Αριστοτέλης Περί Ψυχής Βιβλίο Α Κεφάλαιο 1 [402a] Τῶν καλῶν κα ὶ τιμίων τὴν εἴδησιν ὑπολαμβάνοντες, μᾶλλον δ' ἑτέραν ἑτέρας ἢ κατ' ἀκρίβειαν ἢ τ ῷ βελτιόνων τε κα ὶ θαυμασιωτέρων εἶναι, δι' ἀμφότερα ταῦτα τὴν περ ὶ τῆς ψυχῆς ἱστορίαν εὐλόγως ἂν ἐν πρώτοις τιθείημεν. δοκε ῖ δ ὲ κα ὶ πρὸς ἀλήθειαν ἅπασαν ἡ γνῶσις αὐτῆς μεγάλα συμβάλλεσθαι, μάλιστα δ ὲ πρὸς τὴν φύσιν ἔστι γὰρ οἷον ἀρχ ὴ τῶν ζῴων. ἐπιζητοῦμεν δ ὲ θεωρῆσαι κα ὶ γνῶναι τήν τε φύσιν αὐτῆς κα ὶ τὴν οὐσίαν, εἶθ' ὅσα συμβέβηκε περ ὶ αὐτήν ὧν τ ὰ μὲν ἴδια πάθη τῆς ψυχῆς εἶναι δοκε ῖ, τ ὰ δ ὲ δι' ἐκείνην κα ὶ τοῖς ζῴοις ὑπάρχειν. πάντ ῃ δ ὲ πάντως ἐστ ὶ τῶν χαλεπωτάτων λαβεῖν τινα πίστιν περ ὶ αὐτῆς. κα ὶ γάρ, ὄντος κοινο ῦ το ῦ ζητήματος κα ὶ πολλοῖς ἑτέροις, λέγω δ ὲ το ῦ περ ὶ τὴν οὐσίαν κα ὶ τ ὸ τί ἐστι, τάχ' ἄν τ ῳ δόξειε μία τις εἶναι μέθοδος κατ ὰ πάντων περ ὶ ὧν βουλόμεθα γνῶναι τὴν οὐσίαν, ὥσπερ κα ὶ τῶν κατ ὰ συμβεβηκὸς ἰδίων ἀπόδειξις, ὥστε ζητητέον ἂν εἴη τὴν μέθοδον ταύτην ε ἰ δ ὲ μ ὴ ἔστι μία τις κα ὶ κοιν ὴ μέθοδος περ ὶ τ ὸ τί ἐστιν, ἔτι χαλεπώτερον γίνεται τ ὸ πραγματευθῆναι δεήσει γὰρ λαβεῖν περ ὶ ἕκαστον τίς ὁ τρόπος, ἐὰν δ ὲ φανερὸν ᾖ πότερον ἀπόδειξίς ἐστιν ἢ διαίρεσις ἢ καί τις ἄλλη μέθοδος, ἔτι πολλὰς ἀπορίας ἔχει κα ὶ πλάνας, ἐκ τίνων δε ῖ ζητεῖν ἄλλαι γὰρ ἄλλων ἀρχαί, καθάπερ ἀριθμῶν κα ὶ ἐπιπέδων. πρῶτον δ' ἴσως ἀναγκαῖον διελεῖν ἐν τίνι τῶν γενῶν κα ὶ τί ἐστι, λέγω δ ὲ πότερον τόδε τι κα ὶ οὐσία ἢ ποιὸν ἢ ποσόν, ἢ καί τις ἄλλη τῶν διαιρεθεισῶν κατηγοριῶν, ἔτι δ ὲ πότερον τῶν ἐν δυνάμει ὄντων ἢ μᾶλλον ἐντελέχειά τις διαφέρει γὰρ ο ὔ τι μικρόν. [402b] σκεπτέον δ ὲ κα ὶ ε ἰ μεριστ ὴ ἢ ἀμερής, κα ὶ πότερον ὁμοειδὴς ἅπασα ψυχ ὴ ἢ ο ὔ ε ἰ δ ὲ μ ὴ ὁμοειδής, πότερον εἴδει διαφέρουσα ἢ γένει. νῦν μὲν γὰρ ο ἱ λέγοντες κα ὶ ζητοῦντες περ ὶ ψυχῆς περ ὶ τῆς ἀνθρωπίνης μόνης ἐοίκασιν ἐπισκοπεῖν. εὐλαβητέον δ' ὅπως μ ὴ λανθάν ῃ πότερον εἷς ὁ λόγος αὐτῆς ἐστι, καθάπερ ζῴου, ἢ καθ' ἕκαστον ἕτερος, οἷον ἵππου, κυνός, ἀνθρώπου, θεο ῦ, τ ὸ δ ὲ ζῷον τ ὸ καθόλου ἤτοι οὐθέν ἐστιν ἢ ὕστερον, ὁμοίως δ ὲ κἂν ε ἴ τι κοινὸν ἄλλο κατηγοροῖτο ἔτι δέ, ε ἰ μ ὴ πολλα ὶ ψυχα ὶ ἀλλ ὰ μόρια, πότερον δε ῖ ζητεῖν πρότερον τὴν ὅλην ψυχὴν ἢ τ ὰ μόρια. χαλεπὸν δ ὲ κα ὶ τούτων διορίσαι ποῖα πέφυκεν ἕτερα ἀλλήλων, κα ὶ πότερον τ ὰ μόρια χρ ὴ ζητεῖν πρότερον ἢ τ ὰ ἔργα αὐτῶν, οἷον τ ὸ νοεῖν ἢ τὸν νοῦν, κα ὶ τ ὸ αἰσθάνεσθαι ἢ τ ὸ αἰσθητικόν ὁμοίως δ ὲ κα ὶ ἐπ ὶ τῶν ἄλλων. ε ἰ δ ὲ τ ὰ ἔργα πρότερον, πάλιν ἄν τις ἀπορήσειεν ε ἰ τ ὰ ἀντικείμενα πρότερον τούτων ζητητέον, οἷον τ ὸ αἰσθητὸν το ῦ αἰσθητικο ῦ, κα ὶ τ ὸ νοητὸν το ῦ νο ῦ. [403a]
ἔοικε δ' ο ὐ μόνον τ ὸ τί ἐστι γνῶναι χρήσιμον εἶναι πρὸς τ ὸ θεωρῆσαι τὰς αἰτίας τῶν συμβεβηκότων ταῖς οὐσίαις ( ὥσπερ ἐν τοῖς μαθήμασι τί τ ὸ εὐθ ὺ κα ὶ τ ὸ καμπύλον, ἢ τί γραμμ ὴ κα ὶ ἐπίπεδον, πρὸς τ ὸ κατιδεῖν πόσαις ὀρθαῖς α ἱ το ῦ τριγώνου γωνίαι ἴσαι), ἀλλ ὰ κα ὶ ἀνάπαλιν τ ὰ συμβεβηκότα συμβάλλεται μέγα μέρος πρὸς τ ὸ εἰδέναι τ ὸ τί ἐστιν ἐπειδὰν γὰρ ἔχωμεν ἀποδιδόναι κατ ὰ τὴν φαντασίαν περ ὶ τῶν συμβεβηκότων, ἢ πάντων ἢ τῶν πλείστων, τότε κα ὶ περ ὶ τῆς οὐσίας ἕξομεν λέγειν κάλλιστα πάσης γὰρ ἀποδείξεως ἀρχ ὴ τ ὸ τί ἐστιν, ὥστε καθ' ὅσους τῶν ὁρισμῶν μ ὴ συμβαίνει τ ὰ συμβεβηκότα γνωρίζειν, ἀλλ ὰ μηδ' εἰκάσαι περ ὶ αὐτῶν εὐμαρές, δῆλον ὅτι διαλεκτικῶς εἴρηνται κα ὶ κενῶς ἅπαντες. ἀπορίαν δ' ἔχει κα ὶ τ ὰ πάθη τῆς ψυχῆς, πότερόν ἐστι πάντα κοιν ὰ κα ὶ το ῦ ἔχοντος ἢ ἔστι τι κα ὶ τῆς ψυχῆς ἴδιον αὐτῆς τοῦτο γὰρ λαβεῖν μὲν ἀναγκαῖον, ο ὐ ῥᾴδιον δέ. φαίνεται δ ὲ τῶν μὲν πλείστων οὐθὲν ἄνευ το ῦ σώματος πάσχειν οὐδ ὲ ποιεῖν, οἷον ὀργίζεσθαι, θαρρεῖν, ἐπιθυμεῖν, ὅλως αἰσθάνεσθαι, μάλιστα δ' ἔοικεν ἰδί ῳ τ ὸ νοεῖν ε ἰ δ' ἐστ ὶ κα ὶ τοῦτο φαντασία τις ἢ μ ὴ ἄνευ φαντασίας, οὐκ ἐνδέχοιτ' ἂν οὐδ ὲ τοῦτ' ἄνευ σώματος εἶναι. ε ἰ μὲν οὖν ἔστι τι τῶν τῆς ψυχῆς ἔργων ἢ παθημάτων ἴδιον, ἐνδέχοιτ' ἂν αὐτὴν χωρίζεσθαι ε ἰ δ ὲ μηθέν ἐστιν ἴδιον αὐτῆς, οὐκ ἂν εἴη χωριστή, ἀλλ ὰ καθάπερ τ ῷ εὐθε ῖ, ᾗ εὐθύ, πολλ ὰ συμβαίνει, οἷον ἅπτεσθαι τῆς [χαλκῆς] σφαίρας κατ ὰ στιγμήν, ο ὐ μέντοι γ' ἅψεται οὕτως χωρισθέν τι εὐθύ ἀχώριστον γάρ, εἴπερ ἀε ὶ μετ ὰ σώματός τινος ἐστιν. ἔοικε δ ὲ κα ὶ τ ὰ τῆς ψυχῆς πάθη πάντα εἶναι μετ ὰ σώματος, θυμός, πραότης, φόβος, ἔλεος, θάρσος, ἔτι χαρ ὰ κα ὶ τ ὸ φιλεῖν τε κα ὶ μισεῖν ἅμα γὰρ τούτοις πάσχει τι τ ὸ σῶμα. μηνύει δ ὲ τ ὸ ποτ ὲ μὲν ἰσχυρῶν κα ὶ ἐναργῶν παθημάτων συμβαινόντων μηδὲν παροξύνεσθαι ἢ φοβεῖσθαι, ἐνίοτε δ' ὑπ ὸ μικρῶν κα ὶ ἀμαυρῶν κινεῖσθαι, ὅταν ὀργ ᾷ τ ὸ σῶμα κα ὶ οὕτως ἔχ ῃ ὥσπερ ὅταν ὀργίζηται. ἔτι δ ὲ μᾶλλον τοῦτο φανερόν μηθενὸς γὰρ φοβερο ῦ συμβαίνοντος ἐν τοῖς πάθεσι γίνονται τοῖς το ῦ φοβουμένου. ε ἰ δ' οὕτως ἔχει, δῆλον ὅτι τ ὰ πάθη λόγοι ἔνυλοί εἰσιν ὥστε ο ἱ ὅροι τοιοῦτοι οἷον "τ ὸ ὀργίζεσθαι κίνησίς τις το ῦ τοιουδ ὶ σώματος ἢ μέρους ἢ δυνάμεως ὑπ ὸ τοῦδε ἕνεκα τοῦδε", κα ὶ δι ὰ ταῦτα ἤδη φυσικο ῦ τ ὸ θεωρῆσαι περ ὶ ψυχῆς, ἢ πάσης ἢ τῆς τοιαύτης. [403b] διαφερόντως δ' ἂν ὁρίσαιντο ὁ φυσικὸς [τε] κα ὶ ὁ διαλεκτικὸς ἕκαστον αὐτῶν, οἷον ὀργ ὴ τί ἐστιν ὁ μὲν γὰρ ὄρεξιν ἀντιλυπήσεως ἤ τι τοιοῦτον, ὁ δ ὲ ζέσιν το ῦ περ ὶ καρδίαν αἵματος κα ὶ θερμο ῦ. τούτων δ ὲ ὁ μὲν τὴν ὕλην ἀποδίδωσιν, ὁ δ ὲ τ ὸ εἶδος κα ὶ τὸν λόγον. ὁ μὲν γὰρ λόγος ὅδε το ῦ πράγματος, ἀνάγκη δ' εἶναι τοῦτον ἐν ὕλ ῃ τοιᾳδί, ε ἰ ἔσται ὥσπερ οἰκίας ὁ μὲν λόγος τοιοῦτος, ὅτι σκέπασμα κωλυτικὸν φθορᾶς ὑπ' ἀνέμων κα ὶ ὄμβρων κα ὶ καυμάτων, ὁ δ ὲ φήσει λίθους κα ὶ πλίνθους κα ὶ ξύλα, ἕτερος δ' ἐν τούτοις τ ὸ εἶδος [ο ὗ> ἕνεκα τωνδί. τίς οὖν ὁ φυσικὸς τούτων; πότερον ὁ περ ὶ τὴν ὕλην, τὸν δ ὲ λόγον ἀγνοῶν, ἢ ὁ περ ὶ τὸν λόγον μόνον; ἢ μᾶλλον ὁ ἐξ ἀμφοῖν; ἐκείνων δ ὲ δ ὴ τίς ἑκάτερος; ἢ οὐκ ἔστιν εἷς ὁ περ ὶ τ ὰ πάθη τῆς ὕλης τ ὰ μ ὴ χωριστ ὰ μηδ' ᾗ χωριστά, ἀλλ' ὁ φυσικὸς περ ὶ ἅπανθ' ὅσα το ῦ τοιουδ ὶ σώματος κα ὶ τῆς τοιαύτης ὕλης ἔργα κα ὶ πάθη, ὅσα δ ὲ μ ὴ τοιαῦτα, ἄλλος, κα ὶ περ ὶ τινῶν μὲν τεχνίτης, ἐὰν τύχ ῃ, οἷον τέκτων ἢ ἰατρός, τῶν δ ὲ μ ὴ χωριστῶν μέν, ᾗ δ ὲ μ ὴ τοιούτου σώματος πάθη κα ὶ ἐξ
ἀφαιρέσεως, ὁ μαθηματικός, ᾗ δ ὲ κεχωρισμένα, ὁ πρῶτος φιλόσοφος; ἀλλ' ἐπανιτέον ὅθεν ὁ λόγος. ἐλέγομεν δ ὴ ὅτι τ ὰ πάθη τῆς ψυχῆς οὕτως ἀχώριστα τῆς φυσικῆς ὕλης τῶν ζῴων, ᾗ γε τοιαῦθ' ὑπάρχει [οἷα] θυμὸς κα ὶ φόβος, κα ὶ οὐχ ὥσπερ γραμμ ὴ κα ὶ ἐπίπεδον. Κεφάλαιο 2 [403b] Ἐπισκοποῦντας δ ὲ περ ὶ ψυχῆς ἀναγκαῖον, ἅμα διαποροῦντας περ ὶ ὧν εὐπορεῖν δε ῖ προελθόντας, τὰς τῶν προτέρων δόξας συμπαραλαμβάνειν ὅσοι τι περ ὶ αὐτῆς ἀπεφήναντο, ὅπως τ ὰ μὲν καλῶς εἰρημένα λάβωμεν, ε ἰ δέ τι μ ὴ καλῶς, τοῦτ' εὐλαβηθῶμεν. [404a] ἀρχ ὴ δ ὲ τῆς ζητήσεως προθέσθαι τ ὰ μάλιστα δοκοῦνθ' ὑπάρχειν αὐτ ῇ κατ ὰ φύσιν. τ ὸ ἔμψυχον δ ὴ το ῦ ἀψύχου δυσ ὶ μάλιστα διαφέρειν δοκε ῖ, κινήσει τε κα ὶ τ ῷ αἰσθάνεσθαι. παρειλήφαμεν δ ὲ κα ὶ παρ ὰ τῶν προγενεστέρων σχεδὸν δύο ταῦτα περ ὶ ψυχῆς φασ ὶ γὰρ ἔνιοι κα ὶ μάλιστα κα ὶ πρώτως ψυχὴν εἶναι τ ὸ κινοῦν, οἰηθέντες δ ὲ τ ὸ μ ὴ κινούμενον αὐτ ὸ μ ὴ ἐνδέχεσθαι κινεῖν ἕτερον, τῶν κινουμένων τι τὴν ψυχὴν ὑπέλαβον εἶναι. ὅθεν Δημόκριτος μὲν πῦρ τι κα ὶ θερμόν φησιν αὐτὴν εἶναι ἀπείρων γὰρ ὄντων σχημάτων κα ὶ ἀτόμων τ ὰ σφαιροειδ ῆ πῦρ κα ὶ ψυχὴν λέγει (οἷον ἐν τ ῷ ἀέρι τ ὰ καλούμενα ξύσματα, ἃ φαίνεται ἐν ταῖς δι ὰ τῶν θυρίδων ἀκτῖσιν), ὧν τὴν μὲν πανσπερμίαν στοιχεῖα λέγει τῆς ὅλης φύσεως ( ὁμοίως δ ὲ κα ὶ Λεύκιππος), τούτων δ ὲ τ ὰ σφαιροειδ ῆ ψυχήν, δι ὰ τ ὸ μάλιστα δι ὰ παντὸς δύνασθαι διαδύνειν τοὺς τοιούτους ῥυσμοὺς κα ὶ κινεῖν τ ὰ λοιπά, κινούμενα κα ὶ αὐτά, ὑπολαμβάνοντες τὴν ψυχὴν εἶναι τ ὸ παρέχον τοῖς ζῴοις τὴν κίνησιν δι ὸ κα ὶ το ῦ ζῆν ὅρον εἶναι τὴν ἀναπνοήν συνάγοντος γὰρ το ῦ περιέχοντος τ ὰ σώματα κα ὶ ἐκθλίβοντος τῶν σχημάτων τ ὰ παρέχοντα τοῖς ζῴοις τὴν κίνησιν δι ὰ τ ὸ μηδ' αὐτ ὰ ἠρεμεῖν μηδέποτε, βοήθειαν γίνεσθαι θύραθεν ἐπεισιόντων ἄλλων τοιούτων ἐν τ ῷ ἀναπνεῖν κωλύειν γὰρ αὐτ ὰ κα ὶ τ ὰ ἐνυπάρχοντα ἐν τοῖς ζῴοις ἐκκρίνεσθαι, συνανείργοντα τ ὸ συνάγον κα ὶ πηγνύον κα ὶ ζῆν δ ὲ ἕως ἂν δύνωνται τοῦτο ποιεῖν. ἔοικε δ ὲ κα ὶ τ ὸ παρ ὰ τῶν Πυθαγορείων λεγόμενον τὴν αὐτὴν ἔχειν διάνοιαν ἔφασαν γάρ τινες αὐτῶν ψυχὴν εἶναι τ ὰ ἐν τ ῷ ἀέρι ξύσματα, ο ἱ δ ὲ τ ὸ ταῦτα κινοῦν, περ ὶ δ ὲ τούτων εἴρηται ὅτι συνεχῶς φαίνεται κινούμενα, κἂν ᾖ νηνεμία παντελής. ἐπ ὶ ταὐτ ὸ δ ὲ φέρονται κα ὶ ὅσοι λέγουσι τὴν ψυχὴν τ ὸ αὑτ ὸ κινοῦν ἐοίκασι γὰρ οὗτοι πάντες ὑπειληφέναι τὴν κίνησιν οἰκειότατον εἶναι τ ῇ ψυχ ῇ, κα ὶ τ ὰ μὲν ἄλλα πάντα κινεῖσθαι δι ὰ τὴν ψυχήν, ταύτην δ' ὑφ' ἑαυτῆς, δι ὰ τ ὸ μηθὲν ὁρᾶν κινοῦν ὃ μ ὴ κα ὶ αὐτ ὸ κινεῖται. ὁμοίως δ ὲ κα ὶ Ἀναξαγόρας ψυχὴν εἶναι λέγει τὴν κινοῦσαν, κα ὶ ε ἴ τις ἄλλος εἴρηκεν ὡς τ ὸ πᾶν ἐκίνησε νοῦς ο ὐ μὴν παντελῶς γ' ὥσπερ Δημόκριτος. ἐκεῖνος μὲν γὰρ ἁπλῶς ταὐτὸν ψυχὴν κα ὶ νοῦν (τ ὸ γὰρ ἀληθὲς εἶναι τ ὸ φαινόμενον, δι ὸ καλῶς ποιῆσαι [τὸν] Ὅμηρον ὡς ὁ Ἕκτωρ "κεῖτ' ἀλλοφρονέων" ο ὐ δ ὴ χρῆται τ ῷ ν ῷ ὡς δυνάμει τιν ὶ περ ὶ τὴν ἀλήθειαν, ἀλλ ὰ ταὐτ ὸ λέγει ψυχὴν κα ὶ νοῦν) [404b] Ἀναξαγόρας δ' ἧττον διασαφε ῖ περ ὶ αὐτῶν πολλαχο ῦ μὲν γὰρ τ ὸ αἴτιον το ῦ καλῶς κα ὶ ὀρθῶς τὸν νοῦν λέγει, ἑτέρωθι δ ὲ τὸν νοῦν εἶναι ταὐτὸν τ ῇ ψυχ ῇ ἐν ἅπασι γὰρ ὑπάρχειν αὐτὸν τοῖς
ζῴοις, κα ὶ μεγάλοις κα ὶ μικροῖς, κα ὶ τιμίοις κα ὶ ἀτιμοτέροις ο ὐ φαίνεται δ' ὅ γε κατ ὰ φρόνησιν λεγόμενος νοῦς πᾶσιν ὁμοίως ὑπάρχειν τοῖς ζῴοις, ἀλλ' οὐδ ὲ τοῖς ἀνθρώποις πᾶσιν. ὅσοι μὲν οὖν ἐπ ὶ τ ὸ κινεῖσθαι τ ὸ ἔμψυχον ἀπέβλεψαν, οὗτοι τ ὸ κινητικώτατον ὑπέλαβον τὴν ψυχήν ὅσοι δ' ἐπ ὶ τ ὸ γινώσκειν κα ὶ τ ὸ αἰσθάνεσθαι τῶν ὄντων, οὗτοι δ ὲ λέγουσι τὴν ψυχὴν τὰς ἀρχάς, ο ἱ μὲν πλείους ποιοῦντες, ταύτας, ο ἱ δ ὲ μίαν, ταύτην, ὥσπερ Ἐμπεδοκλῆς μὲν ἐκ τῶν στοιχείων πάντων, εἶναι δ ὲ κα ὶ ἕκαστον ψυχὴν τούτων, λέγων οὕτως, γαί ῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ' ὕδωρ, αἰθέρι δ' αἰθέρα δῖαν, ἀτὰρ πυρ ὶ πῦρ ἀΐδηλον, στοργ ῇ δ ὲ στοργήν, νεῖκος δέ τε νείκεϊ λυγρ ῷ τὸν αὐτὸν δ ὲ τρόπον κα ὶ Πλάτων ἐν τ ῷ Τιμαί ῳ τὴν ψυχὴν ἐκ τῶν στοιχείων ποιε ῖ γινώσκεσθαι γὰρ τ ῷ ὁμοί ῳ τ ὸ ὅμοιον, τ ὰ δ ὲ πράγματα ἐκ τῶν ἀρχῶν εἶναι. ὁμοίως δ ὲ κα ὶ ἐν τοῖς περ ὶ φιλοσοφίας λεγομένοις διωρίσθη, αὐτ ὸ μὲν τ ὸ ζῷον ἐξ αὐτῆς τῆς τοῦ ἑνὸς ἰδέας κα ὶ το ῦ πρώτου μήκους κα ὶ πλάτους κα ὶ βάθους, τ ὰ δ' ἄλλα ὁμοιοτρόπως ἔτι δ ὲ κα ὶ ἄλλως, νοῦν μὲν τ ὸ ἕν, ἐπιστήμην δ ὲ τ ὰ δύο (μοναχῶς γὰρ ἐφ' ἕν), τὸν δ ὲ το ῦ ἐπιπέδου ἀριθμὸν δόξαν, αἴσθησιν δ ὲ τὸν το ῦ στερεο ῦ. ο ἱ μὲν γὰρ ἀριθμο ὶ τ ὰ εἴδη αὐτ ὰ κα ὶ α ἱ ἀρχα ὶ ἐλέγοντο, εἰσ ὶ δ' ἐκ τῶν στοιχείων, κρίνεται δ ὲ τ ὰ πράγματα τ ὰ μὲν ν ῷ, τ ὰ δ' ἐπιστήμ ῃ, τ ὰ δ ὲ δόξ ῃ, τ ὰ δ' αἰσθήσει εἴδη δ' ο ἱ ἀριθμο ὶ οὗτοι τῶν πραγμάτων. ἐπε ὶ δ ὲ κα ὶ κινητικὸν ἐδόκει ἡ ψυχ ὴ εἶναι κα ὶ γνωριστικὸν οὕτως, ἔνιοι συνέπλεξαν ἐξ ἀμφοῖν, ἀποφηνάμενοι τὴν ψυχὴν ἀριθμὸν κινοῦνθ' ἑαυτόν, διαφέρονται δ ὲ περ ὶ τῶν ἀρχῶν, τίνες κα ὶ πόσαι, μάλιστα μὲν ο ἱ σωματικὰς ποιοῦντες τοῖς ἀσωμάτους, τούτοις δ' ο ἱ μίξαντες κα ὶ ἀπ' ἀμφοῖν τὰς ἀρχὰς ἀποφηνάμενοι. [405a] διαφέρονται δ ὲ κα ὶ περ ὶ το ῦ πλήθους ο ἱ μὲν γὰρ μίαν ο ἱ δ ὲ πλείους λέγουσιν. ἑπομένως δ ὲ τούτοις κα ὶ τὴν ψυχὴν ἀποδιδόασιν τ ὸ γὰρ κινητικὸν τὴν φύσιν τῶν πρώτων ὑπειλήφασιν, οὐκ ἀλόγως. ὅθεν ἔδοξέ τισι πῦρ εἶναι κα ὶ γὰρ τοῦτο λεπτομερέστατόν τε κα ὶ μάλιστα τῶν στοιχείων ἀσώματον, ἔτι δ ὲ κινεῖταί τε κα ὶ κινε ῖ τ ὰ ἄλλα πρώτως. Δημόκριτος δ ὲ κα ὶ γλαφυρωτέρως εἴρηκεν ἀποφαινόμενος δι ὰ τί τούτων ἑκάτερον ψυχὴν μὲν γὰρ εἶναι ταὐτ ὸ κα ὶ νοῦν, τοῦτο δ' εἶναι τῶν πρώτων κα ὶ ἀδιαιρέτων σωμάτων, κινητικὸν δ ὲ διὰ μικρομέρειαν κα ὶ τ ὸ σχῆμα τῶν δ ὲ σχημάτων εὐκινητότατον τ ὸ σφαιροειδὲς λέγει τοιοῦτον δ' εἶναι τόν τε νοῦν κα ὶ τ ὸ πῦρ. Ἀναξαγόρας δ' ἔοικε μὲν ἕτερον λέγειν ψυχήν τε κα ὶ νοῦν, ὥσπερ εἴπομεν κα ὶ πρότερον, χρῆται δ' ἀμφοῖν ὡς μι ᾷ φύσει, πλὴν ἀρχήν γε τὸν νοῦν τίθεται μάλιστα πάντων μόνον γοῦν φησὶν αὐτὸν τῶν ὄντων ἁπλοῦν εἶναι κα ὶ ἀμιγ ῆ τε κα ὶ καθαρόν. ἀποδίδωσι δ' ἄμφω τ ῇ αὐτ ῇ ἀρχ ῇ, τό τε γινώσκειν κα ὶ τ ὸ κινεῖν, λέγων νοῦν κινῆσαι τ ὸ πᾶν. ἔοικε δ ὲ κα ὶ Θαλῆς ἐξ ὧν ἀπομνημονεύουσι κινητικόν τι τὴν ψυχὴν ὑπολαβεῖν, εἴπερ τὴν λίθον ἔφη ψυχὴν ἔχειν, ὅτι τὸν σίδηρον κινε ῖ Διογένης δ' ὥσπερ κα ὶ ἕτεροί τινες ἀέρα, τοῦτον οἰηθεὶς πάντων λεπτομερέστατον εἶναι κα ὶ ἀρχήν κα ὶ δι ὰ τοῦτο γινώσκειν τε κα ὶ κινεῖν τὴν ψυχήν, ᾗ μὲν πρῶτόν ἐστι, κα ὶ ἐκ τούτου τ ὰ λοιπά, γινώσκειν, ᾗ δ ὲ λεπτότατον, κινητικὸν εἶναι.
κα ὶ Ἡράκλειτος δ ὲ τὴν ἀρχὴν εἶναί φησι ψυχήν, εἴπερ τὴν ἀναθυμίασιν, ἐξ ἧς τἆλλα συνίστησιν κα ὶ ἀσωματώτατόν τε κα ὶ ῥέον ἀεί τ ὸ δ ὲ κινούμενον κινουμέν ῳ γινώσκεσθαι ἐν κινήσει δ' εἶναι τ ὰ ὄντα κἀκεῖνος ᾤετο κα ὶ ο ἱ πολλοί. [405b] παραπλησίως δ ὲ τούτοις κα ὶ Ἀλκμαίων ἔοικεν ὑπολαβεῖν περ ὶ ψυχῆς φησ ὶ γὰρ αὐτὴν ἀθάνατον εἶναι δι ὰ τ ὸ ἐοικέναι τοῖς ἀθανάτοις τοῦτο δ' ὑπάρχειν αὐτ ῇ ὡς ἀε ὶ κινουμέν ῃ κινεῖσθαι γὰρ κα ὶ τ ὰ θεῖα πάντα συνεχῶς ἀεί, σελήνην, ἥλιον, τοὺς ἀστέρας κα ὶ τὸν οὐρανὸν ὅλον. τῶν δ ὲ φορτικωτέρων κα ὶ ὕδωρ τινὲς ἀπεφήναντο, καθάπερ Ἵππων πεισθῆναι δ' ἐοίκασιν ἐκ τῆς γονῆς, ὅτι πάντων ὑγρά. κα ὶ γὰρ ἐλέγχει τοὺς αἷμα φάσκοντας τὴν ψυχήν, ὅτι ἡ γον ὴ οὐχ αἷμα ταύτην δ' εἶναι τὴν πρώτην ψυχήν. ἕτεροι δ' αἷμα, καθάπερ Κριτίας, τ ὸ αἰσθάνεσθαι ψυχῆς οἰκειότατον ὑπολαμβάνοντες, τοῦτο δ' ὑπάρχειν δι ὰ τὴν το ῦ αἵματος φύσιν. πάντα γὰρ τ ὰ στοιχεῖα κριτὴν εἴληφε, πλὴν τῆς γῆς ταύτην δ' οὐθεὶς ἀποπέφανται, πλὴν ε ἴ τις αὐτὴν εἴρηκεν ἐκ πάντων εἶναι τῶν στοιχείων ἢ πάντα. ὁρίζονται δ ὴ πάντες τὴν ψυχὴν τρισὶν ὡς εἰπεῖν, κινήσει, αἰσθήσει, τ ῷ ἀσωμάτ ῳ τούτων δ' ἕκαστον ἀνάγεται πρὸς τὰς ἀρχάς. δι ὸ κα ὶ ο ἱ τ ῷ γινώσκειν ὁριζόμενοι αὐτὴν ἢ στοιχεῖον ἢ ἐκ τῶν στοιχείων ποιοῦσι, λέγοντες παραπλησίως ἀλλήλοις, πλὴν ἑνός φασ ὶ γὰρ γινώσκεσθαι τ ὸ ὅμοιον τ ῷ ὁμοί ῳ ἐπειδ ὴ γὰρ ἡ ψυχ ὴ πάντα γινώσκει, συνιστᾶσιν αὐτὴν ἐκ πασῶν τῶν ἀρχῶν. ὅσοι μὲν οὖν μίαν τιν ὰ λέγουσιν αἰτίαν κα ὶ στοιχεῖον ἕν, κα ὶ τὴν ψυχὴν ἓν τιθέασιν, οἷον πῦρ ἢ ἀέρα ο ἱ δ ὲ πλείους λέγοντες τὰς ἀρχὰς κα ὶ τὴν ψυχὴν πλείω ποιοῦσιν. Ἀναξαγόρας δ ὲ μόνος ἀπαθ ῆ φησιν εἶναι τὸν νοῦν, κα ὶ κοινὸν οὐθὲν οὐθεν ὶ τῶν ἄλλων ἔχειν. τοιοῦτος δ' ὢν πῶς γνωριε ῖ κα ὶ δι ὰ τίν' αἰτίαν, οὔτ' ἐκεῖνος εἴρηκεν οὔτ' ἐκ τῶν εἰρημένων συμφανές ἐστιν. ὅσοι δ' ἐναντιώσεις ποιοῦσιν ἐν ταῖς ἀρχαῖς, κα ὶ τὴν ψυχὴν ἐκ τῶν ἐναντίων συνιστᾶσιν ο ἱ δ ὲ θάτερον τῶν ἐναντίων, οἷον θερμὸν ἢ ψυχρὸν ἤ τι τοιοῦτον ἄλλο, κα ὶ τὴν ψυχὴν ὁμοίως ἕν τι τούτων τιθέασιν. δι ὸ κα ὶ τοῖς ὀνόμασιν ἀκολουθοῦσιν, ο ἱ μὲν τ ὸ θερμὸν λέγοντες, ὅτι δι ὰ τοῦτο κα ὶ τ ὸ ζῆν ὠνόμασται, ο ἱ δ ὲ τ ὸ ψυχρόν, [δι ὰ τ ὸ] δι ὰ τὴν ἀναπνοὴν κα ὶ τὴν κατάψυξιν καλεῖσθαι ψυχήν. τ ὰ μὲν οὖν παραδεδομένα περ ὶ ψυχῆς, κα ὶ δι' ἃς αἰτίας λέγουσιν οὕτω, ταῦτ' ἐστίν. Κεφάλαιο 3 Ἐπισκεπτέον δ ὲ πρῶτον μὲν περ ὶ κινήσεως ἴσως γὰρ ο ὐ μόνον ψεῦδός ἐστι τ ὸ τὴν οὐσίαν αὐτῆς τοιαύτην εἶναι οἵαν φασὶν ο ἱ λέγοντες ψυχὴν εἶναι τ ὸ κινοῦν ἑαυτ ὸ ἢ δυνάμενον κινεῖν, ἀλλ' ἕν τι τῶν ἀδυνάτων τ ὸ ὑπάρχειν αὐτ ῇ κίνησιν. [406a]
ὅτι μὲν οὖν οὐκ ἀναγκαῖον τ ὸ κινοῦν κα ὶ αὐτ ὸ κινεῖσθαι, πρότερον εἴρηται. διχῶς δ ὲ κινουμένου παντός- ἢ γὰρ καθ' ἕτερον ἢ καθ' αὑτό καθ' ἕτερον δ ὲ λέγομεν ὅσα κινεῖται τ ῷ ἐν κινουμέν ῳ εἶναι, οἷον πλωτῆρες ο ὐ γὰρ ὁμοίως κινοῦνται τ ῷ πλοί ῳ τ ὸ μὲν γὰρ καθ' αὑτ ὸ κινεῖται, ο ἱ δ ὲ τ ῷ ἐν κινουμέν ῳ εἶναι (δῆλον δ' ἐπ ὶ τῶν μορίων οἰκεία μὲν γάρ ἐστι κίνησις ποδῶν βάδισις, αὕτη δ ὲ κα ὶ ἀνθρώπων οὐχ ὑπάρχει δ ὲ τοῖς πλωτῆρσι τόδε) -διχῶς δ ὴ λεγομένου το ῦ κινεῖσθαι νῦν ἐπισκοποῦμεν περ ὶ τῆς ψυχῆς ε ἰ καθ' αὑτὴν κινεῖται κα ὶ μετέχει κινήσεως. τεσσάρων δ ὲ κινήσεων οὐσῶν, φορᾶς ἀλλοιώσεως φθίσεως αὐξήσεως, ἢ μίαν τούτων κινοῖτ' ἂν ἢ πλείους ἢ πάσας. ε ἰ δ ὲ κινεῖται μ ὴ κατ ὰ συμβεβηκός, φύσει ἂν ὑπάρχοι κίνησις αὐτ ῇ ε ἰ δ ὲ τοῦτο, κα ὶ τόπος πᾶσαι γὰρ α ἱ λεχθεῖσαι κινήσεις ἐν τόπ ῳ. ε ἰ δ' ἐστὶν ἡ οὐσία τῆς ψυχῆς τ ὸ κινεῖν ἑαυτήν, ο ὐ κατ ὰ συμβεβηκὸς αὐτ ῇ τ ὸ κινεῖσθαι ὑπάρξει, ὥσπερ τ ῷ λευκ ῷ ἢ τ ῷ τριπήχει κινεῖται γὰρ κα ὶ ταῦτα, ἀλλ ὰ κατ ὰ συμβεβηκός ᾧ γὰρ ὑπάρχουσιν, ἐκεῖνο κινεῖται, τ ὸ σῶμα. δι ὸ κα ὶ οὐκ ἔστι τόπος αὐτῶν τῆς δ ὲ ψυχῆς ἔσται, εἴπερ φύσει κινήσεως μετέχει. ἔτι δ' ε ἰ φύσει κινεῖται, κἂν βί ᾳ κινηθείη κἂν ε ἰ βί ᾳ, κα ὶ φύσει. τὸν αὐτὸν δ ὲ τρόπον ἔχει κα ὶ περ ὶ ἠρεμίας εἰς ὃ γὰρ κινεῖται φύσει, κα ὶ ἠρεμε ῖ ἐν τούτ ῳ φύσει ὁμοίως δ ὲ κα ὶ εἰς ὃ κινεῖται βί ᾳ, κα ὶ ἠρεμε ῖ ἐν τούτ ῳ βί ᾳ. ποῖαι δ ὲ βίαιοι τῆς ψυχῆς κινήσεις ἔσονται κα ὶ ἠρεμίαι, οὐδ ὲ πλάττειν βουλομένοις ῥᾴδιον ἀποδοῦναι. [406b] ἔτι δ' ε ἰ μὲν ἄνω κινήσεται, πῦρ ἔσται, ε ἰ δ ὲ κάτω, γ ῆ τούτων γὰρ τῶν σωμάτων α ἱ κινήσεις αὗται ὁ δ' αὐτὸς λόγος κα ὶ περ ὶ τῶν μεταξύ. ἔτι δ' ἐπε ὶ φαίνεται κινοῦσα τ ὸ σῶμα, ταύτας εὔλογον κινεῖν τὰς κινήσεις ἃς κα ὶ αὐτ ὴ κινεῖται. ε ἰ δ ὲ τοῦτο, κα ὶ ἀντιστρέψασιν εἰπεῖν ἀληθὲς ὅτι ἣν τ ὸ σῶμα κινεῖται, ταύτην κα ὶ αὐτή. τ ὸ δ ὲ σῶμα κινεῖται φορ ᾷ ὥστε κα ὶ ἡ ψυχ ὴ μεταβάλλοι ἂν κατ ὰ τ ὸ σῶμα ἢ ὅλη ἢ κατ ὰ μόρια μεθισταμένη. ε ἰ δ ὲ τοῦτ' ἐνδέχεται, κα ὶ ἐξελθοῦσαν εἰσιέναι πάλιν ἐνδέχοιτ' ἄν τούτ ῳ δ' ἕποιτ' ἂν τ ὸ ἀνίστασθαι τ ὰ τεθνεῶτα τῶν ζῴων. τὴν δ ὲ κατ ὰ συμβεβηκὸς κίνησιν κἂν ὑφ' ἑτέρου κινοῖτο ὠσθείη γὰρ ἂν βί ᾳ τ ὸ ζῷον. ο ὐ δε ῖ δ ὲ ᾧ τ ὸ ὑφ' ἑαυτο ῦ κινεῖσθαι ἐν τ ῇ οὐσί ᾳ, τοῦθ' ὑπ' ἄλλου κινεῖσθαι, πλὴν ε ἰ μ ὴ κατ ὰ συμβεβηκός, ὥσπερ οὐδ ὲ τ ὸ καθ' αὑτ ὸ ἀγαθὸν ἢ δι' αὑτό, τ ὸ μὲν δι' ἄλλο εἶναι, τ ὸ δ' ἑτέρου ἕνεκεν. τὴν δ ὲ ψυχὴν μάλιστα φαίη τις ἂν ὑπ ὸ τῶν αἰσθητῶν κινεῖσθαι, εἴπερ κινεῖται.
ἀλλ ὰ μὴν κα ὶ ε ἰ κινε ῖ γε αὐτ ὴ αὑτήν, κα ὶ αὐτ ὴ κινοῖτ' ἄν, ὥστ' ε ἰ πᾶσα κίνησις ἔκστασίς ἐστι το ῦ κινουμένου ᾗ κινεῖται, κα ὶ ἡ ψυχ ὴ ἐξίσταιτ' ἂν ἐκ τῆς οὐσίας, ε ἰ μ ὴ κατ ὰ συμβεβηκὸς ἑαυτὴν κινε ῖ, ἀλλ' ἐστὶν ἡ κίνησις τῆς οὐσίας αὐτῆς καθ' αὑτήν. ἔνιοι δ ὲ κα ὶ κινεῖν φασι τὴν ψυχὴν τ ὸ σῶμα ἐν ᾧ ἐστιν, ὡς αὐτ ὴ κινεῖται, οἷον Δημόκριτος, παραπλησίως λέγων Φιλίππ ῳ τ ῷ κωμῳδοδιδασκάλ ῳ φησ ὶ γὰρ τὸν Δαίδαλον κινουμένην ποιῆσαι τὴν ξυλίνην Ἀφροδίτην, ἐγχέαντ' ἄργυρον χυτόν ὁμοίως δ ὲ κα ὶ Δημόκριτος λέγει κινουμένας γάρ φησι τὰς ἀδιαιρέτους σφαίρας, δι ὰ τ ὸ πεφυκέναι μηδέποτε μένειν, συνεφέλκειν κα ὶ κινεῖν τ ὸ σῶμα πᾶν. ἡμεῖς δ' ἐρωτήσομεν ε ἰ κα ὶ ἠρέμησιν ποιε ῖ τοῦτο αὐτό πῶς δ ὲ ποιήσει, χαλεπὸν ἢ κα ὶ ἀδύνατον εἰπεῖν. ὅλως δ' οὐχ οὕτω φαίνεται κινεῖν ἡ ψυχ ὴ τ ὸ ζῷον, ἀλλ ὰ δι ὰ προαιρέσεώς τινος κα ὶ νοήσεως. [407a] τὸν αὐτὸν δ ὲ τρόπον κα ὶ ὁ Τίμαιος φυσιολογε ῖ τὴν ψυχὴν κινεῖν τ ὸ σῶμα τ ῷ γὰρ κινεῖσθαι αὐτὴν κα ὶ τ ὸ σῶμα κινεῖν δι ὰ τ ὸ συμπεπλέχθαι πρὸς αὐτό. συνεστηκυῖαν γὰρ ἐκ τῶν στοιχείων κα ὶ μεμερισμένην κατ ὰ τοὺς ἁρμονικοὺς ἀριθμούς, ὅπως αἴσθησίν τε σύμφυτον ἁρμονίας ἔχ ῃ κα ὶ τ ὸ πᾶν φέρηται συμφώνους φοράς, τὴν εὐθυωρίαν εἰς κύκλον κατέκαμψεν κα ὶ διελὼν ἐκ το ῦ ἑνὸς δύο κύκλους δισσαχ ῇ συνημμένους πάλιν τὸν ἕνα διεῖλεν εἰς ἑπτ ὰ κύκλους, ὡς οὔσας τὰς το ῦ οὐρανο ῦ φορὰς τὰς τῆς ψυχῆς κινήσεις. πρῶτον μὲν οὖν ο ὐ καλῶς τ ὸ λέγειν τὴν ψυχὴν μέγεθος εἶναι τὴν γὰρ το ῦ παντὸς δῆλον ὅτι τοιαύτην εἶναι βούλεται οἷόν ποτ' ἐστὶν ὁ καλούμενος νοῦς (ο ὐ γὰρ δ ὴ οἷόν γ' ἡ αἰσθητική, οὐδ' οἷον ἡ ἐπιθυμητική τούτων γὰρ ἡ κίνησις ο ὐ κυκλοφορία) ὁ δ ὲ νοῦς εἷς κα ὶ συνεχὴς ὥσπερ κα ὶ ἡ νόησις ἡ δ ὲ νόησις τ ὰ νοήματα ταῦτα δ ὲ τ ῷ ἐφεξῆς ἕν, ὡς ὁ ἀριθμός, ἀλλ' οὐχ ὡς τ ὸ μέγεθος διόπερ οὐδ' ὁ νοῦς οὕτω συνεχής, ἀλλ' ἤτοι ἀμερὴς ἢ οὐχ ὡς μέγεθός τι συνεχής. πῶς γὰρ δ ὴ κα ὶ νοήσει, μέγεθος ὤν, πότερον ὁτῳοῦν τῶν μορίων τῶν αὑτο ῦ, μορίων δ' ἤτοι κατ ὰ μέγεθος ἢ κατ ὰ στιγμήν, ε ἰ δε ῖ κα ὶ τοῦτο μόριον εἰπεῖν; ε ἰ μὲν οὖν κατ ὰ στιγμήν, αὗται δ' ἄπειροι, δῆλον ὡς οὐδέποτε διέξεισιν ε ἰ δ ὲ κατ ὰ μέγεθος, πολλάκις ἢ ἀπειράκις νοήσει τ ὸ αὐτό. φαίνεται δ ὲ κα ὶ ἅπαξ ἐνδεχόμενον. ε ἰ δ' ἱκανὸν θιγεῖν ὁτῳοῦν τῶν μορίων, τί δε ῖ κύκλ ῳ κινεῖσθαι, ἢ κα ὶ ὅλως μέγεθος ἔχειν; ε ἰ δ' ἀναγκαῖον νοῆσαι τ ῷ ὅλ ῳ κύκλ ῳ θιγόντα, τίς ἐστιν ἡ τοῖς μορίοις θίξις; ἔτι δ ὲ πῶς νοήσει τ ὸ μεριστὸν ἀμερε ῖ ἢ τ ὸ ἀμερὲς μεριστ ῷ; ἀναγκαῖον δ ὲ τὸν νοῦν εἶναι τὸν κύκλον τοῦτον νο ῦ μὲν γὰρ κίνησις νόησις κύκλου δ ὲ περιφορά ε ἰ οὖν ἡ νόησις περιφορά, κα ὶ νοῦς ἂν εἴη ὁ κύκλος ο ὗ ἡ τοιαύτη περιφορ ὰ νόησις. ἀε ὶ δ ὲ δ ὴ τί νοήσει (δε ῖ γάρ, εἴπερ ἀΐδιος ἡ περιφορά); τῶν μὲν γὰρ πρακτικῶν νοήσεων ἔστι πέρατα (πᾶσαι γὰρ ἑτέρου χάριν), α ἱ δ ὲ θεωρητικα ὶ τοῖς λόγοις ὁμοίως ὁρίζονται λόγος δ ὲ πᾶς ὁρισμὸς ἢ ἀπόδειξις α ἱ μὲν οὖν ἀποδείξεις κα ὶ ἀπ' ἀρχῆς κα ὶ ἔχουσαί πως τέλος, τὸν συλλογισμὸν ἢ τ ὸ συμπέρασμα (ε ἰ δ ὲ μ ὴ περατοῦνται, ἀλλ' οὐκ ἀνακάμπτουσί γε πάλιν ἐπ'
ἀρχήν, προσλαμβάνουσαι δ' ἀε ὶ μέσον κα ὶ ἄκρον εὐθυποροῦσιν ἡ δ ὲ περιφορ ὰ πάλιν ἐπ' ἀρχὴν ἀνακάμπτει) ο ἱ δ' ὁρισμο ὶ πάντες πεπερασμένοι. [407b] ἔτι ε ἰ ἡ αὐτ ὴ περιφορ ὰ πολλάκις, δεήσει πολλάκις νοεῖν τ ὸ αὐτό. ἔτι δ' ἡ νόησις ἔοικεν ἠρεμήσει τιν ὶ κα ὶ ἐπιστάσει μᾶλλον ἢ κινήσει τὸν αὐτὸν δ ὲ τρόπον κα ὶ ὁ συλλογισμός. ἀλλ ὰ μὴν οὐδ ὲ μακάριόν γε τ ὸ μ ὴ ῥᾴδιον ἀλλ ὰ βίαιον ε ἰ δ' ἐστὶν ἡ κίνησις αὐτῆς ᾗ οὐσία, παρ ὰ φύσιν ἂν κινοῖτο. ἐπίπονον δ ὲ κα ὶ τ ὸ μεμῖχθαι τ ῷ σώματι μ ὴ δυνάμενον ἀπολυθῆναι, κα ὶ προσέτι φευκτόν, εἴπερ βέλτιον τ ῷ ν ῷ μ ὴ μετ ὰ σώματος εἶναι, καθάπερ εἴωθέ τε λέγεσθαι κα ὶ πολλοῖς συνδοκε ῖ. ἄδηλος δ ὲ κα ὶ το ῦ κύκλ ῳ φέρεσθαι τὸν οὐρανὸν ἡ αἰτία οὔτε γὰρ τῆς ψυχῆς ἡ οὐσία αἰτία τοῦ κύκλ ῳ φέρεσθαι, ἀλλ ὰ κατ ὰ συμβεβηκὸς οὕτω κινεῖται, οὔτε τ ὸ σῶμα αἴτιον, ἀλλ' ἡ ψυχ ὴ μᾶλλον ἐκείν ῳ. ἀλλ ὰ μὴν οὐδ' ὅτι βέλτιον λέγεται καίτοι γ' ἐχρῆν δι ὰ τοῦτο τὸν θεὸν κύκλ ῳ ποιεῖν φέρεσθαι τὴν ψυχήν, ὅτι βέλτιον αὐτ ῇ τ ὸ κινεῖσθαι το ῦ μένειν, κινεῖσθαι δ' οὕτως ἢ ἄλλως. ἐπε ὶ δ' ἐστὶν ἡ τοιαύτη σκέψις ἑτέρων λόγων οἰκειοτέρα, ταύτην μὲν ἀφῶμεν τ ὸ νῦν. ἐκεῖνο δ ὲ ἄτοπον συμβαίνει κα ὶ τούτ ῳ τ ῷ λόγ ῳ κα ὶ τοῖς πλείστοις τῶν περ ὶ ψυχῆς συνάπτουσι γὰρ κα ὶ τιθέασιν εἰς σῶμα τὴν ψυχήν, οὐθὲν προσδιορίσαντες δι ὰ τίν' αἰτίαν κα ὶ πῶς ἔχοντος το ῦ σώματος. καίτοι δόξειεν ἂν τοῦτ' ἀναγκαῖον εἶναι δι ὰ γὰρ τὴν κοινωνίαν τ ὸ μὲν ποιε ῖ τ ὸ δ ὲ πάσχει κα ὶ τὸ μὲν κινεῖται τ ὸ δ ὲ κινε ῖ, τούτων δ' οὐθὲν ὑπάρχει πρὸς ἄλληλα τοῖς τυχοῦσιν. ο ἱ δ ὲ μόνον ἐπιχειροῦσι λέγειν ποῖόν τι ἡ ψυχή, περ ὶ δ ὲ το ῦ δεξομένου σώματος οὐθὲν ἔτι προσδιορίζουσιν, ὥσπερ ἐνδεχόμενον κατ ὰ τοὺς Πυθαγορικοὺς μύθους τὴν τυχοῦσαν ψυχὴν εἰς τ ὸ τυχὸν ἐνδύεσθαι σῶμα. δοκε ῖ γὰρ ἕκαστον ἴδιον ἔχειν εἶδος κα ὶ μορφήν, παραπλήσιον δ ὲ λέγουσιν ὥσπερ ε ἴ τις φαίη τὴν τεκτονικὴν εἰς αὐλοὺς ἐνδύεσθαι δε ῖ γὰρ τὴν μὲν τέχνην χρῆσθαι τοῖς ὀργάνοις, τὴν δ ὲ ψυχὴν τ ῷ σώματι. Κεφάλαιο 4 Κα ὶ ἄλλη δέ τις δόξα παραδέδοται περ ὶ ψυχῆς, πιθαν ὴ μὲν πολλοῖς οὐδεμιᾶς ἧττον τῶν λεγομένων, λόγον δ' ὥσπερ εὐθύνοις δεδωκυῖα κἀν τοῖς ἐν κοιν ῷ γεγενημένοις λόγοις. ἁρμονίαν γάρ τινα αὐτὴν λέγουσι κα ὶ γὰρ τὴν ἁρμονίαν κρᾶσιν κα ὶ σύνθεσιν ἐναντίων εἶναι, κα ὶ τ ὸ σῶμα συγκεῖσθαι ἐξ ἐναντίων. [408a] καίτοι γε ἡ μὲν ἁρμονία λόγος τίς ἐστι τῶν μιχθέντων ἢ σύνθεσις, τὴν δ ὲ ψυχὴν οὐδέτερον οἷόν τ' εἶναι τούτων. ἔτι δ ὲ τ ὸ κινεῖν οὐκ ἔστιν ἁρμονίας, ψυχ ῇ δ ὲ πάντες ἀπονέμουσι τοῦτο μάλισθ' ὡς εἰπεῖν. ἁρμόζει δ ὲ μᾶλλον καθ' ὑγιείας λέγειν ἁρμονίαν, κα ὶ ὅλως τῶν σωματικῶν ἀρετῶν, ἢ κατ ὰ ψυχῆς.
φανερώτατον δ' ε ἴ τις ἀποδιδόναι πειραθείη τ ὰ πάθη κα ὶ τ ὰ ἔργα τῆς ψυχῆς ἁρμονί ᾳ τινί χαλεπὸν γὰρ ἐφαρμόζειν. ἔτι δ' ε ἰ λέγομεν τὴν ἁρμονίαν εἰς δύο ἀποβλέποντες, κυριώτατα μέν, τῶν μεγεθῶν ἐν τοῖς ἔχουσι κίνησιν κα ὶ θέσιν, τὴν σύνθεσιν αὐτῶν, ἐπειδὰν οὕτω συναρμόζωσιν ὥστε μηδὲν συγγενὲς παραδέχεσθαι, ἐντεῦθεν δ ὲ κα ὶ τὸν τῶν μεμιγμένων λόγον-οὐδετέρως μὲν οὖν εὔλογον, ἡ δ ὲ σύνθεσις τῶν το ῦ σώματος μερῶν λίαν εὐεξέταστος. πολλαί τε γὰρ α ἱ συνθέσεις τῶν μερῶν κα ὶ πολλαχῶς τίνος οὖν ἢ πῶς ὑπολαβεῖν τὸν νοῦν χρ ὴ σύνθεσιν εἶναι, ἢ κα ὶ τ ὸ αἰσθητικὸν ἢ ὀρεκτικόν; ὁμοίως δ ὲ ἄτοπον κα ὶ τ ὸ τὸν λόγον τῆς μίξεως εἶναι τὴν ψυχήν ο ὐ γὰρ τὸν αὐτὸν ἔχει λόγον ἡ μίξις τῶν στοιχείων καθ' ἣν σὰρξ κα ὶ καθ' ἣν ὀστοῦν. συμβήσεται οὖν πολλάς τε ψυχὰς ἔχειν κα ὶ κατ ὰ πᾶν τ ὸ σῶμα, εἴπερ πάντα μὲν ἐκ τῶν στοιχείων μεμιγμένων, ὁ δ ὲ τῆς μίξεως λόγος ἁρμονία κα ὶ ψυχή. ἀπαιτήσειε δ' ἄν τις τοῦτό γε κα ὶ παρ' Ἐμπεδοκλέους ἕκαστον γὰρ αὐτῶν λόγ ῳ τινί φησιν εἶναι πότερον οὖν ὁ λόγος ἐστὶν ἡ ψυχή, ἢ μᾶλλον ἕτερόν τι οὖσα ἐγγίνεται τοῖς μέρεσιν; ἔτι δ ὲ πότερον ἡ φιλία τῆς τυχούσης αἰτία μίξεως ἢ τῆς κατ ὰ τὸν λόγον, κα ὶ αὕτη πότερον ὁ λόγος ἐστὶν ἢ παρ ὰ τὸν λόγον ἕτερόν τι; ταῦτα μὲν οὖν ἔχει τοιαύτας ἀπορίας. ε ἰ δ' ἐστὶν ἕτερον ἡ ψυχ ὴ τῆς μίξεως, τί δή ποτε ἅμα τ ῷ σαρκ ὶ εἶναι ἀναιρεῖται κα ὶ τ ὸ τοῖς ἄλλοις μορίοις το ῦ ζῴου; πρὸς δ ὲ τούτοις εἴπερ μ ὴ ἕκαστον τῶν μορίων ψυχὴν ἔχει, ε ἰ μ ὴ ἔστιν ἡ ψυχ ὴ ὁ λόγος τῆς μίξεως, τί ἐστιν ὃ φθείρεται τῆς ψυχῆς ἀπολιπούσης; ὅτι μὲν οὖν οὔθ' ἁρμονίαν οἷόν τ' εἶναι τὴν ψυχὴν οὔτε κύκλ ῳ περιφέρεσθαι, δῆλον ἐκ τῶν εἰρημένων. κατ ὰ συμβεβηκὸς δ ὲ κινεῖσθαι, καθάπερ εἴπομεν, ἔστι, κα ὶ κινεῖν ἑαυτήν, οἷον κινεῖσθαι μὲν ἐν ᾧ ἐστι, τοῦτο δ ὲ κινεῖσθαι ὑπ ὸ τῆς ψυχῆς ἄλλως δ' οὐχ οἷόν τε κινεῖσθαι κατ ὰ τόπον αὐτήν. [408b] εὐλογώτερον δ' ἀπορήσειεν ἄν τις περ ὶ αὐτῆς ὡς κινουμένης, εἰς τ ὰ τοιαῦτα ἀποβλέψας φαμὲν γὰρ τὴν ψυχὴν λυπεῖσθαι χαίρειν, θαρρεῖν φοβεῖσθαι, ἔτι δ ὲ ὀργίζεσθαί τε κα ὶ αἰσθάνεσθαι κα ὶ διανοεῖσθαι ταῦτα δ ὲ πάντα κινήσεις εἶναι δοκοῦσιν. ὅθεν οἰηθείη τις ἂν αὐτὴν κινεῖσθαι τ ὸ δ' οὐκ ἔστιν ἀναγκαῖον. ε ἰ γὰρ κα ὶ ὅτι μάλιστα τ ὸ λυπεῖσθαι ἢ χαίρειν ἢ διανοεῖσθαι κινήσεις εἰσί, κα ὶ ἕκαστον κινεῖσθαί τι τούτων, τ ὸ δ ὲ κινεῖσθαί ἐστιν ὑπ ὸ τῆς ψυχῆς, οἷον τ ὸ ὀργίζεσθαι ἢ φοβεῖσθαι τ ὸ τὴν καρδίαν ὡδ ὶ κινεῖσθαι, τ ὸ δ ὲ διανοεῖσθαι ἤ τι τοιοῦτον ἴσως ἢ ἕτερόν τι, τούτων δ ὲ συμβαίνει τ ὰ μὲν κατ ὰ φοράν τινων κινουμένων, τ ὰ δ ὲ κατ' ἀλλοίωσιν (ποῖα δ ὲ κα ὶ πῶς, ἕτερός ἐστι λόγος), τ ὸ δ ὴ λέγειν ὀργίζεσθαι τὴν ψυχὴν ὅμοιον κἂν ε ἴ τις λέγοι τὴν ψυχὴν ὑφαίνειν ἢ οἰκοδομεῖν βέλτιον γὰρ ἴσως μ ὴ λέγειν τὴν ψυχὴν ἐλεεῖν ἢ μανθάνειν ἢ διανοεῖσθαι, ἀλλ ὰ τὸν ἄνθρωπον τ ῇ ψυχ ῇ τοῦτο δ ὲ μ ὴ ὡς ἐν ἐκείν ῃ τῆς κινήσεως οὔσης, ἀλλ' ὁτ ὲ μὲν μέχρι ἐκείνης, ὁτ ὲ δ' ἀπ' ἐκείνης, οἷον ἡ μὲν αἴσθησις ἀπ ὸ τωνδί, ἡ δ' ἀνάμνησις ἀπ' ἐκείνης ἐπ ὶ τὰς ἐν τοῖς αἰσθητηρίοις κινήσεις ἢ μονάς.
ὁ δ ὲ νοῦς ἔοικεν ἐγγίνεσθαι οὐσία τις οὖσα, κα ὶ ο ὐ φθείρεσθαι. μάλιστα γὰρ ἐφθείρετ' ἂν ὑπ ὸ τῆς ἐν τ ῷ γήρ ᾳ ἀμαυρώσεως, νῦν δ' ὥσπερ ἐπ ὶ τῶν αἰσθητηρίων συμβαίνει ε ἰ γὰρ λάβοι ὁ πρεσβύτης ὄμμα τοιονδί, βλέποι ἂν ὥσπερ κα ὶ ὁ νέος. ὥστε τ ὸ γῆρας ο ὐ τ ῷ τὴν ψυχήν τι πεπονθέναι, ἀλλ' ἐν ᾧ, καθάπερ ἐν μέθαις κα ὶ νόσοις. κα ὶ τ ὸ νοεῖν δ ὴ κα ὶ τ ὸ θεωρεῖν μαραίνεται ἄλλου τινὸς ἔσω φθειρομένου, αὐτ ὸ δ ὲ ἀπαθές ἐστιν. τ ὸ δ ὲ διανοεῖσθαι κα ὶ φιλεῖν ἢ μισεῖν οὐκ ἔστιν ἐκείνου πάθη, ἀλλ ὰ τουδ ὶ το ῦ ἔχοντος ἐκεῖνο, ᾗ ἐκεῖνο ἔχει. δι ὸ κα ὶ τούτου φθειρομένου οὔτε μνημονεύει οὔτε φιλε ῖ ο ὐ γὰρ ἐκείνου ἦν, ἀλλ ὰ το ῦ κοινο ῦ, ὃ ἀπόλωλεν ὁ δ ὲ νοῦς ἴσως θειότερόν τι κα ὶ ἀπαθές ἐστιν. ὅτι μὲν οὖν οὐχ οἷόν τε κινεῖσθαι τὴν ψυχήν, φανερὸν ἐκ τούτων ε ἰ δ' ὅλως μ ὴ κινεῖται, δῆλον ὡς οὐδ' ὑφ' ἑαυτῆς. [409a] πολ ὺ δ ὲ τῶν εἰρημένων ἀλογώτατον τ ὸ λέγειν ἀριθμὸν εἶναι τὴν ψυχὴν κινοῦνθ' ἑαυτόν ὑπάρχει γὰρ αὐτοῖς ἀδύνατα πρῶτα μὲν τ ὰ ἐκ το ῦ κινεῖσθαι συμβαίνοντα, ἴδια δ' ἐκ το ῦ λέγειν αὐτὴν ἀριθμόν. πῶς γὰρ χρ ὴ νοῆσαι μονάδα κινουμένην, κα ὶ ὑπ ὸ τίνος, κα ὶ πῶς, ἀμερ ῆ κα ὶ ἀδιάφορον οὖσαν; ᾗ γάρ ἐστι κινητικ ὴ κα ὶ κινητή, διαφέρειν δε ῖ. ἔτι δ' ἐπεί φασι κινηθεῖσαν γραμμὴν ἐπίπεδον ποιεῖν, στιγμὴν δ ὲ γραμμήν, κα ὶ α ἱ τῶν μονάδων κινήσεις γραμμα ὶ ἔσονται ἡ γὰρ στιγμ ὴ μονάς ἐστι θέσιν ἔχουσα, ὁ δ' ἀριθμὸς τῆς ψυχῆς ἤδη πού ἐστι κα ὶ θέσιν ἔχει. ἔτι δ' ἀριθμο ῦ μὲν ἐὰν ἀφέλ ῃ τις ἀριθμὸν ἢ μονάδα, λείπεται ἄλλος ἀριθμός τ ὰ δ ὲ φυτ ὰ κα ὶ τῶν ζῴων πολλ ὰ διαιρούμενα ζ ῇ κα ὶ δοκε ῖ τὴν αὐτὴν ψυχὴν ἔχειν τ ῷ εἴδει. δόξειε δ' ἂν οὐθὲν διαφέρειν μονάδας λέγειν ἢ σωμάτια μικρά κα ὶ γὰρ ἐκ τῶν Δημοκρίτου σφαιρίων ἐὰν γένωνται στιγμαί, μόνον δ ὲ μέν ῃ τ ὸ ποσόν, ἔσται [τι] ἐν αὐτ ῷ τ ὸ μὲν κινοῦν τ ὸ δὲ κινούμενον, ὥσπερ ἐν τ ῷ συνεχε ῖ ο ὐ γὰρ δι ὰ τ ὸ μεγέθει διαφέρειν ἢ μικρότητι συμβαίνει τ ὸ λεχθέν, ἀλλ' ὅτι ποσόν δι ὸ ἀναγκαῖον εἶναί τι τ ὸ κινῆσον τὰς μονάδας. ε ἰ δ' ἐν τ ῷ ζ ῴῳ τ ὸ κινοῦν ἡ ψυχή, κα ὶ ἐν τ ῷ ἀριθμ ῷ, ὥστε ο ὐ τ ὸ κινοῦν κα ὶ κινούμενον ἡ ψυχή, ἀλλ ὰ τ ὸ κινοῦν μόνον. ἐνδέχεται δ ὲ δ ὴ πῶς μονάδα ταύτην εἶναι; δε ῖ γὰρ ὑπάρχειν τιν ὰ αὐτ ῇ διαφορὰν πρὸς τὰς ἄλλας, στιγμῆς δ ὲ μοναδικῆς τίς ἂν εἴη διαφορ ὰ πλὴν θέσις; ε ἰ μὲν οὖν εἰσὶν ἕτεραι α ἱ ἐν τ ῷ σώματι μονάδες κα ὶ α ἱ στιγμαί, ἐν τ ῷ αὐτ ῷ ἔσονται α ἱ μονάδες καθέξει γὰρ [ ἑκάστη] χώραν στιγμῆς. καίτοι τί κωλύει ἐν τ ῷ αὐτ ῷ εἶναι, ε ἰ δύο, κα ὶ ἄπειρα; ὧν γὰρ ὁ τόπος ἀδιαίρετος, κα ὶ αὐτά. ε ἰ δ' α ἱ ἐν τ ῷ σώματι στιγμα ὶ ὁ ἀριθμὸς ὁ τῆς ψυχῆς, ἢ ε ἰ ὁ τῶν ἐν τ ῷ σώματι στιγμῶν ἀριθμὸς ἡ ψυχή, δι ὰ τί ο ὐ πάντα ψυχὴν ἔχουσι τ ὰ σώματα; στιγμα ὶ γὰρ ἐν ἅπασι δοκοῦσιν εἶναι κα ὶ ἄπειροι.
ἔτι δ ὲ πῶς οἷόν τε χωρίζεσθαι τὰς στιγμὰς κα ὶ ἀπολύεσθαι τῶν σωμάτων, ε ἴ γε μ ὴ διαιροῦνται α ἱ γραμμα ὶ εἰς στιγμάς; Κεφάλαιο 5 Συμβαίνει δέ, καθάπερ εἴπομεν, τ ῇ μὲν ταὐτ ὸ λέγειν τοῖς σῶμά τι λεπτομερὲς αὐτὴν τιθεῖσι, τ ῇ δ', ὥσπερ Δημόκριτος κινεῖσθαί φησιν ὑπ ὸ τῆς ψυχῆς, ἴδιον τ ὸ ἄτοπον. εἴπερ γάρ ἐστιν ἡ ψυχ ὴ ἐν παντ ὶ τ ῷ αἰσθανομέν ῳ σώματι, ἀναγκαῖον ἐν τ ῷ αὐτ ῷ δύο εἶναι σώματα, ε ἰ σῶμά τι ἡ ψυχή τοῖς δ' ἀριθμὸν λέγουσιν, ἐν τ ῇ μι ᾷ στιγμ ῇ πολλὰς στιγμάς, κα ὶ πᾶν σῶμα ψυχὴν ἔχειν, ε ἰ μ ὴ διαφέρων τις ἀριθμὸς ἐγγίνεται κα ὶ ἄλλος τις τῶν ὑπαρχουσῶν ἐν τ ῷ σώματι στιγμῶν συμβαίνει τε κινεῖσθαι τ ὸ ζῷον ὑπ ὸ το ῦ ἀριθμο ῦ, καθάπερ κα ὶ Δημόκριτον αὐτ ὸ ἔφαμεν κινεῖν τί γὰρ διαφέρει σφαίρας λέγειν μικρὰς ἢ μονάδας μεγάλας, ἢ ὅλως μονάδας φερομένας; ἀμφοτέρως γὰρ ἀναγκαῖον κινεῖν τ ὸ ζῷον τ ῷ κινεῖσθαι ταύτας. [409b] τοῖς δ ὴ συμπλέξασιν εἰς τ ὸ αὐτ ὸ κίνησιν κα ὶ ἀριθμὸν ταῦτά τε συμβαίνει κα ὶ πολλ ὰ ἕτερα τοιαῦτα ο ὐ γὰρ μόνον ὁρισμὸν ψυχῆς ἀδύνατον τοιοῦτον εἶναι, ἀλλ ὰ κα ὶ συμβεβηκός. δῆλον δ' ε ἴ τις ἐπιχειρήσειεν ἐκ το ῦ λόγου τούτου τ ὰ πάθη κα ὶ τ ὰ ἔργα τῆς ψυχῆς ἀποδιδόναι, οἷον λογισμούς, αἰσθήσεις, ἡδονάς, λύπας, ὅσα ἄλλα τοιαῦτα ὥσπερ γὰρ εἴπομεν πρότερον, οὐδ ὲ μαντεύσασθαι ῥᾴδιον ἐξ αὐτῶν. τριῶν δ ὲ τρόπων παραδεδομένων καθ' οὓς ὁρίζονται τὴν ψυχήν, ο ἱ μὲν τ ὸ κινητικώτατον ἀπεφήναντο τ ῷ κινεῖν ἑαυτό, ο ἱ δ ὲ σῶμα τ ὸ λεπτομερέστατον ἢ τ ὸ ἀσωματώτατον τῶν ἄλλων. ταῦτα δ ὲ τίνας ἀπορίας τε κα ὶ ὑπεναντιώσεις ἔχει, διεληλύθαμεν σχεδόν [410a] λείπεται δ' ἐπισκέψασθαι πῶς λέγεται τ ὸ ἐκ τῶν στοιχείων αὐτὴν εἶναι. λέγουσι μὲν γάρ, ἵν' αἰσθάνηταί τε τῶν ὄντων κα ὶ ἕκαστον γνωρίζ ῃ ἀναγκαῖον δ ὲ συμβαίνειν πολλ ὰ κα ὶ ἀδύνατα τ ῷ λόγ ῳ. τίθενται γὰρ γνωρίζειν τ ῷ ὁμοί ῳ τ ὸ ὅμοιον, ὥσπερ ἂν ε ἰ τὴν ψυχὴν τ ὰ πράγματα τιθέντες. οὐκ ἔστι δ ὲ μόνα ταῦτα, πολλ ὰ δ ὲ κα ὶ ἕτερα, μᾶλλον δ' ἴσως ἄπειρα τὸν ἀριθμὸν τ ὰ ἐκ τούτων. ἐξ ὧν μὲν οὖν ἐστιν ἕκαστον τούτων, ἔστω γινώσκειν τὴν ψυχὴν κα ὶ αἰσθάνεσθαι ἀλλ ὰ τ ὸ σύνολον τίνι γνωριε ῖ ἢ αἰσθήσεται, οἷον τί θεὸς ἢ ἄνθρωπος ἢ σὰρξ ἢ ὀστοῦν; ὁμοίως δ ὲ κα ὶ ἄλλο ὁτιοῦν τῶν συνθέτων ο ὐ γὰρ ὁπωσοῦν ἔχοντα τ ὰ στοιχεῖα τούτων ἕκαστον, ἀλλ ὰ λόγ ῳ τιν ὶ κα ὶ συνθέσει, καθάπερ φησ ὶ κα ὶ Ἐμπεδοκλῆς τ ὸ ὀστοῦν ἡ δ ὲ χθὼν ἐπίηρος ἐν εὐστέρνοις χοάνοισιν τ ὼ δύο τῶν ὀκτ ὼ μερέων λάχε νήστιδος αἴγλης, τέσσαρα δ' Ἡφαίστοιο τ ὰ δ' ὀστέα λευκ ὰ γένοντο οὐδὲν οὖν ὄφελος ἐνεῖναι τ ὰ στοιχεῖα ἐν τ ῇ ψυχ ῇ, ε ἰ μ ὴ κα ὶ ο ἱ λόγοι ἐνέσονται κα ὶ ἡ σύνθεσις γνωριε ῖ γὰρ ἕκαστον τ ὸ ὅμοιον, τ ὸ δ' ὀστοῦν ἢ τὸν ἄνθρωπον οὐθέν, ε ἰ μ ὴ κα ὶ ταῦτ' ἐνέσται.
τοῦτο δ' ὅτι ἀδύνατον, οὐθὲν δε ῖ λέγειν τίς γὰρ ἂν ἀπορήσειεν ε ἰ ἔνεστιν ἐν τ ῇ ψυχ ῇ λίθος ἢ ἄνθρωπος; ὁμοίως δ ὲ κα ὶ τ ὸ ἀγαθὸν κα ὶ τ ὸ μ ὴ ἀγαθόν τὸν αὐτὸν δ ὲ τρόπον κα ὶ περ ὶ τῶν ἄλλων. ἔτι δ ὲ πολλαχῶς λεγομένου το ῦ ὄντος (σημαίνει γὰρ τ ὸ μὲν τόδε τι, τ ὸ δ ὲ ποσὸν ἢ ποιὸν ἢ καί τινα ἄλλην τῶν διαιρεθεισῶν κατηγοριῶν) πότερον ἐξ ἁπάντων ἔσται ἡ ψυχ ὴ ἢ ο ὔ; ἀλλ' ο ὐ δοκε ῖ κοιν ὰ πάντων εἶναι στοιχεῖα. ἆρ' οὖν ὅσα τῶν οὐσιῶν, ἐκ τούτων μόνον; πῶς οὖν γινώσκει κα ὶ τῶν ἄλλων ἕκαστον; ἢ φήσουσιν ἑκάστου γένους εἶναι στοιχεῖα κα ὶ ἀρχὰς ἰδίας, ἐξ ὧν τὴν ψυχὴν συνεστάναι; ἔσται ἄρα ποσὸν κα ὶ ποιὸν κα ὶ οὐσία. ἀλλ' ἀδύνατον ἐκ τῶν το ῦ ποσο ῦ στοιχείων οὐσίαν εἶναι κα ὶ μ ὴ ποσόν. τοῖς δ ὴ λέγουσιν ἐκ πάντων ταῦτά τε κα ὶ τοιαῦθ' ἕτερα συμβαίνει. ἄτοπον δ ὲ κα ὶ τ ὸ φάναι μὲν ἀπαθὲς εἶναι τ ὸ ὅμοιον ὑπ ὸ το ῦ ὁμοίου, αἰσθάνεσθαι δ ὲ τ ὸ ὅμοιον το ῦ ὁμοίου κα ὶ γινώσκειν τ ῷ ὁμοί ῳ τ ὸ ὅμοιον τ ὸ δ' αἰσθάνεσθαι πάσχειν τι κα ὶ κινεῖσθαι τιθέασιν ὁμοίως δ ὲ κα ὶ τ ὸ νοεῖν τε κα ὶ γινώσκειν. [410b] πολλὰς δ' ἀπορίας κα ὶ δυσχερείας ἔχοντος το ῦ λέγειν, καθάπερ Ἐμπεδοκλῆς, ὡς τοῖς σωματικοῖς στοιχείοις ἕκαστα γνωρίζεται, καί, πρός, τ ῷ ὁμοί ῳ, μαρτυρε ῖ τ ὸ νῦν λεχθέν ὅσα γάρ ἐστιν ἐν τοῖς τῶν ζῴων σώμασιν ἁπλῶς γῆς, οἷον ὀστ ᾶ νεῦρα τρίχες, οὐθενὸς αἰσθάνεσθαι δοκε ῖ, ὥστ' οὐδ ὲ τῶν ὁμοίων καίτοι προσῆκεν. ἔτι δ' ἑκάστ ῃ τῶν ἀρχῶν ἄγνοια πλείων ἢ σύνεσις ὑπάρξει γνώσεται μὲν γὰρ ἓν ἑκάστη, πολλ ὰ δ' ἀγνοήσει πάντα γὰρ τἆλλα. συμβαίνει δ' Ἐμπεδοκλε ῖ γε κα ὶ ἀφρονέστατον εἶναι τὸν θεόν μόνος γὰρ τῶν στοιχείων ἓν ο ὐ γνωριε ῖ, τ ὸ νεῖκος, τ ὰ δ ὲ θνητ ὰ πάντα ἐκ πάντων γὰρ ἕκαστον. ὅλως τε δι ὰ τίν' αἰτίαν οὐχ ἅπαντα ψυχὴν ἔχει τ ὰ ὄντα, ἐπειδ ὴ πᾶν ἤτοι στοιχεῖον ἢ ἐκ στοιχείου ἑνὸς ἢ πλειόνων ἢ πάντων; ἀναγκαῖον γάρ ἐστιν ἕν τι γινώσκειν ἢ τιν ὰ ἢ πάντα. ἀπορήσειε δ' ἄν τις κα ὶ τί ποτ' ἐστ ὶ τ ὸ ἑνοποιοῦν αὐτά ὕλ ῃ γὰρ ἔοικε τά γε στοιχεῖα, κυριώτατον δ' ἐκεῖνο τ ὸ συνέχον, ὅ τί ποτ' ἐστίν τῆς δ ὲ ψυχῆς εἶναί τι κρεῖττον κα ὶ ἄρχον ἀδύνατον ἀδυνατώτερον δ' ἔτι το ῦ νο ῦ εὔλογον γὰρ τοῦτον εἶναι προγενέστατον κα ὶ κύριον κατ ὰ φύσιν, τ ὰ δ ὲ στοιχεῖά φασι πρῶτα τῶν ὄντων εἶναι. πάντες δ ὲ κα ὶ ο ἱ δι ὰ τ ὸ γνωρίζειν κα ὶ αἰσθάνεσθαι τ ὰ ὄντα τὴν ψυχὴν ἐκ τῶν στοιχείων λέγοντες αὐτήν, κα ὶ ο ἱ τ ὸ κινητικώτατον, ο ὐ περ ὶ πάσης λέγουσι ψυχῆς. οὔτε γὰρ τ ὰ αἰσθανόμενα πάντα κινητικά (φαίνεται γὰρ εἶναί τινα μόνιμα τῶν ζῴων κατ ὰ τόπον καίτοι δοκε ῖ γε ταύτην μόνην τῶν κινήσεων κινεῖν ἡ ψυχ ὴ τ ὸ ζῷον) ὁμοίως δ ὲ κα ὶ ὅσοι τὸν νοῦν κα ὶ τ ὸ αἰσθητικὸν ἐκ τῶν στοιχείων ποιοῦσιν. φαίνεται γὰρ τά τε φυτ ὰ ζῆν ο ὐ μετέχοντα [φορᾶς οὐδ'] αἰσθήσεως, κα ὶ τῶν ζῴων [τ ὰ] πολλ ὰ διάνοιαν οὐκ ἔχειν. ε ἰ δέ τις κα ὶ ταῦτα παραχωρήσειε κα ὶ θείη τὸν νοῦν μέρος τι τῆς ψυχῆς, ὁμοίως δ ὲ κα ὶ τ ὸ αἰσθητικόν, οὐδ' ἂν οὕτω λέγοιεν καθόλου περ ὶ πάσης ψυχῆς οὐδ ὲ περ ὶ ὅλης οὐδεμιᾶς.
[411a] τοῦτο δ ὲ πέπονθε κα ὶ ὁ ἐν τοῖς Ὀρφικοῖς καλουμένοις ἔπεσι λόγος φησ ὶ γὰρ τὴν ψυχὴν ἐκ το ῦ ὅλου εἰσιέναι ἀναπνεόντων, φερομένην ὑπ ὸ τῶν ἀνέμων, οὐχ οἷόν τε δ ὲ τοῖς φυτοῖς τοῦτο συμβαίνειν οὐδ ὲ τῶν ζῴων ἐνίοις, εἴπερ μ ὴ πάντα ἀναπνέουσιν τοῦτο δ ὲ λέληθε τοὺς οὕτως ὑπειληφότας. (ε ἰ δ ὲ δε ῖ τὴν ψυχὴν ἐκ τῶν στοιχείων ποιεῖν, οὐθὲν δε ῖ ἐξ ἁπάντων ἱκανὸν γὰρ θάτερον μέρος τῆς ἐναντιώσεως ἑαυτό τε κρίνειν κα ὶ τ ὸ ἀντικείμενον. κα ὶ γὰρ τ ῷ εὐθε ῖ κα ὶ αὐτ ὸ κα ὶ τ ὸ καμπύλον γινώσκομεν κριτὴς γὰρ ἀμφοῖν ὁ κανών, τ ὸ δ ὲ καμπύλον οὔθ' ἑαυτο ῦ οὔτε το ῦ εὐθέος.) κα ὶ ἐν τ ῷ ὅλ ῳ δή τινες αὐτὴν μεμῖχθαί φασιν, ὅθεν ἴσως κα ὶ Θαλῆς ᾠήθη πάντα πλήρη θεῶν εἶναι. τοῦτο δ' ἔχει τινὰς ἀπορίας δι ὰ τίνα γὰρ αἰτίαν ἐν μὲν τ ῷ ἀέρι ἢ τ ῷ πυρ ὶ οὖσα ἡ ψυχ ὴ ο ὐ ποιε ῖ ζῷον, ἐν δ ὲ τοῖς μικτοῖς, κα ὶ ταῦτα βελτίων ἐν τούτοις εἶναι δοκοῦσα; ( ἐπιζητήσειε δ' ἄν τις κα ὶ δι ὰ τίν' αἰτίαν ἡ ἐν τ ῷ ἀέρι ψυχ ὴ τῆς ἐν τοῖς ζῴοις βελτίων ἐστ ὶ κα ὶ ἀθανατωτέρα.) συμβαίνει δ' ἀμφοτέρως ἄτοπον κα ὶ παράλογον κα ὶ γὰρ τ ὸ λέγειν ζῷον τ ὸ πῦρ ἢ τὸν ἀέρα τῶν παραλογωτέρων ἐστί, κα ὶ τ ὸ μ ὴ λέγειν ζῷα ψυχῆς ἐνούσης ἄτοπον. ὑπολαβεῖν δ' ἐοίκασιν εἶναι τὴν ψυχὴν ἐν τούτοις ὅτι τ ὸ ὅλον τοῖς μορίοις ὁμοειδές ὥστ' ἀναγκαῖον αὐτοῖς λέγειν κα ὶ τὴν ψυχὴν ὁμοειδ ῆ τοῖς μορίοις εἶναι, ε ἰ τ ῷ ἀπολαμβάνεσθαί τι το ῦ περιέχοντος ἐν τοῖς ζῴοις ἔμψυχα τ ὰ ζῷα γίνεται. ε ἰ δ' ὁ μὲν ἀὴρ διασπώμενος ὁμοειδής, ἡ δ ὲ ψυχ ὴ ἀνομοιομερής, τ ὸ μέν τι αὐτῆς ὑπάρξει δῆλον ὅτι, τ ὸ δ' οὐχ ὑπάρξει. ἀναγκαῖον οὖν αὐτὴν ἢ ὁμοιομερ ῆ εἶναι ἢ μ ὴ ἐνυπάρχειν ἐν ὁτῳοῦν μορί ῳ το ῦ παντός. φανερὸν οὖν ἐκ τῶν εἰρημένων ὡς οὔτε τ ὸ γινώσκειν ὑπάρχει τ ῇ ψυχ ῇ δι ὰ τ ὸ ἐκ τῶν στοιχείων εἶναι, οὔτε τ ὸ κινεῖσθαι αὐτὴν καλῶς οὐδ' ἀληθῶς λέγεται. [411b] ἐπε ὶ δ ὲ τ ὸ γινώσκειν τῆς ψυχῆς ἐστ ὶ κα ὶ τ ὸ αἰσθάνεσθαί τε κα ὶ τ ὸ δοξάζειν, ἔτι δ ὲ τ ὸ ἐπιθυμεῖν κα ὶ βούλεσθαι κα ὶ ὅλως α ἱ ὀρέξεις, γίνεται δ ὲ κα ὶ ἡ κατ ὰ τόπον κίνησις τοῖς ζῴοις ὑπ ὸ τῆς ψυχῆς, ἔτι δ' αὔξη τε κα ὶ ἀκμ ὴ κα ὶ φθίσις, πότερον ὅλ ῃ τ ῇ ψυχ ῇ τούτων ἕκαστον ὑπάρχει, κα ὶ πάσ ῃ νοοῦμέν τε κα ὶ αἰσθανόμεθα κα ὶ κινούμεθα κα ὶ τῶν ἄλλων ἕκαστον ποιοῦμέν τε κα ὶ πάσχομεν, ἢ μορίοις ἑτέροις ἕτερα; κα ὶ τ ὸ ζῆν δ ὴ πότερον ἔν τινι τούτων ἐστὶν ἑν ὶ ἢ κα ὶ ἐν πλείοσιν ἢ πᾶσιν, ἢ κα ὶ ἄλλο τι αἴτιον; λέγουσι δή τινες μεριστὴν αὐτήν, κα ὶ ἄλλ ῳ μὲν νοεῖν ἄλλ ῳ δ ὲ ἐπιθυμεῖν. τί οὖν δή ποτε συνέχει τὴν ψυχήν, ε ἰ μεριστ ὴ πέφυκεν; ο ὐ γὰρ δ ὴ τό γε σῶμα δοκε ῖ γὰρ τοὐναντίον μᾶλλον ἡ ψυχ ὴ τ ὸ σῶμα συνέχειν ἐξελθούσης γοῦν διαπνεῖται κα ὶ σήπεται. ε ἰ οὖν ἕτερόν τι μίαν αὐτὴν ποιε ῖ, ἐκεῖνο μάλιστ' ἂν εἴη ψυχή.
δεήσει δ ὲ πάλιν κἀκεῖνο ζητεῖν πότερον ἓν ἢ πολυμερές. ε ἰ μὲν γὰρ ἕν, δι ὰ τί οὐκ εὐθέως κα ὶ ἡ ψυχ ὴ ἕν; ε ἰ δ ὲ μεριστόν, πάλιν ὁ λόγος ζητήσει τί τ ὸ συνέχον ἐκεῖνο, κα ὶ οὕτω δ ὴ πρόεισιν ἐπ ὶ τ ὸ ἄπειρον. ἀπορήσειε δ' ἄν τις κα ὶ περ ὶ τῶν μορίων αὐτῆς, τίν' ἔχει δύναμιν ἕκαστον ἐν τ ῷ σώματι. ε ἰ γὰρ ἡ ὅλη ψυχ ὴ πᾶν τ ὸ σῶμα συνέχει, προσήκει κα ὶ τῶν μορίων ἕκαστον συνέχειν τι το ῦ σώματος. τοῦτο δ' ἔοικεν ἀδυνάτ ῳ ποῖον γὰρ μόριον ἢ πῶς ὁ νοῦς συνέξει, χαλεπὸν κα ὶ πλάσαι. φαίνεται δ ὲ κα ὶ τ ὰ φυτ ὰ διαιρούμενα ζῆν κα ὶ τῶν ζῴων ἔνια τῶν ἐντόμων, ὡς τὴν αὐτὴν ἔχοντα ψυχὴν τ ῷ εἴδει, ε ἰ κα ὶ μ ὴ ἀριθμ ῷ ἑκάτερον γὰρ τῶν μορίων αἴσθησιν ἔχει κα ὶ κινεῖται κατ ὰ τόπον ἐπί τινα χρόνον. ε ἰ δ ὲ μ ὴ διατελοῦσιν, οὐθὲν ἄτοπον ὄργανα γὰρ οὐκ ἔχουσιν ὥστε σώζειν τὴν φύσιν. ἀλλ' οὐδὲν ἧττον ἐν ἑκατέρ ῳ τῶν μορίων ἅπαντ' ἐνυπάρχει τ ὰ μόρια τῆς ψυχῆς, κα ὶ ὁμοειδ ῆ ἐστιν ἀλλήλοις κα ὶ τ ῇ ὅλ ῃ, ἀλλήλοις μὲν ὡς ο ὐ χωριστ ὰ ὄντα, τ ῇ δ' ὅλ ῃ ψυχ ῇ ὡς ο ὐ διαιρετ ῇ οὔσ ῃ. ἔοικε δ ὲ κα ὶ ἡ ἐν τοῖς φυτοῖς ἀρχ ὴ ψυχή τις εἶναι μόνης γὰρ ταύτης κοινωνε ῖ κα ὶ ζῷα κα ὶ φυτά, κα ὶ αὕτη μὲν χωρίζεται τῆς αἰσθητικῆς ἀρχῆς, αἴσθησιν δ' οὐθὲν ἄνευ ταύτης ἔχει. Βιβλίο Β Κεφάλαιο 1 [412a] Τ ὰ μὲν δ ὴ ὑπ ὸ τῶν πρότερον παραδεδομένα περ ὶ ψυχῆς εἰρήσθω πάλιν δ' ὥσπερ ἐξ ὑπαρχῆς ἐπανίωμεν, πειρώμενοι διορίσαι τί ἐστι ψυχ ὴ κα ὶ τίς ἂν εἴη κοινότατος λόγος αὐτῆς. λέγομεν δ ὴ γένος ἕν τι τῶν ὄντων τὴν οὐσίαν, ταύτης δ ὲ τ ὸ μέν, ὡς ὕλην, ὃ καθ' αὑτ ὸ οὐκ ἔστι τόδε τι, ἕτερον δ ὲ μορφὴν κα ὶ εἶδος, καθ' ἣν ἤδη λέγεται τόδε τι, κα ὶ τρίτον τ ὸ ἐκ τούτων. ἔστι δ' ἡ μὲν ὕλη δύναμις, τ ὸ δ' εἶδος ἐντελέχεια, κα ὶ τοῦτο διχῶς, τ ὸ μὲν ὡς ἐπιστήμη, τ ὸ δ' ὡς τ ὸ θεωρεῖν. οὐσίαι δ ὲ μάλιστ' εἶναι δοκοῦσι τ ὰ σώματα, κα ὶ τούτων τ ὰ φυσικά ταῦτα γὰρ τῶν ἄλλων ἀρχαί. τῶν δ ὲ φυσικῶν τ ὰ μὲν ἔχει ζωήν, τ ὰ δ' οὐκ ἔχει ζωὴν δ ὲ λέγομεν τὴν δι' αὑτο ῦ τροφήν τε κα ὶ αὔξησιν κα ὶ φθίσιν. ὥστε πᾶν σῶμα φυσικὸν μετέχον ζωῆς οὐσία ἂν εἴη, οὐσία δ' οὕτως ὡς συνθέτη. ἐπε ὶ δ' ἐστ ὶ κα ὶ σῶμα κα ὶ τοιόνδε, ζωὴν γὰρ ἔχον, οὐκ ἂν εἴη σῶμα ἡ ψυχή ο ὐ γάρ ἐστι τῶν καθ' ὑποκειμένου τ ὸ σῶμα, μᾶλλον δ' ὡς ὑποκείμενον κα ὶ ὕλη. ἀναγκαῖον ἄρα τὴν ψυχὴν οὐσίαν εἶναι ὡς εἶδος σώματος φυσικο ῦ δυνάμει ζωὴν ἔχοντος. ἡ δ' οὐσία ἐντελέχεια τοιούτου ἄρα σώματος ἐντελέχεια. αὕτη δ ὲ λέγεται διχῶς, ἡ μὲν ὡς ἐπιστήμη, ἡ δ' ὡς τ ὸ θεωρεῖν.
φανερὸν οὖν ὅτι ὡς ἐπιστήμη ἐν γὰρ τ ῷ ὑπάρχειν τὴν ψυχὴν κα ὶ ὕπνος κα ὶ ἐγρήγορσίς ἐστιν, ἀνάλογον δ' ἡ μὲν ἐγρήγορσις τ ῷ θεωρεῖν, ὁ δ' ὕπνος τ ῷ ἔχειν κα ὶ μ ὴ ἐνεργεῖν προτέρα δ ὲ τ ῇ γενέσει ἐπ ὶ το ῦ αὐτο ῦ ἡ ἐπιστήμη. δι ὸ ἡ ψυχή ἐστιν ἐντελέχεια ἡ πρώτη σώματος φυσικο ῦ δυνάμει ζωὴν ἔχοντος. τοιοῦτον δ ὲ ὃ ἂν ᾖ ὀργανικόν. [412b] ( ὄργανα δ ὲ κα ὶ τ ὰ τῶν φυτῶν μέρη, ἀλλ ὰ παντελῶς ἁπλ ᾶ, οἷον τ ὸ φύλλον περικαρπίου σκέπασμα, τ ὸ δ ὲ περικάρπιον καρπο ῦ α ἱ δ ὲ ῥίζαι τ ῷ στόματι ἀνάλογον ἄμφω γὰρ ἕλκει τὴν τροφήν.) ε ἰ δή τι κοινὸν ἐπ ὶ πάσης ψυχῆς δε ῖ λέγειν, εἴη ἂν ἐντελέχεια ἡ πρώτη σώματος φυσικο ῦ ὀργανικο ῦ. δι ὸ κα ὶ ο ὐ δε ῖ ζητεῖν ε ἰ ἓν ἡ ψυχ ὴ κα ὶ τ ὸ σῶμα, ὥσπερ οὐδ ὲ τὸν κηρὸν κα ὶ τ ὸ σχῆμα, οὐδ' ὅλως τὴν ἑκάστου ὕλην κα ὶ τ ὸ ο ὗ ἡ ὕλη τ ὸ γὰρ ἓν κα ὶ τ ὸ εἶναι ἐπε ὶ πλεοναχῶς λέγεται, τ ὸ κυρίως ἡ ἐντελέχειά ἐστιν. καθόλου μὲν οὖν εἴρηται τί ἐστιν ἡ ψυχή οὐσία γὰρ ἡ κατ ὰ τὸν λόγον. τοῦτο δ ὲ τ ὸ τί ἦν εἶναι τ ῷ τοιῳδ ὶ σώματι, καθάπερ ε ἴ τι τῶν ὀργάνων φυσικὸν ἦν σῶμα, οἷον πέλεκυς ἦν μὲν γὰρ ἂν τ ὸ πελέκει εἶναι ἡ οὐσία αὐτο ῦ, κα ὶ ἡ ψυχ ὴ τοῦτο χωρισθείσης δ ὲ ταύτης οὐκ ἂν ἔτι πέλεκυς ἦν, ἀλλ' ἢ ὁμωνύμως, νῦν δ' ἔστι πέλεκυς. ο ὐ γὰρ τοιούτου σώματος τ ὸ τί ἦν εἶναι κα ὶ ὁ λόγος ἡ ψυχή, ἀλλ ὰ φυσικο ῦ τοιουδί, ἔχοντος ἀρχὴν κινήσεως κα ὶ στάσεως ἐν ἑαυτ ῷ. θεωρεῖν δ ὲ κα ὶ ἐπ ὶ τῶν μερῶν δε ῖ τ ὸ λεχθέν. ε ἰ γὰρ ἦν ὁ ὀφθαλμὸς ζῷον, ψυχ ὴ ἂν ἦν αὐτο ῦ ἡ ὄψις αὕτη γὰρ οὐσία ὀφθαλμο ῦ ἡ κατ ὰ τὸν λόγον ( ὁ δ' ὀφθαλμὸς ὕλη ὄψεως), ἧς ἀπολειπούσης οὐκέτ' ὀφθαλμός, πλὴν ὁμωνύμως, καθάπερ ὁ λίθινος κα ὶ ὁ γεγραμμένος. δε ῖ δ ὴ λαβεῖν τ ὸ ἐπ ὶ μέρους ἐφ' ὅλου το ῦ ζῶντος σώματος ἀνάλογον γὰρ ἔχει ὡς τ ὸ μέρος πρὸς τ ὸ μέρος, οὕτως ἡ ὅλη αἴσθησις πρὸς τ ὸ ὅλον σῶμα τ ὸ αἰσθητικόν, ᾗ τοιοῦτον. [413a] ἔστι δ ὲ ο ὐ τ ὸ ἀποβεβληκὸς τὴν ψυχὴν τ ὸ δυνάμει ὂν ὥστε ζῆν, ἀλλ ὰ τ ὸ ἔχον τ ὸ δ ὲ σπέρμα καὶ ὁ καρπὸς τ ὸ δυνάμει τοιονδ ὶ σῶμα. ὡς μὲν οὖν ἡ τμῆσις κα ὶ ἡ ὅρασις, οὕτω κα ὶ ἡ ἐγρήγορσις ἐντελέχεια, ὡς δ' ἡ ὄψις κα ὶ ἡ δύναμις το ῦ ὀργάνου, ἡ ψυχή τ ὸ δ ὲ σῶμα τ ὸ δυνάμει ὄν ἀλλ' ὥσπερ ὀφθαλμὸς ἡ κόρη κα ὶ ἡ ὄψις, κἀκε ῖ ἡ ψυχ ὴ κα ὶ τ ὸ σῶμα ζῷον. ὅτι μὲν οὖν οὐκ ἔστιν ἡ ψυχ ὴ χωριστ ὴ το ῦ σώματος, ἢ μέρη τιν ὰ αὐτῆς, ε ἰ μεριστ ὴ πέφυκεν, οὐκ ἄδηλον ἐνίων γὰρ ἡ ἐντελέχεια τῶν μερῶν ἐστὶν αὐτῶν. ο ὐ μὴν ἀλλ' ἔνιά γε οὐθὲν κωλύει, δι ὰ τ ὸ μηθενὸς εἶναι σώματος ἐντελεχείας. ἔτι δ ὲ ἄδηλον ε ἰ οὕτως ἐντελέχεια το ῦ σώματος ἡ ψυχ ὴ [ ἢ] ὥσπερ πλωτὴρ πλοίου. τύπ μ ν ο ν ταύτ διωρίσθω κα πογεγράφθω περ ψυχ ς. ῳ ὲ ὖ ῃ ὶ ὑ ὶ ῆ Κεφάλαιο 2
Ἐπε ὶ δ' ἐκ τῶν ἀσαφῶν μὲν φανερωτέρων δ ὲ γίνεται τ ὸ σαφὲς κα ὶ κατ ὰ τὸν λόγον γνωριμώτερον, πειρατέον πάλιν οὕτω γ' ἐπελθεῖν περ ὶ αὐτῆς ο ὐ γὰρ μόνον τ ὸ ὅτι δε ῖ τὸν ὁριστικὸν λόγον δηλοῦν, ὥσπερ ο ἱ πλεῖστοι τῶν ὅρων λέγουσιν, ἀλλ ὰ κα ὶ τὴν αἰτίαν ἐνυπάρχειν κα ὶ ἐμφαίνεσθαι. νῦν δ' ὥσπερ συμπεράσμαθ' ο ἱ λόγοι τῶν ὅρων εἰσίν οἷον τί ἐστιν ὁ τετραγωνισμός; τ ὸ ἴσον ἑτερομήκει ὀρθογώνιον εἶναι ἰσόπλευρον. ὁ δ ὲ τοιοῦτος ὅρος λόγος το ῦ συμπεράσματος ὁ δ ὲ λέγων ὅτι ἐστὶν ὁ τετραγωνισμὸς μέσης εὕρεσις το ῦ πράγματος λέγει τ ὸ αἴτιον. λέγομεν οὖν, ἀρχὴν λαβόντες τῆς σκέψεως, διωρίσθαι τ ὸ ἔμψυχον το ῦ ἀψύχου τ ῷ ζῆν. πλεοναχῶς δ ὲ το ῦ ζῆν λεγομένου, κἂν ἕν τι τούτων ἐνυπάρχ ῃ μόνον, ζῆν αὐτό φαμεν, οἷον νοῦς, αἴσθησις, κίνησις κα ὶ στάσις ἡ κατ ὰ τόπον, ἔτι κίνησις ἡ κατ ὰ τροφὴν κα ὶ φθίσις τε κα ὶ αὔξησις. δι ὸ κα ὶ τ ὰ φυόμενα πάντα δοκε ῖ ζῆν φαίνεται γὰρ ἐν αὑτοῖς ἔχοντα δύναμιν κα ὶ ἀρχὴν τοιαύτην, δι' ἧς αὔξησίν τε κα ὶ φθίσιν λαμβάνουσι κατ ὰ τοὺς ἐναντίους τόπους ο ὐ γὰρ ἄνω μὲν αὔξεται, κάτω δ' ο ὔ, ἀλλ' ὁμοίως ἐπ' ἄμφω κα ὶ πάντ ῃ, ὅσα ἀε ὶ τρέφεταί τε κα ὶ ζ ῇ δι ὰ τέλους, ἕως ἂν δύνηται λαμβάνειν τροφήν. χωρίζεσθαι δ ὲ τοῦτο μὲν τῶν ἄλλων δυνατόν, τ ὰ δ' ἄλλα τούτου ἀδύνατον ἐν τοῖς θνητοῖς. φανερὸν δ' ἐπ ὶ τῶν φυομένων οὐδεμία γὰρ αὐτοῖς ὑπάρχει δύναμις ἄλλη ψυχῆς. [413b] τ ὸ μὲν οὖν ζῆν δι ὰ τὴν ἀρχὴν ταύτην ὑπάρχει τοῖς ζῶσι, τ ὸ δ ὲ ζῷον δι ὰ τὴν αἴσθησιν πρώτως κα ὶ γὰρ τ ὰ μ ὴ κινούμενα μηδ' ἀλλάττοντα τόπον, ἔχοντα δ' αἴσθησιν, ζῷα λέγομεν κα ὶ ο ὐ ζῆν μόνον. αἰσθήσεως δ ὲ πρῶτον ὑπάρχει πᾶσιν ἁφή ὥσπερ δ ὲ τ ὸ θρεπτικὸν δύναται χωρίζεσθαι τῆς ἁφῆς κα ὶ πάσης αἰσθήσεως, οὕτως ἡ ἁφ ὴ τῶν ἄλλων αἰσθήσεων (θρεπτικὸν δ ὲ λέγομεν τ ὸ τοιοῦτον μόριον τῆς ψυχῆς ο ὗ κα ὶ τ ὰ φυόμενα μετέχει), τ ὰ δ ὲ ζῷα πάντα φαίνεται τὴν ἁπτικὴν αἴσθησιν ἔχοντα δι' ἣν δ' αἰτίαν ἑκάτερον τούτων συμβέβηκεν, ὕστερον ἐροῦμεν. νῦν δ' ἐπ ὶ τοσοῦτον εἰρήσθω μόνον, ὅτι ἐστὶν ἡ ψυχ ὴ τῶν εἰρημένων τούτων ἀρχ ὴ κα ὶ τούτοις ὥρισται, θρεπτικ ῷ, αἰσθητικ ῷ, διανοητικ ῷ, κινήσει. πότερον δ ὲ τούτων ἕκαστόν ἐστι ψυχ ὴ ἢ μόριον ψυχῆς, κα ὶ ε ἰ μόριον, πότερον οὕτως ὥστ' εἶναι χωριστὸν λόγ ῳ μόνον ἢ κα ὶ τόπ ῳ, περ ὶ μὲν τινῶν τούτων ο ὐ χαλεπὸν ἰδεῖν, ἔνια δ ὲ ἀπορίαν ἔχει. ὥσπερ γὰρ ἐπ ὶ τῶν φυτῶν ἔνια διαιρούμενα φαίνεται ζῶντα κα ὶ χωριζόμενα ἀπ' ἀλλήλων, ὡς οὔσης τῆς ἐν αὐτοῖς ψυχῆς ἐντελεχεί ᾳ μὲν μιᾶς ἐν ἑκάστ ῳ φυτ ῷ, δυνάμει δ ὲ πλειόνων, οὕτως ὁρῶμεν κα ὶ περ ὶ ἑτέρας διαφορὰς τῆς ψυχῆς συμβαῖνον ἐπ ὶ τῶν ἐντόμων ἐν τοῖς διατεμνομένοις κα ὶ γὰρ αἴσθησιν ἑκάτερον τῶν μερῶν ἔχει κα ὶ κίνησιν τὴν κατ ὰ τόπον, ε ἰ δ' αἴσθησιν, κα ὶ φαντασίαν κα ὶ ὄρεξιν ὅπου μὲν γὰρ αἴσθησις, κα ὶ λύπη τε κα ὶ ἡδονή, ὅπου δ ὲ ταῦτα, ἐξ ἀνάγκης κα ὶ ἐπιθυμία. περ ὶ δ ὲ το ῦ νο ῦ κα ὶ τῆς θεωρητικῆς δυνάμεως οὐδέν πω φανερόν, ἀλλ' ἔοικε ψυχῆς γένος ἕτερον εἶναι, κα ὶ τοῦτο μόνον ἐνδέχεσθαι χωρίζεσθαι, καθάπερ τ ὸ ἀΐδιον το ῦ φθαρτο ῦ.
τ ὰ δ ὲ λοιπ ὰ μόρια τῆς ψυχῆς φανερὸν ἐκ τούτων ὅτι οὐκ ἔστι χωριστά, καθάπερ τινές φασιν τ ῷ δ ὲ λόγ ῳ ὅτι ἕτερα, φανερόν αἰσθητικ ῷ γὰρ εἶναι κα ὶ δοξαστικ ῷ ἕτερον, εἴπερ κα ὶ τ ὸ αἰσθάνεσθαι το ῦ δοξάζειν, ὁμοίως δ ὲ κα ὶ τῶν ἄλλων ἕκαστον τῶν εἰρημένων. [414a] ἔτι δ' ἐνίοις μὲν τῶν ζῴων ἅπανθ' ὑπάρχει ταῦτα, τισ ὶ δ ὲ τιν ὰ τούτων, ἑτέροις δ ὲ ἓν μόνον (τοῦτο δ ὲ ποιε ῖ διαφορὰν τῶν ζῴων) δι ὰ τίνα δ' αἰτίαν, ὕστερον ἐπισκεπτέον. παραπλήσιον δ ὲ κα ὶ περ ὶ τὰς αἰσθήσεις συμβέβηκεν τ ὰ μὲν γὰρ ἔχει πάσας, τ ὰ δ ὲ τινάς, τ ὰ δ ὲ μίαν τὴν ἀναγκαιοτάτην, ἁφήν. ἐπε ὶ δ ὲ ᾧ ζῶμεν κα ὶ αἰσθανόμεθα διχῶς λέγεται, καθάπερ ᾧ ἐπιστάμεθα (λέγομεν δ ὲ τ ὸ μὲν ἐπιστήμην τ ὸ δ ὲ ψυχήν, ἑκατέρ ῳ γὰρ τούτων φαμὲν ἐπίστασθαι), ὁμοίως δ ὲ κα ὶ [ ᾧ] ὑγιαίνομεν τ ὸ μὲν ὑγιεί ᾳ τ ὸ δ ὲ μορί ῳ τιν ὶ το ῦ σώματος ἢ κα ὶ ὅλ ῳ, τούτων δ' ἡ μὲν ἐπιστήμη τε κα ὶ ὑγίεια μορφ ὴ κα ὶ εἶδός τι κα ὶ λόγος κα ὶ οἷον ἐνέργεια το ῦ δεκτικο ῦ, ἡ μὲν το ῦ ἐπιστημονικο ῦ, ἡ δ ὲ το ῦ ὑγιαστο ῦ (δοκε ῖ γὰρ ἐν τ ῷ πάσχοντι κα ὶ διατιθεμέν ῳ ἡ τῶν ποιητικῶν ὑπάρχειν ἐνέργεια), ἡ ψυχ ὴ δ ὲ τοῦτο ᾧ ζῶμεν κα ὶ αἰσθανόμεθα κα ὶ διανοούμεθα πρώτως-ὥστε λόγος τις ἂν εἴη κα ὶ εἶδος, ἀλλ' οὐχ ὕλη κα ὶ τ ὸ ὑποκείμενον. τριχῶς γὰρ λεγομένης τῆς οὐσίας, καθάπερ εἴπομεν, ὧν τ ὸ μὲν εἶδος, τ ὸ δ ὲ ὕλη, τ ὸ δ ὲ ἐξ ἀμφοῖν, τούτων δ' ἡ μὲν ὕλη δύναμις, τ ὸ δ ὲ εἶδος ἐντελέχεια, ἐπε ὶ τ ὸ ἐξ ἀμφοῖν ἔμψυχον, ο ὐ τὸ σῶμά ἐστιν ἐντελέχεια ψυχῆς, ἀλλ' αὕτη σώματός τινος. κα ὶ δι ὰ τοῦτο καλῶς ὑπολαμβάνουσιν οἷς δοκε ῖ μήτ' ἄνευ σώματος εἶναι μήτε σῶμά τι ἡ ψυχή σῶμα μὲν γὰρ οὐκ ἔστι, σώματος δέ τι, κα ὶ δι ὰ τοῦτο ἐν σώματι ὑπάρχει, κα ὶ ἐν σώματι τοιούτ ῳ, κα ὶ οὐχ ὥσπερ ο ἱ πρότερον εἰς σῶμα ἐνήρμοζον αὐτήν, οὐθὲν προσδιορίζοντες ἐν τίνι κα ὶ ποί ῳ, καίπερ οὐδ ὲ φαινομένου το ῦ τυχόντος δέχεσθαι τ ὸ τυχόν. οὕτω δ ὲ γίνεται κα ὶ κατ ὰ λόγον ἑκάστου γὰρ ἡ ἐντελέχεια ἐν τ ῷ δυνάμει ὑπάρχοντι κα ὶ τ ῇ οἰκεί ᾳ ὕλ ῃ πέφυκεν ἐγγίνεσθαι. ὅτι μὲν οὖν ἐντελέχειά τίς ἐστι κα ὶ λόγος το ῦ δύναμιν ἔχοντος εἶναι τοιούτου, φανερὸν ἐκ τούτων. Κεφάλαιο 3 Τῶν δ ὲ δυνάμεων τῆς ψυχῆς α ἱ λεχθεῖσαι τοῖς μὲν ὑπάρχουσι πᾶσαι, καθάπερ εἴπομεν, τοῖς δ ὲ τινὲς αὐτῶν, ἐνίοις δ ὲ μία μόνη. δυνάμεις δ' εἴπομεν θρεπτικόν, αἰσθητικόν, ὀρεκτικόν, κινητικὸν κατ ὰ τόπον, διανοητικόν. [414b] ὑπάρχει δ ὲ τοῖς μὲν φυτοῖς τ ὸ θρεπτικὸν μόνον, ἑτέροις δ ὲ τοῦτό τε κα ὶ τ ὸ αἰσθητικόν. ε ἰ δ ὲ τ ὸ αἰσθητικόν, κα ὶ τ ὸ ὀρεκτικόν ὄρεξις μὲν γὰρ ἐπιθυμία κα ὶ θυμὸς κα ὶ βούλησις, τ ὰ δ ὲ ζῷα πάντ' ἔχουσι μίαν γε τῶν αἰσθήσεων, τὴν ἁφήν ᾧ δ' αἴσθησις ὑπάρχει, τούτ ῳ ἡδονή τε κα ὶ λύπη κα ὶ τ ὸ ἡδύ τε κα ὶ λυπηρόν, οἷς δ ὲ ταῦτα, κα ὶ ἐπιθυμία το ῦ γὰρ ἡδέος ὄρεξις αὕτη. ἔτι δ ὲ τῆς τροφῆς αἴσθησιν ἔχουσιν ἡ γὰρ ἁφ ὴ τῆς τροφῆς αἴσθησις ξηροῖς γὰρ κα ὶ ὑγροῖς καὶ θερμοῖς κα ὶ ψυχροῖς τρέφεται τ ὰ ζῶντα πάντα, τούτων δ' αἴσθησις ἁφή, τῶν δ' ἄλλων αἰσθητῶν κατ ὰ συμβεβηκός.
οὐθὲν γὰρ εἰς τροφὴν συμβάλλεται ψόφος οὐδ ὲ χρῶμα οὐδ ὲ ὀσμή, ὁ δ ὲ χυμὸς ἕν τι τῶν ἁπτῶν ἐστιν. πεῖνα δ ὲ κα ὶ δίψα ἐπιθυμία, κα ὶ ἡ μὲν πεῖνα ξηρο ῦ κα ὶ θερμο ῦ, ἡ δ ὲ δίψα ὑγρο ῦ κα ὶ ψυχρο ῦ ὁ δ ὲ χυμὸς οἷον ἥδυσμά τι τούτων ἐστίν. διασαφητέον δ ὲ περ ὶ αὐτῶν ὕστερον, νῦν δ' ἐπ ὶ τοσοῦτον εἰρήσθω, ὅτι τῶν ζώντων τοῖς ἔχουσιν ἁφὴν κα ὶ ὄρεξις ὑπάρχει. περ ὶ δ ὲ φαντασίας ἄδηλον, ὕστερον δ' ἐπισκεπτέον. ἐνίοις δ ὲ πρὸς τούτοις ὑπάρχει κα ὶ τ ὸ κατ ὰ τόπον κινητικόν, ἑτέροις δ ὲ κα ὶ τ ὸ διανοητικόν τε κα ὶ νοῦς, οἷον ἀνθρώποις κα ὶ ε ἴ τι τοιοῦτον ἕτερον ἔστιν ἢ τιμιώτερον. δῆλον οὖν ὅτι τὸν αὐτὸν τρόπον εἷς ἂν εἴη λόγος ψυχῆς τε κα ὶ σχήματος οὔτε γὰρ ἐκε ῖ σχῆμα παρ ὰ τ ὸ τρίγωνον ἔστι κα ὶ τ ὰ ἐφεξῆς, οὔτ' ἐνταῦθα ψυχ ὴ παρ ὰ τὰς εἰρημένας. γένοιτο δ' ἂν κα ὶ ἐπ ὶ τῶν σχημάτων λόγος κοινός, ὃς ἐφαρμόσει μὲν πᾶσιν, ἴδιος δ' οὐδενὸς ἔσται σχήματος. ὁμοίως δ ὲ κα ὶ ἐπ ὶ ταῖς εἰρημέναις ψυχαῖς. δι ὸ γελοῖον ζητεῖν τὸν κοινὸν λόγον κα ὶ ἐπ ὶ τούτων κα ὶ ἐφ' ἑτέρων, ὃς οὐδενὸς ἔσται τῶν ὄντων ἴδιος λόγος, οὐδ ὲ κατ ὰ τ ὸ οἰκεῖον κα ὶ ἄτομον εἶδος, ἀφέντας τὸν τοιοῦτον. (παραπλησίως δ' ἔχει τ ῷ περ ὶ τῶν σχημάτων κα ὶ τ ὰ κατ ὰ ψυχήν ἀε ὶ γὰρ ἐν τ ῷ ἐφεξῆς ὑπάρχει δυνάμει τ ὸ πρότερον ἐπί τε τῶν σχημάτων κα ὶ ἐπ ὶ τῶν ἐμψύχων, οἷον ἐν τετραγών ῳ μὲν τρίγωνον, ἐν αἰσθητικ ῷ δ ὲ τ ὸ θρεπτικόν.) ὥστε καθ' ἕκαστον ζητητέον, τίς ἑκάστου ψυχή, οἷον τίς φυτο ῦ κα ὶ τίς ἀνθρώπου ἢ θηρίου. [415a] δι ὰ τίνα δ' αἰτίαν τ ῷ ἐφεξῆς οὕτως ἔχουσι, σκεπτέον. ἄνευ μὲν γὰρ το ῦ θρεπτικο ῦ τ ὸ αἰσθητικὸν οὐκ ἔστιν το ῦ δ' αἰσθητικο ῦ χωρίζεται τ ὸ θρεπτικὸν ἐν τοῖς φυτοῖς. πάλιν δ' ἄνευ μὲν το ῦ ἁπτικο ῦ τῶν ἄλλων αἰσθήσεων οὐδεμία ὑπάρχει, ἁφ ὴ δ' ἄνευ τῶν ἄλλων ὑπάρχει πολλ ὰ γὰρ τῶν ζῴων οὔτ' ὄψιν οὔτ' ἀκοὴν ἔχουσιν οὔτ' ὀσμῆς αἴσθησιν. κα ὶ τῶν αἰσθητικῶν δ ὲ τ ὰ μὲν ἔχει τ ὸ κατ ὰ τόπον κινητικόν, τ ὰ δ' οὐκ ἔχει τελευταῖον δ ὲ κα ὶ ἐλάχιστα λογισμὸν κα ὶ διάνοιαν οἷς μὲν γὰρ ὑπάρχει λογισμὸς τῶν φθαρτῶν, τούτοις κα ὶ τ ὰ λοιπ ὰ πάντα, οἷς δ' ἐκείνων ἕκαστον, ο ὐ πᾶσι λογισμός, ἀλλ ὰ τοῖς μὲν οὐδ ὲ φαντασία, τ ὰ δ ὲ ταύτ ῃ μόν ῃ ζῶσιν. περ ὶ δ ὲ το ῦ θεωρητικο ῦ νο ῦ ἕτερος λόγος. ὅτι μὲν οὖν ὁ περ ὶ τούτων ἑκάστου λόγος, οὗτος οἰκειότατος κα ὶ περ ὶ ψυχῆς, δῆλον. Κεφάλαιο 4 Ἀναγκαῖον δ ὲ τὸν μέλλοντα περ ὶ τούτων σκέψιν ποιεῖσθαι λαβεῖν ἕκαστον αὐτῶν τί ἐστιν, εἶθ' οὕτως περ ὶ τῶν ἐχομένων κα ὶ περ ὶ τῶν ἄλλων ἐπιζητεῖν.
ε ἰ δ ὲ χρ ὴ λέγειν τί ἕκαστον αὐτῶν, οἷον τί τ ὸ νοητικὸν ἢ τ ὸ αἰσθητικὸν ἢ τ ὸ θρεπτικόν, πρότερον ἔτι λεκτέον τί τ ὸ νοεῖν κα ὶ τί τ ὸ αἰσθάνεσθαι πρότεραι γάρ εἰσι τῶν δυνάμεων α ἱ ἐνέργειαι κα ὶ α ἱ πράξεις κατ ὰ τὸν λόγον. ε ἰ δ' οὕτως, τούτων δ' ἔτι πρότερα τ ὰ ἀντικείμενα δε ῖ τεθεωρηκέναι, περ ὶ ἐκείνων πρῶτον ἂν δέοι διορίσαι δι ὰ τὴν αὐτὴν αἰτίαν, οἷον περ ὶ τροφῆς κα ὶ αἰσθητο ῦ κα ὶ νοητο ῦ. ὥστε πρῶτον περ ὶ τροφῆς κα ὶ γεννήσεως λεκτέον ἡ γὰρ θρεπτικ ὴ ψυχ ὴ κα ὶ τοῖς ἄλλοις ὑπάρχει, κα ὶ πρώτη κα ὶ κοινοτάτη δύναμίς ἐστι ψυχῆς, καθ' ἣν ὑπάρχει τ ὸ ζῆν ἅπασιν. ἧς ἐστὶν ἔργα γεννῆσαι κα ὶ τροφ ῇ χρῆσθαι φυσικώτατον γὰρ τῶν ἔργων τοῖς ζῶσιν, ὅσα τέλεια κα ὶ μ ὴ πηρώματα ἢ τὴν γένεσιν αὐτομάτην ἔχει, τ ὸ ποιῆσαι ἕτερον οἷον αὐτό, ζῷον μὲν ζῷον, φυτὸν δ ὲ φυτόν, ἵνα το ῦ ἀε ὶ κα ὶ το ῦ θείου μετέχωσιν ᾗ [415b] δύνανται πάντα γὰρ ἐκείνου ὀρέγεται, κα ὶ ἐκείνου ἕνεκα πράττει ὅσα πράττει κατ ὰ φύσιν (τ ὸ δ' ο ὗ ἕνεκα διττόν, τ ὸ μὲν ο ὗ, τ ὸ δ ὲ ᾧ). ἐπε ὶ οὖν κοινωνεῖν ἀδυνατε ῖ το ῦ ἀε ὶ κα ὶ το ῦ θείου τ ῇ συνεχεί ᾳ, δι ὰ τ ὸ μηδὲν ἐνδέχεσθαι τῶν φθαρτῶν ταὐτ ὸ κα ὶ ἓν ἀριθμ ῷ διαμένειν, ᾗ δύναται μετέχειν ἕκαστον, κοινωνε ῖ ταύτ ῃ, τ ὸ μὲν μᾶλλον τ ὸ δ' ἧττον, κα ὶ διαμένει οὐκ αὐτ ὸ ἀλλ' οἷον αὐτό, ἀριθμ ῷ μὲν οὐχ ἕν, εἴδει δ' ἕν. ἔστι δ ὲ ἡ ψυχ ὴ το ῦ ζῶντος σώματος αἰτία κα ὶ ἀρχή. ταῦτα δ ὲ πολλαχῶς λέγεται, ὁμοίως δ' ἡ ψυχ ὴ κατ ὰ τοὺς διωρισμένους τρόπους τρεῖς αἰτία κα ὶ γὰρ ὅθεν ἡ κίνησις κα ὶ ο ὗ ἕνεκα κα ὶ ὡς ἡ οὐσία τῶν ἐμψύχων σωμάτων ἡ ψυχ ὴ αἰτία. ὅτι μὲν οὖν ὡς οὐσία, δῆλον τ ὸ γὰρ αἴτιον το ῦ εἶναι πᾶσιν ἡ οὐσία, τ ὸ δ ὲ ζῆν τοῖς ζῶσι τ ὸ εἶναί ἐστιν, αἰτία δ ὲ κα ὶ ἀρχ ὴ τούτου ἡ ψυχή. ἔτι το ῦ δυνάμει ὄντος λόγος ἡ ἐντελέχεια. φανερὸν δ' ὡς κα ὶ ο ὗ ἕνεκεν ἡ ψυχ ὴ αἰτία ὥσπερ γὰρ ὁ νοῦς ἕνεκά του ποιε ῖ, τὸν αὐτὸν τρόπον κα ὶ ἡ φύσις, κα ὶ τοῦτ' ἔστιν αὐτῆς τέλος. τοιοῦτον δ' ἐν τοῖς ζῴοις ἡ ψυχ ὴ κατ ὰ φύσιν πάντα γὰρ τ ὰ φυσικ ὰ σώματα τῆς ψυχῆς ὄργανα, καθάπερ τ ὰ τῶν ζῴων, οὕτω κα ὶ τ ὰ τῶν φυτῶν, ὡς ἕνεκα τῆς ψυχῆς ὄντα διττῶς δ ὲ τ ὸ ο ὗ ἕνεκα, τό τε ο ὗ κα ὶ τ ὸ ᾧ. ἀλλ ὰ μὴν κα ὶ ὅθεν πρῶτον ἡ κατ ὰ τόπον κίνησις, ψυχή ο ὐ πᾶσι δ' ὑπάρχει τοῖς ζῶσιν ἡ δύναμις αὕτη. ἔστι δ ὲ κα ὶ ἀλλοίωσις κα ὶ αὔξησις κατ ὰ ψυχήν ἡ μὲν γὰρ αἴσθησις ἀλλοίωσίς τις εἶναι δοκε ῖ, αἰσθάνεται δ' οὐθὲν ὃ μ ὴ μετέχει ψυχῆς, ὁμοίως δ ὲ κα ὶ περ ὶ αὐξήσεώς τε κα ὶ φθίσεως ἔχει οὐδὲν γὰρ φθίνει οὐδ' αὔξεται φυσικῶς μ ὴ τρεφόμενον, τρέφεται δ' οὐθὲν ὃ μ ὴ κοινωνε ῖ ζωῆς. Ἐμπεδοκλῆς δ' ο ὐ καλῶς εἴρηκε τοῦτο προστιθείς, τὴν αὔξησιν συμβαίνειν τοῖς φυτοῖς κάτω μὲν συρριζουμένοις δι ὰ τ ὸ τὴν γῆν οὕτω φέρεσθαι κατ ὰ φύσιν, ἄνω δ ὲ δι ὰ τ ὸ [τ ὸ] πῦρ ὡσαύτως. οὔτε γὰρ τ ὸ ἄνω κα ὶ κάτω καλῶς λαμβάνει (ο ὐ γὰρ ταὐτ ὸ πᾶσι τ ὸ ἄνω κα ὶ κάτω κα ὶ τ ῷ παντί, ἀλλ' ὡς ἡ κεφαλ ὴ τῶν ζῴων, οὕτως α ἱ ῥίζαι τῶν φυτῶν, ε ἰ χρ ὴ τ ὰ ὄργανα λέγειν ἕτερα κα ὶ ταὐτ ὰ τοῖς ἔργοις) πρὸς δ ὲ τούτοις τί τ ὸ συνέχον εἰς τἀναντία φερόμενα τ ὸ πῦρ κα ὶ τὴν γῆν;