Ἕρπουσα, βεβῶσα, ποτωμένα, νόθον ἴχνος ἀ ειρομένα δρομάς, πτερόεσσα μὲν ἦν τ ὰ πρόσω γυνά, τ ὰ δ ὲ μέσσα βρέμουσα λέαινα θήρ, 5 τ ὰ δ' ὄπισθεν ἑλισσόμενος δράκων. οὔθ' ὁλκὸς ἀπέτρεχεν, ο ὐ γυνά, οὔτ' ὄρνις ὅλον δέμας οὔτε θήρ κούρα γὰρ ἐφαίνετ' ἄνευ ποδῶν, κεφαλὰν δ' οὐκ ἔσχε βρέμουσα θήρ. 10 φύσιν εἶχεν ἄτακτα κεκραμέναν ἀτέλεστα τέλεια μεμιγμένα. ΜΕΣΟΜΗΔΟΥΣ ΜΕΣΟΜΗΔΟΥΣ Τὰν ὕ ελον ἐκόμιζε κόψας ἐργάτας ἀνήρ ἐς δ ὲ πῦρ ἔθηκε βῶ λον, ὡς σίδηρον εὐσθεν ῆ 5 ἁ δ' ὕελος οἷα κηρὸς ἐξεχεῖτο παμφάγοισι φλοξὶν ἐκπυρουμένα θαῦμα δ' ἦν ἰδεῖν βροτοῖς ὁλκὸν ἐκ πυρὸς ῥέοντα 10 κα ὶ τὸν ἐργάτην τρέμοντα, μ ὴ πεσὼν διαρραγ ῇ ἐς δ ὲ διπτύχων ἀκμὰς χηλέων ἔθηκε βῶλον...
MESOMHDOUS UMNOS EIS HLION Εὐφαμείτω πᾶς αἰ θήρ, γ ῆ κα ὶ πόντος κα ὶ πνοιαί, οὔ ρεα, τέμπεα σιγάτω, ἦχοι φθόγγοι τ' ὀρνίθων 5 μέλλει γὰρ πορτ' ἡμᾶς βαίνειν Φοῖβος ἀ κερσεκόμας εὐχαίτας. χιονοβλεφάρου πάτερ Ἀοῦ ς, ῥοδόεσσαν ὃς ἄ ντυγα πώλων πτανοῖς ὑπ' ἴχνεσσι διώκεις, 10 χρυσέαισιν ἀγαλλόμενος κόμαις περ ὶ νῶτον ἀπείριτον οὐρανο ῦ ἀκτῖνα πολύστροφον ἀμπλέκων, αἴγλας πολυδερκέα παγάν περ ὶ γαῖαν ἅπασαν ἑλίσσων, 15 ποταμο ὶ δ ὲ σέθεν πυρὸς ἀμβρότου τίκτουσιν ἐπήρατον ἁμέραν. σο ὶ μὲν χορὸς εὔδιος ἀστέρων κατ' Ὄλυμπον ἄνακτα χορεύει ἄ νετον μέλος αἰὲν ἀείδων 20 Φοιβηίδι τερπόμενος λύρ ᾳ, γλαυκ ὰ δ ὲ πάροιθε Σελάνα χρόνον ὥριον ἁγεμονεύει λευκῶν ὑπ ὸ σύρμασι μόσχων γάνυται δέ τέ <ς>οι νόος εὐμενής 25 πολυείμονα κόσμον ἑλίσσων.
MESOMHDOUS UMNOS EIS NEMESIN Νέμεσι πτερόεσσα βίου ῥοπά, κυανῶπι θεά, θύγατερ Δίκας, ἃ κοῦ φα φρυάγματα θνατῶν ἐπέχεις ἀδάμαντι χαλιν ῷ, 5 ἔχθουσα δ' ὕβριν ὀλοὰν βροτῶν μέλανα φθόνον ἐκτὸς ἐλαύνεις. ὑπ ὸ σὸν τροχὸν ἄστατον ἀστιβ ῆ χαροπὰ μερόπων στρέφεται τύχα, λήθουσα δ ὲ πὰρ πόδα βαίνεις, 10 γαυρούμενον αὐχένα κλίνεις. ὑπ ὸ πῆχυν ἀε ὶ βίοτον μετρεῖς, νεύεις δ' ὑπ ὸ κόλπον ὄφρυν ἀεί ζυγὸν μετ ὰ χεῖρα κρατοῦσα. ἵ λαθι μάκαιρα δικασπόλε 15 Νέμεσι πτερόεσσα βίου ῥοπά. Νέμεσιν θεὸν ᾄδομεν ἀφθίταν, Νίκην τανυσίπτερον ὀμβρίμαν νημερτέα κα ὶ πάρεδρον Δίκας, ἃ τὰν μεγαλανορίαν βροτῶν 20 νεμεσῶσα φέρεις κατ ὰ ταρτάρου.
Anacreontea 5 Καλλιτέχνα, τόρευσον ἔ αρος κύπελλον ἤδη τ ὰ πρῶτ' ἡμῖν τ ὰ τερπνά ῥόδα φέρουσαν ὥρην. 5 ἀργύρεον δ' ἁπλώσας ποτὸν ποίει μοι τερπνόν τῶν τελετῶν, παραιν ῶ, μ ὴ ξένον μοι τορεύσηις, μ ὴ φευκτὸν ἱστόρημα 10 μᾶλλον ποίει Διὸς γόνον, Βάκχον Εὔιον ἡμῖν. μύστις νάματος ἦι Κύπρις ὑμεναίους κροτοῦσα χάρασσ' Ἔρωτας ἀνόπλους 15 κα ὶ Χάριτας γελώσας ὑπ' ἄμπελον εὐπέταλον εὐβότρυον κομῶσαν σύναπτε κούρους εὐπρεπεῖς ἀν μη Φοῖβος ἀθύρηι. 7 Λέγουσιν α ἱ γυναῖκες Ἀνάκρεον, γέρων ε ἶ λαβὼν ἔσοπτρον ἄθρει κόμας μὲν οὐκέτ' οὔσας, 5 ψιλὸν δέ σευ μέτωπον. ἐγ ὼ δ ὲ τὰς κόμας μέν, εἴτ' εἰσὶν εἴτ' ἀπῆλθον, οὐκ οἶδα τοῦτο δ' οἶδα, ὡς τῶι γέροντι μᾶλλον
10 πρέπει τ ὸ τερπν ὰ παίζειν, ὅσωι πέλας τ ὰ Μοίρης. 54 Ὁ ταῦρος οὗτος ὦ πα ῖ δοκε ῖ τις εἶναί μοι Ζεύς φέρει γὰρ ἀμφ ὶ νώτοις Σιδωνίαν γυναῖκα 5 περᾶι δ ὲ πόντον εὐρύν, τέμνει δ ὲ κῦμα χηλαῖς. οὐκ ἂν δ ὲ ταῦρος ἄλλος ἐξ ἀγέλης ἐλασθείς 10 ἔπλευσε τὴν θάλασσαν, ε ἰ μ ὴ μόνος ἐκεῖνος. 58 Ὁ δραπέτας ὁ Χρυσός ὅταν με φεύγηι κραιπνοῖς διηνέμοις τε ταρσοῖς ( ἀε ὶ δ', ἀεί με φεύγει), 5 ο ὔ μιν διώκω τίς γάρ μισοῦν θέλει τι θηρᾶν; ἐγ ὼ δ' ἄφαρ λιασθείς τῶι δραπέται τῶι Χρυσῶι ἐμῶν φρενῶν μὲν αὔραις 10 φέρειν ἔδωκα λύπας, λύρην δ' ἑλὼν ἀείδω ἐρωτικὰς ἀοιδάς. πάλιν δ' ὅταν με θυμός ὑπερφρονεῖν διδάξηι, 15 ἄφνω προσεῖπ' ὁ δραπέτας
φέρων μέθαν μοι φροντίδων, ἑλών μιν ὡς μεθήμων λύρης γένωμαι λαρο ῦ. ἄπιστ', ἄπιστε Χρυσέ, 20 μάταν δόλοις με θέλγεις πλέον λύρης σου νεῦρα πόθους κέκευθεν ἁδεῖς σ ὺ γὰρ δόλων, σύ τοι φθόνων ἔρωτ' ἔθηκας ἀνδράσιν 25 λύρη δ' ἄλυπα παστάδων φιλαμάτων τε κεδνῶν πόθων κύπελλα κιρνᾶι. <*****> ὅταν θέληις δέ, φεύγεις λύρης δ' ἐμῆς ἀοιδάν 30 οὐκ ἂν λίποιμι τυτθόν. ξείνοις σ ὺ δ' ἀντ ὶ Μουσῶν δολίοις ἀπίστοις ἁνδάνεις ἐμο ὶ δ ὲ τῶι λυροκτύπηιn Μοῦσα φρεσὶν πάροικος 35 ἀχὰ ν δέασ ὀρίνοις αἴγλαν τε λαμπρύνοις. Fuentes: Carmina Anacreontea, M. L. WEST, ed., Leipzig, Teubner, 1984. Die griechischen Dichterfragmente der römischen Kaiserzeit, vol. 1, 2a. ed., E. HEITSCH, ed., Gotinga, Vandenhoeck & Ruprecht, 1963.