰωάννην, ἢ Δαυῒδ τὸν μελῳδόν; πνευματέμφορον κινύραν, ἢ αὐλὸν ποιμενικόν; γλυκαίνεις ἀκοὴν γὰρ καὶ διάνοιαν εὐφραί- νεις Ἐκκλησίας τὰ συστήματα καὶ μελιύτοις σοῖς φθέγμασι, καταγλαΐζεις τὰ πέρατα. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Τὶ σὲ ὀνομάσω θεσπέσιε; Ἰωάννη γλυκοῆμον, φαεινότατε ἀστήρ, ὁ τῇ αἴγλῃ τῆς Τριάδος, ἐλλαμφθεὶς τὸ ὀπτικόν; εἰσέδυς εἰς τὸν γνόφον τὸν τοῦ Πνεύματος τοῦ Θείου ἐμυήθης τὰ ἀπόητα ὡς Μωϋσῆς διεσάφησας, τὴν μουσικὴν καλλιέπειαν. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Τὶ σὲ ὀνομάσω ἀοίδιμε; λαμπαδοῦχον φαεσφόρον, εὐκλεῆ ὑφηγητήν; λειτουργὸν, ἢ θεωρόν, τῶν μυστηρίων τοῦ Θεοῦ; ἀστέρα, Ἐκκλησίας ἀγλαΐζοντα; λυχνίαν, τοὺς ἐν σκότει καταλάμπουσαν; ἢ ὄργανον [1]

εὐηχέστατον; ἢ σάλπιγγα καλλικέλαδον; Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Δόξα. Ἦχος πλ. β. Πόθεν σοι τοὺς ἐπαίνους, οἱ ἐρασταί σου τῶν λόγων, ἀναμέλψωμεν θεηγόρε; ἡ γὰρ μακρὰ εὐπορία παρασκευά-ζειν ἀπορεῖν, τί δέ σε προσείπωμεν ἀξίως; ἀπὸ τοῦ ζήλου τῆς πίστεως, ὁμολογητὴν καὶ μάρτυρα, καὶ κοινωνὸν τῶν παθημάτων τοῦ Χριστοῦ ἀπὸ τοῦ βίου πανόσιον, καὶ ἀσκητὴν πρακτικώτατον ἀπὸ τοῦ λόγου διδάσκαλον, καὶ θεολόγον ἔνθεον ἐκ τῶν ἱερῶν ᾀσμάτων, καλλιφραδῆ τέττιγα, καὶ κόσμον τῆς ἐκκλησίας, ἱερωσύνης τύπον καὶ ἡσυχίας κλέος ἅπαντα συλλαβὼν ἐν ἑαυτῷ, τὰ παρ ἑκάστῳ τῶν ἁγίων καλά, μίαν ἀρετῆς ἰδέαν ἀπηκριβώσω δι ὅ καὶ μετὰ πάντας ὑπὲρ πάντας δοξασθείς, πρέσβευε δεόμεθα, ὡς παρρησίαν ἔχων πρὸς Θεόν, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα. [2]

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9) Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἑλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτους, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν, αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23. 6, 1-3) Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. [3]

Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἀλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε μάθετε δικασταὶ περάτων γῆς ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15) Δίκαιος, ἐὰν φθάση τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενoς, ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ, ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. Εἰς τὴν Λιτὴν, Στιχηρὰ ἰδιόμελα. Ἦχος πλ. δ. [4]

Τὴν λογικὴν παιδείαν καὶ μαθημάτων ἐπιστήμην, τῇ ἐπουρανίῳ σοφίᾳ συνέκρασας ἀοίδημε τοῖς πρακτικοῖς γὰρ ἀγῶσι, τὸ παθητικὸν τῆς ψυχῆς εὐσεβῶς προκαθηράμενος, διὰ θεωρίας ἀνήχθης, πρὸς τὴν ὑπερράρητον θέωσιν, καὶ τῷ ἀρχετύπῳ κάλλει τόν νοῦν προσερείσας, θεοειδής ὅλος ἐχρημάτισας, ἐναστραπτόμενος τῇ αἴγλῃ, τοῦ τρισηλίου καὶ ἀκτίστου φωτός ὅθεν χῦμα γνώσεως, καὶ καρδίας πλάτος λαβών, δόγματα ἐξηρεύξω σωτήρια τῷ κόσμῳ, καὶ τὰς θεολόγους φωνὰς τῶν πατέρων ἐπεσφράγισας, συλλογισμῶν ἀνάγκαις, καὶ πιθανότησιν ἐπιχειρημάτων ἀλλὰ καὶ ἡμᾶς ταῖς εὐχαῖς σου, τῶν ἀνοσίων καθάρας παθῶν, τοῦ φαιδροτάτου σου βίου ζηλωτάς, καὶ ἐπαινέτας ἀξίους ἀνάδειξον, καὶ τῆς ἐν τῷ μέλλοντι διανομῆς, τῶν ἀιδίων γερῶν καταξίωσον, Ἰωάννη τρισόλβιε. Δόξα. Ἦχος ὁ αὐτός. Ἡ ἁγία Τριάς, ὁ Θεός ἡμῶν, ἐν τῇ φωτεινῇ καρδίᾳ σου, πάσαις ἀρεταῖς κατηγλαϊσμένη, ὡς ἐν ναῷ μυστικῷ, καὶ ἐμψύχῳ μόνην θέμενος, ἄγγελον ἐπίγειον, καὶ οὐράνιον βροτὸν ἀπετέλεσεν, ὑπερκοσμίως ἐν τῷ κόσμῳ διαζήσαντα, καὶ ἀγγελικῶς ἐν τῇ γῇ πολιτευσάμενον, καὶ τὴν ἐκκλησίαν Χριστοῦ, σὺν τῷ θείῳ Κοσμᾷ, ὕμνοις ἱεροῖς κατακοσμήσαντα, ἥ χρεωστικῶς ὑμᾶς, ἐκ τῶν ὑμετέρων τιμῶσα, εἰς αἰῶνας δοξάζει θεόσοφοι. Καὶ νῦν. Θεοτοκίον. Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. [5]

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ. Ὤ τοῦ παραδόξου θαύματος! Πάτερ Ἰωάννη πάνσοφε, τὴν Ἐκκλησίαν Χριστοῦ, κατεφαίδρυνας ᾄσμασιν, ἐνθεαστικώτατα, μελῳδῶν παναοίδιμε, τῇ ἐνεργείᾳ, Πάτερ τοῦ Πνεύματος, τὴν σὴν κινύραν, ἀνακρουόμενος, τήν παναρμόνιον, τοῦ Δαυΐδ μιμούμενος ἣν ἐνηχῶν, θείοις μελῳδήμασι, πάντας κατέθελξας. Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον. Πάτερ Ἰωάννη ἔνδοξε, τῆς κοσμικῆς ἀποστάς, ταραχώδους συγχύσεως, τοῦ Χριστοῦ προσέδραμες, τῇ γαλήνῃ πανόσιε καὶ θεωρίας θείας καὶ πράξεως, τὰς πανολβίους, σαφῶς λαμπρότητας, ὄντως ἐπλούτησας, καὶ πιστοῖς μετέδωκας, θεοπρεπεῖ, βίῳ λαμπρυνόμενος, μακαριώτατε. Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. Δεῦτε γηγενεῖς ἐν ᾄσμασι, τὴν ἱερὰν καὶ σεπτήν, τοῦ Ὁσίου πανήγυριν, Ἰωάννου σήμερον, εὐσεβῶς ἀνυμνήσω-μεν οὗτος γὰρ ὄντως, θείας ἐλλάμψεως, κατηξιώθη, τὸ φῶς εἰσδέξασθαι. Ὤ τῆς ἀφάτου σου, εὔσπλαγχνίας Κύριε! δι' ἧς ἡμεῖς, ἔγνωμεν δοξάζειν σε, τὸν ὑπεράγαθον. Δόξα. Ἦχος πλ. β. Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν [6]

βίον ἀμέμπτως ἐζήλωσας. Παησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς σὲ ἱκετεύομεν πρέσβευε Δέσποινα, μετὰ τοῦ σοῦ Ὁσίου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον. Ἦχος γ. Τὴν ὡραιότητα. Τὴν καλλικέλαδον καὶ λιγυραῖς μολπαῖς, κατακηλοῦσάν τε καὶ ἀγλαΐζουσαν, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, εὔλαλον ἀηδόνα, δεῦτε εὐφημήσωμεν, Ἰωάννην τὸν πάνσοφον, τὸν Δαμασκηνὸν πιστοί, ὑμνογράφων τὸν πρύτανιν, τὸν ἔμπλεον ἁπάσης γενόμενον, θείας καὶ κοσμικῆς σοφίας. Δόξα. Ἕτερον. Ἦχος ὁ αὐτός. Θείας πίστεως. Θεῖον ὄργανον τῆς Ἐκκλησίας, λύρα εὔσημος τῆς εὐσεβείας, ἀνεδείχθης Ἰωάννη πανεύφημε ὅθεν πυρσεύεις τοῦ κόσμου τὰ πέρατα, ταῖς τῶν σοφῶν σου δογμάτων ἐλλάμψεσι Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Καὶ νῦν. Θεοτοκίον. Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος. Ἀπόλυσις. [7]

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος α. Τὸν τάφον σου Σωτὴρ Ἡδύφωνος αὐλός, μεγαλόφωνος σάλπιγξ, κιθάρα μελουργός, λιγυρὰ θεία λύρα, κινύρα παναρμόνιος, μουσικώτατον ὄργανον, ἐμπνεόμενον, τοῦ Παρακλήτου ταῖς αὔραις, ἀναδέδειξαι, ὦ Ἰωάννη καὶ θέλγεις, ἡμῶν τὰ νοήματα. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς βάθη, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου. Μετὰ την β Στιχολογίαν, Κάθισμα. Ἦχος α. Τὸν τάφον σου Σωτὴρ Ὑμνοῦμεν τοὺς σεπτούς, καὶ ἁγίους ἀγῶνας, οὓς ἔτλης ἀληθῶς, ὑπέρ τῆς Ἐκκλησίας, γεραίροντες ἐν ᾄσμασι, τὰ σεπτὰ μελῳδήματα, ἃ κατέλιπες, εἰς ὑμνῳδίαν Κυρίου, ἀξιάγαστε, καὶ τῶν πιστῶν εὐφροσύνην, Ἰωάννη πανεύφημε. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα, σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον. [8]

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος δ. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ. Τὸν ὑμνογράφον καὶ σεπτὸν Ἰωάννην, τῆς ἐκκλησίας παιδευτὴν καὶ φωστῆρα, καὶ τῶν ἐχθρῶν ἀντίπαλον ὑμνήσωμεν πιστοί ὅπλον γὰρ ἀράμενος τὸν σταυρὸν τοῦ Κυρίου, πᾶσαν ἀπακρούσατω τῶν αἱρέσεων πλάνην καὶ ὡς θερμὸς προστάτης εἰς Θεόν, πᾶσι παρέχει πταισμάτων συγχώρησιν. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τοῦ εὐχαρίστως ἀνυμνεῖν ἐκ καρδίας, τὰ σὰ ἐλέη Δέσποινα οἱ δοῦλοί σου, κράζοντες καὶ λέγοντες Παναγία Παρθένε, πρόφθασον καὶ λύτρωσαι ἐξ ἐχθρῶν ἀοράτων, καὶ ἀναγκῶν καὶ πάσης ἀπειλῆς σὺ γὰρ ὑπάρχεις ἡμῶν ἡ ἀντίληψις. Οἱ Ἀναβαθμοί, τὸ α Ἀντίφωνον τοῦ δ Ἤχου. Προκείμενον. Ἦχος δ : Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. Στίχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; Εὐαγγέλιον Ὁσιακόν. Ἐκ τοῦ κατὰ Λουκᾶν. (Κεφ. 6, 17-23): Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... Ὁ Ν Ψαλμός. [9]

Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Εἶτα τὸ ἰδιόμελον. Ἦχος πλ. β. Στίχ. Ἐλέησόν με ὁ Θεός. Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν. Εἶτα, οἱ Κανόνες τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς Τὸν ἐκ Δαμασκοῦ μουσοποιὸν ᾀστέον Μάρκῳ ᾨδὴ α. Ἦχος δ. Θαλάσσης τὸ ἐρυθραῖον. Τὰ ἄνθη τῶν σῶν χαρίτων ὅσιε, ποικίλον βρύοντα, καὶ εὐπνοοῦντα πάντοθεν τὸν νοῦν, ἀποτρέπει βουλόμενον, ῥινηλατεῖν ἔν ᾄσμασι, τῆς πολιτείας σου τὰ σύμβολα. Ὁ φθόγγος ὁ τῶν ᾀσμάτων ἥρμοττεν, ὁ σὸς τῷ βίῳ τῷ σῷ, μόνης καὶ γὰρ τῆς σῆς ὡς ἀληθῶς, φωνῆς ἔδει πανόλβιε, τοῖς ἐγχειροῦσι πλέκειν σου, τὰ τῶν ἐπαίνων στεφανώματα. [10]

Νεόφυτον ἱδρυμένον χάρισι, πλείσταις κατάκομον, ἐξ εὐγενοῦς τῆς ῥίζης προελθόν, ὡς ἐλαία κατάκαρπος, ἐν οἴκῳ Θεοῦ πέφημας, τοῦ ἱλαρῦναι πιστῶν πρόσωπα. Θεοτοκίον. Ἐλύθη τῶν προπατόρων ἄχραντε, τὸ ἐπιτίμιον, ἄνευ ὠδίνων σου τὸν ποιητήν, γεννησάσης τῆς κτίσεως, τὸν τοῦ θανάτου λύσαντα, πικρὰς ὀδύνας τῇ ἐγέρσει αὐτοῦ. ᾨδὴ γ. Οὐκ ἐν σοφίᾳ. Κατακρατήσας, τῆς σαρκὸς ἐκ νεότητος ἅγιε, πρὸς Θεὸν τὸ τῆς ψυχῆς, ἀπίθυνας ἐφιέμενον ὅθεν ἀνεχρώσθη σου, τῷ θείῳ κάλλει ὁ νοῦς. Δεῆσαν κόσμῳ, προελθών ὡς φωστῆρα τὸν λόγον σου, Ἰωάννη παιδευτήν, ἐξαποστέλλει σοι πόρρωθεν, Θεὸς προορώμενος, τὴν σὴν λαμπρότητα. Ἀπὸ βαρείας, ἀφιέμενα βέλη χειρὸς δυνατοῦ, τὰ συγγράμματα τὰ σά, τῶν ἀσεβῶν κατεκλόνει ψυχάς, εἰκόνων ἀθέτησιν σεπτῶν ἐλέγχοντα. Θεοτοκίον. Μεγαλυνέσθω, θεοπλόκοις ᾠδαῖς ἡ πανάμωμος, ἡ τὴν χεῖρα τῷ σοφῷ, ἐκκεκομένην θεράποντι, ἀποκαταστήσασα εἰς δόξαν ὄντως αὐτῆς. Κάθισμα. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Τὴν τοῦ βίου ἀπάτην ἀποκρουσάμενος, τὸν Σταυρὸν τοῦ Κυρίου ἀναλαβόμενος, ἀσκητικῶς τὸν πονηρὸν κατεπάλαισας, τῆς ἐρήμου πολιστής, φωστὴρ τοῦ [11]

κόσμου νοητῶς, ἀναδειχθεὶς θεοφόρε διὸ πρέσβευε τῷ Σωτῆρι, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Τὸ ἐξαίσιον θαῦμα τὸ τῆς συλλήψεως, καὶ ὁ ἄφραστος τρόπος ὁ τῆς κυήσεως, ἐν σοὶ ἐγνώρισται Ἁγνὴ ἀειπάρθενε. Καταπλήττει μου τὸν νοῦν, καὶ ἐξιστᾷ τὸν λογισμόν, ἡ δόξα σου Θεοτόκε, τοῖς πᾶσιν ἐφαπλουμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. ᾨδὴ δ. Ὁ καθήμενος ἐν δόξῃ. Ἀλογήσας τῶν ἀστάτων, προσετέθης τοῖς μένουσι, τὸν σταυρό σου ἄρας, καὶ τῷ σταυρωθέντι ἑπόμενος, διακαεῖ πόθῳ περ, ἕως φθάσας τὸ ἀκρότατον, οὗ γενομένοις ἀνάπαυσις. Σκῦλα μὲν ἐκ Σαμαρείας, Δαμασκοῦ τε τὴν δύναμιν, προνομεύσων ἦλθεν ὁ ἐξ Ἰακώβ ἀνατείλας Χριστός, σὲ δὲ αὐτὸς προσλαμβάνει μαθητεύσοντα, Δαμασκόθεν τῇ πόλει Σιὼν τοῦ μεγάλου Θεοῦ. Κατὰ λόγον ὑποθέσθαι, τὸν θεμέλιον ἔκρινας, τοῦ ἐνθέου βίου τὴν ὑπακοὴν προστησάμενος ὅθεν σοφὸς ἰδιώτῃ παρεπόμενος, ὑπετάσσου πληρῶν τὰ ἐκείνου προστάγματα. Θεοτοκίον. Ὁ ταῖς ἄνω στρατηγίαις, φοβερὸς καὶ ἀπρόσιτος, προσιτός μοι ὤφθη, σάρκα ἐκ Παρθένου καθ ἕνωσιν, περιβαλόμενος ξένην, ὅ μυστήριον, ὁ γλυκὺς Ἰωάννης, ὁ Σύρος ἀνύμνησεν. ᾨδὴ ε. Ἐξέστη τὰ σύμπαντα. [12]

Ὑπήνεγκας ὅσιε ταῖς θλίψεις πυρούμενος, καὶ τῶν πειρασμῶν ταῖς ἐπιπνοίαις, ὡς ἐν χωνείᾳ χρυσὸς τηκόμενος, εἰς κόσμον τῆς νύμφης τοῦ Χριστοῦ, ἐκκλησίας κάλλιστον, Ἰωάννη θεσπέσιε. Μεγάλως ἐθαύμαζον οἱ πρότερον εἰδότες σου, τὴν ἐν τῇ πατρίδι δυναστείαν, κατανοοῦντες σπυρίδας φέροντα, ἄχθος ἐπωμάδιον φαιδρῶς, καὶ πολλοῦ τιμήματος, αὐτὰς ἀποδιδόμενον. Ὁ Λόγῳ καὶ Πνεύματι τὸν κόσμον συστησάμενος, λόγῳ καὶ σοφίᾳ χαριτώσας, καὶ θείῳ Πνεύματι στομωσάμενος, τὸν φωτοειδέστατόν σου νοῦν, ὅλον ἀπειργάσατο, φῶς ἐν κόσμῳ ζωήρυτον. Θεοτοκίον. Υἱὸν προαιώνιον βρέφος Θεὸν ἐγέννησας, ἄχραντε Μαρία Θεοτόκε, τὸν ταῖς μητάσι, τὰ βρέφη πλάττοντα, καὶ τὸ γάλα τούτοις ἐκ μαζῶν, τὸν ἐποχετεύοντα, τῷ σῷ γάλακτι ἔθρεψας. ᾨδὴ ς. Ἐβόησε προτυπῶν. Συνέσεως καὶ σοφίας πλησθεὶς διὰ Πνεύματος, ἀρχιτέκτων τῆς σκηνῆς, τῷ Θεῷ ἐχρημάτισας, τὴν ὀρθοδοξίαν ἔργοις, περικρατύνας καὶ δόγμασιν. Ὁρῶντές σε τὰς ἀχράντους μολύνοντα χεῖράς σου, κοπροφύρτους, ἐπιτίμιον λόγου ὑπέχοντα, κατεπλήττοντο, οἱ πατέρες τὴν σὴν γενναιότητα. [13]

Πειρώμενος προχωρεῖν τοῖς ἑξῆς ὑποστέλλομαι, ἐγκωμίων ἀχανές, ἀνοιγνύμενον πέλαγος, ἔμπροσθεν ὁρῶν μου, ἀλλά σύμπλους μοι περιγενήθητι. Θεοτοκίον. Ὁ λόγος σου συστελλόμενος πρώην ἀνέλαμψε, τῆς παρθένου καὶ μητρός, τοῦ Θεοῦ κινησάσης σου, τὴν δεδωρημένην ὑπ αὐτῆς, δεξιὰν πρὸς ὕμνους αὐτῆς. Κοντάκιον. Ἦχος β. Τὰ ἄνω ζητῶν. Δαμάσας πολλοῖς, ἱδρῶσι τῆς ἀσκήσεως, τὸ σῶμα τὸ σόν, εἰς ὕψος οὐράνιον, εὐπετῶς ἀνέδραμες, ὅπου μέλη θεῖά σοι δίδονται, ἃ τρανῶς ἐμελῴδησας, τοῖς φίλοις Κυρίου, Πάτερ Ὅσιε. Ὁ Οἶκος. Ὕμνοις θείοις κόσμον ἀρδεύεις, θείαν γνῶσιν πλουτήσας, καὶ τριχῶς τὴν γραφὴν καὶ πᾶσαν κτίσιν λαβόμενος, εἰς φυσικὴν θεολογικήν τε, ἠθικὴν Ἰωάννη θεωρίαν, τούτοις ἡμᾶς καθ ἑκάστην ποτίζεις τοῖς νάμασι, τὴν πίστιν καὶ τὰ δόγματα, ποικιλοτρόπως διδάσκων τρισόσιε, σεπτῶν είκόνων τιμὴν καὶ προσκύνησιν, καταφρόνησιν δὲ πασῶν τῶν αἱρέσεων, πρεσβεύων ἀεί, ὑπὲρ τῶν φίλων Κυρίου, Πάτερ Ὅσιε. Συναξάριον Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ Δαμασκηνοῦ. Πλήσας μελῶν γῆν ἡδέων Ἰωάννης, Κἂν οὐρανοῖς ἄνεισι συνθεῖναι μέλη. Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Λέοντος τοῦ Ἰσαύρου, καὶ Κωνσταντίνου τοῦ υἱοῦ αὐτοῦ, ἐκ Δαμασκοῦ τῆς πόλεως, ἐκ γένους περιφανοῦς, καὶ τῇ ὀρθοδόξῳ [14]

διαπρέποντος πίστει. Τυχὼν δὲ καὶ φιλαρέτου πατρός, ἐπαιδεύθη πᾶσαν τὴν ἑλληνικὴν παίδευσιν, καὶ τὸν βυθὸν τῆς θεοπνεύστου Γραφῆς καλῶς ἐξηρεύνησε. Τὸν μονήρη δὲ βίον μετὰ Κοσμᾶ τοῦ μακαριωτάτου, τοῦ συνανατραφέντος αὐτῶ, γεγονότος δὲ ὕστερον Ἐπισκόπου Μαϊουμᾶ, ὑπῆλθεν. Οὗτοι οὖν ἄμφω παρ ἑνὸς διδασκάλου ἐξεπαίδευθησαν, Κοσμᾶ κἀκείνου τοὔνομα, καὶ Ἀσηκρίτης ἐπιλεγομένου, ἐξωνηθέντος παρὰ τοῦ πατρὸς αὐτοῦ μετὰ καὶ ἑτέρων αἰχμαλώτων. Εἰς ἄκρον δὲ σοφίας ἐληλακότες, τοιούτου διδασκάλου τυχόντες, εἶτα γενόμενοι Μοναχοί, ἐσχόλαζον ἀμφότεροι Θεῷ. Ὁ δὲ Ἰωάννης, τῷ προεστῶτι τῆς Μονῆς τοῦ Ἁγίου Σάββα ἰδίως παραδοθείς, τὴν μακαρίαν ὑπακοὴν ὑπ αὐτοῦ ἐδιδάσκετο, ᾧ καὶ ἐμφανισθῆναι κατ ὄναρ τὴν Ὑπεραγίαν Θεοτόκον λέγεται, καὶ εἰπεῖν (ἐν ὅσῳ εἰσέτι ὁ Ἰωάννης συνῆν τῷ διδασκάλῳ), ἢ μᾶλλον ἐντείλασθαι αὐτῷ, ἐπιτρέψαι τῷ αὐτοῦ μαθητῇ Ἰωάννῃ ὕμνους συνθεῖναι, εἰς δόξαν τοῦ ἐξ αὐτῆς τεχθέντος ἀσπόρως, καὶ καύχημα τῶν ἐκ μέσης καρδίας ὀφειλόντων ταύτην γεραίρειν, ὃ δὴ καὶ πεποίηκε, τὴν ὑπόθεσιν ταύτην λογογραφίᾳ θέμενος. Ἐπίσης οὖν τὴν ἄσκησιν μετελθόντες, ὁ μὲν μακάριος Κοσμᾶς, πολλὰ συγγράμματα τῇ Ἐκκλησίᾳ καταλελοιπώς, ἐν εἰρήνῃ ἀνεπαύσατο. Ὁ δὲ ἀοίδιμος Ἰωάννης, καὶ αὐτὸς τὰ ὅμοια καὶ πλεῖστα διαπραξάμενος, καὶ τῇ τῶν λόγων αὐτοῦ δυνάμει, καὶ τῶν Γραφῶν σοφαῖς ἀποδείξεσι, πλεῖστα στηλιτεύσας τὴν δυσσεβῆ τῶν Εἰκονομάχων αἵρεσιν, καὶ πολλὰ συγγράμματα τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ καταλελοιπώς, δι ὧν σχεδὸν παντὸς τοῦ ζητουμένου γνῶσις ἐναργὴς [15]

εὑρίσκεται, ἐν γήρᾳ πίονι καταλύει τὸν βίον, ζήσας ἔτη ἑκατὸν πρὸς τοῖς τέσσαρσι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Βαρβάρας. Ξίφει πατὴρ θύσας σε, Μάρτυς Βαρβάρα, Ὑπῆρξεν ἄλλος Ἀβραὰμ διαβόλου. Αὕτη ὑπῆρχεν ἐπὶ Μαξιμιανοῦ τοῦ βασιλέως, τῶν ἀφ ἡλίου ἀνατολῶν, θυγάτηρ Διοσκόρου τινὸς Ἕλληνος, ἐν ὑψηλῷ πύργῳ παρὰ τοῦ πατρὸς φυλαττομένη, διὰ τὴν ἐπανθοῦσαν αὐτῇ σωματικὴν ὡραιότητα. Παρθένος δὲ οὖσα, καὶ τὸν Χριστὸν σεβομένη, οὐ διέλαθε τὸν πατέρα. Γνοὺς γὰρ τὰ κατ αὐτήν, ἐξ ὧν ἐκεῖνος μέν, ἐπὶ τῷ οἰκοδομουμένῳ λουτρῷ παρ αὐτοῦ, δύο θυρίδας εἶπε γενέσθαι, ἡ δὲ προσέταξε τρεῖς, καὶ τὴν αἰτίαν ἐρωτηθεῖσαν Ἐπ ὀνόματι, ἔφη, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ταῦτα ἀκούσας ἐκεῖνος, εὐθὺς ὥρμησε τῷ ἰδίῳ ξίφει ἀνελεῖν αὐτήν. Ἐκφυγούσης δὲ αὐτῆς, καὶ εἰς διαιρεθεῖσαν πέτραν ὑπεισελθούσης, ἐπεὶ καταδίωκων αὐτὴν ὁ πατὴρ εὗρε, τῶν τριχῶν ἀψάμενος αὐτῆς, παρέδωκεν αὐτὴν τῷ τῆς χώρας ἡγεμόνι. Οὗ κατ ἐνώπιον ὁμολογήσασα τὸν Χριστόν, καὶ τὰ εἴδωλα καθυβρίσασα, τύπτεται δεινῶς, τὰς σάρκας ξέεται, τὰς πλευρὰς κατακαίεται, καὶ σφαίραις κατὰ κεφαλῆς παίεται. Εἶτα, τὴν πόλιν γυμνὴ περιάγεται, καὶ τύπτεται, καὶ τὴν διὰ ξίφους δέχεται τελευτήν, αὐτοῦ τοῦ ἰδίου πατρὸς ταῖς οἰκείαις χερσίν, ἀνελόντος, ὃς καὶ λέγεται, μετὰ τὴν ταύτης σφαγήν, ἐκ τοῦ ὄρους κατερχόμενος, κεραυνῷ βληθῆναι, καὶ τὴν ψυχὴν ἀποῆξαι. [16]

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἰουλιανὴ ξίφει τελειοῦται. Ἰουλιανὴν ὡς περιστερὰν δέχου, Εἰμὴ τάχει τέμνοιτο, τρίζουσαν Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Χριστόδουλος καὶ Χριστοδούλη ξίφει τελειοῦνται. Συνωνυμών σοι, παρθένε Χριστοδούλη, Ὁ Χριστόδουλος, καὶ συναθλεῖ σοι ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωάννου, Ἐπισκόπου Πολυβότου, τοῦ θαυματουργοῦ. Ἐπισκοπὴν γῆς ἐκλιπὼν Ἰωάννης, Ἐπισκοποῦντος πάντα τέρπεται θέᾳ, Οὗτος νέος ὢν ἤδη, τρυφὰς ἐμίσει καὶ ἡδονάς, νηστείᾳ δὲ μᾶλλον καὶ σωφροσύνῃ τὸν ἑαυτοῦ κατεκόσμει βίον. Ὅθεν καὶ Ἐπίσκοπος Πολυβότου χειροτονεῖται, πρότερον τοὺς ἐκκλησιαστικοὺς βαθμούς, διελθών. Ἤδη δὲ προστασίαν λαοῦ ἐμπιστευθείς, ἀγῶνας ἀγῶσι προστέθεικε, κόποις τε κόπους. Ἐπεὶ δὲ Λέων ὁ Ἴσαυρος, ἀναξίως τῶν σκήπτρων τῆς βασιλείας ἐδράξατο, καὶ κατὰ τῶν Ἁγίων Εἰκόνων βλασφημεῖν ἐπεχείρησεν, οὗτος ὁ ἱερὸς ἀνὴρ ἰσχυρῶς ἤλεγξεν αὐτοῦ τὴν ἀσέβειαν, εἶτα πρὸς τὸ ποίμνιον αὐτοῦ, τὴν πίστιν ἐξη+κριβώσατο, τοὺς δὲ Ἀγαρηνούς, τοὺς τὸ Ἀμόριον κατοικοῦντας, θεηλάτως πλήξας, τοὺς Χριστιανούς, οὓς εἶχον αἰχμαλώτους, ἀποχαρίσασθαι αὐτῷ παρεσκεύασε. Καὶ τὸ σῶμα τὸ ἴδιον εἰσέτι καὶ νῦν ἄφθαρτον διετήρησε. Καὶ κατὰ τὴν τῆς Πεντηκοστῆς ἡμέραν ἀνίστωσιν αὐτόν, καὶ τὴν ἀρχιερατικὴν στολὴν ἐνδύουσι, καὶ τῇ θείᾳ τραπέζῃ προσερείδουσι, καὶ οὕτως ἵσταται ὄρθιος, καὶ ἐν τῷ συνθρόνῳ ἀναβιβάζουσι, καὶ ὑπὸ δύο στηριζόμενος, διὰ [17]

πάσης ἄπτωτος τῆς ἱερᾶς μυσταγωγίας ἵσταται. Τὰ δ ἄλλα, ὅσους δαιμονῶντας θεραπεύει, καὶ νόσους ἑτέρας, ἀδύνατόν ἐστιν ἡμῖν γραφῇ παραδοῦναι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Δώδεκα Προφητῶν, ἐν τῇ τῶν Ἱεροσολύμων Ἁγίᾳ Ἐκκλησίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κασσιανοῦ, τοῦ ἐν Κύπρῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Δαμάσου τοῦ Α, Πάπα Ῥώμης, τοῦ Πορτογάλου. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Σεραφείμ, ὁ Φαναρίου ἐπίσκοπος, ὁ μαρτυρήσας ἐν ἔτει 1601, σούβλῃ διαπαρεὶς τελειοῦται. Ὁ γῆς Σεραφεὶμ Θετταλῶν φὺς ὡς κλάδος, Θεῷ Λόγῳ πρόσεισι ῥείθροις αἱμάτων. Οὗτος, ἤκμασε περὶ τὰ τέλη τοῦ δεκάτου ἕκτου καὶ ἐν ἀρχῇ τοῦ δεκάτου ἑβδόμου αἰῶνος. Ὥρμητο ἐκ χώρας Ἀγράφων, τῆς δευτέρας Θετταλίας, γεννηθεὶς ἔν τινι χωρίῳ, ᾧ ἡ κλῆσις Μπεζήλα, ἐκ γονέων εὐσεβῶν, παρ ὧν καλῶς ἀνήχθη ἐν φόβῳ Θεοῦ, καὶ ἤθεσι σεμνοῖς. Θείῳ δὲ τρωθεὶς πόθῳ, ἐκ νεαρᾶς ἡλικίας ἠκολούθησε Χριστῷ, γενόμενος μοναχός, ἐν τῇ ἐκεῖσε Μονῇ, τῇ καλουμένῃ τῆς Κορώνης, ἐν ᾗ ὁσίως διαπρέψας καὶ εὐδοκιμήσας, τῇ κατὰ Χριστὸν ζωῇ, θείῳ ψήφῳ ἐγένετο ἀρχιερεὺς καὶ ποιμὴν κατέστη τῆς ἐν Φαναρίῳ καὶ Νεοχωρίῳ Ἐκκλησίας τοῦ Θεοῦ. Καὶ ἧν θεοφιλῶς ποιμαίνων καὶ διάγων τὴν λαχοῦσαν αὐτῷ ποίμνην, ὅτε, φθόνῳ τοῦ τοῖς καλοῖς βασκαίνοντος ἐχθροῦ, συλληφθεὶς ὑπὸ τῶν κρατούντων Ἀγαρηνῶν, ὡς [18]

στασιάζων τάχα κατ αὐτῶν, ποικίλαις ὑπεβλήθη τιμωρίαις καὶ ποιναῖς, ἵνα τὴν πρὸς Χριστὸν πίστιν ἀρνήσηται, ἐπαγωγὴν γὰρ ἐπαλλήλως σκληρῶν ἤνεγκε ῥαβδισμῶν καὶ μαστιγώσεων, τομὴν ῥινός, εἱρκτῆς κάθειρξιν, ἐπίθεσιν ἐπὶ τῆς γαστρὸς λίθου βαρυτάτου, καὶ ἐν πᾶσιν ἄτρεπτος, ἐν ἀπτοήτῳ φρονήματι φανείς, καὶ τὴν τῆς εὐσεβείας καλὴν ὁμολογίαν διατόρων ὁμολογῶν καὶ κηρύττων, τέλος ὑπέστη, τυραννικῇ ἀπηνείᾳ καὶ ὡμότητι, τὸν δι ἀνασκολοπισμοῦ πολυώδυνον θάνατον, καὶ συνηριθμήθη τοῖς ἀπ αἰῶνος Ἁγίοις Ἱεράρχαις καὶ Μάρτυσιν, ὡς εὐκλεὴς Ἱερομάρτυς, μέγας θαυματουργός, πρὸς Χριστοῦ ἀναδειχθείς. Ἡ γὰρ σεπτὴ αὐτοῦ Κάρα, Ἁγίῳ Πνεύματι χαριτωθεῖσα, ἀενάως βλυστάνει τὰ ἰάματα τοῖς εὐλαβῶς προσιοῦσιν, ἀσθενείας παύουσα δεινάς, καὶ πᾶσαν ἀωστίαν, καὶ ἐξαιρέτως τὴν πανώλεθρον καὶ βροτολοιγὸν πανώλην, ἣν πάραυτα ἐκποδὼν ποιεῖται, ἅμα τῇ ἐμφανίσει αὐτῆς. Ταύτην δὲ τὴν τρισόλβιον Κάραν, θησαυρίζει ἡ τῆς Κορώνης εὐαγὴς Μονή. Οὕτω γὰρ δοξάζει Χριστός, τοὺς Αὐτὸν δοξάζοντας. Ἐγένετο δὲ ἡ μαρτυρία αὐτοῦ, ἐν ἔτει σωτηρίῳ 1601, τῇ Δ Δεκεμβρίου μηνός. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν. ᾨδὴ ζ. Ὁ διασώσας ἐν πυρί. Ἱερωσύνης ἐπιβὰς καὶ ἐπὶ καθέδραν αἰνέσας, τῶν πρεσβυτέρων τὸν Θεόν, ὥς περ φῶς ἐν λυχνίᾳ ἀοίδιμε, φεγγοβόλους ἀπηστραψας, τῶν δογμάτων καὶ τῶν ὕμνων αὐγὰς τῷ κόσμῳ. [19]

Ὁ Ἰωάννης προφητῶν καὶ τοῦ παλαιοῦ νόμου πατήρ, ὁ βαπτιστής τοῦ δὲ καινοῦ, καὶ τῆς χάριτος ὤφθης συμπέρασμα, Ἰωάννη μακάριε, καὶ σφραγὶς τῶν θεολόγων διδασκάλων. Νέκταρ γλυκὺ ποταμηδόν, μάννα ζωηρόν ἀμβροσία, χύσις ἐλαίου δαψιλής, οἶνος ἥδιστος ἅμα πηγάζουσιν, ἐν τοῖς ὕμνοις τοῦ μάκαρος οἱ βουλόμενοι τρυφᾶτε τρυφὴν ἀγήρω. Θεοτοκίον. Ἁγιωσύνης ἱερὸν ἐλεημοσύνης χωρίον, δικαιοσύνης ἀληθῶς, ἐνδιαίτημα θεῖον πανάμωμε, τὴν ψυχήν μου παθήμασι, μιανθεῖσαν καθαγίασον ἐλέει. ᾨδὴ η. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ. Σοφίαν καὶ σύνεσιν καὶ γνῶσιν, ἐκ πράξεως ἀρίστης κομισάμενος, ἤρθης ἐν τῷ πνεύματι, λόγῳ ὁδηγούμενος, πρὸς θεωρίας ὕψωμα, ὅ περ αἰθέριον, λαμπρὸς ἀναδειχθεὶς θεολόγος, καὶ τῶν ἀθεάτων ἐξηγητὴς καὶ μύστης. Τοῦ λόγου τὴν λύραν τῇ μαγάδι, τονώσας τῆς ἐπιστήμης ἐμελούργησας, μέλη παναρμόνια, ᾄσματα σειρήνια, διαπρεπῆ τερπνότατα καρδίας θέλγητρα, ψυχῆς ἀνιωμένης γαλήνην, οἷς ἡ ἐκκλησία λαμπρῶς κατακο-σμεῖται. Ἐδέξω θεόθεν ὡς ἐπόθεις, καρδίας πλάτος, σοφίας χῦμα ἄμετρον ὅθεν ἐξηρεύνησας φύσεως μυστήρια, καὶ λογικὰ προβλήματα σοφῶς ἐπέλυσας, λευκάνας φωτισμῷ σαφηνείας, τὰ ὑπὸ τὸν γνόφον πολλοῖς κεκαλυμμένα. [20]

Ὁμότιμον ἄναρχον Τριάδα, δοξάζων ἐθεολόγησας ἀοίδιμε, ἕνα μόνον αἴτιον, Υἱοῦ τε καὶ τοῦ Πνεύματος, Πατέρα τοῦ δὲ Πνεύματος Υἱὸν ἀναίτιον Υἱοῦ γάρ, ὡς ἔφης, λέγομεν Πνεῦμα, ἐξ Υἱοῦ δὲ τοῦτο λέγομεν οὐδόλως. Θεοτοκίον. Νεύματι τὸ πᾶν ὁ φέρων Λόγος, ἐκ μήτρας σου προελθὼν ὡς ἄλλος ἥλιος, ἀκτῖνας οὖν ἀπέστειλε, κήρυκας τῆς πίστεως, εἰς τὰ τοῦ κόσμου πέρατα, ὧν ἐπεσφράγισε, τὸ κήρυγμα ὁ σὸς Ἰωάννης, ἔργοις τε καὶ λόγοις, πανύμνητε παρθένε. ᾨδὴ θ. Ἅπας γηγενής. Μέλεσι τερπνοῖς, τὸ ἄλσος πανεύφημε καταφωνεῖς μυστικῶς, τὸ τῆς ἐκκλησίας νῦν, ὡς ἀηδὼν πολύφωνος, ἄρτι μὲν δεσποτικὰ μυστήρια ἀναβαλλόμενος, νῦν δὲ αὖθις τὴν ἁγνὴν ὑπόθεσιν, καὶ τοὺς ἄλλους ἁγίους μιμούμενος. Ἄγετέ μοι νῦν, προθύμως ὡς ἔνεστι συναγωνίσασθε, καὶ συνεξεργάσασθε τὴν εὐφημίαν οἱ περὶ λόγους τε, καὶ μουσικὴν τὴν πρόχειρον ἐνασχολούμενοι, τὸν πατέρα ταύτης καὶ διδάσκαλον, εὐφημοῦντες λαμπρῶς καὶ γεραίροντες. Ῥήματα ζωῆς, θησαυρὸν ἀκένωτον τῆς ἐκκλησίας Χριστοῦ, ἔλιπες τοὺς λόγους σου καὶ μετὰ θάνατον, τὸ δὲ ἅγιον καὶ θεοφόρον σῶμά σου, θαυμάτων βρύον κρουνούς ἀειρόους, καὶ πηγὰς ἰάσεων, βασιλίδι τῶν πόλεων δέδωκας. [21]

Κήπων λογικῶν, οὕς ἐκαλλιέργησας αὐτὸς δρεψάμενος, ἄνθος ὡς ἡδύπνοον, τὸν ὕμνον τοῦτον σοὶ προσενήνοχα, τὰ σὰ γοῦν προσδεξάμενος μόνην τὴν πρόθεσιν, πληρεστάτην ἔπιδε τυγχάνουσαν, καὶ Θεόν μοι ἱλέωσαι ἅγιε. Θεοτοκίον. Ὦ τῶν δωρεῶν, ὧν ἡ φύσις ἅπασα τῆς σῆς ἀπήλαυσε, κόρη οἰκειότητος, μεθ ὧν τὸ θαῦμα τὸ τῆς χειρὸς τοῦ σοφοῦ, Δαμασκηνοῦ σωτήριον πᾶσι γεγένηται, ἐκκλησίας κόσμος διαυγέστατος, εὐσεβείας βεβαίωσις ἄσειστος. Ἐξαποστειλάριον. Ἐν Πνεύματι τῶ Ἱερῶ Ἀνέτρεψας σοφίᾳ σου, τὰς αἱρέσεις παμμάκαρ, ὦ Ἰωάννη πάνσοφε, καὶ ὀρθόδοξον δόγμα, τῇ Ἐκκλησίᾳ δέδωκας, τοῦ ὀρθῶς δογματίζειν, καὶ δοξάζειν Τριάδα, Μονάδα τρισυπόστατον, ἐν μιᾷ τῇ οὐσίᾳ. Θεοτοκίον. Ἐκύησας Πανάχραντε, τὸν Θεοῦ Θεὸν Λόγον, τῷ κόσμῳ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτῳ, λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων. Εἰς τοὺς Αἴνους. Ἦχος δ. Ὁ ἐξ ὑψίστου κληθείς. Ὁ τὴν σοφίαν αὐτὴν ἔνοικον ἔχων, ὅτε ὁ δυσώνυμος ῥαγδαῖον ἔπνευσε, κατὰ τῶν θείων μορφώσεων πυρὶ διδόναι, καὶ ἐξαλείφειν ἐγκελευόμενος, τότε σὺ πανόλβιε συναγωγὼν σεαυτόν, καὶ συγκινήσας τῷ πνεύματι τῆς θεωρίας, λογογραφεῖς σαφῶς τὴν εὐσέβειαν, καὶ ἀντιθέτοις ἀγῶσι τρέπεις τὸν τῆς [22]

αἱρέσεως προϊστάμενον μετελθὼν οὖν σε δόλῳ, τοῦ σκοποῦ οὐδὲν ἀπώσατο. Τῆς ἐκκλησίας ὁ ῥήτωρ ὁ πυρίπνους, σάλπιξ ἡ διάτορος ἡ μουσικὴ χελιδών, τὸ θεοκρότητον ὄργανον τῆς εὐσεβείας, ὁ μέγας κήρυξ ὁ διαπρύσιος, ὁ κύκνος ὁ εὔλαλος ὁ θεοφόρος αὐλός, τῶν ἀρετῶν τὸ θησαύρισμα φιλοσοφίας, τῆς ἀνωτάτω θεῖον ἀρχέτυπον, χρυσῆ κιθάρα συγκροτοῦσα, πρὸς ἁρμονίαν τοὺς ᾄδοντας πνεύματι, Ἰωάννης ὁ Σύρος, εὐφημείσθω τὰ προσήκοντα. Τῶν ἀποστόλων μαρτύρων καὶ ὁσίων, τὸν κλεινὸν συμμέτοχον ἀνευφημήσωμεν, τὸν τῶν ἀγγέλων ζηλώσαντα τὴν ἀσαρκίαν, βροτείου γένους τὴν ὡραιότητα, δογμάτων τὸ πέλαγος θεολογίας βυθόν, τὸν ἐν τοῖς ᾄσμασι τέρποντα τὴν ἐκκλησίαν, καὶ πανηγύρεις θείας φαιδρύνοντα, τὸν Δαμασκόθεν Ἰωάννην τὸν μελουργὸν καὶ θεόφθογγον κήρυκα, καὶ ταμίαν τοῦ λόγου δεόμενον ἀφθονώτατα. Τοῖς μὲν Ἑβραίοις τὸ μάννα παραδόξως, εἰς πᾶν μετεβάλλετο τὸ καταθύμιον, σὺ δὲ σοφῶς ἀμειβόμενος τῇ πανδαισίᾳ, τοῦ λόγου πᾶσι τὰ πάντα γέγονας, θλιβομένων ἄνεσις εὐεκτικῶν συστολή, μαθητιώντων διδάσκαλος, αἱρετιζόντων πέλεκυς κόπτων, πέτρα πριστήριος, τῶν μοναζόντων καὶ μιγάδων ἀλείπτης καὶ στάθμη εὐθύτητος, Ἰωάννη θεόφρον, Δαμασκοῦ τὸ ἐγκαλλώπισμα. Δόξα. Ἦχος πλ. α. [23]

Χάρις Θεοῦ τοῖς ἱεροῖς σου χείλεσιν ἀληθῶς ἐξεχύθη, πατὴρ ἡμῶν Ἰωάννη, καὶ ἡ γλῶσσά σου κάλαμος γραμματέως, ἐδείχθη τοῦ παναγίου Πνεύματος, ἡ δὲ θεοφόρος σου ψυχή, παντοδαπῆς σοφίας ἐνδιαίτημα σεπτόν ὅθεν τῶν θείων ὕμνων τὸ σύντονον, ταῖς εὐφραδέσι μελῳδίαις ἀνῆκας, καὶ τὰς τῶν πιστῶν εὐφροσύνης ἐνθέου ψυχὰς ἐνέπλησας, ἐξενεχθέντος εἰς πᾶσαν τὴν οἰκουμένην τοῦ τοιούτου καλοῦ τὴν οὖν ὑπὲρ λόγων εὔλογον χάριν, ἀπονέμοντες ὕμνοις καὶ ᾠδαῖς ἐπαξίως, τὴν ἱεράν σου κορυφὴν καταστέφομεν, αἰτούμενοι διὰ σοῦ τυχεῖν ἵλεω Θεοῦ, καὶ βασιλείας οὐρανῶν ἀξιωθῆναι. Καὶ νῦν. Θεοτοκίον. Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν. Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις. [24]