Αριστοτέλης Περί Ουρανού Βιβλίο 1ο 2ο 3ο 4ο pdf doc txt Βιβλίο 1ο [268a] Ἡ περ ὶ φύσεως ἐπιστήμη σχεδὸν ἡ πλείστη φαίνεται περί τε σώματα κα ὶ μεγέθη κα ὶ τ ὰ τούτων οὖσα πάθη κα ὶ τὰς κινήσεις, ἔτι δ ὲ περ ὶ τὰς ἀρχάς, ὅσαι τῆς τοιαύτης οὐσίας εἰσίν τῶν γὰρ φύσει συνεστώτων τ ὰ μέν ἐστι σώματα κα ὶ μεγέθη, τ ὰ δ' ἔχει σῶμα κα ὶ μέγεθος, τ ὰ δ' ἀρχα ὶ τῶν ἐχόντων εἰσίν. Συνεχὲς μὲν οὖν ἐστι τ ὸ διαιρετὸν εἰς ἀε ὶ διαιρετά, σῶμα δ ὲ τ ὸ πάντ ῃ διαιρετόν. Μεγέθους δ ὲ τ ὸ μὲν ἐφ' ἓν γραμμή, τ ὸ δ' ἐπ ὶ δύο ἐπίπεδον, τ ὸ δ' ἐπ ὶ τρία σῶμα κα ὶ παρ ὰ ταῦτα οὐκ ἔστιν ἄλλο μέγεθος δι ὰ τ ὸ τ ὰ τρία πάντα εἶναι κα ὶ τ ὸ τρὶς πάντ ῃ. Καθάπερ γάρ φασι κα ὶ ο ἱ Πυθαγόρειοι, τ ὸ πᾶν κα ὶ τ ὰ πάντα τοῖς τρισὶν ὥρισται τελευτ ὴ γὰρ κα ὶ μέσον κα ὶ ἀρχ ὴ τὸν ἀριθμὸν ἔχει τὸν το ῦ παντός, ταῦτα δ ὲ τὸν τῆς τριάδος. Δι ὸ παρ ὰ τῆς φύσεως εἰληφότες ὥσπερ νόμους ἐκείνης, κα ὶ πρὸς τὰς ἁγιστείας χρώμεθα τῶν θεῶν τ ῷ ἀριθμ ῷ τούτ ῳ. Ἀποδίδομεν δ ὲ κα ὶ τὰς προσηγορίας τὸν τρόπον τοῦτον τ ὰ γὰρ δύο ἄμφω μὲν λέγομεν κα ὶ τοὺς δύο ἀμφοτέρους, πάντας δ' ο ὐ λέγομεν, ἀλλ ὰ κατ ὰ τῶν τριῶν ταύτην τὴν κατηγορίαν κατάφαμεν πρῶτον. Ταῦτα δ', ὥσπερ εἴρηται, δι ὰ τ ὸ τὴν φύσιν αὐτὴν οὕτως ἐπάγειν ἀκολουθοῦμεν. Ὥστ' ἐπε ὶ τ ὰ πάντα κα ὶ τ ὸ πᾶνκα ὶ τ ὸ τέλειον ο ὐ κατ ὰ τὴν ἰδέαν διαφέρουσιν ἀλλήλων, ἀλλ' εἴπερ, ἐν τ ῇ ὕλ ῃ κα ὶ ἐφ' ὧν λέγονται, τ ὸ σῶμα μόνον ἂν εἴη τῶν μεγεθῶν τέλειον μόνον γὰρ ὥρισται τοῖς τρισίν, τοῦτο δ' ἐστ ὶ πᾶν. Τριχ ῇ δ ὲ ὂν διαιρετὸν πάντ ῃ διαιρετόν ἐστιν τῶν δ' ἄλλων τ ὸ μὲν ἐφ' ἓν τ ὸ δ' ἐπ ὶ δύο ὡς γὰρ το ῦ ἀριθμο ῦ τετυχήκασιν, οὕτω κα ὶ τῆς διαιρέσεωςκα ὶ το ῦ συνεχοῦς τ ὸ μὲν γὰρ ἐφ' ἓν συνεχές, τ ὸ δ' ἐπ ὶ δύο, τ ὸ δ ὲ πάντ ῃ τοιοῦτον. Ὅσα μὲν οὖν διαιρετ ὰ τῶν μεγεθῶν, κα ὶ συνεχ ῆ ταῦτα ε ἰ δ ὲ κα ὶ τ ὰ συνεχ ῆ πάντα διαιρετά, οὔπω δῆλον ἐκ τῶν νῦν. [268b] Ἀλλ' ἐκεῖνο μὲν δῆλον, ὡς οὐκ ἔστιν εἰς ἄλλο γένος μετάβασις, ὥσπερ ἐκ μήκους εἰς ἐπιφάνειαν, εἰς δ ὲ σῶμα ἐξ ἐπιφανείας ο ὐ γὰρ ἂν ἔτι τ ὸ τοιοῦτον τέλειον εἴη μέγεθος ἀνάγκη γὰρ γίγνεσθαι τὴν ἔκβασιν κατ ὰ τὴν ἔλλειψιν, οὐχ οἷόν τε δ ὲ τ ὸ τέλειον ἐλλείπειν πάντ ῃ γάρ ἐστιν. Τῶν μὲν οὖν ἐν μορίου εἴδει σωμάτων κατ ὰ τὸν λόγον ἕκαστον τοιοῦτόν ἐστιν πάσας γὰρ ἔχει τὰς διαστάσεις ἀλλ' ὥρισται πρὸς τ ὸ πλησίον ἁφ ῇ δι ὸ τρόπον τιν ὰ πολλ ὰ τῶν σωμάτων ἕκαστόν ἐστιν. Τ ὸ δ ὲ πᾶν ο ὗ ταῦτα μόρια, τέλειον ἀναγκαῖον εἶναι κα ὶ καθάπερ τοὔνομα ημαίνει πάντ ῃ, κα ὶ μ ὴ τ ῇ μὲν τ ῇ δ ὲ μή. Περ ὶ μὲν οὖν τῆς το ῦ παντὸς φύσεως, εἴτ' ἄπειρός ἐστι κατ ὰ τ ὸ μέγεθος εἴτε πεπέρανται τὸν σύνολον ὄγκον, ὕστερον ἐπισκεπτέον περ ὶ δ ὲ τῶν κατ' εἶδος αὐτο ῦ μορίων νῦν λέγωμεν ἀρχὴν ποιησάμενοι τήνδε.
Πάντα γὰρ τ ὰ φυσικ ὰ σώματα κα ὶ μεγέθη καθ' αὑτ ὰ κινητ ὰ λέγομεν εἶναι κατ ὰ τόπον τὴν γὰρ φύσιν κινήσεως ἀρχὴν εἶναί φαμεν αὐτοῖς. Πᾶσα δ ὲ κίνησις ὅση κατ ὰ τόπον, ἣν καλοῦμεν φοράν, ἢ εὐθεῖα ἢ κύκλ ῳ ἢ ἐκ τούτων μικτή ἁπλα ῖ γὰρ αὗται δύο μόναι. Αἴτιον δ' ὅτι κα ὶ τ ὰ μεγέθη ταῦτα ἁπλ ᾶ μόνον, ἥ τ' εὐθεῖα κα ὶ ἡ περιφερής. Κύκλ ῳ μὲν οὖν ἐστιν ἡ περ ὶ τ ὸ μέσον, εὐθεῖα δ' ἡ ἄνω κα ὶ κάτω. Λέγω δ' ἄνω μὲν τὴν ἀπ ὸ το ῦ μέσου, κάτω δ ὲ τὴν ἐπ ὶ τ ὸ μέσον. Ὥστ' ἀνάγκη πᾶσαν εἶναι τὴν ἁπλῆν φορὰν τὴν μὲν ἀπ ὸ το ῦ μέσου, τὴν δ' ἐπ ὶ τ ὸ μέσον, τὴν δ ὲ περ ὶ τ ὸ μέσον. Κα ὶ ἔοικεν ἠκολουθηκέναι κατ ὰ λόγον τοῦτο τοῖς ἐξ ἀρχῆς τό τε γὰρ σῶμα ἀπετελέσθη ἐν τρισ ὶ κα ὶ ἡ κίνησις αὐτο ῦ. Ἐπε ὶ δ ὲ τῶν σωμάτων τ ὰ μέν ἐστιν ἁπλ ᾶ τ ὰ δ ὲ σύνθετα ἐκ τούτων (λέγω δ' ἁπλ ᾶ μὲν ὅσα κινήσεως ἀρχὴν ἔχει κατ ὰ φύσιν, οἷον πῦρ κα ὶ γῆν κα ὶ τ ὰ τούτων εἴδη κα ὶ τ ὰ συγγεν ῆ τούτοις), ἀνάγκη κα ὶ τὰς κινήσεις εἶναι τὰς μὲν ἁπλᾶς τὰς δ ὲ μικτάς πως, κα ὶ τῶν μὲν ἁπλῶν ἁπλᾶς, μικτὰς δ ὲ τῶν συνθέτων, κινεῖσθαι δ ὲ κατ ὰ τ ὸ ἐπικρατοῦν. [269a] Εἴπερ οὖν ἐστιν ἁπλ ῆ κίνησις, ἁπλ ῆ δ' ἡ κύκλ ῳ κίνησις, κα ὶ το ῦ τε ἁπλο ῦ σώματος ἁπλ ῆ ἡ κίνησις κα ὶ ἡ ἁπλ ῆ κίνησις ἁπλο ῦ σώματος (κα ὶ γὰρ ἂν συνθέτου ᾖ, κατ ὰ τ ὸ ἐπικρατοῦν ἔσται), ἀναγκαῖον εἶναί τι σῶμα ἁπλοῦν ὃ πέφυκε φέρεσθαι τὴν κύκλ ῳ κίνησιν κατ ὰ τὴν ἑαυτο ῦ φύσιν βί ᾳ μὲν γὰρ ἐνδέχεται τὴν ἄλλου κα ὶ ἑτέρου, κατ ὰ φύσιν δ ὲ ἀδύνατον, εἴπερ μία ἑκάστου κίνησις ἡ κατ ὰ φύσιν τῶν ἁπλῶν. Ἔτι ε ἰ ἡ παρ ὰ φύσιν ἐναντία τ ῇ κατ ὰ φύσιν κα ὶ ἓν ἑν ὶ ἐναντίον, ἀνάγκη, ἐπε ὶ ἁπλ ῆ ἡ κύκλ ῳ, ε ἰ μ ὴ ἔσται κατ ὰ φύσιν το ῦ φερομένου σώματος, παρ ὰ φύσιν αὐτο ῦ εἶναι. Ε ἰ οὖν πῦρ ἢ ἄλλο τι τῶν τοιούτων ἐστ ὶ τ ὸ κύκλ ῳ φερόμενον, ἐναντία ἡ κατ ὰ φύσιν αὐτο ῦ φορ ὰ ἔσται τ ῇ κύκλ ῳ. Ἀλλ' ἓν ἑν ὶ ἐναντίον ἡ δ' ἄνω κα ὶ κάτω ἀλλήλαις ἐναντίαι. Ε ἰ δ' ἕτερόν τί ἐστι σῶμα τ ὸ φερόμενον κύκλ ῳ παρ ὰ φύσιν, ἔσται τις αὐτο ῦ ἄλλη κίνησις κατ ὰ φύσιν. Ἀλλ ὰ τοῦτ' ἀδύνατον ε ἰ μὲν γὰρ ἡ ἄνω, πῦρ ἔσται ἢ ἀήρ, ε ἰ δ' ἡ κάτω, ὕδωρ ἢ γ ῆ. Ἀλλ ὰ μὴν κα ὶ πρώτην γε ἀναγκαῖον εἶναι τὴν τοιαύτην φοράν. Τ ὸ γὰρ τέλειον πρότερον τ ῇ φύσει το ῦ ἀτελοῦς, ὁ δ ὲ κύκλος τῶν τελείων, εὐθεῖα δ ὲ γραμμ ὴ οὐδεμία οὔτε γὰρ ἡ ἄπειρος ( ἔχοι γὰρ ἂν πέρας κα ὶ τέλος) οὔτε τῶν πεπερασμένων οὐδεμία (πασῶν γάρ ἐστί τι ἐκτός αὐξῆσαι γὰρ ἐνδέχεται ὁποιανοῦν). Ὥστ' εἴπερ ἡ μὲν προτέρα κίνησις προτέρου τ ῇ φύσει σώματος, ἡ δ ὲ κύκλ ῳ προτέρα τῆς εὐθείας, ἡ δ' ἐπ' εὐθείας τῶν ἁπλῶν σωμάτων ἐστί (τό τε γὰρ πῦρ ἐπ' εὐθείας ἄνω φέρεται κα ὶ τ ὰ γεηρ ὰ κάτω πρὸς τ ὸ μέσον), ἀνάγκη κα ὶ τὴν κύκλ ῳ κίνησιν τῶν ἁπλῶν τινος εἶναι σωμάτων τῶν γὰρ μικτῶν τὴν φορὰν ἔφαμεν εἶναι κατ ὰ τ ὸ ἐπικρατοῦν ἐν τ ῇ μίξει τῶν ἁπλῶν. Ἔκ τε δ ὴ τούτων φανερὸν ὅτι πέφυκέ τις οὐσία σώματος ἄλλη παρ ὰ τὰς ἐνταῦθα συστάσεις, θειοτέρα κα ὶ προτέρα τούτων ἁπάντων, κἂν ε ἴ τις ἔτι λάβοι πᾶσαν εἶναι κίνησιν ἢ κατ ὰ φύσιν ἢ παρ ὰ φύσιν, κα ὶ τὴν ἄλλ ῳ παρ ὰ φύσιν ἑτέρ ῳ κατ ὰ φύσιν, οἷον ἡ ἄνω κα ὶ ἡ κάτω πέπονθεν ἡ μὲν γὰρ τ ῷ πυρί, ἡ δ ὲ τ ῇ γ ῇ παρ ὰ φύσιν κα ὶ κατ ὰ φύσιν ὥστ' ἀναγκαῖον κα ὶ τὴν κύκλ ῳ κίνησιν, ἐπειδ ὴ τούτοις παρ ὰ φύσιν, ἑτέρου τινὸς εἶναι κατ ὰ φύσιν. [269b] Πρὸς δ ὲ τούτοις ε ἰ μέν ἐστιν ἡ κύκλ ῳ τιν ὶ φορ ὰ κατ ὰ φύσιν, δῆλον ὡς εἴη ἄν τι σῶμα τῶν ἁπλῶν κα ὶ πρώτων, ὃ πέφυκεν, ὥσπερ τ ὸ πῦρ ἄνω κα ὶ ἡ γ ῆ κάτω, ἐκεῖνο κύκλ ῳ φέρεσθαι κατὰ φύσιν. Ε ἰ δ ὲ παρ ὰ φύσιν φέρεται τ ὰ φερόμενα κύκλ ῳ τὴν πέριξ φοράν, θαυμαστὸν κα ὶ παντελῶς ἄλογον τ ὸ μόνην εἶναι συνεχ ῆ ταύτην τὴν κίνησιν κα ὶ ἀΐδιον, οὖσαν παρ ὰ φύσιν φαίνεται γὰρ ἔν γε τοῖς ἄλλοις τάχιστα φθειρόμενα τ ὰ παρ ὰ φύσιν.
Ὥστ' εἴπερ ἐστ ὶ πῦρ τ ὸ φερόμενον, καθάπερ φασί τινες, οὐδὲν ἧττον αὐτ ῷ παρ ὰ φύσιν ἡ κίνησίς ἐστιν αὕτη ἢ ἡ κάτω πυρὸς γὰρ κίνησιν ὁρῶμεν τὴν ἀπ ὸ το ῦ μέσου κατ' εὐθεῖαν. Διόπερ ἐξ ἁπάντων ἄν τις τούτων συλλογιζόμενος πιστεύσειεν ὡς ἔστι τι παρ ὰ τ ὰ σώματα τ ὰ δεῦρο κα ὶ περ ὶ ἡμᾶς ἕτερον κεχωρισμένον, τοσούτ ῳ τιμιωτέραν ἔχον τὴν φύσιν ὅσῳπερ ἀφέστηκε τῶν ἐνταῦθα πλεῖον. Ἐπε ὶ δ ὲ τ ὰ μὲν ὑπόκειται τ ὰ δ' ἀποδέδεικται τῶν εἰρημένων, φανερὸν ὅτι οὔτε κουφότητα οὔτε βάρος ἔχει σῶμα ἅπαν, δε ῖ δ ὲ ὑποθέσθαι τί λέγομεν τ ὸ βαρ ὺ κα ὶ τ ὸ κοῦφον, νῦν μὲν ἱκανῶς ὡς πρὸς τὴν παροῦσαν χρείαν, ἀκριβέστερον δ ὲ πάλιν, ὅταν ἐπισκοπῶμεν περ ὶ τῆς οὐσίας αὐτῶν. Βαρ ὺ μὲν οὖν ἔστω τ ὸ φέρεσθαι πεφυκὸς ἐπ ὶ τ ὸ μέσον, κοῦφον δ ὲ τ ὸ ἀπ ὸ το ῦ μέσου, βαρύτατον δ ὲ τ ὸ πᾶσιν ὑφιστάμενον τοῖς κάτω φερομένοις, κουφότατον δ ὲ τ ὸ πᾶσιν ἐπιπολάζον τοῖς ἄνω φερομένοις. Ἀνάγκη δ ὴ πᾶν τ ὸ φερόμενον ἢ κάτω ἢ ἄνω ἢ κουφότητ' ἔχειν ἢ βάρος ἢ ἄμφω, μ ὴ πρὸς τ ὸ αὐτ ὸ δέ πρὸς ἄλληλα γάρ ἐστι βαρέα κα ὶ κοῦφα, οἷον ἀὴρ πρὸς ὕδωρ, κα ὶ πρὸς γῆν ὕδωρ. Τ ὸ δ ὲ κύκλ ῳ σῶμα φερόμενον ἀδύνατον ἔχειν βάρος ἢ κουφότητα οὔτε γὰρ κατ ὰ φύσιν οὔτε παρὰ φύσιν ἐνδέχεται αὐτ ῷ κινηθῆναι ἐπ ὶ τ ὸ μέσον ἢ ἀπ ὸ το ῦ μέσου. Κατ ὰ φύσιν μὲν γὰρ οὐκ ἔστιν αὐτ ῷ ἡ ἐπ' εὐθείας φορά μία γὰρ ἦν ἑκάστου τῶν ἁπλῶν, ὥστ' ἔσται τ ὸ αὐτ ὸ τῶν οὕτω τιν ὶ φερομένων. Παρ ὰ φύσιν δ' ἐνεχθέντος, ε ἰ μὲν ἡ κάτω παρ ὰ φύσιν, ἡ ἄνω ἔσται κατ ὰ φύσιν, ε ἰ δ' ἡ ἄνω παρ ὰ φύσιν, ἡ κάτω κατ ὰ φύσιν ἔθεμεν γὰρ τῶν ἐναντίων ᾧ ἡ ἑτέρα παρ ὰ φύσιν, τὴν ἑτέραν εἶναι κατ ὰ φύσιν. [270a] Ἐπε ὶ δ' εἰς τ ὸ αὐτ ὸ φέρεται τ ὸ ὅλον κα ὶ τ ὸ μόριον κατ ὰ φύσιν, οἷον πᾶσα γ ῆ κα ὶ μικρ ὰ βῶλος, συμβαίνει πρῶτον μὲν μήτε κουφότητ' ἔχειν αὐτ ὸ μηδεμίαν μήτε βάρος ( ἢ γὰρ ἂν πρὸς τ ὸ μέσον ἢ ἀπ ὸ το ῦ μέσου ἠδύνατο φέρεσθαι κατ ὰ τὴν ἑαυτο ῦ φύσιν), ἔπειθ' ὅτι ἀδύνατον κινηθῆναι τὴν κατ ὰ τόπον κίνησιν ἢ ἄνω ἢ κάτω κατασπώμενον οὔτε γὰρ κατ ὰ φύσιν ἐνδέχεται κινηθῆναι κίνησιν αὐτ ῷ ἄλλην οὔτε παρ ὰ φύσιν, οὔτ' αὐτ ῷ οὔτε τῶν μορίων οὐδενί ὁ γὰρ αὐτὸς λόγος περ ὶ ὅλου κα ὶ μέρους. Ὁμοίως δ' εὔλογον ὑπολαβεῖν περ ὶ αὐτο ῦ κα ὶ ὅτι ἀγένητον κα ὶ ἄφθαρτον κα ὶ ἀναυξὲς κα ὶ ἀναλλοίωτον, δι ὰ τ ὸ γίγνεσθαι μὲν ἅπαν τ ὸ γιγνόμενον ἐξ ἐναντίου τε κα ὶ ὑποκειμένου τινός, κα ὶ φθείρεσθαι ὡσαύτως ὑποκειμένου τέ τινος κα ὶ ὑπ' ἐναντίου κα ὶ εἰς ἐναντίον, καθάπερ ἐν τοῖς πρώτοις εἴρηται λόγοις τῶν δ' ἐναντίων κα ὶ α ἱ φορα ὶ ἐναντίαι. Ε ἰ δ ὴ τούτ ῳ μηδὲν ἐναντίον ἐνδέχεται εἶναι δι ὰ τ ὸ κα ὶ τ ῇ φορ ᾷ τ ῇ κύκλ ῳ μ ὴ εἶναι ἄν τιν' ἐναντίαν κίνησιν, ὀρθῶς ἔοικεν ἡ φύσις τ ὸ μέλλον ἔσεσθαι ἀγένητον κα ὶ ἄφθαρτον ἐξελέσθαι ἐκ τῶν ἐναντίων ἐν τοῖς ἐναντίοις γὰρ ἡ γένεσις κα ὶ ἡ φθορά. Ἀλλ ὰ μὴν κα ὶ τ ὸ αὐξανόμενον ἅπαν αὐξάνεται [κα ὶ τ ὸ φθῖνον φθίνει] ὑπ ὸ συγγενοῦς προσιόντος κα ὶ ἀναλυομένου εἰς τὴν ὕλην τούτ ῳ δ' οὐκ ἔστιν ἐξ ο ὗ γέγονεν. Ε ἰ δ' ἐστ ὶ κα ὶ ἀναύξητον κα ὶ ἄφθαρτον, τῆς αὐτῆς διανοίας ἐστὶν ὑπολαβεῖν κα ὶ ἀναλλοίωτον εἶναι. Ἔστι μὲν γὰρ ἡ ἀλλοίωσις κίνησις κατ ὰ τ ὸ ποιόν, το ῦ δ ὲ ποιο ῦ α ἱ μὲν ἕξεις κα ὶ διαθέσεις οὐκ ἄνευ τῶν κατ ὰ τ ὰ πάθη γίγνονται μεταβολῶν, οἷον ὑγίεια κα ὶ νόσος. Κατ ὰ δ ὲ πάθος ὅσα μεταβάλλει τῶν φυσικῶν σωμάτων, ἔχονθ' ὁρῶμεν πάντα κα ὶ αὔξησιν κα ὶ φθίσιν, οἷον τά τε τῶν ζῴων σώματα κα ὶ τ ὰ μόρια αὐτῶν κα ὶ τ ὰ τῶν φυτῶν, ὁμοίως δ ὲ κα ὶ τ ὰ τῶν στοιχείων ὥστ' εἴπερ τ ὸ κύκλ ῳ σῶμα μήτ' αὔξησιν ἔχειν ἐνδέχεται μήτε φθίσιν, εὔλογον κα ὶ ἀναλλοίωτον εἶναι.
[270b] Διότι μὲν οὖν ἀΐδιον κα ὶ οὔτ' αὔξησιν ἔχον οὔτε φθίσιν, ἀλλ' ἀγήρατον κα ὶ ἀναλλοίωτον κα ὶ ἀπαθές ἐστι τ ὸ πρῶτον τῶν σωμάτων, ε ἴ τις τοῖς ὑποκειμένοις πιστεύει, φανερὸν ἐκ τῶν εἰρημένων ἐστίν. Ἔοικε δ' ὅ τε λόγος τοῖς φαινομένοις μαρτυρεῖν κα ὶ τ ὰ φαινόμενα τ ῷ λόγ ῳ πάντες γὰρ ἄνθρωποι περ ὶ θεῶν ἔχουσιν ὑπόληψιν, κα ὶ πάντες τὸν ἀνωτάτω τ ῷ θεί ῳ τόπον ἀποδιδόασι, καὶ βάρβαροι κα ὶ Ἕλληνες, ὅσοι περ εἶναι νομίζουσι θεούς, δῆλον ὅτι ὡς τ ῷ ἀθανάτ ῳ τ ὸ ἀθάνατον συνηρτημένον ἀδύνατον γὰρ ἄλλως. Εἴπερ οὖν ἔστι τι θεῖον, ὥσπερ ἔστι, κα ὶ τ ὰ νῦν εἰρημένα περ ὶ τῆς πρώτης οὐσίας τῶν σωμάτων εἴρηται καλῶς. Συμβαίνει δ ὲ τοῦτο κα ὶ δι ὰ τῆς αἰσθήσεως ἱκανῶς, ὥς γε πρὸς ἀνθρωπίνην εἰπεῖν πίστιν ἐν ἅπαντι γὰρ τ ῷ παρεληλυθότι χρόν ῳ κατ ὰ τὴν παραδεδομένην ἀλλήλοις μνήμην οὐθὲν φαίνεται μεταβεβληκὸς οὔτε καθ' ὅλον τὸν ἔσχατον οὐρανὸν οὔτε κατ ὰ μόριον αὐτο ῦ τῶν οἰκείων οὐθέν. Ἔοικε δ ὲ κα ὶ τοὔνομα παρ ὰ τῶν ἀρχαίων παραδεδόσθαι μέχρι κα ὶ το ῦ νῦν χρόνου, τοῦτον τὸν τρόπον ὑπολαμβανόντων ὅνπερ κα ὶ ἡμεῖς λέγομεν ο ὐ γὰρ ἅπαξ οὐδ ὲ δὶς ἀλλ' ἀπειράκις δε ῖ νομίζειν τὰς αὐτὰς ἀφικνεῖσθαι δόξας εἰς ἡμᾶς. Διόπερ ὡς ἑτέρου τινὸς ὄντος το ῦ πρώτου σώματος παρ ὰ γῆν κα ὶ πῦρ κα ὶ ἀέρα κα ὶ ὕδωρ, αἰθέρα προσωνόμασαν τὸν ἀνωτάτω τόπον, ἀπ ὸ το ῦ θεῖν ἀε ὶ τὸν ἀΐδιον χρόνον θέμενοι τὴν ἐπωνυμίαν αὐτ ῷ. Ἀναξαγόρας δ ὲ καταχρῆται τ ῷ ὀνόματι τούτ ῳ ο ὐ καλῶς ὀνομάζει γὰρ αἰθέρα ἀντ ὶ πυρός. Φανερὸν δ' ἐκ τῶν εἰρημένων κα ὶ διότι τὸν ἀριθμὸν ἀδύνατον εἶναι πλείω τὸν τῶν λεγομένων σωμάτων ἁπλῶν το ῦ μὲν γὰρ ἁπλο ῦ σώματος ἀνάγκη τὴν κίνησιν ἁπλῆν εἶναι, μόνας δ ὲ ταύτας εἶναί φαμεν ἁπλᾶς, τήν τε κύκλ ῳ κα ὶ τὴν ἐπ' εὐθείας, κα ὶ ταύτης τ ὰ δύο μόρια, τὴν μὲν ἀπ ὸ το ῦ μέσου, τὴν δ' ἐπ ὶ τ ὸ μέσον. [271a] Ὅτι δ' οὐκ ἔστι τ ῇ κύκλ ῳ φορ ᾷ ἐναντία ἄλλη φορά, πλεοναχόθεν ἄν τις λάβοι τὴν πίστιν πρῶτον μὲν ὅτι τ ῇ περιφερε ῖ τὴν εὐθεῖαν ἀντικεῖσθαι μάλιστα τίθεμεν τ ὸ γὰρ κοῖλον κα ὶ τ ὸ κυρτὸν ο ὐ μόνον ἀλλήλοις ἀντικεῖσθαι δοκε ῖ ἀλλ ὰ κα ὶ τ ῷ εὐθε ῖ, συνδυαζόμενα κα ὶ λαβόντα σύνθεσιν ὥστ' εἴπερ ἐναντία τίς ἐστι, τὴν ἐπ ὶ τῆς εὐθείας μάλιστα ἀναγκαῖον ἐναντίαν εἶναι πρὸς τὴν κύκλ ῳ κίνησιν. Α ἱ δ' ἐπ ὶ τῆς εὐθείας ἀλλήλαις ἀντίκεινται δι ὰ τοὺς τόπους τ ὸ γὰρ ἄνω κάτω τόπου τέ ἐστι διαφορ ὰ κα ὶ ἐναντίωσις. Ἔπειτ' ε ἴ τις ὑπολαμβάνει τὸν αὐτὸν εἶναι λόγον ὅνπερ ἐπ ὶ τῆς εὐθείας κα ὶ ἐπ ὶ τῆς περιφεροῦς (τὴν γὰρ ἀπ ὸ το ῦ Α πρὸς τ ὸ Β φορὰν ἐναντίαν εἶναι τ ῇ ἀπ ὸ το ῦ Β πρὸς τ ὸ Α), τὴν ἐπ ὶ τῆς εὐθείας λέγει αὕτη γὰρ πεπέρανται, περιφερεῖς δ' ἄπειροι ἂν εἶεν περ ὶ τ ὰ αὐτ ὰ σημεῖα. Ὁμοίως δ ὲ κα ὶ ἐπ ὶ το ῦ ἡμικυκλίου το ῦ ἑνός, οἷον ἀπ ὸ το ῦ Γ ἐπ ὶ τ ὸ Δ κα ὶ ἀπ ὸ το ῦ Δ ἐπ ὶ τ ὸ Γ ἡ γὰρ αὐτ ὴ τ ῇ ἐπ ὶ τῆς διαμέτρου ἐστίν ἀε ὶ γὰρ ἕκαστον ἀπέχειν τὴν εὐθεῖαν τίθεμεν. Ὁμοίως δ ὲ κἂν ε ἴ τις κύκλον ποιήσας τὴν ἐπ ὶ θατέρου ἡμικυκλίου φορὰν ἐναντίαν θείη τ ῇ ἐπ ὶ θατέρου, οἷον ἐν τ ῷ ὅλ ῳ κύκλ ῳ τὴν ἀπ ὸ το ῦ Ε πρὸς τ ὸ Ζ το ῦ Η ἡμικυκλίου τ ῇ ἀπ ὸ το ῦ Ζ πρὸς τ ὸ Ε ἐν τ ῷ Θ ἡμικυκλί ῳ.
Ε ἰ δ ὲ κα ὶ αὗται ἐναντίαι, ἀλλ' οὔτι γε α ἱ ἐπ ὶ το ῦ ὅλου κύκλου φορα ὶ ἀλλήλαις δι ὰ τοῦτο ἐναντίαι. *-* Ἀλλ ὰ μὴν οὐδ' ἡ ἀπ ὸ το ῦ Α ἐπ ὶ τ ὸ Β κύκλ ῳ φορ ὰ ἐναντία τ ῇ ἀπ ὸ το ῦ Α ἐπ ὶ τ ὸ Γ ἐκ ταὐτο ῦ γὰρ εἰς ταὐτ ὸ ἡ κίνησις, ἡ δ' ἐναντία διωρίσθη φορ ὰ ἐκ το ῦ ἐναντίου εἰς τ ὸ ἐναντίον. Ε ἰ δ ὲ κα ὶ ἦν ἡ κύκλ ῳ τ ῇ κύκλ ῳ ἐναντία, μάτην ἂν ἦν ἡ ἑτέρα * ἐπ ὶ τ ὸ αὐτ ὸ γάρ, ὅτι ἀνάγκη τὸ κύκλ ῳ φερόμενον ὁποθενοῦν ἀρξάμενον εἰς πάντας ὁμοίως ἀφικνεῖσθαι τοὺς ἐναντίους τόπους (εἰσ ὶ δ ὲ τόπου ἐναντιότητες τ ὸ ἄνω κα ὶ κάτω κα ὶ τ ὸ πρόσθιον κα ὶ ὀπίσθιον κα ὶ τ ὸ δεξιὸν κα ὶ ἀριστερόν), α ἱ δ ὲ τῆς φορᾶς ἐναντιώσεις κατ ὰ τὰς τῶν τόπων εἰσὶν ἐναντιώσεις * ε ἰ μὲν γὰρ ἴσαι ἦσαν, οὐκ ἂν ἦν κίνησις αὐτῶν, ε ἰ δ' ἡ ἑτέρα κίνησις ἐκράτει, ἡ ἑτέρα οὐκ ἂν ἦν. Ὥστ' ε ἰ ἀμφότερα ἦν, μάτην ἂν θάτερον ἦν σῶμα μ ὴ κινούμενον τὴν αὑτο ῦ κίνησιν μάτην γὰρ ὑπόδημα τοῦτο λέγομεν, ο ὗ μή ἐστιν ὑπόδεσις. Ὁ δ ὲ θεὸς κα ὶ ἡ φύσις οὐδὲν μάτην ποιοῦσιν. [271b] Ἀλλ' ἐπε ὶ δῆλον περ ὶ τούτων, περ ὶ τῶν λοιπῶν σκεπτέον, κα ὶ πρῶτον πότερον ἔστι τι σῶμα ἄπειρον, ὥσπερ ο ἱ πλεῖστοι τῶν ἀρχαίων φιλοσόφων ᾠήθησαν, ἢ τοῦτ' ἔστιν ἕν τι τῶν ἀδυνάτων τ ὸ γὰρ οὕτως ἢ ἐκείνως ἔχειν ο ὔ τι μικρὸν ἀλλ' ὅλον διαφέρει κα ὶ πᾶν πρὸς τὴν περὶ τῆς ἀληθείας θεωρίαν σχεδὸν γὰρ αὕτη πασῶν ἀρχ ὴ τῶν ἐναντιώσεων τοῖς ἀποφηναμένοις τι περ ὶ τῆς ὅλης φύσεως κα ὶ γέγονε κα ὶ γένοιτ' ἄν, εἴπερ κα ὶ τ ὸ μικρὸν παραβῆναι τῆς ἀληθείας ἀφισταμένοις γίνεται πόρρω μυριοπλάσιον. Οἷον ε ἴ τις ἐλάχιστον εἶναί τι φαίη μέγεθος οὗτος γὰρ τοὐλάχιστον εἰσαγαγὼν τ ὰ μέγιστ' ἂν κινήσειε τῶν μαθηματικῶν. Τούτου δ' αἴτιον ὅτι ἡ ἀρχ ὴ δυνάμει μείζων ἢ μεγέθει, διόπερ τ ὸ ἐν ἀρχ ῇ μικρὸν ἐν τ ῇ τελευτ ῇ γίνεται παμμέγεθες. Τ ὸ δ' ἄπειρον κα ὶ ἀρχῆς ἔχει δύναμιν κα ὶ το ῦ ποσο ῦ τὴν μεγίστην, ὥστ' οὐδὲν ἄτοπον οὐδ' ἄλογον τ ὸ θαυμαστὴν εἶναι τὴν διαφορὰν ἐκ το ῦ λαβεῖν ὡς ἔστι τι σῶμα ἄπειρον. Δι ὸ περ ὶ αὐτο ῦ λεκτέον ἐξ ἀρχῆς ἀναλαβοῦσιν. Ἀνάγκη δ ὴ πᾶν σῶμα ἤτοι τῶν ἁπλῶν εἶναι ἢ τῶν συνθέτων, ὥστε κα ὶ τ ὸ ἄπειρον ἢ ἁπλοῦν ἔσται ἢ σύνθετον. Ἀλλ ὰ μὴν κα ὶ ὅτι γε πεπερασμένων τῶν ἁπλῶν ἀνάγκη πεπερασμένον εἶναι τ ὸ σύνθετον, δῆλον τ ὸ γὰρ ἐκ πεπερασμένων κα ὶ πλήθει κα ὶ μεγέθει συγκείμενον πεπέρανται καὶ πλήθει κα ὶ μεγέθει τοσοῦτον γάρ ἐστιν ἐξ ὅσων ἐστ ὶ συγκείμενον. Λοιπὸν τοίνυν ἰδεῖν πότερον ἐνδέχεταί τι τῶν ἁπλῶν ἄπειρον εἶναι τ ὸ μέγεθος, ἢ τοῦτ' ἀδύνατον. Προχειρισάμενοι δ ὴ περ ὶ το ῦ πρώτου τῶν σωμάτων, οὕτω σκοπῶμεν κα ὶ περ ὶ τῶν λοιπῶν. Ὅτι μὲν τοίνυν ἀνάγκη τ ὸ σῶμα τ ὸ κύκλ ῳ φερόμενον πεπεράνθαι πᾶν, ἐκ τῶνδε δῆλον. Ε ἰ γὰρ ἄπειρον τ ὸ κύκλ ῳ φερόμενον σῶμα, ἄπειροι ἔσονται α ἱ ἀπ ὸ το ῦ μέσου ἐκβαλλόμεναι. Τῶν δ' ἀπείρων τ ὸ διάστημα ἄπειρον διάστημα δ ὲ λέγω τῶν γραμμῶν, ο ὗ μηδὲν ἔστιν ἔξω λαβεῖν μέγεθος ἁπτόμενον τῶν γραμμῶν. Τοῦτ' οὖν ἀνάγκη ἄπειρον εἶναι τῶν γὰρ πεπερασμένων ἀε ὶ ἔσται πεπερασμένον. [272a] Ἔτι δ' ἀε ὶ ἔστι το ῦ δοθέντος μεῖζον λαβεῖν, ὥστε καθάπερ ἀριθμὸν λέγομεν ἄπειρον, ὅτι μέγιστος οὐκ ἔστιν, ὁ αὐτὸς λόγος κα ὶ περ ὶ το ῦ διαστήματος ε ἰ οὖν τ ὸ μὲν ἄπειρον μ ὴ ἔστι διελθεῖν, ἀπείρου δ' ὄντος ἀνάγκη τ ὸ διάστημα ἄπειρον εἶναι, οὐκ ἂν ἐνδέχοιτο κινηθῆναι κύκλ ῳ τὸν δ' οὐρανὸν ὁρῶμεν κύκλ ῳ στρεφόμενον, κα ὶ τ ῷ λόγ ῳ δ ὲ διωρίσαμεν ὅτι ἐστί τινος ἡ κύκλ ῳ κίνησις.
Ἔτι ἀπ ὸ πεπερασμένου χρόνου ἐὰν ἀφέλῃς πεπερασμένον, ἀνάγκη κα ὶ τὸν λοιπὸν εἶναι πεπερασμένον κα ὶ ἔχειν ἀρχήν. Ε ἰ δ' ὁ χρόνος ὁ τῆς βαδίσεως ἔχει ἀρχήν, ἔστιν ἀρχ ὴ κα ὶ τῆς κινήσεως, ὥστε κα ὶ το ῦ μεγέθους ὃ βεβάδικεν. Ὁμοίως δ ὲ τοῦτο κα ὶ ἐπ ὶ τῶν ἄλλων. Ἔστω δ ὴ γραμμ ὴ ἄπειρος, ἐφ' ᾗ ΑΓΕ, ἐπ ὶ θάτερα, ᾗ τ ὸ Ε ἡ δ' ἐφ' ᾗ τ ὰ ΒΒ, ἐπ' ἀμφότερα ἄπειρος. Ε ἰ δ ὴ γράψει κύκλον ἡ τ ὸ ΑΓΕ ἀπ ὸ το ῦ Γ κέντρου, τέμνουσά ποτε οἰσθήσεται κύκλ ῳ τὴν τ ὰ ΒΒ ἡ τ ὸ ΑΓΕ πεπερασμένον χρόνον ὁ γὰρ πᾶς χρόνος, ἐν ὅσ ῳ κύκλ ῳ ἠνέχθη ὁ οὐρανός, πεπερασμένος. Κα ὶ ὁ ἀφῃρημένος ἄρα, ὃν ἡ τέμνουσα ἐφέρετο. Ἔσται ἄρα τις ἀρχ ὴ ᾗ πρῶτον ἡ τ ὸ ΑΓΕ τὴν τ ὰ ΒΒ ἔτεμεν. Ἀλλ' ἀδύνατον. Οὐκ ἄρα ἔστι κύκλ ῳ στραφῆναι τ ὸ ἄπειρον. Ὥστ' οὐδ ὲ τὸν κόσμον, ε ἰ ἦν ἄπειρος. Ἔτι δ ὲ κα ὶ ἐκ τῶνδε φανερόν, ὅτι τ ὸ ἄπειρον ἀδύνατον κινηθῆναι. Ἔστω γὰρ ἡ τ ὸ Α φερομένη παρ ὰ τὴν Β, πεπερασμένη παρ ὰ πεπερασμένην. Ἀνάγκη δ ὴ ἅμα τήν τε Α τῆς Β ἀπολελύσθαι κα ὶ τὴν Β τῆς Α ὅσον γὰρ ἡ ἑτέρα ἐπιβάλλει τῆς ἑτέρας, κα ὶ ἡ ἑτέρα ἐκείνης τοσοῦτον. Ε ἰ μὲν οὖν ἄμφω κινοῖντο εἰς τοὐναντίον, θᾶττον ἂν ἀπολύοιντο, ε ἰ δ ὲ παρ ὰ μένουσαν φέροιτο, βραδύτερον, τ ῷ αὐτ ῷ τάχει κινουμένου το ῦ παραφερομένου. Ἀλλ' ἐκεῖνό γε φανερόν, ὅτι ἀδύνατον τὴν ἄπειρον διελθεῖν ἐν πεπερασμέν ῳ χρόν ῳ. Ἐν ἀπείρ ῳ ἄρα δέδεικται γὰρ τοῦτο πρότερον ἐν τοῖς περ ὶ κινήσεως. Διαφέρει δέ γε οὐθὲν ἢ τὴν πεπερασμένην φέρεσθαι παρ ὰ τὴν ἄπειρον ἢ τὴν ἄπειρον παρ' ἐκείνην ὅταν γὰρ ἐκείνη παρ' ἐκείνην, κἀκείνη παραλλάττει ἐκείνην, ὁμοίως κινουμένη κα ὶ ἀκίνητος πλὴν θᾶττον, ἐὰν κινῶνται ἀμφότεραι, ἀπολυθήσονται. Καίτοι γ' ἐνίοτ' οὐθὲν κωλύει τὴν κινουμένην παρ' ἠρεμοῦσαν θᾶττον παρελθεῖν ἢ τὴν ἀντικινουμένην, ἐάν τις ποιήσ ῃ τὰς μὲν ἀντικινουμένας ἀμφοτέρας φερομένας βραδέως, τὴν δ ὲ παρ ὰ τὴν ἠρεμοῦσαν πολλ ῷ ἐκείνων θᾶττον φερομένην. [272b] Οὐδὲν οὖν πρὸς τὸν λόγον ἐμπόδιον ὅτι παρ' ἠρεμοῦσαν, ἐπείπερ κινουμένην ἐνδέχεται τὴν Α παρ ὰ κινουμένην τὴν Β βραδύτερον παρελθεῖν. Ε ἰ οὖν ἄπειρος ὁ χρόνος ὃν ἡ πεπερασμένη ἀπολύεται κινουμένη, κα ὶ ἐν ᾧ ἡ ἄπειρος τὴν πεπερασμένην ἐκινήθη ἀνάγκη ἄπειρον εἶναι. Ἀδύνατον ἄρα τ ὸ ἄπειρον κινεῖσθαι ὅλον ἐὰν γὰρ κα ὶ τοὐλάχιστον κινηθ ῇ, ἀνάγκη ἄπειρον γίγνεσθαι χρόνον. Ἀλλ ὰ μὴν ὅ γ' οὐρανὸς περιέρχεται κα ὶ στρέφεται ὅλος κύκλ ῳ ἐν πεπερασμέν ῳ χρόν ῳ, ὥστε περίεισιν ἅπασαν τὴν ἐντός, οἷον τὴν ΑΒ πεπερασμένην. Ἀδύνατον ἄρα ἄπειρον εἶναι τ ὸ κύκλ ῳ. Ἔτι ὥσπερ γραμμὴν ᾗ πέρας ἐστὶν ἀδύνατον εἶναι ἄπειρον, ἀλλ' εἴπερ, ἐπ ὶ μῆκος, κα ὶ ἐπίπεδον ὡσαύτως ᾗ πέρας οὐκ ἐνδέχεται ὅταν δ' ὁρισθ ῇ, οὐθαμ ῇ, οἷον τετράγωνον ἄπειρον ἢ κύκλον ἢ σφαῖραν, ὥσπερ οὐδ ὲ ποδιαίαν ἄπειρον. Ε ἰ οὖν μήτε σφαῖρα [μήτε τετράγωνον] μήτε κύκλος ἐστὶν ἄπειρος, μ ὴ ὄντος δ ὲ κύκλου οὐδ' ἂν ἡ κύκλ ῳ εἴη φορά, ὁμοίως δ ὲ μηδ' ἀπείρου ὄντος οὐκ ἂν εἴη ἄπειρος, ε ἰ μηδ' ὁ κύκλος ἄπειρός ἐστιν, οὐκ ἂν κινοῖτο κυκλικῶς ἄπειρον σῶμα. Ἔτι ε ἰ τ ὸ Γ κέντρον, ἡ δ ὲ τ ὸ ΑΒ ἄπειρος κα ὶ ἡ τ ὸ Ε πρὸς ὀρθὴν ἄπειρος κα ὶ ἡ τ ὸ ΓΔ κινουμένη, οὐδέποτ' ἀπολυθήσεται τῆς Ε, ἀλλ' ἀε ὶ ἕξει ὥσπερ ἡ ΓΕ τέμνει γὰρ ᾗ τ ὸ Ζ. Οὐκ ἄρα περίεισι κύκλ ῳ ἡ ἄπειρος. Ἔτι εἴπερ ἄπειρος ὁ οὐρανός, κινεῖται δ ὲ κύκλ ῳ, ἐν πεπερασμέν ῳ χρόν ῳ ἄπειρον ἔσται διεληλυθώς. Ἔστω γὰρ ὁ μὲν μένων οὐρανὸς ἄπειρος, ὁ δ' ἐν τούτ ῳ κινούμενος ἴσος. Ὥστ' εἴπερ περιελήλυθε κύκλ ῳ ἄπειρος ὤν, ἄπειρον τὸν ἴσον αὑτ ῷ διελήλυθεν ἐν πεπερασμέν ῳ χρόν ῳ. Ἀλλ ὰ τοῦτ' ἦν ἀδύνατον.
[273a] Ἔστι δ ὲ κα ὶ ἀντεστραμμένως εἰπεῖν, ὅτι ε ἰ πεπερασμένος ὁ χρόνος ἐν ᾧ περιεστράφη, κα ὶ τ ὸ μέγεθος ὃ διελήλυθεν ἀναγκαῖον εἶναι πεπερασμένον ἴσον δ' αὑτ ῷ διελήλυθεν πεπέρανται ἄρα κα ὶ αὐτός. Ὅτι μὲν οὖν τ ὸ κύκλ ῳ κινούμενον οὐκ ἔστιν ἀτελεύτητον οὐδ' ἄπειρον, ἀλλ' ἔχει τέλος, φανερόν. Ἀλλ ὰ μὴν οὐδ ὲ τ ὸ ἐπ ὶ τ ὸ μέσον οὐδ ὲ τ ὸ ἀπ ὸ το ῦ μέσου φερόμενον ἄπειρον ἔσται ἐναντίαι γὰρ α ἱ φορα ὶ ἡ ἄνω κα ὶ ἡ κάτω, α ἱ δ' ἐναντίαι εἰς ἐναντίους τόπους. Τῶν δ' ἐναντίων εἰ θάτερον ὥρισται, κα ὶ θάτερον ὡρισμένον ἔσται. Τ ὸ δ ὲ μέσον ὥρισται ε ἰ γὰρ ὁποθενοῦν φέροιτο κάτω τ ὸ ὑφιστάμενον, οὐκ ἐνδέχεται πορρωτέρω διελθεῖν το ῦ μέσου. Ὡρισμένου οὖν το ῦ μέσου, κα ὶ τὸν ἄνω τόπον ἀνάγκη ὡρίσθαι. Ε ἰ δ' ο ἱ τόποι ὡρισμένοι κα ὶ πεπερασμένοι, κα ὶ τ ὰ σώματα ἔσται πεπερασμένα. Ἔτι ε ἰ τ ὸ ἄνω κα ὶ τ ὸ κάτω ὥρισται, κα ὶ τ ὸ μεταξ ὺ ἀνάγκη ὡρίσθαι. Ε ἰ γὰρ μ ὴ ὥρισται, ἄπειρος ἂν εἴη ἡ κίνησις τοῦτο δ' ὅτι ἀδύνατον, δέδεικται πρότερον. Ὥρισται ἄρα τ ὸ μέσον, ὥστε κα ὶ τ ὸ ἐν τούτ ῳ σῶμα ἢ ὂν ἢ γενέσθαι δυνατόν. Ἀλλ ὰ μὴν τ ὸ ἄνω κα ὶ κάτω φερόμενον σῶμα δύναται ἐν τούτ ῳ γενέσθαι πέφυκε γὰρ τ ὸ μὲν ἀπ ὸ το ῦ μέσου κινεῖσθαι, τ ὸ δ' ἐπ ὶ τ ὸ μέσον. Ἔκ τε δ ὴ τούτων φανερὸν ὅτι οὐκ ἐνδέχεται σῶμα εἶναι ἄπειρον, κα ὶ πρὸς τούτοις ε ἰ βάρος μή ἐστιν ἄπειρον, οὐδ' ἂν τούτων τῶν σωμάτων οὐθὲν εἴη ἄπειρον ἀνάγκη γὰρ το ῦ ἀπείρου σώματος ἄπειρον εἶναι κα ὶ τ ὸ βάρος. ( Ὁ δ' αὐτὸς λόγος ἔσται κα ὶ ἐπ ὶ το ῦ κούφου ε ἰ γάρ ἐστιν ἄπειρος βαρύτης, ἔστι κα ὶ κουφότης, ἐὰν ἄπειρον ᾖ τ ὸ ἐπιπολάζον). Δῆλον δ' ἐκ τῶνδε. Ἔστω γὰρ πεπερασμένον, κα ὶ εἰλήφθω τ ὸ μὲν ἄπειρον σῶμα ἐφ' ᾧ τ ὸ ΑΒ, τ ὸ δ ὲ βάρος αὐτο ῦ ἐφ' ᾧ τ ὸ Γ. Ἀφῃρήσθω οὖν ἀπ ὸ το ῦ ἀπείρου πεπερασμένον μέγεθος ἐφ' ᾧ τ ὸ ΒΔ κα ὶ τ ὸ βάρος αὐτο ῦ ἔστω ἐφ' ᾧ τ ὸ Ε. Τ ὸ δ ὴ Ε το ῦ Γ ἔλαττον ἔσται τ ὸ γὰρ το ῦ ἐλάττονος βάρος ἔλαττον. Καταμετρείτω δ ὴ τ ὸ ἔλαττον ὁποσακισοῦν, κα ὶ ὡς τ ὸ βάρος τοὔλαττον πρὸς τ ὸ μεῖζον, τ ὸ ΒΔ πρὸς τ ὸ ΒΖ γεγενήσθω ἐνδέχεται γὰρ ἀφελεῖν το ῦ ἀπείρου ὁποσονοῦν. Ε ἰ τοίνυν ἀνάλογον τ ὰ μεγέθη τοῖς βάρεσι, τ ὸ δ' ἔλαττον βάρος το ῦ ἐλάττονός ἐστι μεγέθους, κα ὶ τ ὸ μεῖζον ἂν εἴη το ῦ μείζονος. Ἴσον ἄρα ἔσται τ ὸ το ῦ πεπερασμένου κα ὶ τ ὸ το ῦ ἀπείρου βάρος. [273b] Ἔτι δ' ε ἰ το ῦ μείζονος σώματος μεῖζον τ ὸ βάρος, τ ὸ το ῦ ΗΒ μεῖζον ἔσται βάρος ἢ τ ὸ το ῦ ΖΒ, ὥστε τ ὸ το ῦ πεπερασμένου ἢ τ ὸ το ῦ ἀπείρου [μεῖζον ἔσται βάρος]. Κα ὶ τ ὸ τῶν ἀνίσων δ ὲ μεγεθῶν ταὐτὸν ἔσται βάρος ἄνισον γὰρ τ ῷ πεπερασμέν ῳ τ ὸ ἄπειρον. Οὐθὲν δ ὲ διαφέρει τ ὰ βάρη σύμμετρα εἶναι ἢ ἀσύμμετρα κα ὶ γὰρ ἀσυμμέτρων ὄντων ὁ αὐτὸς ἔσται λόγος οἷον ε ἰ [τ ὸ Ε] τρίτον ὑπερβάλλει μετροῦν τ ὸ βάρος τῶν γὰρ ΒΔ μεγεθῶν τριῶν ὅλων ληφθέντων μεῖζον ἔσται τ ὸ βάρος ἢ τ ὸ ἐφ' ᾧ τ ὸ Γ. Ὥστε τ ὸ αὐτ ὸ ἔσται ἀδύνατον. Ἔτι δ ὲ κα ὶ ἐγχωρε ῖ σύμμετρα λαβεῖν οὐδὲν γὰρ διαφέρει ἄρχεσθαι ἀπ ὸ το ῦ βάρους ἢ ἀπ ὸ το ῦ μεγέθους οἷον ἐὰν ληφθ ῇ σύμμετρον βάρος τ ῷ Γ τ ὸ ἐφ' ᾧ τ ὸ Ε, κα ὶ ἀπ ὸ το ῦ ἀπείρου ἀφαιρεθῇ τ ὸ ἔχον τ ὸ ἐφ' ᾧ Ε βάρος, οἷον τ ὸ ΒΔ, εἶτα ὡς τ ὸ βάρος πρὸς τ ὸ βάρος, τ ὸ ΒΔ πρὸς ἄλλο γένηται μέγεθος, οἷον πρὸς τ ὸ ΒΖ ἐνδέχεται γὰρ ἀπείρου ὄντος το ῦ μεγέθους ὁποσονοῦν ἀφαιρεθῆναι τούτων γὰρ ληφθέντων σύμμετρα ἔσται κα ὶ τ ὰ μεγέθη κα ὶ τ ὰ βάρη ἀλλήλοις. Οὐδ ὲ δ ὴ τ ὸ μέγεθος ὁμοιοβαρὲς εἶναι ἢ ἀνομοιοβαρὲς οὐδὲν διοίσει πρὸς τὴν ἀπόδειξιν ἀε ὶ γὰρ ἔσται λαβεῖν ἰσοβαρ ῆ σώματα τ ῷ ΒΔ, ἀπ ὸ το ῦ ἀπείρου ὁποσαοῦν ἢ ἀφαιροῦντας ἢ προστιθέντας.
Ὥστε δῆλον ἐκ τῶν εἰρημένων ὅτι οὐκ ἔσται το ῦ ἀπείρου σώματος πεπερασμένον τ ὸ βάρος. Ἄπειρον ἄρα. Ε ἰ τοίνυν τοῦτ' ἀδύνατον, κα ὶ τ ὸ ἄπειρόν τι εἶναι σῶμα ἀδύνατον. [274a] Ἀλλ ὰ μὴν ὅτι ἄπειρόν τι εἶναι βάρος ἀδύνατον, ἐκ τῶνδε φανερόν. Ε ἰ γὰρ τοσόνδε βάρος τὴν τοσήνδε ἐν τῷδε τ ῷ χρόν ῳ κινεῖται, τ ὸ τοσοῦτον κα ὶ ἔτι ἐν ἐλάττονι, κα ὶ τὴν ἀναλογίαν ἣν τ ὰ βάρη ἔχει, ο ἱ χρόνοι ἀνάπαλιν ἕξουσιν, οἷον ε ἰ τ ὸ ἥμισυ βάρος ἐν τῷδε, τ ὸ διπλάσιον ἐν ἡμίσει τούτου. Ἔτι τ ὸ πεπερασμένον βάρος ἅπασαν πεπερασμένην δίεισιν ἔν τινι χρόν ῳ πεπερασμέν ῳ. Ἀνάγκη ἄρα ἐκ τούτων, ε ἴ τι ἔστιν ἄπειρον βάρος, κινεῖσθαι μὲν ᾗ τοσόνδε ὅσον τ ὸ πεπερασμένον κα ὶ ἔτι, μ ὴ κινεῖσθαι δέ, ᾗ ἀνάλογον μὲν δε ῖ κατ ὰ τὰς ὑπεροχὰς κινεῖσθαι, ἐναντίως δ ὲ τ ὸ μεῖζον ἐν τ ῷ ἐλάττονι. Λόγος δ' οὐθείς ἐστι το ῦ ἀπείρου πρὸς τ ὸ πεπερασμένον, το ῦ δ' ἐλάττονος χρόνου πρὸς τὸν μείζω πεπερασμένον ἀλλ' ἀε ὶ ἐν ἐλάττονι. Ἐλάχιστος δ' οὐκ ἔστιν. Οὐδ' ε ἰ ἦν, ὄφελός τι ἂν ἦν ἄλλο γὰρ ἄν τι πεπερασμένον ἐλήφθη ἐν τ ῷ αὐτ ῷ λόγ ῳ, ἐν ᾧ τ ὸ ἄπειρον πρὸς ἕτερον, μεῖζον, ὥστ' ἐν ἴσ ῳ χρόν ῳ τὴν ἴσην ἂν ἐκινεῖτο τ ὸ ἄπειρον τ ῷ πεπερασμέν ῳ. Ἀλλ' ἀδύνατον. Ἀλλ ὰ μὴν ἀνάγκη γε, εἴπερ ἐν ὁπηλικῳοῦν χρόν ῳ πεπερασμέν ῳ δ ὲ κινεῖται τ ὸ ἄπειρον, κα ὶ ἄλλο ἐν τ ῷ αὐτ ῷ τούτ ῳ πεπερασμένον βάρος κινεῖσθαί τινα πεπερασμένην. Ἀδύνατον ἄρα ἄπειρον εἶναι βάρος, ὁμοίως δ ὲ κα ὶ κουφότητα. Κα ὶ σώματα ἄρ' ἄπειρον βάρος ἔχοντα κα ὶ κουφότητα ἀδύνατον. Ὅτι μὲν οὖν οὐκ ἔστιν ἄπειρον σῶμα, δῆλον διά τε τῶν κατ ὰ μέρος θεωροῦσι τοῦτον τὸν τρόπον, κα ὶ καθόλου σκοπουμένοις μ ὴ μόνον κατ ὰ τοὺς λόγους τοὺς ἐν τοῖς περ ὶ τὰς ἀρχὰς εἰρημένους ἡμῖν (διωρίσθη γὰρ κἀκε ῖ καθόλου πρότερον περ ὶ ἀπείρου πῶς ἔστι κα ὶ πῶς οὐκ ἔστιν) ἀλλ ὰ κα ὶ νῦν ἄλλον τρόπον. Μετ ὰ δ ὲ ταῦτ' ἐπισκεπτέον κἂν ε ἰ μ ὴ ἄπειρον μὲν τ ὸ σῶμα τ ὸ πᾶν, ο ὐ μὴν ἀλλ ὰ τοσοῦτόν γε ὥστ' εἶναι πλείους οὐρανούς τάχα γὰρ ἄν τις τοῦτ' ἀπορήσειεν, ὅτι καθάπερ ὁ περ ὶ ἡμᾶς κόσμος συνέστηκεν, οὐδὲν κωλύει κα ὶ ἑτέρους εἶναι πλείους μὲν ἑνός, μ ὴ μέντοι γε ἀπείρους. Πρῶτον δ' εἴπωμεν καθόλου περ ὶ το ῦ ἀπείρου. Ἀνάγκη δ ὴ σῶμα πᾶν ἤτοι ἄπειρον εἶναι ἢ πεπερασμένον, κα ὶ ε ἰ ἄπειρον, ἤτοι ἀνομοιομερὲς ἅπαν ἢ ὁμοιομερές, κἂν ε ἰ ἀνομοιομερές, ἤτοι ἐκ πεπερασμένων εἰδῶν ἢ ἐξ ἀπείρων. Ὅτι μὲν τοίνυν οὐχ οἷόν τε ἐξ ἀπείρων, φανερόν, ε ἴ τις ἡμῖν ἐάσει μένειν τὰς πρώτας ὑποθέσεις πεπερασμένων γὰρ τῶν πρώτων κινήσεων οὐσῶν, ἀνάγκη κα ὶ τὰς ἰδέας τῶν ἁπλῶν σωμάτων εἶναι πεπερασμένας. Ἁπλ ῆ μὲν γὰρ ἡ το ῦ ἁπλο ῦ σώματος κίνησις, α ἱ δ' ἁπλα ῖ πεπερασμέναι κινήσεις εἰσίν ἀνάγκη δ ὲ κίνησιν ἔχειν σῶμα πᾶν φυσικόν. Ἀλλ ὰ μὴν ε ἴ γε ἐκ πεπερασμένων ἔσται τ ὸ ἄπειρον, ἀνάγκη κα ὶ τῶν μορίων ἕκαστον εἶναι ἄπειρον, λέγω δ' οἷον τ ὸ ὕδωρ ἢ τ ὸ πῦρ. Ἀλλ' ἀδύνατον δέδεικται γὰρ ὅτι οὔτε βάρος οὔτε κουφότης ἐστὶν ἄπειρος. Ἔτι ἀναγκαῖον ἀπείρους τ ῷ μεγέθει εἶναι κα ὶ τοὺς τόπους αὐτῶν, ὥστε κα ὶ τὰς κινήσεις ἀπείρους εἶναι πάντων. Τοῦτο δ' ἀδύνατον, ε ἰ θήσομεν ἀληθεῖς εἶναι τὰς πρώτας ὑποθέσεις, κα ὶ μήτε τ ὸ κάτω φερόμενον εἰς ἄπειρον ἐνδέχεσθαι φέρεσθαι μήτε τ ὸ ἄνω κατ ὰ τὸν αὐτὸν λόγον. Ἀδύνατον γὰρ γίνεσθαι ὃ μ ὴ ἐνδέχεται γενέσθαι, ὁμοίως ἐπ ὶ το ῦ τοιόνδε κα ὶ τοσόνδε κα ὶ το ῦ πο ῦ. Λέγω δ', ε ἰ ἀδύνατον γενέσθαι λευκὸν ἢ πηχυαῖον ἢ ἐν Αἰγύπτ ῳ, κα ὶ γίνεσθαί τι τούτων ἀδύνατον. Ἀδύνατον ἄρα κα ὶ φέρεσθαι ἐκε ῖ ο ὗ μηθὲν δυνατὸν ἀφικέσθαι φερόμενον. Ἔτι ε ἰ καὶ διεσπασμένα ἐστίν, οὐδὲν ἧττον ἐνδέχοιτ' ἂν τ ὸ ἐξ ἁπάντων [πῦρ] ἄπειρον εἶναι. Ἀλλ ὰ σῶμα
ἦν τ ὸ πάντ ῃ διάστασιν ἔχον ὥστε πῶς οἷόν τε πλείω μὲν ἀνόμοια, ἕκαστον δ' αὐτῶν ἄπειρον εἶναι; πάντ ῃ γὰρ ἕκαστον δε ῖ ἄπειρον εἶναι. Ἀλλ ὰ μὴν οὐδ ὲ πᾶν ὁμοιομερὲς ἐνδέχεται τ ὸ ἄπειρον εἶναι. Πρῶτον μὲν γὰρ οὐκ ἔστιν ἄλλη παρ ὰ ταύτας κίνησις. Ἕξει οὖν μίαν τούτων. Ε ἰ δ ὲ τοῦτο, συμβήσεται ἢ βάρος ἄπειρον ἢ κουφότητα εἶναι ἄπειρον. Ἀλλ ὰ μὴν οὐδ' οἷόν τε τ ὸ κύκλ ῳ σῶμα φερόμενον [εἶναι ἄπειρον]. Ἀδύνατον γὰρ τ ὸ ἄπειρον φέρεσθαι κύκλ ῳ οὐθὲν γὰρ διαφέρει τοῦτο λέγειν ἢ τ ὸ τὸν οὐρανὸν φάναι ἄπειρον εἶναι, τοῦτο δ ὲ δέδεικται ὅτι ἀδύνατον. Ἀλλ ὰ μὴν οὐδ' ὅλως γε τ ὸ ἄπειρον ἐνδέχεται κινεῖσθαι. Ἢ γὰρ κατὰ φύσιν κινηθήσεται ἢ βί ᾳ κα ὶ ε ἰ βί ᾳ, ἔστιν αὐτ ῷ κα ὶ ἡ κατ ὰ φύσιν, ὥστε κα ὶ τόπος ἄλλος ἴσος εἰς ὃν οἰσθήσεται. Τοῦτο δ' ἀδύνατον. [275a] Ὅτι δ' ὅλως ἀδύνατον ἄπειρον ὑπ ὸ πεπερασμένου παθεῖν τι ἢ ποιῆσαι τ ὸ πεπερασμένον, ἐκ τῶνδε φανερόν. Ἔστω γὰρ ἄπειρον ἐφ' ο ὗ Α, πεπερασμένον ἐφ' ο ὗ Β, χρόνος ἐν ᾧ ἐκίνησέ τι ἢ ἐκινήθη Γ. Ε ἰ δ ὴ ὑπ ὸ το ῦ Β τ ὸ Α ἐθερμάνθη ἢ ὤσθη ἢ ἄλλο τι ἔπαθεν ἢ κα ὶ ὁτιοῦν ἐκινήθη ἐν τ ῷ χρόν ῳ ἐφ' ο ὗ Γ, ἔστω τ ὸ Δ το ῦ Β ἔλαττον, κα ὶ τ ὸ ἔλαττον ἐν τ ῷ ἴσ ῳ χρόν ῳ ἔλαττον κινείτω ἔστω δ ὲ τ ὸ ἐφ' ᾧ Ε ὑπ ὸ το ῦ Δ ἠλλοιωμένον. Ὃ δή ἐστι τ ὸ Δ πρὸς τ ὸ Β, τ ὸ Ε ἔσται πρὸς πεπερασμένον τι. Ἔστω δ ὴ τ ὸ μὲν ἴσον ἐν ἴσ ῳ χρόν ῳ ἴσον ἀλλοιοῦν, τ ὸ δ' ἔλαττον ἐν τ ῷ ἴσ ῳ ἔλαττον, τ ὸ δ ὲ μεῖζον μεῖζον, τοσοῦτον δ ὲ ὅσον ἀνάλογον ἔσται ὅπερ τ ὸ μεῖζον πρὸς τ ὸ ἔλαττον. Οὐκ ἄρα τ ὸ ἄπειρον ὑπ' οὐδενὸς πεπερασμένου κινηθήσεται ἐν οὐθεν ὶ χρόν ῳ ἔλαττον γὰρ ἄλλο ἐν τ ῷ ἴσ ῳ χρόν ῳ ὑπ ὸ ἐλάττονος κινηθήσεται, πρὸς ὃ τ ὸ ἀνάλογον πεπερασμένον ἔσται τ ὸ γὰρ ἄπειρον πρὸς τ ὸ πεπερασμένον ἐν οὐθεν ὶ λόγ ῳ ἐστίν. Ἀλλ ὰ μὴν οὐδ ὲ τ ὸ ἄπειρον ἐν οὐθεν ὶ χρόν ῳ κινήσει τ ὸ πεπερασμένον. Ἔστω γὰρ ἐφ' ᾧ τ ὸ Α ἄπειρον, τ ὸ δ ὲ Β πεπερασμένον, χρόνος ἐν ᾧ τ ὸ Γ. Οὐκοῦν τ ὸ Δ ἐν τ ῷ Γ ἔλαττον το ῦ Β κινήσει ἔστω τ ὸ Ζ. Ὃ δή ἐστι τ ὸ ΒΖ ὅλον πρὸς τ ὸ Ζ, τ ὸ Ε ἔχον τὸν λόγον τοῦτον ἔστω πρὸς τ ὸ Δ. Κινήσει ἄρα τ ὸ Ε τ ὸ ΒΖ ἐν τ ῷ Γ. Τ ὸ πεπερασμένον τοίνυν κα ὶ τ ὸ ἄπειρον ἐν τ ῷ ἴσ ῳ χρόν ῳ ἀλλοιώσει. Ἀλλ' ἀδύνατον ἐν ἐλάττονι γὰρ τ ὸ μεῖζον ὑπέκειτο. Ἀλλ' ἀε ὶ ὁ ληφθεὶς χρόνος ταὐτ ὸ ποιήσει, ὥστ' οὐκ ἔσται χρόνος οὐθεὶς ἐν ᾧ κινήσει. Ἀλλ ὰ μὴν ἐν ἀπείρ ῳ γε οὐκ ἔστι κινῆσαι οὐδ ὲ κινηθῆναι πέρας γὰρ οὐκ ἔχει, ἡ δ ὲ ποίησις κα ὶ τ ὸ πάθος ἔχει. Οὐδ' ἄπειρον δ ὴ ὑπ' ἀπείρου ἐνδέχεται οὐθὲν παθεῖν. Ἔστω γὰρ τ ὸ Α ἄπειρον κα ὶ τ ὸ Β, χρόνος δ' ἐν ᾧ ἔπαθε τ ὸ Β ὑπ ὸ το ῦ Α, ἐφ' ᾧ ΓΔ. Τ ὸ δ ὴ ἐφ' ᾧ τ ὸ Ε το ῦ ἀπείρου μέρος, ἐπε ὶ ὅλον πέπονθε τ ὸ Β, οὐκ ἐν ἴσ ῳ χρόν ῳ τ ὸ αὐτό ὑποκείσθω γὰρ ἐν ἐλάττονι κινεῖσθαι τ ὸ ἔλαττον χρόν ῳ. Ἔστω τ ὸ Ε κεκινημένον ὑπ ὸ το ῦ Α ἐν τ ῷ Δ. [275b] Ὃ δ ὴ τ ὸ Δ πρὸς τ ὸ ΓΔ, τ ὸ Ε ἐστ ὶ πρός τι το ῦ Β πεπερασμένον. Τοῦτο τοίνυν ἀνάγκη ὑπ ὸ το ῦ Α κινηθῆναι ἐν τ ῷ ΓΔ χρόν ῳ ὑπ ὸ γὰρ το ῦ αὐτο ῦ ὑποκείσθω ἐν τ ῷ πλείονι κα ὶ ἐλάττονι χρόν ῳ τὸ μεῖζον κα ὶ τ ὸ ἔλαττον πάσχειν, ὅσα ἀνάλογον τ ῷ χρόν ῳ διῄρηται. Ἐν οὐδεν ὶ ἄρα χρόν ῳ δυνατὸν πεπερασμέν ῳ ἄπειρον ὑπ' ἀπείρου κινηθῆναι ἐν ἀπείρ ῳ ἄρα. Ἀλλ' ὁ μὲν ἄπειρος χρόνος οὐκ ἔχει τέλος, τ ὸ δ ὲ κεκινημένον ἔχει. Ε ἰ τοίνυν πᾶν σῶμα αἰσθητὸν ἔχει δύναμιν ποιητικὴν ἢ παθητικὴν ἢ ἄμφω, ἀδύνατον σῶμα ἄπειρον αἰσθητὸν εἶναι. Ἀλλ ὰ μὴν κα ὶ ὅσα γε σώματα ἐν τόπ ῳ, πάντα αἰσθητά. Οὐκ ἔστιν ἄρα σῶμα ἄπειρον ἔξω το ῦ οὐρανο ῦ οὐθέν. Ἀλλ ὰ μὴν οὐδ ὲ μέχρι τινός. Οὐθὲν ἄρα ὅλως σῶμα
ἔξω το ῦ οὐρανο ῦ. Ε ἰ μὲν γὰρ νοητόν, ἔσται ἐν τόπ ῳ τ ὸ γὰρ ἔξω κα ὶ ἔσω τόπον σημαίνει. Ὥστ' ἔσται αἰσθητόν. Αἰσθητὸν δ' οὐθὲν μ ὴ ἐν τόπ ῳ. Λογικώτερον δ' ἔστιν ἐπιχειρεῖν κα ὶ ὧδε. Οὔτε γὰρ κύκλ ῳ οἷόν τε κινεῖσθαι τ ὸ ἄπειρον ὁμοιομερὲς ὄν μέσον μὲν γὰρ το ῦ ἀπείρου οὐκ ἔστι, τ ὸ δ ὲ κύκλ ῳ περ ὶ τ ὸ μέσον κινεῖται. Ἀλλὰ μὴν οὐδ' ἐπ' εὐθείας οἷόν τε φέρεσθαι τ ὸ ἄπειρον δεήσει γὰρ ἕτερον εἶναι τοσοῦτον τόπον ἄπειρον εἰς ὃν οἰσθήσεται κατ ὰ φύσιν, κα ὶ ἄλλον τοσοῦτον εἰς ὃν παρ ὰ φύσιν. Ἔτι εἴτε φύσει ἔχει κίνησιν το ῦ εἰς εὐθ ὺ εἴτε βί ᾳ κινεῖται, ἀμφοτέρως δεήσει ἄπειρον εἶναι τὴν κινοῦσαν ἰσχύν ἥ τε γὰρ ἄπειρος ἀπείρου κα ὶ το ῦ ἀπείρου ἄπειρος ἡ ἰσχύς ὥστ' ἔσται κα ὶ τ ὸ κινοῦν ἄπειρον (λόγος δ' ἐν τοῖς περ ὶ κινήσεως ὅτι οὐθὲν ἔχει ἄπειρον δύναμιν τῶν πεπερασμένων, οὐδ ὲ τῶν ἀπείρων πεπερασμένην). Ε ἰ οὖν τ ὸ κατ ὰ φύσιν κα ὶ παρ ὰ φύσιν ἐνδέχεται κινηθῆναι, ἔσται δύο ἄπειρα, τό τε κινοῦν οὕτω κα ὶ τ ὸ κινούμενον. Ἔτι τ ὸ κινοῦν τ ὸ ἄπειρον τί ἐστιν; ε ἰ μὲν γὰρ αὐτ ὸ ἑαυτό, ἔμψυχον ἔσται. Τοῦτο δ ὲ πῶς δυνατόν, ἄπειρον εἶναι ζῷον; ε ἰ δ' ἄλλο [τι] τ ὸ κινοῦν, δύο ἔσται ἄπειρα, τό τε κινοῦν κα ὶ τ ὸ κινούμενον, διαφέροντα τὴν μορφὴν κα ὶ τὴν δύναμιν. [276a] Ε ἰ δ ὲ μ ὴ συνεχὲς τ ὸ πᾶν, ἀλλ' ὥσπερ λέγει Δημόκριτος κα ὶ Λεύκιππος, διωρισμένα τ ῷ κεν ῷ, μίαν ἀναγκαῖον εἶναι πάντων τὴν κίνησιν. Διώρισται μὲν γὰρ τοῖς σχήμασιν τὴν δ ὲ φύσιν φασὶν αὐτῶν εἶναι μίαν, ὥσπερ ἂν ε ἰ χρυσὸς ἕκαστον εἴη κεχωρισμένος. Τούτων δέ, καθάπερ λέγομεν, ἀναγκαῖον εἶναι τὴν αὐτὴν κίνησιν ὅπου γὰρ μία βῶλος, κα ὶ ἡ σύμπασα γ ῆ φέρεται, κα ὶ τό τε πᾶν πῦρ κα ὶ σπινθὴρ εἰς τὸν αὐτὸν τόπον. Ὥστ' οὔτε κοῦφον ἁπλῶς οὐθὲν ἔσται τῶν σωμάτων, ε ἰ πάντ' ἔχει βάρος ε ἰ δ ὲ κουφότητα, βαρ ὺ οὐδέν. Ἔτι ε ἰ βάρος ἔχει ἢ κουφότητα, ἔσται ἢ ἔσχατόν τι το ῦ παντὸς ἢ μέσον. Τοῦτο δ' ἀδύνατον ἀπείρου γ' ὄντος. Ὅλως δ', ο ὗ μή ἐστι μέσον μηδ' ἔσχατον, μηδ ὲ τ ὸ μὲν ἄνω τ ὸ δ ὲ κάτω, τόπος οὐθεὶς ἔσται τοῖς σώμασι τῆς φορᾶς. Τούτου δ ὲ μ ὴ ὄντος κίνησις οὐκ ἔσται ἀνάγκη γὰρ κινεῖσθαι ἤτοι κατ ὰ φύσιν ἢ παρ ὰ φύσιν, ταῦτα δ' ὥρισται τοῖς τόποις τοῖς τ' οἰκείοις κα ὶ τοῖς ἀλλοτρίοις. Ἔτι ε ἰ ο ὗ παρ ὰ φύσιν τι μένει ἢ φέρεται, ἀνάγκη ἄλλου τινὸς εἶναι τοῦτον τὸν τόπον κατ ὰ φύσιν (τοῦτο δ ὲ πιστὸν ἐκ τῆς ἐπαγωγῆς), ἀνάγκη δ ὴ μ ὴ πάντα ἢ βάρος ἔχειν ἢ κουφότητα, ἀλλ ὰ τ ὰ μὲν τ ὰ δ ὲ μή. Ὅτι μὲν τοίνυν οὐκ ἔστι τ ὸ σῶμα το ῦ παντὸς ἄπειρον, ἐκ τούτων φανερόν. Διότι δ' οὐδ ὲ πλείους οἷόν τ' οὐρανοὺς εἶναι, λέγωμεν τοῦτο γὰρ ἔφαμεν ἐπισκεπτέον, ε ἴ τις μ ὴ νομίζει καθόλου δεδεῖχθαι περ ὶ τῶν σωμάτων ὅτι ἀδύνατον ἐκτὸς εἶναι το ῦ κόσμου τοῦδε ὁτιοῦν αὐτῶν, ἀλλ ὰ μόνον ἐπ ὶ τῶν ἀορίστως κειμένων εἰρῆσθαι τὸν λόγον. Ἅπαντα γὰρ κα ὶ μένει κα ὶ κινεῖται κα ὶ κατ ὰ φύσιν κα ὶ βί ᾳ, κα ὶ κατ ὰ φύσιν μέν, ἐν ᾧ μένει μ ὴ βί ᾳ, κα ὶ φέρεται, κα ὶ εἰς ὃν φέρεται, κα ὶ μένει ἐν ᾧ δ ὲ βί ᾳ, κα ὶ φέρεται βί ᾳ, κα ὶ εἰς ὃν βί ᾳ φέρεται, βί ᾳ κα ὶ μένει. Ἔτι ε ἰ βί ᾳ ἥδε ἡ φορά, ἡ ἐναντία κατ ὰ φύσιν. Ἐπ ὶ δ ὴ τ ὸ μέσον τ ὸ ἐνταῦθα ε ἰ βί ᾳ οἰσθήσεται ἡ γ ῆ ἐκεῖθεν, ἐντεῦθεν οἰσθήσεται ἐκε ῖ κατ ὰ φύσιν κα ὶ ε ἰ μένει ἐνταῦθα ἡ ἐκεῖθεν μ ὴ βί ᾳ, κα ὶ οἰσθήσεται δεῦρο κατ ὰ φύσιν. Μία γὰρ ἡ κατ ὰ φύσιν. Ἔτι ἀνάγκη πάντας τοὺς κόσμους ἐκ τῶν αὐτῶν εἶναι σωμάτων, ὁμοίους γ' ὄντας τὴν φύσιν. [276b] Ἀλλ ὰ μὴν κα ὶ τῶν σωμάτων ἕκαστον ἀναγκαῖον τὴν αὐτὴν ἔχειν δύναμιν, οἷον λέγω πῦρ κα ὶ
γῆν κα ὶ τ ὰ μεταξ ὺ τούτων ε ἰ γὰρ ὁμώνυμα ταῦτα κα ὶ μ ὴ κατ ὰ τὴν αὐτὴν ἰδέαν λέγονται τἀκε ῖ τοῖς παρ' ἡμῖν, κα ὶ τ ὸ πᾶν ὁμωνύμως ἂν λέγοιτο κόσμος. Δῆλον τοίνυν ὅτι τ ὸ μὲν ἀπ ὸ το ῦ μέσου φέρεσθαι πέφυκε, τ ὸ δ' ἐπ ὶ τ ὸ μέσον αὐτῶν, εἴπερ πᾶν ὁμοειδὲς τ ὸ πῦρ τ ῷ πυρ ὶ κα ὶ τῶν ἄλλων ἕκαστον, ὥσπερ κα ὶ τ ὰ ἐν τούτ ῳ μόρια το ῦ πυρός. Ὅτι δ' ἀναγκαῖον οὕτως ἔχειν, ἐκ τῶν περ ὶ τὰς κινήσεις ὑποθέσεων φανερόν α ἵ τε γὰρ κινήσεις πεπερασμέναι, ἕκαστόν τε τῶν στοιχείων λέγεται καθ' ἑκάστην τῶν κινήσεων. Ὥστ' εἴπερ κα ὶ α ἱ κινήσεις α ἱ αὐταί, κα ὶ τ ὰ στοιχεῖα ἀναγκαῖον εἶναι πανταχο ῦ ταὐτά. Πέφυκεν ἄρα φέρεσθαι κα ὶ ἐπ ὶ τόδε τ ὸ μέσον τ ὰ ἐν ἄλλ ῳ κόσμ ῳ τῆς γῆς μόρια, κα ὶ πρὸς τόδε τ ὸ ἔσχατον τ ὸ ἐκε ῖ πῦρ. Ἀλλ' ἀδύνατον τούτου γὰρ συμβαίνοντος ἀνάγκη φέρεσθαι ἄνω μὲν τὴν γῆν ἐν τ ῷ οἰκεί ῳ κόσμ ῳ, τ ὸ δ ὲ πῦρ ἐπ ὶ τ ὸ μέσον, ὁμοίως δ ὲ κα ὶ τὴν ἐντεῦθεν γῆν ἀπ ὸ τοῦ μέσου φέρεσθαι κατ ὰ φύσιν πρὸς τ ὸ ἐκε ῖ φερομένην μέσον, δι ὰ τ ὸ τοὺς κόσμους οὕτω κεῖσθαι πρὸς ἀλλήλους. Ἢ γὰρ ο ὐ θετέον τὴν αὐτὴν εἶναι φύσιν τῶν ἁπλῶν σωμάτων ἐν τοῖς πλείοσιν οὐρανοῖς, ἢ λέγοντας οὕτως τ ὸ μέσον ἓν ποιεῖν ἀνάγκη κα ὶ τ ὸ ἔσχατον τούτου δ' ὄντος ἀδύνατον εἶναι κόσμους πλείους ἑνός. Τ ὸ δ' ἀξιοῦν ἄλλην εἶναι φύσιν τῶν ἁπλῶν σωμάτων, ἂν ἀποσχῶσιν ἔλαττον ἢ πλεῖον τῶν οἰκείων τόπων, ἄλογον τί γὰρ διαφέρει τ ὸ τοσονδ ὶ φάναι μῆκος ἀπέχειν ἢ τοσονδί; Διοίσει γὰρ κατ ὰ λόγον, ὅσ ῳ πλεῖον μᾶλλον, τ ὸ δ' εἶδος τ ὸ αὐτό. [277a] Ἀλλ ὰ μὴν ἀνάγκη γ' εἶναί τινα κίνησιν αὐτῶν ὅτι μὲν γὰρ κινοῦνται, φανερόν. Πότερον οὖν βίᾳ πάσας ἐροῦμεν κινεῖσθαι κα ὶ τὰς ἐναντίας; ἀλλ' ὃ μ ὴ πέφυκεν ὅλως κινεῖσθαι, ἀδύνατον τοῦτο κινεῖσθαι βί ᾳ. Ε ἰ τοίνυν ἐστί τις κίνησις αὐτῶν κατ ὰ φύσιν, ἀνάγκη τῶν ὁμοειδῶν κα ὶ τῶν καθ' ἕκαστον πρὸς ἕνα ἀριθμ ῷ τόπον ὑπάρχειν τὴν κίνησιν, οἷον πρὸς τόδε τι μέσον κα ὶ πρὸς τόδε τι ἔσχατον. Ε ἰ δ ὲ πρὸς εἴδει ταὐτά, πλείω δέ, διότι κα ὶ τ ὰ καθ' ἕκαστα πλείω μέν, εἴδει δ' ἕκαστον ἀδιάφορον, ο ὐ τ ῷ μὲν τ ῷ δ' ο ὐ τοιοῦτον ἔσται τῶν μορίων, ἀλλ' ὁμοίως πᾶσιν ὁμοίως γὰρ ἅπαντα κατ' εἶδος ἀδιάφορα ἀλλήλων, ἀριθμ ῷ δ' ἕτερον ὁτιοῦν ὁτουοῦν. Λέγω δ ὲ τοῦτο, ὅτι ε ἰ τ ὰ ἐνταῦθα μόρια πρὸς ἄλληλα κα ὶ τ ὰ ἐν ἑτέρ ῳ κόσμ ῳ ὁμοίως ἔχει, κα ὶ τ ὸ ληφθὲν ἐντεῦθεν οὐδὲν διαφερόντως πρὸς τῶν ἐν ἄλλ ῳ τιν ὶ κόσμ ῳ μορίων κα ὶ πρὸς τῶν ἐν τ ῷ αὐτ ῷ, ἀλλ' ὡσαύτως διαφέρουσι γὰρ οὐθὲν εἴδει ἀλλήλων. Ὥστ' ἀναγκαῖον ἢ κινεῖν ταύτας τὰς ὑποθέσεις, ἢ τ ὸ μέσον ἓν εἶναι κα ὶ τ ὸ ἔσχατον. Τούτου δ' ὄντος ἀνάγκη κα ὶ τὸν οὐρανὸν ἕνα μόνον εἶναι κα ὶ μ ὴ πλείους, τοῖς αὐτοῖς τεκμηρίοις τούτοις κα ὶ ταῖς αὐταῖς ἀνάγκαις. Ὅτι δ' ἔστι τι ο ὗ πέφυκεν ἡ γ ῆ φέρεσθαι κα ὶ τ ὸ πῦρ, δῆλον κα ὶ ἐκ τῶν ἄλλων. Ὅλως γὰρ τ ὸ κινούμενον ἔκ τινος εἴς τι μεταβάλλει, κα ὶ ταῦτα ἐξ ο ὗ κα ὶ εἰς ὃ εἴδει διαφέρει πᾶσα δ ὲ πεπερασμένη μεταβολή οἷον τ ὸ ὑγιαζόμενον ἐκ νόσου εἰς ὑγίειαν κα ὶ τ ὸ αὐξανόμενον ἐκ μικρότητος εἰς μέγεθος. Κα ὶ τ ὸ φερόμενον ἄρα κα ὶ γὰρ τοῦτο γίνεταί ποθέν ποι. Δε ῖ ἄρα εἴδει διαφέρειν ἐξ ο ὗ κα ὶ εἰς ὃ πέφυκε φέρεσθαι, ὥσπερ τ ὸ ὑγιαζόμενον οὐχ ο ὗ ἔτυχεν, οὐδ' ο ὗ βούλεται ὁ κινῶν. Κα ὶ τ ὸ πῦρ ἄρα κα ὶ ἡ γ ῆ οὐκ εἰς ἄπειρον φέρονται, ἀλλ' εἰς ἀντικείμενα ἀντίκειται δ ὲ κατ ὰ τόπον τ ὸ ἄνω τ ῷ κάτω, ὥστε ταῦτα ἔσται πέρατα τῆς φορᾶς. Ἐπε ὶ κα ὶ ἡ κύκλ ῳ ἔχει πως ἀντικείμενα τ ὰ κατ ὰ διάμετρον, τ ῇ δ' ὅλ ῃ οὐκ ἔστιν ἐναντίον οὐδέν, ὥστε κα ὶ τούτοις τρόπον τιν ὰ ἡ κίνησις εἰς ἀντικείμενα κα ὶ πεπερασμένα. Ἀνάγκη ἄρα εἶναί τι τέλος κα ὶ μ ὴ εἰς ἄπειρον φέρεσθαι.
Τεκμήριον δ ὲ το ῦ μ ὴ εἰς ἄπειρον φέρεσθαι κα ὶ τ ὸ τὴν γῆν μέν, ὅσ ῳ ἂν ἐγγυτέρω ᾖ το ῦ μέσου, θᾶττον φέρεσθαι, τ ὸ δ ὲ πῦρ, ὅσ ῳ ἂν το ῦ ἄνω. Ε ἰ δ' ἄπειρον ἦν, ἄπειρος ἂν ἦν κα ὶ ἡ ταχυτής, εἰ δ' ἡ ταχυτής, κα ὶ τ ὸ βάρος κα ὶ ἡ κουφότης ὡς γὰρ [ε ἰ] τ ῷ κατωτέρω ταχ ὺ ἦν τι, ἕτερον τ ῷ βάρει ἂν ἦν ταχύ, οὕτως ε ἰ ἄπειρος ἦν ἡ τούτου ἐπίδοσις, κα ὶ ἡ τῆς ταχυτῆτος ἐπίδοσις ἄπειρος ἂν ἦν. [277b] Ἀλλ ὰ μὴν οὐδ' ὑπ' ἄλλου φέρεται αὐτῶν τ ὸ μὲν ἄνω τ ὸ δ ὲ κάτω οὐδ ὲ βί ᾳ, ὥσπερ τινές φασι τ ῇ ἐκθλίψει. Βραδύτερον γὰρ ἂν ἐκινεῖτο τ ὸ πλεῖον πῦρ ἄνω κα ὶ ἡ πλείων γ ῆ κάτω νῦν δ ὲ τοὐναντίον ἀε ὶ τ ὸ πλεῖον πῦρ θᾶττον φέρεται κα ὶ ἡ πλείων γ ῆ εἰς τὸν αὑτῶν τόπον. Οὐδ ὲ θᾶττον ἂν πρὸς τ ῷ τέλει ἐφέρετο, ε ἰ βί ᾳ κα ὶ ἐκθλίψει πάντα γὰρ το ῦ βιασαμένου πορρωτέρω γιγνόμενα βραδύτερον φέρεται, κα ὶ ὅθεν βί ᾳ, ἐκε ῖ φέρεται ο ὐ βί ᾳ. Ὥστ' ἐκ τούτων θεωροῦσιν ἔστι λαβεῖν τὴν πίστιν περ ὶ τῶν λεγομένων ἱκανῶς. Ἔτι δ ὲ κα ὶ δι ὰ τῶν ἐκ τῆς πρώτης φιλοσοφίας λόγων δειχθείη ἄν, κα ὶ ἐκ τῆς κύκλ ῳ κινήσεως, ἣν ἀναγκαῖον ἀΐδιον ὁμοίως ἐνταῦθά τ' εἶναι κα ὶ ἐν τοῖς ἄλλοις κόσμοις. Δῆλον δ ὲ κἂν ὧδε γένοιτο σκοπουμένοις ὅτι ἀνάγκη ἕνα εἶναι τὸν οὐρανόν. Τριῶν γὰρ ὄντων τῶν σωματικῶν στοιχείων, τρεῖς ἔσονται κα ὶ ο ἱ τόποι τῶν στοιχείων, εἷς μὲν ὁ το ῦ ὑφισταμένου σώματος ὁ περ ὶ τ ὸ μέσον, ἄλλος δ ὲ ὁ το ῦ κύκλ ῳ φερομένου, ὅσπερ ἐστὶν ἔσχατος, τρίτος δ' ὁ μεταξ ὺ τούτων ὁ το ῦ μέσου σώματος. Ἀνάγκη γὰρ ἐν τούτ ῳ εἶναι τ ὸ ἐπιπολάζον. Ε ἰ γὰρ μ ὴ ἐν τούτ ῳ, ἔξω ἔσται ἀλλ' ἀδύνατον ἔξω. Τ ὸ μὲν γὰρ ἀβαρὲς τ ὸ δ' ἔχον βάρος, κατωτέρω δ ὲ ὁ το ῦ βάρος ἔχοντος σώματος τόπος, εἴπερ ὁ πρὸς τ ῷ μέσ ῳ το ῦ βαρέος. Ἀλλ ὰ μὴν οὐδ ὲ παρ ὰ φύσιν ἄλλ ῳ γὰρ ἔσται κατ ὰ φύσιν, ἄλλο δ' οὐκ ἦν. Ἀνάγκη ἄρα ἐν τ ῷ μεταξ ὺ εἶναι. Τούτου δ' αὐτο ῦ τίνες εἰσ ὶ διαφοραί, ὕστερον ἐροῦμεν. Περ ὶ μὲν οὖν τῶν σωματικῶν στοιχείων, ποῖά τ' ἐστ ὶ κα ὶ πόσα, κα ὶ τίς ἑκάστου τόπος, ἔτι δ' ὅλως πόσοι τ ὸ πλῆθος ο ἱ τόποι, δῆλον ἡμῖν ἐκ τῶν εἰρημένων. Ὅτι δ' ο ὐ μόνον εἷς ἐστίν, ἀλλ ὰ κα ὶ ἀδύνατον γενέσθαι πλείους, ἔτι δ' ὡς ἀΐδιος ἄφθαρτος ὢν κα ὶ ἀγένητος, λέγωμεν, πρῶτον διαπορήσαντες περ ὶ αὐτο ῦ. [278a] Δόξειε γὰρ ἂν ὡδ ὶ σκοπουμένοις ἀδύνατον ἕνα κα ὶ μόνον εἶναι αὐτόν ἐν ἅπασι γὰρ κα ὶ τοῖς φύσει κα ὶ τοῖς ἀπ ὸ τέχνης συνεστῶσι κα ὶ γεγενημένοις ἕτερόν ἐστιν αὐτή τε καθ' αὑτὴν ἡ μορφὴ κα ὶ μεμιγμένη μετ ὰ τῆς ὕλης οἷον τῆς σφαίρας ἕτερον τ ὸ εἶδος κα ὶ ἡ χρυσ ῆ κα ὶ ἡ χαλκ ῆ σφαῖρα, κα ὶ πάλιν το ῦ κύκλου ἑτέρα ἡ μορφ ὴ κα ὶ ὁ χαλκοῦς κα ὶ ὁ ξύλινος κύκλος τ ὸ γὰρ τί ἦν εἶναι λέγοντες σφαίρ ᾳ ἢ κύκλ ῳ οὐκ ἐροῦμεν ἐν τ ῷ λόγ ῳ χρυσὸν ἢ χαλκόν, ὡς οὐκ ὄντα ταῦτα τῆς οὐσίας ἂν δ ὲ τὴν χαλκῆν ἢ χρυσῆν, ἐροῦμεν, κα ὶ ἐὰν μ ὴ δυνώμεθα νοῆσαι μηδ ὲ λαβεῖν ἄλλο τι παρ ὰ τ ὸ καθ' ἕκαστον. Ἐνίοτε γὰρ οὐθὲν κωλύει τοῦτο συμβαίνειν, οἷον ε ἰ μόνος εἷς ληφθείη κύκλος οὐθὲν γὰρ ἧττον ἄλλο ἔσται τ ὸ κύκλ ῳ εἶναι κα ὶ τῷδε τ ῷ κύκλ ῳ, κα ὶ τ ὸ μὲν εἶδος, τ ὸ δ' εἶδος ἐν τ ῇ ὕλ ῃ κα ὶ τῶν καθ' ἕκαστον. Ἐπε ὶ οὖν ἐστὶν ὁ οὐρανὸς αἰσθητός, τῶν καθ' ἕκαστον ἂν εἴη τ ὸ γὰρ αἰσθητὸν ἅπαν ἐν τ ῇ ὕλ ῃ ὑπῆρχεν. Ε ἰ δ ὲ τῶν καθ' ἕκαστον, ἕτερον ἂν εἴη τῷδε τ ῷ οὐραν ῷ εἶναι κα ὶ οὐραν ῷ ἁπλῶς. Ἕτερον ἄρα ὅδε ὁ οὐρανὸς κα ὶ οὐρανὸς ἁπλῶς, κα ὶ τ ὸ μὲν ὡς εἶδος κα ὶ μορφή, τ ὸ δ' ὡς τ ῇ ὕλ ῃ μεμιγμένον. Ὧν δ' ἐστ ὶ μορφή τις κα ὶ εἶδος, ἤτοι ἔστιν ἢ ἐνδέχεται πλείω γενέσθαι τ ὰ καθ' ἕκαστα. Εἴτε γὰρ ἔστιν εἴδη, καθάπερ φασί τινες, ἀνάγκη τοῦτο συμβαίνειν, εἴτε κα ὶ
χωριστὸν μηθὲν τῶν τοιούτων, οὐθὲν ἧττον ἐπ ὶ πάντων γὰρ οὕτως ὁρῶμεν, ὅσων ἡ οὐσία ἐν ὕλ ῃ ἐστίν, πλείω κα ὶ ἄπειρα ὄντα τ ὰ ὁμοειδ ῆ. Ὥστε ἤτοι εἰσ ὶ πλείους οὐρανο ὶ ἢ ἐνδέχεται πλείους εἶναι. Ἐκ μὲν δ ὴ τούτων ὑπολάβοι τις ἂν κα ὶ εἶναι κα ὶ ἐνδέχεσθαι πλείους εἶναι οὐρανούς σκεπτέον δ ὲ πάλιν τί τούτων λέγεται καλῶς κα ὶ τί ο ὐ καλῶς. Τ ὸ μὲν οὖν ἕτερον εἶναι τὸν λόγον τὸν ἄνευ τῆς ὕλης κα ὶ τὸν ἐν τ ῇ ὕλ ῃ τῆς μορφῆς καλῶς τε λέγεται, κα ὶ ἔστω τοῦτ' ἀληθές. Ἀλλ' οὐδὲν ἧττον οὐδεμία ἀνάγκη δι ὰ τοῦτο πλείους εἶναι κόσμους, οὐδ' ἐνδέχεται γενέσθαι πλείους, εἴπερ οὗτος ἐξ ἁπάσης ἐστ ὶ τῆς ὕλης, ὥσπερ ἔστιν. Ὡδ ὶ δ ὲ μᾶλλον ἴσως τ ὸ λεγόμενον ἔσται δῆλον. Ε ἰ γάρ ἐστιν ἡ γρυπότης καμπυλότης ἐν ῥιν ὶ ἢ σαρκί, κα ὶ ἔστιν ὕλη τ ῇ γρυπότητι ἡ σάρξ, ε ἰ ἐξ ἁπασῶν τῶν σαρκῶν μία γένοιτο σὰρξ κα ὶ ὑπάρξειεν ταύτ ῃ τ ὸ γρυπόν, οὐθὲν ἂν ἄλλ' οὔτ' εἴη γρυπὸν οὔτ' ἐνδέχοιτο γενέσθαι. Ὁμοίως δ ὲ κα ὶ ε ἰ τ ῷ ἀνθρώπ ῳ ἐστὶν ὕλη σάρκες κα ὶ ὀστ ᾶ, ε ἰ ἐκ πάσης τῆς σαρκὸς κα ὶ πάντων τῶν ὀστῶν ἄνθρωπος γένοιτο ἀδυνάτων ὄντων διαλυθῆναι, οὐκ ἂν ἐνδέχοιτο εἶναι ἄλλον ἄνθρωπον. [278b] Ὡσαύτως δ ὲ κα ὶ ἐπ ὶ τῶν ἄλλων ὅλως γὰρ ὅσων ἐστὶν ἡ οὐσία ἐν ὑποκειμέν ῃ τιν ὶ ὕλ ῃ, τούτων οὐδὲν ἐνδέχεται γίγνεσθαι μ ὴ ὑπαρχούσης τινὸς ὕλης. Ὁ δ' οὐρανὸς ἔστι μὲν τῶν καθ' ἕκαστα κα ὶ τῶν ἐκ τῆς ὕλης ἀλλ' ε ἰ μ ὴ ἐκ μορίου αὐτῆς συνέστηκεν ἀλλ' ἐξ ἁπάσης, τ ὸ μὲν εἶναι αὐτ ῷ οὐραν ῷ κα ὶ τῷδε τ ῷ οὐραν ῷ ἕτερόν ἐστιν, ο ὐ μέντοι οὔτ' ἂν εἴη ἄλλος οὔτ' ἂν ἐνδέχοιτο γενέσθαι πλείους, δι ὰ τ ὸ πᾶσαν τὴν ὕλην περιειληφέναι τοῦτον. Λείπεται ἄρα αὐτ ὸ τοῦτο δεῖξαι, ὅτι ἐξ ἅπαντος το ῦ φυσικο ῦ κα ὶ το ῦ αἰσθητο ῦ συνέστηκε σώματος. Εἴπωμεν δ ὲ πρῶτον τί λέγομεν εἶναι τὸν οὐρανὸν κα ὶ ποσαχῶς, ἵνα μᾶλλον ἡμῖν δῆλον γένηται τ ὸ ζητούμενον. Ἕνα μὲν οὖν τρόπον οὐρανὸν λέγομεν τὴν οὐσίαν τὴν τῆς ἐσχάτης το ῦ παντὸς περιφορᾶς, ἢ σῶμα φυσικὸν τ ὸ ἐν τ ῇ ἐσχάτ ῃ περιφορ ᾷ το ῦ παντός εἰώθαμεν γὰρ τ ὸ ἔσχατον κα ὶ τ ὸ ἄνω μάλιστα καλεῖν οὐρανόν, ἐν ᾧ κα ὶ τ ὸ θεῖον πᾶν ἱδρῦσθαί φαμεν. Ἄλλον δ' α ὖ τρόπον τ ὸ συνεχὲς σῶμα τ ῇ ἐσχάτ ῃ περιφορ ᾷ το ῦ παντός, ἐν ᾧ σελήνη κα ὶ ἥλιος κα ὶ ἔνια τῶν ἄστρων κα ὶ γὰρ ταῦτα ἐν τ ῷ οὐραν ῷ εἶναί φαμεν. Ἔτι δ' ἄλλως λέγομεν οὐρανὸν τ ὸ περιεχόμενον σῶμα ὑπ ὸ τῆς ἐσχάτης περιφορᾶς τ ὸ γὰρ ὅλον κα ὶ τ ὸ πᾶν εἰώθαμεν λέγειν οὐρανόν. Τριχῶς δ ὴ λεγομένου το ῦ οὐρανο ῦ, τ ὸ ὅλον τ ὸ ὑπ ὸ τῆς ἐσχάτης περιεχόμενον περιφορᾶς ἐξ ἅπαντος ἀνάγκη συνεστάναι το ῦ φυσικο ῦ κα ὶ το ῦ αἰσθητο ῦ σώματος δι ὰ τ ὸ μήτ' εἶναι μηδὲν ἔξω σῶμα το ῦ οὐρανο ῦ μήτ' ἐνδέχεσθαι γενέσθαι. Ε ἰ γὰρ ἔστιν ἔξω τῆς ἐσχάτης περιφορᾶς σῶμα φυσικόν, ἀνάγκη αὐτ ὸ ἤτοι τῶν ἁπλῶν εἶναι σωμάτων ἢ τῶν συνθέτων, κα ὶ ἢ κατ ὰ φύσιν ἢ παρ ὰ φύσιν ἔχειν. Τῶν μὲν οὖν ἁπλῶν οὐθὲν ἂν εἴη. Τ ὸ μὲν γὰρ κύκλ ῳ φερόμενον δέδεικται ὅτι οὐκ ἐνδέχεται μεταλλάξαι τὸν αὑτο ῦ τόπον. Ἀλλ ὰ μὴν οὐδ ὲ τ ὸ ἀπ ὸ το ῦ μέσου δυνατόν, οὐδ ὲ τ ὸ ὑφιστάμενον. Κατ ὰ φύσιν μὲν γὰρ οὐκ ἂν εἴησαν ( ἄλλοι γὰρ αὐτῶν οἰκεῖοι τόποι), παρ ὰ φύσιν δ' εἴπερ εἰσίν, ἄλλ ῳ τιν ὶ ἔσται κατ ὰ φύσιν ὁ ἔξω τόπος τὸν γὰρ τούτ ῳ παρ ὰ φύσιν ἀναγκαῖον ἄλλ ῳ εἶναι κατ ὰ φύσιν. Ἀλλ' οὐκ ἦν ἄλλο σῶμα παρ ὰ ταῦτα. Οὐκ ἄρ' ἐστ ὶ δυνατὸν οὐθὲν τῶν ἁπλῶν ἔξω εἶναι το ῦ οὐρανο ῦ σῶμα.
[279a] Ε ἰ δ ὲ μ ὴ τῶν ἁπλῶν, οὐδ ὲ τῶν μικτῶν ἀνάγκη γὰρ εἶναι κα ὶ τ ὰ ἁπλ ᾶ το ῦ μικτο ῦ ὄντος. Ἀλλ ὰ μὴν οὐδ ὲ γενέσθαι δυνατόν ἤτοι γὰρ κατ ὰ φύσιν ἔσται ἢ παρ ὰ φύσιν, κα ὶ ἢ ἁπλοῦν ἢ μικτόν. Ὥστε πάλιν ὁ αὐτὸς ἥξει λόγος οὐδὲν γὰρ διαφέρει σκοπεῖν ε ἰ ἔστιν ἢ ε ἰ γενέσθαι δυνατόν. Φανερὸν τοίνυν ἐκ τῶν εἰρημένων ὅτι οὔτ' ἔστιν ἔξω οὔτ' ἐγχωρε ῖ γενέσθαι σώματος ὄγκον οὐθενός ἐξ ἁπάσης ἄρ' ἐστ ὶ τῆς οἰκείας ὕλης ὁ πᾶς κόσμος ὕλη γὰρ ἦν αὐτ ῷ τ ὸ φυσικὸν σῶμα κα ὶ αἰσθητόν. Ὥστ' οὔτε νῦν εἰσ ὶ πλείους οὐρανο ὶ οὔτ' ἐγένοντο, οὔτ' ἐνδέχεται γενέσθαι πλείους ἀλλ' εἷς κα ὶ μόνος κα ὶ τέλειος οὗτος οὐρανός ἐστιν. Ἅμα δ ὲ δῆλον ὅτι οὐδ ὲ τόπος οὐδ ὲ κενὸν οὐδ ὲ χρόνος ἐστὶν ἔξω το ῦ οὐρανο ῦ. Ἐν ἅπαντι γὰρ τόπ ῳ δυνατὸν ὑπάρξαι σῶμα κενὸν δ' εἶναί φασιν ἐν ᾧ μ ὴ ἐνυπάρχει σῶμα, δυνατὸν δ' ἐστ ὶ γενέσθαι χρόνος δ ὲ ἀριθμὸς κινήσεως κίνησις δ' ἄνευ φυσικο ῦ σώματος οὐκ ἔστιν. Ἔξω δ ὲ το ῦ οὐρανο ῦ δέδεικται ὅτι οὔτ' ἔστιν οὔτ' ἐνδέχεται γενέσθαι σῶμα. Φανερὸν ἄρα ὅτι οὔτε τόπος οὔτε κενὸν οὔτε χρόνος ἐστὶν ἔξω. Διόπερ οὔτ' ἐν τόπ ῳ τἀκε ῖ πέφυκεν, οὔτε χρόνος αὐτ ὰ ποιε ῖ γηράσκειν, οὐδ' ἐστὶν οὐδενὸς οὐδεμία μεταβολ ὴ τῶν ὑπὲρ τὴν ἐξωτάτω τεταγμένων φοράν, ἀλλ' ἀναλλοίωτα κα ὶ ἀπαθ ῆ τὴν ἀρίστην ἔχοντα ζωὴν κα ὶ τὴν αὐταρκεστάτην διατελε ῖ τὸν ἅπαντα αἰῶνα. (Κα ὶ γὰρ τοῦτο τοὔνομα θείως ἔφθεγκται παρ ὰ τῶν ἀρχαίων. Τ ὸ γὰρ τέλος τ ὸ περιέχον τὸν τῆς ἑκάστου ζωῆς χρόνον, ο ὗ μηθὲν ἔξω κατ ὰ φύσιν, αἰὼν ἑκάστου κέκληται. Κατ ὰ τὸν αὐτὸν δ ὲ λόγον κα ὶ τ ὸ το ῦ παντὸς οὐρανο ῦ τέλος κα ὶ τ ὸ τὸν πάντα χρόνον κα ὶ τὴν ἀπειρίαν περιέχον τέλος αἰών ἐστιν, ἀπ ὸ το ῦ αἰε ὶ εἶναι τὴν ἐπωνυμίαν εἰληφώς, ἀθάνατος κα ὶ θεῖος). Ὅθεν κα ὶ τοῖς ἄλλοις ἐξήρτηται, τοῖς μὲν ἀκριβέστερον τοῖς δ' ἀμαυρῶς, τ ὸ εἶναί τε κα ὶ ζῆν. Κα ὶ γάρ, καθάπερ ἐν τοῖς ἐγκυκλίοις φιλοσοφήμασι περ ὶ τ ὰ θεῖα, πολλάκις προφαίνεται τοῖς λόγοις ὅτι τ ὸ θεῖον ἀμετάβλητον ἀναγκαῖον εἶναι πᾶν τ ὸ πρῶτον κα ὶ ἀκρότατον ὃ οὕτως ἔχον μαρτυρε ῖ τοῖς εἰρημένοις. Οὔτε γὰρ ἄλλο κρεῖττόν ἐστιν ὅ τι κινήσει ( ἐκεῖνο γὰρ ἂν εἴη θειότερον) οὔτ' ἔχει φαῦλον οὐδέν, οὔτ' ἐνδεὲς τῶν αὑτο ῦ καλῶν οὐδενός ἐστιν. [279b] Κα ὶ ἄπαυστον δ ὴ κίνησιν κινεῖται εὐλόγως πάντα γὰρ παύεται κινούμενα ὅταν ἔλθ ῃ εἰς τὸν οἰκεῖον τόπον, το ῦ δ ὲ κύκλ ῳ σώματος ὁ αὐτὸς τόπος ὅθεν ἤρξατο κα ὶ εἰς ὃν τελευτ ᾷ. Τούτων δ ὲ διωρισμένων λέγωμεν μετ ὰ ταῦτα πότερον ἀγένητος ἢ γενητὸς κα ὶ ἄφθαρτος ἢ φθαρτός, διεξελθόντες πρότερον τὰς τῶν ἄλλων ὑπολήψεις α ἱ γὰρ τῶν ἐναντίων ἀποδείξεις ἀπορίαι περ ὶ τῶν ἐναντίων εἰσίν. Ἅμα δ ὲ κα ὶ μᾶλλον ἂν εἴη πιστ ὰ τ ὰ μέλλοντα λεχθήσεσθαι προακηκοόσι τ ὰ τῶν ἀμφισβητούντων λόγων δικαιώματα. Τ ὸ γὰρ ἐρήμην καταδικάζεσθαι δοκεῖν ἧττον ἂν ἡμῖν ὑπάρχοι κα ὶ γὰρ δε ῖ διαιτητὰς ἀλλ' οὐκ ἀντιδίκους εἶναι τοὺς μέλλοντας τἀληθὲς κρίνειν ἱκανῶς. Γενόμενον μὲν οὖν ἅπαντες εἶναί φασιν, ἀλλ ὰ γενόμενον ο ἱ μὲν ἀΐδιον, ο ἱ δ ὲ φθαρτὸν ὥσπερ ὁτιοῦν ἄλλο τῶν συνισταμένων, ο ἱ δ' ἐναλλὰξ ὁτ ὲ μὲν οὕτως ὁτ ὲ δ ὲ ἄλλως ἔχειν [φθειρόμενον], κα ὶ τοῦτο αἰε ὶ διατελεῖν οὕτως, ὥσπερ Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος κα ὶ Ἡράκλειτος ὁ Ἐφέσιος.
Τ ὸ μὲν οὖν γενέσθαι μὲν ἀΐδιον δ' ὅμως εἶναι φάναι τῶν ἀδυνάτων. Μόνα γὰρ ταῦτα θετέον ὐλόγως ὅσα ἐπ ὶ πολλῶν ἢ πάντων ὁρῶμεν ὑπάρχοντα, περ ὶ δ ὲ τούτου συμβαίνει τοὐναντίον ἅπαντα γὰρ τ ὰ γινόμενα κα ὶ φθειρόμενα φαίνεται. Ἔτι δ ὲ τ ὸ μ ὴ ἔχον ἀρχὴν το ῦ ὡδ ὶ ἔχειν, ἀλλ' ἀδύνατον ἄλλως ἔχειν πρότερον τὸν ἅπαντα αἰῶνα, ἀδύνατον κα ὶ μεταβάλλειν ἔσται γάρ τι αἴτιον, ὃ ε ἰ ὑπῆρχε πρότερον, δυνατὸν ἂν ἦν ἄλλως ἔχειν τ ὸ ἀδύνατον ἄλλως ἔχειν. Ε ἰ δ ὲ πρότερον ἐξ ἄλλως ἐχόντων συνέστη ὁ κόσμος, ε ἰ μὲν ἀε ὶ οὕτως ἐχόντων κα ὶ ἀδυνάτων ἄλλως ἔχειν, οὐκ ἂν ἐγένετο ε ἰ δ ὲ γέγονεν, ἀνάγκη δηλονότι κἀκεῖνα δυνατ ὰ εἶναι ἄλλως ἔχειν κα ὶ μ ὴ ἀε ὶ οὕτως ἔχειν, ὥστε κα ὶ συνεστῶτα διαλυθήσεται κα ὶ διαλελυμένα συνέστη ἔμπροσθεν, κα ὶ τοῦτ' ἀπειράκις ἢ οὕτως εἶχεν ἢ δυνατὸν ἦν. Ε ἰ δ ὲ τοῦτ', οὐκ ἂν εἴη ἄφθαρτος, οὔτ' ε ἰ ἄλλως εἶχέ ποτε οὔτ' ε ἰ δυνατὸν ἄλλως ἔχειν. Ἣν δέ τινες βοήθειαν ἐπιχειροῦσι φέρειν ἑαυτοῖς τῶν λεγόντων ἄφθαρτον μὲν εἶναι γενόμενον δέ, οὐκ ἔστιν ἀληθής ὁμοίως γάρ φασι τοῖς τ ὰ διαγράμματα γράφουσι κα ὶ σφᾶς εἰρηκέναι περ ὶ τῆς γενέσεως, οὐχ ὡς γενομένου ποτέ, ἀλλ ὰ διδασκαλίας χάριν ὡς μᾶλλον γνωριζόντων, ὥσπερ τ ὸ διάγραμμα γιγνόμενον θεασαμένους. [280a] Τοῦτο δ' ἐστίν, ὥσπερ λέγομεν, ο ὐ τ ὸ αὐτό ἐν μὲν γὰρ τ ῇ ποιήσει τῶν διαγραμμάτων πάντων τεθέντων εἶναι ἅμα τ ὸ αὐτ ὸ συμβαίνει, ἐν δ ὲ ταῖς τούτων ἀποδείξεσιν ο ὐ ταὐτόν, ἀλλ' ἀδύνατον τ ὰ γὰρ λαμβανόμενα πρότερον κα ὶ ὕστερον ὑπεναντία ἐστίν ἐξ ἀτάκτων γὰρ τεταγμένα γενέσθαι φασίν, ἅμα δ ὲ ἄτακτον εἶναι κα ὶ τεταγμένον ἀδύνατον, ἀλλ' ἀνάγκη γένεσιν εἶναι τὴν χωρίζουσαν κα ὶ χρόνον ἐν δ ὲ τοῖς διαγράμμασιν οὐδὲν τ ῷ χρόν ῳ κεχώρισται. Ὅτι μὲν οὖν ἀδύνατον ἅμ' ἀΐδιον αὐτὸν εἶναι κα ὶ γενέσθαι, φανερόν. Τ ὸ δ' ἐναλλὰξ συνιστάναι κα ὶ διαλύειν οὐδὲν ἀλλοιότερον ποιεῖν ἐστὶν ἢ τ ὸ κατασκευάζειν αὐτὸν ἀΐδιον μέν, ἀλλ ὰ μεταβάλλοντα τὴν μορφήν, ὥσπερ ε ἴ τις ἐκ παιδὸς ἄνδρα γινόμενον κα ὶ ἐξ ἀνδρὸς παῖδα ὁτ ὲ μὲν φθείρεσθαι ὁτ ὲ δ' εἶναι οἴοιτο δῆλον γὰρ ὅτι κα ὶ εἰς ἄλληλα τῶν στοιχείων συνιόντων οὐχ ἡ τυχοῦσα τάξις γίγνεται κα ὶ σύστασις, ἀλλ' ἡ αὐτή, ἄλλως τε κα ὶ κατὰ τοὺς τοῦτον τὸν λόγον εἰρηκότας, ο ἳ τῆς διαθέσεως ἑκατέρας αἰτιῶνται τ ὸ ἐναντίον. Ὥστ' ε ἰ τ ὸ ὅλον σῶμα συνεχὲς ὂν ὁτ ὲ μὲν οὕτως ὁτ ὲ δ' ἐκείνως διατίθεται κα ὶ διακεκόσμηται, ἡ δ ὲ το ῦ ὅλου σύστασίς ἐστι κόσμος κα ὶ οὐρανός, οὐκ ἂν ὁ κόσμος γίγνοιτο κα ὶ φθείροιτο, ἀλλ' α ἱ διαθέσεις αὐτο ῦ. Τ ὸ δ' ὅλως γενόμενον φθαρῆναι κα ὶ μ ὴ ἀνακάμπτειν ὄντος μὲν ἑνὸς ἀδύνατόν ἐστιν πρὶν γὰρ γενέσθαι ἀε ὶ ὑπῆρχεν ἡ πρ ὸ αὐτο ῦ σύστασις, ἣν μ ὴ γενομένην οὐχ οἷόν τ' εἶναί φαμεν μεταβάλλειν ἀπείρων δ' ὄντων ἐνδέχεται μᾶλλον. Ο ὐ μὴν ἀλλ ὰ κα ὶ τοῦτο πότερον ἀδύνατον ἢ δυνατόν, ἔσται δῆλον ἐκ τῶν ὕστερον εἰσ ὶ γάρ τινες οἷς ἐνδέχεσθαι δοκε ῖ κα ὶ ἀγένητόν τι ὂν φθαρῆναι κα ὶ γενόμενον ἄφθαρτον διατελεῖν, ὥσπερ ἐν τ ῷ Τιμαί ῳ ἐκε ῖ γάρ φησι τὸν οὐρανὸν γενέσθαι μέν, ο ὐ μὴν ἀλλ' ἔσεσθαί γε τὸν λοιπὸν ἀε ὶ χρόνον. Πρὸς οὓς φυσικῶς μὲν περ ὶ οὐρανο ῦ μόνον εἴρηται, καθόλου δ ὲ περ ὶ ἅπαντος σκεψαμένοις ἔσται κα ὶ περ ὶ τούτου δῆλον. [280b] Πρῶτον δ ὲ διαιρετέον πῶς ἀγένητα κα ὶ γενητά φαμεν κα ὶ φθαρτ ὰ κα ὶ ἄφθαρτα πολλαχῶς γὰρ λεγομένων, κἂν μηδὲν διαφέρ ῃ πρὸς τὸν λόγον, ἀνάγκη τὴν διάνοιαν ἀορίστως ἔχειν, ἄν τις τ ῷ
διαιρουμέν ῳ πολλαχῶς ὡς ἀδιαιρέτ ῳ χρῆται ἄδηλον γὰρ κατ ὰ ποίαν φύσιν αὐτῶν συμβαίνει τ ὸ λεχθέν. Λέγεται δ' ἀγένητον ἕνα μὲν τρόπον ἐὰν ᾖ τι νῦν πρότερον μ ὴ ὂν ἄνευ γενέσεως κα ὶ μεταβολῆς, καθάπερ ἔνιοι τ ὸ ἅπτεσθαι κα ὶ τ ὸ κινεῖσθαι λέγουσιν ο ὐ γὰρ εἶναι γενέσθαι φασὶν ἁπτόμενον, οὐδ ὲ κινούμενον. Ἕνα δ' ε ἴ τι ἐνδεχόμενον γίνεσθαι ἢ γενέσθαι μή ἐστιν ὁμοίως γὰρ κα ὶ τοῦτο ἀγένητον, ὅτι ἐνδέχεται γενέσθαι. Ἕνα δ' ε ἴ τι ὅλως ἀδύνατον γενέσθαι, ὥσθ' ὁτ ὲ μὲν εἶναι ὁτ ὲ δ ὲ μή. (Τ ὸ δ' ἀδύνατον λέγεται διχῶς. Ἢ γὰρ τ ῷ μ ὴ ἀληθὲς εἶναι εἰπεῖν ὅτι γένοιτ' ἄν, ἢ τ ῷ μὴ ῥᾳδίως μηδ ὲ ταχ ὺ ἢ καλῶς] Τὸν αὐτὸν δ ὲ τρόπον κα ὶ τ ὸ γενητὸν ἕνα μὲν ε ἰ μ ὴ ὂν πρότερον ὕστερον ἔστιν, εἴτε γινόμενον εἴτ' ἄνευ το ῦ γίνεσθαι, ὁτ ὲ μὲν μ ὴ ὄν, πάλιν δ' ὄν. Ἕνα δ' ε ἰ δυνατόν, εἴτε τ ῷ ἀληθε ῖ διορισθέντος το ῦ δυνατο ῦ εἴτε τ ῷ ῥᾳδίως. Ἕνα δ' ἐὰν ἡ γένεσις αὐτοῦ ἐκ το ῦ μ ὴ ὄντος εἰς τ ὸ ὄν, εἴτ' ἤδη ὄντος, δι ὰ το ῦ γίνεσθαι δ' ὄντος, εἴτε κα ὶ μήπω ὄντος, ἀλλ' ἐνδεχομένου. Κα ὶ φθαρτὸν δ ὲ κα ὶ ἄφθαρτον ὡσαύτως εἴτε γὰρ πρότερόν τι ὂν ὕστερον ἢ μή ἐστιν ἢ ἐνδέχεται μ ὴ εἶναι, φθαρτὸν εἶναί φαμεν, εἴτε φθειρόμενόν ποτε κα ὶ μεταβάλλον, εἴτε μή. Ἔστι δ' ὅτε κα ὶ τ ὸ δι ὰ το ῦ φθείρεσθαι ἐνδεχόμενον μ ὴ εἶναι φθαρτὸν εἶναί φαμεν, κα ὶ ἔτι ἄλλως τ ὸ ῥᾳδίως φθειρόμενον, ὃ εἴποι ἄν τις εὔφθαρτον. Κα ὶ περ ὶ το ῦ ἀφθάρτου ὁ αὐτὸς λόγος Ἢ γὰρ τ ὸ ἄνευ φθορᾶς ὁτ ὲ μὲν ὂν ὁτ ὲ δ ὲ μ ὴ ὄν, οἷον τὰς ἁφάς, ὅτι ἄνευ το ῦ φθείρεσθαι πρότερον οὖσαι ὕστερον οὐκ εἰσίν. Ἢ τ ὸ ὂν μέν, δυνατὸν δ ὲ μ ὴ εἶναι, ἢ κα ὶ οὐκ ἐσόμενόν ποτε, νῦν δ' ὄν σ ὺ γὰρ ε ἶ, κα ὶ ἡ ἁφ ὴ νῦν ἀλλ' ὅμως φθαρτόν, ὅτι ἔσται ποτ ὲ ὅτε οὐκ ἀληθὲς εἰπεῖν ὅτι ε ἶ, οὐδ ὲ ταῦτα ἅπτεσθαι. Τ ὸ δ ὲ μάλιστα κυρίως, τ ὸ ὂν μέν, ἀδύνατον δ ὲ φθαρῆναι οὕτως ὥστε νῦν ὂν ὕστερον μ ὴ εἶναι ἢ ἐνδέχεσθαι μ ὴ εἶναι. Ἢ κα ὶ τ ὸ μήπω ἐφθαρμένον, ἐνδεχόμενον δ' ὕστερον μ ὴ εἶναι. Λέγεται δ' ἄφθαρτον κα ὶ τ ὸ μ ὴ ῥᾳδίως φθειρόμενον. [281a] Ε ἰ δ ὴ ταῦθ' οὕτως ἔχει, σκεπτέον πῶς λέγομεν τ ὸ δυνατὸν κα ὶ ἀδύνατον τό τε γὰρ κυριώτατα λεγόμενον ἄφθαρτον τ ῷ μ ὴ δύνασθαι ἂν φθαρῆναι, μηδ' ὁτ ὲ μὲν εἶναι ὁτ ὲ δ ὲ μή λέγεται δ ὲ κα ὶ τ ὸ ἀγένητον τ ὸ ἀδύνατον κα ὶ μ ὴ δυνάμενον γενέσθαι οὕτως ὥστε πρότερον μὲν μ ὴ εἶναι ὕστερον δ ὲ εἶναι, οἷον τὴν διάμετρον σύμμετρον. Ε ἰ δή τι δύναται κινηθῆναι [στάδια ἑκατὸν] ἢ ἆραι βάρος, ἀε ὶ πρὸς τ ὸ πλεῖστον λέγομεν, οἷον τάλαντα ἆραι ἑκατὸν ἢ στάδια βαδίσαι ἑκατόν (καίτοι κα ὶ τ ὰ μόρια δύναται τ ὰ ἐντός, εἴπερ κα ὶ τὴν ὑπεροχήν), ὡς δέον ὁρίζεσθαι πρὸς τ ὸ τέλος κα ὶ τὴν ὑπεροχὴν τὴν δύναμιν. Ἀνάγκη μὲν οὖν τ ὸ δυνατὸν καθ' ὑπεροχὴν τοσαδ ὶ κα ὶ τ ὰ ἐντὸς δύνασθαι, οἷον ε ἰ τάλαντα ἑκατὸν ἆραι, κα ὶ δύο, κἂν ε ἰ στάδια ἑκατόν, κα ὶ δύο δύνασθαι βαδίσαι. Ἡ δ ὲ δύναμις τῆς ὑπεροχῆς ἐστίν κἂν ε ἴ τι ἀδύνατον τοσονδ ὶ καθ' ὑπερβολὴν εἰπόντων, κα ὶ τ ὰ πλείω ἀδύνατον, οἷον ὁ χίλια βαδίσαι στάδια μ ὴ δυνάμενος δῆλον ὅτι κα ὶ χίλια κα ὶ ἕν. Μηδὲν δ' ἡμᾶς παρενοχλείτω διωρίσθω γὰρ κατ ὰ τῆς ὑπεροχῆς τ ὸ τέλος λεγόμενον τ ὸ κυρίως δυνατόν. Τάχα γὰρ ἐνσταίη τις ἂν ὡς οὐκ ἀνάγκη τ ὸ λεχθέν ὁ γὰρ ὁρῶν στάδιον ο ὐ κα ὶ τ ὰ ἐντὸς ὄψεται μεγέθη, ἀλλ ὰ τοὐναντίον μᾶλλον ὁ δυνάμενος ἰδεῖν στιγμὴν ἢ ἀκοῦσαι μικρο ῦ ψόφου κα ὶ τῶν μειζόνων ἕξει αἴσθησιν. Ἀλλ' οὐδὲν διαφέρει πρὸς τὸν λόγον διωρίσθω γὰρ ἤτοι ἐπ ὶ τῆς δυνάμεως ἢ ἐπ ὶ το ῦ πράγματος ἡ ὑπερβολή. Τ ὸ γὰρ λεγόμενον δῆλον ἡ μὲν γὰρ ὄψις ἡ το ῦ ἐλάττονος ὑπερέχει, ἡ δ ὲ ταχυτὴς ἡ το ῦ πλείονος. Διωρισμένων δ ὲ τούτων λεκτέον τ ὸ ἐφεξῆς. Ε ἰ δή ἐστιν ἔνια δυνατ ὰ κα ὶ εἶναι κα ὶ μή, ἀνάγκη χρόνον τιν ὰ ὡρίσθαι τὸν πλεῖστον καὶ το ῦ εἶναι κα ὶ το ῦ μή, λέγω δ' ὃν δυνατὸν τ ὸ πρᾶγμα εἶναι κα ὶ ὃν δυνατὸν μ ὴ εἶναι καθ'