Ὦναξ Πυθῶ νος μεδέων, ἑ κατηβόλε, μάντι, ὈΡΦΕΩΣ ἈΡΓΟΝΑΥΤΙΚΑ, 1-55 ὃς λάχες ἠ λιβάτου κορυφῆ ς Παρνασσίδα πέτρην σὴν ἀρετὴν ὑμν ῶ σ ὺ δέ μοι κλέος ἐσθλὸν ὀ πάσσαις πέμπε δ' ἐπ ὶ πραπίδεσσιν ἐμαῖς ἐ τυμηγόρον αὐδήν 5 ὄ φρα πολυσπερέεσσι βρότοις λιγύφωνον ἀοιδήν ἠ πύσω Μούσης ἐφετμαῖ ς κα ὶ πηκτίδι πυκν ῇ. Νῦν γάρ σοι, λυροεργὲ, φίλον μέλος ἀείδοντι θυμὸς ἐ ποτρύνει λέξαι τάπερ οὔποτε πρόσθεν ἔφρασ' ὅταν Βακχοῖο κα ὶ Ἀπόλλωνος ἄνακτος 10 κέντρ ῳ ἐλαυνόμενος, φρικώδεα κῆ λ' ἐ πίφαυσκον θνητοῖς ἀνθρώποισιν ἄ κη μετ ὰ δ' ὅ ρκια μύσταις ἀρχαίου μὲν πρῶτα χάους ἀ μέγαρτον ἀνάγκην κα ὶ Κρόνον ὃς ἐ λόχευσεν ἀ πειρεσίοισιν ὑφ' ὁλκοῖς Αἰθέρα κα ὶ διφυ ῆ περιωπέα κυδρὸ ν Ἔρωτα 15 Νυκτὸς ἀειγνήτης πατέρα κλυτόν ὃν ῥ α Φάνητα ὁπλότεροι καλέουσι βροτοί πρῶτος γὰρ ἐφάνθη Βριμοῦ ς τ' εὐ δυνάτοιο γονὰς, ἠδ' ἔργ' ἀ ΐδηλα Γηγενέων, ο ἳ λυγρὸν ἀπ' οὐρανο ῦ ἐστάξαντο σπέρμα γονῆς, τ ὸ πρόσθεν ὅθεν γένος ἐξεγένοντο 20 θνητῶν, ο ἳ κατ ὰ γαῖαν ἀ πείριτον ἀιὲν ἔασι θητείαν τε Ζηνὸς, ὀρεσσιδρόμου τε λατρείαν μητρὸς ἅτ' ἐν Κυβέλοις ὄ ρεσιν μητίσατο κούρην Φερσεφόνην περ ὶ πατρὸς ἀ μαιμακέτου Κρονίωνος εὐμήλου θ' Ἡρακλῆος περίφημον ἄ μυξιν 25 ὅρκιά τ' Ἰδαίων, Κορυβάντων τ' ἄ πλετον ἰσχύν. Δήμητρός τε πλάνην, κα ὶ Φερσεφόνης μέγα πένθος, θεσμοφόρος θ' ὡς ἦν ἠδ' ἀγλα ὰ δῶ ρα Καβείρων, χρησμούς τ' ἀρρήτους Νυκτὸς περ ὶ Βάκχου ἄνακτος, Λῆ μνόν τε ζαθέην ἠδ' εἰναλίην Σαμοθράκην, 30 αἰ πεινήν τε Κύπρον, κα ὶ Ἀδωναίην Ἀφροδίτην
ὄ ργια Πραξιδίκης, κα ὶ ἀ ρείνης νυκτὸς Ἀθήνης θρήνους τ' Αἰγυπτίων κα ὶ Ὀσίριδος ἱερ ὰ χύτλα. Ἀμφ ὶ δ ὲ μαντείης ἐ δάης πολυπείρονας οἴμους θηρῶν οἰωνῶν τε κα ὶ ἣ σπλάγχνων θέσις ἐστίν 35 ἠδ' ὅ σα θεσπίζουσιν ὀνειροπόλοισιν ἀταρποῖς ψυχα ὶ ἐφημερίων, ὕπν ῳ βεβολημέναι ἦτορ σημείων τεράτων τε λύσεις, ἄστρων τε πορείας ἁγνοπόλον τε καθαρμὸν ἐπιχθονίοις μέγ' ὄνειαρ ἱ λασμούς τε θεῶ ν, φθιμένων τ' ἐ πινήχυτα δῶρα. 40 Ἄλλα δέ σοι κατέλεξ' ἅπερ εἴσιδον ἠδ' ἐνόησα, Ταίναρον ἡνίκ' ἔβην σκοτίην ὁδὸν, Ἄϊδος εἴσω, ἡμετέρ ῃ πίσυνος κιθάρ ῃ δι' ἔρωτ' ἀ λόχοιο ἠδ' ὅσον Αἰγυπτίων ἰερὸν λόγον ἐ ξελόχευσα, Μέμφιν ἐς ἠ γαθέην περάσας, ἱ εράς τε πόληας 45 Ἄπιδος ἃς πέρι Νεῖλος ἀ γάρροος ἐστεφάνωται πάντα μάλ' ἀτρεκέως ἀπ' ἐμῶ ν στέρνων δεδάηκας. Νῦν δ' ἐπε ὶ ἀερόφοιτος ἀ πέπτατο δήϊος οἶ στρος, ἡμέτερον δέμας ἐκπρολιπὼν εἰς οὐρανὸν εὐρύν, πεύσ ῃ ἀφ' ἡμετέρης ἐνοπῆ ς ὅσσα πρὶν ἔ κευθον.
ΛΙΘΙΚΑ, 172-229 Κρύσταλλον φαέθοντα διαυγέα λάζεο χερσ ὶ λᾶαν, ἀ πόρροιαν πυριφεγγέος ἀ μβρότου αἴ γλης αἴθεϊ δ' ἀθανάτων μέγα τέρπεται ἄφθιτον ἦ τορ 175 τόν κ' εἴπερ μετ ὰ χεῖρας ἔχων παρ ὰ νηὸν ἵ κηαι, οὔ τις τοι μακάρων ἀ ρνήσεται εὐχωλῇ σι. κέκλυθι δ' ὄ φρα μάθοις μένος ἀργεννοῖο λίθοιο. ε ἰ γὰρ ἄτερ κρατερο ῦ ἐθέλοις πυρὸς ἐκ φλόγας ὄ ρσαι, κέκλομαι αὐαλέων μιν ὑπὲρ δαΐδων καταθεῖναι 180 αὐτὰρ ὅγ' ἠελίου κατεναντίον αὐγάζοντος αὐτίχ' ὑπὲρ δαΐδων ὀλίγην ἀκτῖνα τανύσσει. ἣ δ' ὅ τε καρφαλέης τε θίγῃ κα ὶ πίονος ὕλης, καπνόν, ἔπειτα δ ὲ πῦρ ὀλίγον, μετ ὰ δ ὲ φλόγα πολλὴν ὄρσει τὴν δ' ἄρα φασ ὶ παλαιγενέες ἱερὸν πῦρ. 185 τάων οὐχ ἑτέρης μᾶλλον φλογὸς ἔ λπομ' ἔγωγε ἀθανάτοις οὕτω κεχαρισμένα μηρία καίειν. πρὸς δ' ἔτι τοι κα ὶ τοῦτο, φίλος, μέγα θαῦ μα πιφαύσκω αὐτὸν ὅτις πέλεται φλογὸς αἴτιος, αἴκε μάλ' ὦ κα ἐκ πυρὸς ἁρπάξῃς, ψυχρὸς πέλει ἀ μφαφάασθαι, 190 ἀμφ ὶ δ ὲ κα ὶ νεφροῖ σι δεθεὶς κάμνοντα σαώσει. Δεύτερον εὐχομέν ῳ τοι ἀ ρηγόνα λᾶαν ὀ πάσσω, θεσπεσίοιο γάλακτος ἐνίπλεον, ἠΰτε μαζὸν πρωτοτόκου νύμφης ἢ μηκάδος οὐ θατοέσσης τόν ῥα παλαιγενέες μὲν ἀ νακτίτην ἀδάμαντα 195 κλεῖον, ὅ τι γνάμπτει μακάρων νόον, ὄφρα θυηλὰς ἁ ζόμενοι ἐθέλωσιν ἐπιχθονίους ἐ λεαίρειν ο ἳ δ' ἄ ρα μιν λήθαιον ἐφήμισαν, οὕνεκεν αἰε ὶ μεμνῆσθαι κακότητος ὀϊζυρῆ ς ἀπερύκει θνητοὺς ἀθανάτους τε νόον δ' ἐ ριούνιον εἶναι 200 θέλγει ἐ ποτρύνων ἀγανὰ φρεσ ὶ βουλεύεσθαι. ἄλλοι δ' ἐσκέψαντο γαλακτίδα φέρτερον εἶναι
κικλήσκειν πέτρην, ὅτι τοι τρίψαντι γάλακτος ἐκπρορέει λευκοῖο πανείκελος ἔνδοθεν ἰχώρ. πεῖρα δέ τοι κα ὶ τοῦδε παρέσσεται, αἴκ' ἐθέλησθα. 205 οὔ θατα γὰρ μήλων ὅ τε κεν μινύθοντα ἴ δηαι, πῶς ἔ ρξεις, φίλε τέκνον, ἐπὴν ἐ ρίφοισι τεοῖσιν, οὕς ποτε θῆ ρα πέλωρον ὑπεκπροφυγὼν ἱκέτευσας, τοῖσι παρασταίης τετληόσιν, ο ἳ δ' ἐν ὶ σηκῷ ἀ μφί σε λεπταλέοι γοερὸ ν περιμηκήσωνται; 210 τῶν μὲν ἀ κηχεμένας ἐπιτέλλεο μητέρας αἶψα λούειν πηγάων κυαναυγέσιν ἐν δίνῃσι στήσας δ' ἠελίου κατεναντίον ἀντέλλοντος, ἁ γνίζειν μὲν πρῶτον ἐποιχόμενος περ ὶ πάσας, ἅ λμην δ' ἐν κρητῆρι κα ὶ ἄ λφιτα λεπτ ὰ λίθοιο 215 χευάμενος, δι ὰ πῶ ϋ κα ὶ αἰγῶν ἔρχευ ὅμιλον, ῥ αίνων καρποφόρ ῳ λάσιον κατ ὰ νῶτον ἑκάστης θαλλ ῷ τα ὶ δ' ἄρα πᾶσαι ἰ αινόμεναι περ ὶ σηκοὺ ς ἐξαπίνης μετ ὰ τέκνα φερεγλαγέες στιχόωνται. ο ἳ δ' ἄρ' ὑπα ὶ μαζοῖ σι κορεσσάμενοι γαλαθηνοὶ 220 σκιρτηθμῶ ν ἐξαῦ τις ἀναμνήσοντ' ἀ γέρωχοι. σὴν δ ὲ μελικρήτοιο μετ ὰ γλυκεροῖο μιγέντα ὄρνυε πινέμεναι νύμφην, ἵνα νήπιον υἷα μαστοῖσιν μεθύοντα παρ' ἀ ενάοισι κομίζ ῃ. ἀμφ ὶ δ' ἄρ' αὐχένι παιδὸς ἀ ερτάζουσα τιθήνη 225 λᾶαν ἐ ρητύσει κακομήτιος ὄ σσε Μεγαίρης κα ὶ δέ σε κα ὶ βασιλῆες ἀ μύμονες αἰδέσσονται ἐν χερ ὶ λᾶαν ἔχοντα κα ὶ ἄ πλετα φῦλ' ἀνθρώπων ἀθάνατοι δ ὲ μάλιστα θεο ὶ καταθύμια σεῖο πάντα τελευτήσουσιν ἐπ' ἀ ράων ἀ ΐοντες.
Ἑκάτης Εἰνοδίαν Ἑ κάτην κλήιζω, τριοδῖτιν, ἐ ραννήν, οὐρανίαν χθονίαν τε κα ὶ εἰ ναλίαν, κροκόπεπλον, τυμβιδίαν, ψυχαῖς νεκύων μέτα βακχεύουσαν, Περσείαν, φιλέρημον, ἀγαλλομένην ἐ λάφοισι, 5 νυκτερίαν, σκυλακῖτιν, ἀ μαιμάκετον βασίλειαν, θηρόβρομον, ἄζωστον, ἀπρόσμαχον εἶδος ἔχουσαν, ταυροπόλον, παντὸς κόσμου κληιδοῦ χον ἄνασσαν, ἡγεμόνην, νύμφην, κουροτρόφον, οὐρεσιφοῖτιν, λισσόμενος κούρην τελεταῖς ὁσίαισι παρεῖναι 10 βουκόλωι εὐμενέουσαν ἀε ὶ κεχαρηότι θυμῶι. Fuentes: Les argonautiques d'orphée, G. DOTTIN, ed., París, Les Belles Lettres, 1930 Orphei lithica, E. ABEL, ed., Berlín, Calvary, 1881. Orphei hymni, 3rd edn., W. QUANDT, ed., Berlín, Weidmann, 1962, rep. 1973.