20 ΙΟΥΛΙΟΥ 2013 Tοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου.

Σχετικά έγγραφα
Τῌ Κ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ τοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος δ' ὁ α χορὸς Ἀμήν. ὁ β χορὸς τίχ, α'.

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Τῌ Κ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Ο ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

20 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ. Ἠλιοὺ προφήτου τοῦ Θεσβίτου. Ηχος πλ. α, ἑωθινὸν ϛ.

1 ΙΟΥΛΙΟΥ 2015 ΤΕΤΑΡΤΗ +Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ τελειωθέντων. ( 284).

13 ΝΟΕΜΒΡΙΟΥ 2015 Ιωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ( 407)

20 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

1 ΑΠΡΙΛΙΟΥ 2017 άββατομ τοῦ Ἀκαθίστου Ὕμμου.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

12 ΔΕΚΕΜΒΡΙΟΥ Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

8 ΝΟΕΜΒΡΙΟΥ 2012 Πέμπτη. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ χωρὶς Ἱερέα

12 ΔΕΚΕΜΒΡΙΟΥ 2012 Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333).

18 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας.

Τῌ Κ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου.

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΗ ΜΕΣΟΓΑΙΑΣ ΚΑΙ ΛΑΥΡΕΩΤΙΚΗΣ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ ΜΑΡΚΟΠΟΥΛΟΥ ΜΕΣΟΓΑΙΑΣ

5 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν άββα τοῦ Ἡγιασμένου

18 ΙΑΝΟΥΑΡΙΟΥ 2013 Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας.

17 ΙΑΝΟΥΑΡΙΟΥ Αντωνίου ὁσίου τοῦ μεγάλου ( 356). Αντωνίου ὁσίου τοῦ ἐν τῇ σκήτῃ τῆς Βεροίας, Γεωργίου νεομάρτυρος τοῦ ἐν Ιωαννίνοις ( 1838).

20 ΙΑΝΟΥΑΡΙΟΥ 2018 ΣΑΒΒΑΤΟΝ +Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

25 ΙΟΥΛΙΟΥ Μνήμη τῆσ Κοιμήςεωσ τῆσ Ἁγίασ Ἄννησ, μητρὸσ τῆσ Ὑπεραγίασ Θεοτόκου.

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

24 ΙΟΥΝΙΟΥ 2015 ΤΕΤΑΡΤΗ. +Τὸ Γενέσιον τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου,

10 ΥΕΒΡΟΤΑΡΙΟΤ 2012 Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Φαραλάμπους.

2 ΟΚΣΩΒΡΙΟΤ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυπριανοῦ, καὶ Ἰουστίνης τῆς Παρθένου.

12 ΙΟΥΛΙΟΥ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

σξῦ ἐμ Ιψαμμίμξιρ ( 1838).

18 ΟΚΤΩΒΡΙΟΥ 2017 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς ὁ β χορὸς τίχ,.

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (7/8/15)

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

18 ΟΚΤΩΒΡΙΟΥ 2012 Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ..

13 ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννοσ, Ἀρτιεπισκόποσ Κωνσταντινοσπόλεως, τοῦ Χρσσοστόμοσ.

24 ΦΕΒΡΟΥΑΡΙΟΥ 2012 Παρασκευὴ τῆς τυρινῆς. Ιωάμμου προφήτου, προδρόμου καὶ βαπτιστοῦ ἐπὶ τῇ μμείᾳ τῆς α καὶ β εὑρέσεως τῆς τιμίας κεφαλῆς αὐτοῦ (452).

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

12 ΔΕΚΕΜΒΡΙΟΥ 2011 Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Σπυρίδωνος, Επισκόπου Τριμυθοῦντος τοῦ Θαυματουργοῦ.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

ὁ β χορὸς Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ὁ α χορὸς Στίχ, β'.

Κ Α Ν Ω Ν Π Α Ρ Α Κ Λ Η Τ Ι Κ Ο Σ Ε Ι Σ Τ Ο Ν Α Γ Ι Ο Ν Ι Ε Ρ Ο Μ Α Ρ Τ Υ Ρ Α Σ Ε Ρ Α Φ Ε Ι Μ

31 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ. ΜΑΤΘΑΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Εὐδοκίμου, καὶ Προεόρτια τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ.

1 ΙΟΥΛΙΟΥ Μμήμη τῶμ Ἁγίωμ καὶ θαυματουργῶμ Ἀμαργύρωμ, Κοσμᾶ καὶ Δαμιαμοῦ, τῶμ ἐμ Ῥώμῃ τελειωθέμτωμ

18 ΙΑΝΟΥΑΡΙΟΥ 2012 Αθαμαςίξτ ( 373) καὶ Κτπίλλξτ ( 444) οασπιαπφῶμ Αλεναμδπείαρ.

4 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ B ΛΟΥΚΑ Ιεροθέου ἀρεοπαγίτου, πρώτου ἐπισκόπου Αθηνῶν (α αἰ.).

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

25 ΜΑΡΤΙΟΥ 2013 Δευτέρα. Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ. ( Εθμικὴ ἑορτὴ ἐπὶ τῇ ἐπετείῳ τῆς ἑλλημικῆς ἐπαμαστάσεως τοῦ 1821).

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

2 ΙΟΥΛΙΟΥ 2014 Μνήμη τῆς ἐν Βλαχέρναις Καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς Ὑπεραγίας Θεοτόκου.

23 ΣΕΠΤΕΜΒΡΙΟΥ 2014 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

24 ΑΥΓΟΥΣΤΟΥ ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ

18 ΙΑΝΟΥΑΡΙΟΥ Μμήμη τῶμ ἐμ ἁγίξις Πατέρωμ ἡμῶμ Ἀθαμασίξυ καὶ Κυρίλλξυ, Πατριαρχῶμ Ἀλεναμδρείας.

28 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος.

Ὅτι σὸν τὸ κράτος. Ἦχος πλ. β

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ.

30 ΝΟΕΜΒΡΙΟΥ Ανδρέου ἀποστόλου τοῦ Πρωτοκλήτου ( 62), πολιούχου Πατρῶν. Φρουμεντίου ἐπισκόπου Ινδίας (Αἰθιοπίας) ( 380), Αλεξάνδρου Μηθύμνης

3 ΝΟΕΜΒΡΙΟΥ 2012 Σάββατον.

8 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΛΟΥΚΑ. Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Πελαγίας. Ἑωθινὸν Ζ Ἦχος α ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

8 ΝΟΕΜΒΡΙΟΥ Ἡ Σύμανιρ σῶμ Ἀπχιςσπασήγωμ Μιχαὴλ καὶ Γαβπιήλ, καί σῶμ λξιοῶμ ἁγίωμ ἀςωμάσωμ καὶ ξὐπαμίωμ Ταγμάσωμ.

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

+Κυριακῇ ΣΤ ἑβδομάδος Ματθαίου

7 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ +ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ

ΤΗ ΚϚ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη Μεγαλομ. Δημητρίου.

3 ΑΥΓΟΥΣΤΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ. Ἰσαακίου, Δαλμάτου καὶ Φαύστου ὁσίων. Ηχος βαρύς ἑωθινὸν η.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

14 ΑΥΓΟΥΣΤΟΥ Προεόρτια τῆς κοιμήσεως τῆς ὑπεραγίας Θεοτόκου, Μιχαίου τοῦ προφήτου (η π.χ. αἰ.). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

7 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (06/08/12) Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

+ΚΥΡΙΑΚΗ ΙΓ ΜΑΤΘΑΙΟΥ +Μμήμη τῶμ Ἁγίωμ Μαρτύρωμ Ἀδριαμοῦ καὶ Ναταλίας.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 6 (ΜΕ ΘΕΟΣ ΚΥΡΙΟΣ)

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

ὁ β χορός Δόξα Πατρί...Καὶ νῦν... Λαοὶ προσκιρτήσατε, χεῖρας κροτοῦντες πιστῶς,

27 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορός Ἀπολυτίκιον Δόξα Πατρί... Ἦχος γ'

12 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ ἐν Αγίοις Πατρός ἡμῶν πυρίδωνος, Επισκόπου Σριμυθοῦντος τοῦ Θαυματουργοῦ

Noun: Masculine, Κύριος - D2.1 Meaning: Lord, Master. Noun: Neuter, ἔργον - D2.2 Meaning: work

+Κυπιακῇ ΣΤ ἑβδξμάδξρ Ματθαίξυ +Μμήμη τξῦ Ἁγίξυ καὶ ἐμδόνξυ Μεγαλξμάπτυπξρ Ππξκξοίξυ.

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζʹ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).. Ηχος πλ. β, ἑωθινὸν ζ.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν. ἡμῖν Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

+ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ὁ β χορός Δόξα Πατρί...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

26 ΟΚΤΩΒΡΙΟΥ Τοῦ Αγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου. Ανάμνησις τοῦ γεγονότος σεισμοῦ ( 740 ).

Ὅτι σὸν τὸ κράτος ΟΡΘΡΟΣ Ι ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ Α ΕΩΘ. Ι

27 ΜΑΡΤΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

31 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Transcript:

20 ΙΟΥΛΙΟΥ 2013 Tοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος δ' Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς, Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Ἀπολυτίκιον - Ἦχος δ' Ταχὺ προκατάλαβε Ὁ ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισσαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει, διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα. Ὁ ἔνσαρκος ἄγγελος,... Δόξα Πατρί... Καὶ νῦν... Θεοτοκίον ὁ αὐτὸς Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ὁ ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... Καθίσματα 1

Μετὰ τὴν α' Στιχολογίαν Ἦχος α' - Τὸν τάφον σου Σωτὴρ Φωστῆρα παμφαῆ, διφρηλάτην πυρφόρον, καὶ ἄγγελον σαρκί, ζήλου πνέοντα θείου, δυσσέβειαν τρέποντα, παρανόμους ἐλέγχοντα, κορυφαῖόν τε, τῶν Προφητῶν σε συμφώνως καταγγέλλομεν, μάκαρ θεόπτα Ἠλία, διὸ ἡμᾶς φρούρησον. Δόξα Πατρί... Καὶ νῦν... Θεοτοκίον Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων, σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου. Μετὰ τὴν β' Στιχολογίαν Ἦχος ὁ αὐτὸς Θεῷ δι' ἀρετῆς, ἀκραιφνοῦς ᾠκειώθης, οὐράνιον ζωήν, ἐπὶ γῆς βιωτεύσας, ζωὴν δὲ τῆς χάριτος, κεκτημένος μακάριε, σοῖς φυσήμασι, παῖδα θανόντα ἐγείρεις, μένεις δ' ἄφθαρτος, κρείττων εἰσέτι θανάτου, Ἠλία θεόπνευστε. Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα, σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον. Καὶ εὐθὺς ὁ Ν' ψαλμὸς (χύμα) ΚΑΝΟΝΕΣ Ὁ Κανὼν τῆς Θεοτόκου. ᾠδὴ α' Ἦχος πλ. δ' Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα, Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ἄσωμεν. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν,... Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον. Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε. 2

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν. Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια. Ὁ πρῶτος Κανὼν τοῦ Ἁγίου Ἰωάννου Μοναχοῦ, φέρων Ἀκροστιχίδα τήνδε ἄνευ τῶν Θεοτοκίων. Αἰνῶ χορεύων Ἠλιοὺ τὰ θαύματα. ᾠδὴ α' - Ἦχος β' ᾌσωμεν τῷ Κυρίῳ ᾌδειν προῃρημένοι, τῶν Ἠλιοὺ θαυμάτων, τὴν πυρίπνοον δύναμιν, τῆς πυρομόρφου καὶ σεπτῆς, γλώσσης τῆς τοῦ Πνεύματος, τὸ σθένος ἐπαξίως ἐπικεκλήμεθα. Ἵλαθι θεοφόρε, καὶ τῆς ἀπόρου γλώσσης, τὸ στενόν τε καὶ δύσηχον, τῇ ἐνεργείᾳ τοῦ ἐν σοί, Πνεύματος διάνοιξον, καὶ τράνωσον, πρὸς ὕμνον τῶν θαυμασίων σου. Νέμεις τὰ ὑπὲρ φύσιν, τοῖς πειθαρχοῦσι Λόγε, τοῖς σεπτοῖς σου προστάγμασι, καὶ ὑποτάττεις ὑετοῦ, πύλας διὰ Πνεύματος, σθενούμενον τὸν λόγον ἀπεργαζόμενος. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Μόνη εὐλογημένη, τὸ καθαρὸν καὶ θεῖον, τῆς ἁγνείας κειμήλιον, τῆς ἀκαθάρτου τῶν παθῶν, κάθαρον ἰλύος με, αἰτοῦσα συγχώρησιν τῶν πταισμάτων μου. Δεύτερος Κανών, οὗ ἡ Ἀκροστιχίς. Νέμοις μάκαρ μοι θείαν Ἠλιοὺ χάριν. Ἰωσήφ. ᾠδὴ α' Ἦχος πλ. δ' Ἁρματηλάτην Φαραὼ Νενεκρωμένην τὴν ψυχήν μου ζώωσον, ὡς τὸν τῆς χήρας υἱόν, καὶ ἀρεταῖς θείαις, Μάκαρ καταλάμπρυνον, καὶ πρὸς ζωὴν ὁδήγησον, καὶ τῆς αἰωνιζούσης, τρυφῆς ἀνάδειξον μέτοχον, σοῦ κατατρυφᾶν ἐφιέμενον. 3

Ἐν τῷ σὲ τίκτεσθαι ὁ σὸς μεμύηται, γεννήτωρ μέγιστον, ὡς ἀληθῶς θαῦμα, πῦρ γὰρ σιτιζόμενον, φλογί τε σπαργανούμενον, σὲ τεθέαται μάκαρ, διὸ ταῖς σαῖς παρακλήσεσι, ῥῦσαί με πυρὸς αἰωνίζοντος. Δόξα Πατρί... Μεγαλυνθεὶς ταῖς πρὸς Θεόν σου νεύσεσι, ζηλῶν ἐζήλωσας, ὡς ἀληθῶς Μάκαρ, τῷ Κυρίῳ πάντοτε, διὸ με ἐνδυνάμωσον, ζήλου θείου πλησθέντα, τὸ ἔνθεον πράττειν βούλημα, ἵνα σε γεραίρω σῳζόμενος. Καὶ νῦν... Θεοτοκίον Ὁ ὑπερούσιος Θεὸς Πανάμωμε, ἐκ σοῦ σεσάρκωται, καὶ δι' ἡμᾶς ὤφθη, καθ' ἡμᾶς ὡς ἄνθρωπος, ὃν ἐκτενῶς ἱκέτευε, ὑπὲρ πάντας ἀνθρώπους, ἡμαρτηκότα με πάναγνε, σῷσαι καὶ κολάσεως ῥύσασθαι. ᾠδὴ γ' Ὁ Εἱρμὸς Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε. Οὐρανίας ἁψῖδος,... Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε. Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε. Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε. Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σὺ μοι βοήθησον, τῶν Ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον. ᾠδὴ γ' Ἐν πέτρᾳ με τῆς πίστεως Ὡς ἄριστος προφῆτα ὁ ἑστιάτωρ, ὁ κόραξι τελῶν σοι τὴν πανδαισίαν, ὁ μόνος ἐμπιπλῶν πᾶν ζῷον εὐδοκίας, ᾧ πάντες κράζομεν, Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε. 4

Χάρις τῷ εὐεργέτῃ καὶ κηδεμόνι, τῷ χήραν καὶ Προφήτην ἀλληλοτρόφους, ἀῤῥήτῳ ἐκτελέσαντι προμηθείᾳ, ᾧ πάντες κράζομεν, Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε. Ὁ κλείσας ὀμβροτόκους νεφέλας ὕειν, τροφῆς ἠπορημένῃ τῇ Σαραφθίᾳ, τὰ λείψανα τῆς βρώσεως ἀνενδότως, ψεκάζειν ἔδρασας, διὸ καὶ ἔκραζες, Ὡς οὐκ ἔστιν, Ἅγιος πλήν σου Κύριε. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Σὺ μόνη παρὰ πάντας τοὺς ἀπ' αἰῶνος, μεγάλων ἠξιώθης καὶ ὑπὲρ φύσιν, Θεὸν γὰρ τὸν ἀχώρητον πάσῃ κτίσει, ἐν μήτρᾳ ἤνεγκας, καὶ ἐσωμάτωσας, ὅθεν Θεοτόκον σὲ πίστει σέβομεν. Ἕτερος Οὐρανίας ἁψῖδος Ἱερεῖς τῆς αἰσχύνης, ὡς δυσμενεῖς ἔκτεινας, ἔνδοξε Προφῆτα, ζήλῳ Θεοῦ πυρπολούμενος, ὅθεν κραυγάζω σοι Τῶν τῆς αἰσχύνης με ἔργων, καὶ διαιωνίζοντος πυρός ἐξάρπασον. Σὲ προβάλλομαι πρέσβυν, πρὸς τὸν Θεὸν μέγιστον, σῴζειν με δυνάμενον, πάσης Μάκαρ κακώσεως, προσεπικάμφθητι, τῇ ταπεινῇ μου δεήσει, καὶ μὴ ὑπερίδῃς με, παρακαλοῦντά σε. Δόξα Πατρὶ... Μεγαλύνει Θεὸς σε, ὁ παντουργὸς ἔνδοξε, πάλαι Ἠλιού, δι' ὀρνέου τρέφων Προφῆτά σε, ὃν ἐκδυσώπησον, τῆς αἰωνίου τρυφῆς με, καὶ φωτὸς τοῦ μέλλοντος, ποιῆσαι μέτοχον. Καὶ νῦν... Θεοτοκίον Ἀδιόδευτε πύλη, ἡ πρὸς Θεὸν φέρουσα, πύλας μετανοίας μοι Κόρη, ἄνοιξον δέομαι, ἀποκαθαίρουσα, ἁμαρτιῶν μου τὸν ῥύπον, ὄμβροις τοῦ ἐλέους σου, θεοχαρίτωτε. Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... Κάθισμα Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον Ὡς Προφήτης τοῦ ὄντως θείου φωτός, τοὺς προφήτας τοῦ ψεύδους καταβαλών, ἐν τούτῳ διήλεγξας, Ἀχαὰβ ἀνομήσαντα, μὴ προσκυνεῖν διδάξας, τῷ Βάαλ πανένδοξε, καὶ εὐχῇ 5

αἰτήσας, ἐξ ὕψους τὰ νάματα, ὅθεν καὶ πυρίνῳ, ἀνελήφθης Ἠλία, ὀχήματι μετάρσιος, διφρηλάτης πρὸς Κύριον, διὰ τοῦτο βοῶμέν σοι Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων, τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον, ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζουσι, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι, Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄσπορον τόκον σου. ᾠδὴ δ' Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα. Εἰσακήκοα, Κύριε,... Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε. Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε. Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα. Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα. ᾠδὴ δ' Εἰσακήκοα Κύριε τὴν ἀκοὴν Ῥιζοτόμος μὲν ὤφθης, κακίας σαφῶς Προφῆτα, ἀρετῆς δὲ φυτοκόμος, διὸ τιμῶμέν σε. Ἐλοιδορεῖτο λόγοις σε, χήρα τροφός, τὸν θάνατον Προφῆτα, τοῦ παιδὸς τὴν ἔγερσιν ἐπισπεύδουσα. 6

Ὑπεσημήνω δόξαν, Τριάδος σαφῶς ἐμπνεύσει τρισαρίθμῳ, τῇ μητρὶ τὸν παῖδα ζῶντα δωρούμενος. Θεοτοκίον Ὡς κατάκαρπος ἄμπελος, βότρυν Ἁγνή, τῆς σωτηρίας οἶνον, πᾶσιν ἀναβλύζειν ἐκυοφόρησας. Ἕτερος Σύ μου ἰσχύς, Κύριε Κάμπει τὸν σόν, ζῆλον Θεὸς πυρακτούμενον, καὶ πρὸς χήραν, πέμπει διατρέφεσθαι, τὸν γυναικός, πάλαι ἀπειλῇ, Ἠλιοὺ φυγάδα, γεγενημένον θεσπέσιε διό σε ἱκετεύω, τὴν ψυχήν μου πεινῶσαν, διαθρέψαι ἐνθέοις χαρίσμασιν. Ἁμαρτιῶν, νέφη δεινὰ συγκαλύπτει με, τρικυμίαι, βίου με χειμάζουσι, καὶ ἐπιπνέουσι χαλεπῶς, κατὰ τῆς ψυχῆς μου, τῆς πονηρίας τὰ πνεύματα, Προφῆτα θεηγόρε, κυβερνήτης γενοῦ μοι, σωτηρίας πρὸς ὅρμον ἰθύνων με. Δόξα Πατρί... Ῥῶσιν ψυχῆς, ῥῶσιν παράσχου μοι σώματος, τὸν τὰς νόσους, πάντων ἀφαιρούμενον, ἐκδυσωπῶν, μάκαρ Ἠλιού, Κύριον τῆς δόξης, καὶ ἀβλαβῶς διατρέχειν με, τὰ σκάνδαλα τοῦ βίου, κατευόδωσον, σὲ γάρ, ἀγαθόν μου προστάτην προβάλλομαι. Καὶ νῦν... Θεοτοκίον Μετὰ πασῶν, τῶν οὐρανίων Δυνάμεων, μετὰ πάντων, Δέσποινα πανάμωμε, τῶν Προφητῶν, καὶ τῶν Ἀθλητῶν, καὶ τῶν Ἀποστόλων καὶ τῶν Ὁσίων ἱκέτευε, τυχεῖν με σωτηρίας, τὸν πολλὰ ἁμαρτόντα,......καὶ ῥυσθῆναι μελλούσης κολάσεως. ᾠδὴ ε' Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε. Φώτισον ἡμᾶς,... Ἒμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον. 7

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν. Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον. Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι. ᾠδὴ ε' Ὁ τοῦ φωτὸς χορηγὸς Νόμος πατρῷός σε, ὡς πρεσβευτὴν παναληθῆ ἔδειξε, τερατουργόν, ἐκτρέποντα φύσεις, στοιχείων Ἠλιού, καὶ ὅσιον θῦμα, φλογίζοντα νάμασιν. ᾜσχυνας ἄριστα, ὡς ἀληθείας λατρευτῆς Ὅσιε, τῆς ἐναγοῦς προφήτας αἰσχύνης, παμμάκαρ Ἠλιού, σαφῶς ὑπογράψας, Τριάδος τὴν δύναμιν. Λόγῳ τῆς χάριτος, ἱερατεύων Ἠλιοὺ τέθυκας, τοὺς ἱερεῖς, τῶν προσοχθισμάτων, ἀθῴοις σου χερσί, καθάπερ ποδήρει, τῷ ζήλῳ κοσμούμενος. Θεοτοκίον Σοὶ τῇ τεκούσῃ Χριστόν, τὸν τοῦ παντὸς Δημιουργὸν κράζομεν, Χαῖρε ἁγνή, Χαῖρε ἡ τὸ φῶς ἀνατείλασα ἡμῖν, Χαῖρε ἡ χωρήσασα Θεὸν τὸν ἀχώρητον. Ἕτερος Ἵνα τί με ἀπώσω Ὀμβροτόκους νεφέλας, εἲργεις πυρακτούμενος ζήλῳ τῆς πίστεως, ἀλλὰ δέομαί σου, Ἠλιοὺ ἱεραῖς μεσιτείαις σου, τὴν φλογμῷ τακεῖσαν τῶν ἡδονῶν ψυχήν μου θείαις, ἐπομβρίαις ἀρδεῦσαι καὶ σῷσαί με. Ἱερεὺς δεδειγμένος τέθυκας, ἀθῴοις σου χερσὶ πανόλβιε, τῶν προσοχθισμάτων, Ἱερεῖς ἐνεργοῦντας τὰ ἄτοπα, ἀλλὰ δέομαί σου, πάσης ἀτόπου ἁμαρτίας ἀβλαβῆ με Προφῆτα συντήρησον. 8

Δόξα Πατρὶ... Θαυμαστοῦσαι Προφῆτα, θείαις ἐπικλήσεσι φλέγων τὰ θύματα, ἐκτελέσας πίστει, διὰ τοῦτο ἀπαύστως σου δέομαι, τῇ ἐμῇ καρδίᾳ, τὸν Ἱερὸν ἀνάψαι πόθον, τὰ ὑλώδη μου πάθη συμφλέγοντα. Καὶ νῦν... Θεοτοκίον Ἐπὶ σὲ ὥσπερ ὄμβρος, Λόγος καταβέβηκεν ὁ ὑπερούσιος, ὃν δυσώπει Κόρη, ἐπομβρίσαι μοι νῦν κατανύξεως, καθαρὰς σταγόνας, ἀποπλυνούσας πάντα ῥύπον,......τῶν ἀμέτρων κακῶν μου πανάμωμε. ᾠδὴ ς' Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς, Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον,... Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι. Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με. Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον. Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον. ᾠδὴ ς' Ἄβυσσος ἁμαρτημάτων Ἴνδαλμα θεοσεβείας, καὶ βίου ἀκραιφνεστάτου, φυτουργὸς ἁγνείας ἐγένου, Ἀγγέλων τε μίμημα θεσπέσιε, Ἠλιοὺ θεοφόρε. 9

Οἶστρός σε προφητοκτόνου, γυναίου ἐκδειματώσας, τὸν δεσμεῖν καὶ λύειν λαχόντα, ὄμβρων ἐπίβλυσιν θεσπέσιε, Ἠλιοὺ φυγαδεύει. Ὕψωσας γονυπετῆ σας, νοὸς μετάρσιον ὄμμα, δι' ἱκετηρίας ἱερᾶς, λύσιν ποιούμενος, καὶ αὒλακας, γῆς ἐμέθυσας ὄμβρῳ. Θεοτοκίον Βάτος σε ἐν τῷ Σιναίῳ, ἀφλέκτως προσομιλοῦσα, τῷ πυρὶ προγράφει Μητέρα, τὴν ἀειπάρθενον, ἀνύμφευτε Θεοτόκε Μαρία. Ἕτερος Ἱλάσθητί μοι Σωτὴρ Ἱλάσθητί μοι Σωτήρ, πολλὰ σοι ἀφρόνως πταίσαντι, καὶ τῆς μενούσης ἐκεῖ, κολάσεως λύτρωσαι, ἔχων δυσωποῦντά σε, Ἠλιοὺ τὸν μέγαν, καὶ τὴν ἄχραντον Μητέρα σου. Ἁγνείας ὡς φυτουργός, ἁγνὸν ψυχῇ με συντήρησον, ὡς ζηλωτὴς Ἠλιού, ζήλου θείου πλήρωσον, τὴν ἐμὴν διάνοιαν, ὅπως τῆς κακίας, τὰς ἐφόδους ἀποκρούσωμαι. Δόξα Πατρὶ... Νηστεύεις βρώσει μιᾷ, ὁδὸν τεσσαρακονθήμερον, ἀνύων θείᾳ ῥοπῇ, διὸ ἱκετεύω σε, πάσης παραβάσεως, ἐγκρατεύσθαί με, θεοφόρε ἐνδυνάμωσον. Καὶ νῦν... Θεοτοκίον Ἡ πύλη ἡ τοῦ Θεοῦ, εἰσόδους θείας ὑπάνοιξον, τῇ ταπεινῇ μου ψυχῇ, ἐν αἷς εἰσελεύσομαι, ἐξομολογούμενος, καὶ κακῶν τὴν λύσιν, Θεοτόκε ἀπολήψομαι. Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ βασιλεύς... Κοντάκιον Ἦχος β' Αὐτόμελον Προφῆτα καὶ προόπτα τῶν μεγαλουργιῶν τοῦ Θεοῦ, Ἠλία μεγαλώνυμε, ὁ τῷ φθέγματί σου στήσας τὰ ὑδατόῤῥυτα νέφη, πρέσβευε ὑπὲρ ἡμῶν, πρὸς τὸν μόνον φιλάνθρωπον. Ὁ Οἶκος Τὴν πολλὴν τῶν ἀνθρώπων ἀνομίαν, Θεοῦ δὲ τὴν ἄμετρον φιλανθρωπίαν, θεασάμενος ὁ Προφήτης Ἠλίας, ἐταράττετο θυμούμενος, καὶ λόγους ἀσπλαγχνίας πρὸς τὸν εὔσπλαγχνον ἐκίνησεν, Ὀργίσθητι βοήσας, ἐπὶ τοὺς ἀθετήσαντάς σε, Κριτὰ δικαιότατε, Ἀλλὰ τὰ 10

σπλάγχνα τοῦ ἀγαθοῦ, οὐδόλως παρεκίνησε πρὸς τὸ τιμωρήσασθαι τοὺς αὐτὸν ἀθετήσαντας ἀεὶ γὰρ τὴν μετάνοιαν πάντων ἀναμένει, ὁ μόνος φιλάνθρωπος. Σ υ ν α ξ ά ρ ι ο ν Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εἰς οὐρανοὺς πυρφόρου ἀναβάσεως τοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου. Στίχοι Ἐπέσχεν ὄμβρον, πῦρ τρίτον φέρων κάτω, Σχίζει δὲ ῥεῖθρον Ἠλίας τρέχων ἄνω. Δίφρῳ ἀνηρπάγης περὶ εἰκάδα, Ἠλία ἱππεῦ. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ Ἦχος δ. ᾨδὴ α Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. ᾨδὴ γ Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου......στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε. ᾨδὴ ε Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα. ᾨδὴ ς Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. ᾨδὴ ζ 11

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. ᾨδὴ η Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς... ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ ) Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν Τιμιωτέραν... Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν Τιμιωτέραν... Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν Τιμιωτέραν... Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν Τιμιωτέραν... Στίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν Τιμιωτέραν... Καταβασία 12

ᾠδὴ θ. Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε. Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Φῶς ἀναλλοίωτον Λόγε - ἦχος γ Φῶς ἐν πυρίνῳ τεθρίππῳ, οὐρανοδρόμον σε δεῖξαν, ἁρματηλάτην Ἠλία, οὐ κατηνάλωσεν ὅλως, πῦρ γὰρ ἐν γλώσσῃ πηλίνῃ, εἵλκυσας κάτω, καὶ ἀνεξήρανας ὄμβρους. Θεοτοκίον Φῶς ἡ τεκοῦσα Παρθένε, δυσώπησον σαῖς πρεσβείαις, τὸν σὸν Υἱὸν Θεοτόκε, τοῦ οἰκτειρῆσαι καὶ σῷσαι, τοῦ αἰωνίου με σκότους, τὸν πεποιθότα, τῇ σῇ σεπτῇ ἀντιλήψει. ΑΙΝΟΙ Ἦχος πλ. δ Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Στιχηρὰ Προσόμοια Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Τί ὑμᾶς καλέσωμεν Ἅγιοι Ὅτε σὺ Προφῆτα θεσπέσιε, τῷ Θεῷ δι' ἀρετῆς, καὶ πολιτείας ἀκραιφνοῦς, συνεκράθης παρ' αὐτοῦ, τὴν ἐξουσίαν εἰληφώς, τὴν κτίσιν, κατὰ γνώμην μετεῤῥύθμισας, καὶ πύλας, ὑετοῦ θέλων ἀπέκλεισας, καὶ ἄνωθεν πῦρ κατήγαγες, καὶ δυσσεβεῖς κατηνάλωσας, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ὅτε σὺ Προφῆτα θεσπέσιε,... Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 13

Ζήλῳ τοῦ Κυρίου πυρούμενος, παρανόμους βασιλεῖς σὺ διεξήλεγξας σφοδρῶς, τῆς αἰσχύνης ἱερεῖς, σὺ ἐθανάτωσας θερμῶς, ἀνῆψας, πῦρ ἐν ὕδατι παράδοξον, τροφήν δέ, ἀγεώργητον ἐπήγασας, καὶ νάματα Ἰορδάνεια, τῇ μηλωτῇ σου διέτεμες, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ὅτε σὺ Προφῆτα κατέδειξας, ἐπὶ γῆς ὡς ἀληθῶς, τὴν ἐπουράνιον ζωήν, τὴν ζωὴν ἐν σεαυτῷ, τὴν ἐνυπόστατον πλουτῶν, θανόντα, σοῖς φυσήμασιν ἀνέστησας, θανάτου, κρείττων ἔτι σὺ διέμεινας, ἅρμα πυρὸς ἐπιβέβηκας, αἰθέριος ἀνυψούμενος, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Δόξα Πατρὶ... Ἦχος πλ. δ' Τῶν Προφητῶν τοὺς ἀκραίμονας, καὶ παμφαεῖς φωστῆρας τῆς οἰκουμένης, ἐν ὕμνοις τιμήσωμεν πιστοί, Ἠλίαν καὶ Ἐλισσαῖον καὶ Χριστῷ ἐκβοήσωμεν χαρμονικῶς, Εὔσπλαγχνε Κύριε, παράσχου τῷ λαῷ σου, ἱκεσίαις τῶν Προφητῶν σου, ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος. Καὶ νῦν... Θεοτοκίον, ἦχος ὁ αὐτὸς Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Δοξολογία Μεγάλη εἰς ἦχον πλ. δ ( Ἀργή ἢ σύντομος ) Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. 14

Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 15

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ εὐθύς τὸ ἀπολυτίκιον Ἀπολυτίκιον Ἦχος δ Ταχὺ προκατάλαβε Ὁ ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισσαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει, διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ ΑΝΤΙΦΩΝΑ Ἀντίφωνον Α' Ἦχος β. Στίχ. α'. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β'. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ γ Ὃτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 16

Στίχ. δ'. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα... Καὶ νῦν... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β' Ἦχος πλ. α' Στίχ. α', Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Στίχ. β', Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Στίχ. γ', Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Στίχ. δ. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. 17

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Δόξα Πατρί... Καὶ νῦν... Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ' Στίχ. α. Μὴ ἄπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς Προφήταις μου μὴ πονηρεύεσθε. Ἀπολυτίκιον Ἦχος δ' Ταχὺ προκατάλαβε Ὁ ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισσαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει, διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα. Στίχ. β. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Ὁ ἔνσαρκος ἄγγελος, Εἰσοδικὸν ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς......ψάλλοντάς σοι Ἀλληλούϊα. ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ἀπολυτίκιον Ἦχος δ' Ταχὺ προκατάλαβε Ὁ ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισσαίῳ τὴν χάριν, 18

νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει, διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα. Τοῦ Ναοῦ ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Κοντάκιον Ἦχος β' Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε. Τρισάγιον Ἀπόστολος ( Ιακ. ε 10-20). Προκείμενον ἦχος α. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθροὺς σου ὑποπόδιον τῶν ποδῶν σου. Καθολικῆς Ἐπιστολῆς Ἰακώβου τὸ Ἀνάγνωσμα Ἀδελφοί, ὑπόδειγμα λάβετε, τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν τῷ ὀνόματι Κυρίου. Ἰδοὺ μακαρίζομεν τοὺς ὑπομένοντας τὴν ὑπομονὴν Ιὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ Κύριος καὶ οἰκτίρμων. Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον ἤτω δὲ ὑμῶν τὸ ναὶ ναί, καὶ τὸ οὒ οὔ, ἵνα μὴ εἰς ὑπόκρισιν πέσητε. Κακοπαθεῖ τις ἐν ὑμῖν; Προσευχέσθω εὐθυμεῖ τις Ψαλλέτω. Ἀσθενεῖ τις ἐν ὑμῖν; Προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ. Ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. Ηλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκε καὶ ἡ γῆ ἐβλάστησε τὸν καρπὸν αὐτῆς. Αδελφοί, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτόν, γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν. Ἀλληλούϊα ( γ ) Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Λουκᾶν (Λουκ. δ 22-30) 19

Τῷ καιρῷ ἐκείνῳ, ἐθαύμαζον οἱ ὄχλοι ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος τοῦ Ἰησοῦ καὶ ἔλεγον, Οὐχ οὗτος ἐστιν ὁ Υἱός Ιωσὴφ; Καὶ εἶπε πρὸς αὐτούς Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην Ιατρέ, θεράπευσον σεαυτόν ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ Καπερναοὺμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. Εἶπε δέ, Αμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. Ἐπ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ηλιοὺ ἐν τῷ Ισραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν,καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ηλίας εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδῶνος, πρὸς γυναῖκα χήραν. Καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ Ελισαίου τοῦ προφήτου ἐν τῷ Ισραὴλ, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος. Καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ Συναγωγῇ ἀκούοντες ταῦτα. Καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως τῆς ὀφρύος τοῦ ὄρους, ἐφ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο, εἰς τὸ κατακρημνίσαι αὐτόν. Αὐτὸς δὲ, διελθὼν διὰ μέσου αὐτῶν, ἐπορεύετο. ὁ α χορὸς Δόξα σοι Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τό, Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικὸν Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις. Ἀλληλούϊα. ἦχος β Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα. ἦχος β Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς). 20

Ἀπόλυσις «...Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...» Δι εὐχῶν... Ἀμήν. 21