Τῌ Ε ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Προεόρτια Μεταμορφώσεως Κυρίου, Εὐσιγνίου Μάρτυρος ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος δ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Ἀπολυτίκιον Προεόρτιον. Ἦχος δ. Χριστοῦ τὴν Μεταμόρφωσιν προϋπαντήσωμεν, φαιδρῶς πανηγυρίζοντες τὰ προεόρτια, πιστοὶ καὶ βοήσωμεν Ἤγγικεν ἡ ἡμέρα τῆς ἐνθέου εὐφροσύνης ἄνεισιν εἰς τὸ ὄρος τὸ Θαβὼρ ὁ Δεσπότης, τῆς Θεότητος αὑτοῦ ἀπαστράψαι τὴν ὡραιότητα. Δόξα. Καὶ νῦν. Χριστοῦ τὴν Μεταμόρφωσιν προϋπαντήσωμεν.. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ ΠΡΟΕΟΡΤΙΑ Μετὰ τὴν α Στιχολογίαν Ἦχος δ. Ταχὺ προκατάβαλε. Ἡμέρα εὐφρόσυνος, ἐπέστη νῦν τοῖς πιστοῖς, τῆς θείας ἐνδόξου τε Μεταμορφώσεως, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Πάντες οὖν φαιδρυνθῶμεν τοῦ δοξᾶσαι ἀξίως, ᾄσμασι θεηγόροις, τὰ αὐτοῦ μεγαλεῖα, ἐν οἷς ὡς Θεὸς ἐκλάμψας, κόσμον ἐφώτισε. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Μετὰ τὴν β Στιχολογίαν Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Ἐν ὄρει τῷ Θαβὼρ, συνανέλθωμεν πάντες, πιστοὶ τοῖς Μαθηταῖς, τοῦ Χριστοῦ τοῖς προκρίτοις, νοῒ καὶ κατίδωμεν, τὴν αὐτοῦ Μεταμόρφωσιν, καὶ δοξάσωμεν, τὴν εἰς ἡμᾶς αὐτοῦ ἄκραν, συγκατάβασιν, δι ἧς τῷ κόσμῳ παρέχει, ζωὴν τὴν αἰώνιον. αὖθις ὁ Ἀναγνώστης τὸν Ν ψαλμόν, χύμα Κύριε, ἐλέησον. (γ ) Δόξα. Καὶ νῦν. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις 1
σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐ μοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. ΟΙ ΚΑΝΟΝΕΣ Προεόρτιος καὶ τοῦ Μάρτυρος ᾨδὴ α. Προεόρτιος οὗ Ἀκροστιχὶς ἡ Ἀλφάβητος. Ἦχος δ. Ὁ Εἱρμός. Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. Ἀστράφθητι κάτωθεν, φῶς οὐρανοῦ ὑπὲρ ἥλιον, καὶ γῆ ἀκουτίσθητι, ῥήματα ζῶντος Θεοῦ, τὴν Υἱότητα, τῷ μεταμορφουμένῳ, Πατὴρ μαρτυρήσει γάρ, ἐπὶ τοῦ ὄρους Θαβώρ. Βροτὸς τὸ ὁρώμενον, ἀλλὰ Θεὸς τὸ κρυπτόμενον, ἐπὶ τὸ Θαβώριον, Χριστὸς ἀνέρχεται, τῆς Θεότητος, αὐγὴν παραγυμνῶσαι, ταῖς ὑπὲρ τὸν ἥλιον, δόξης λαμπρότησι. Γνωστῶς νῦν προέρχεται, ἐμφανισθῆναι Μωσῇ Χριστός, καὶ δόξαν τὴν ἄῤῥητον, δεῖξαι ἐν ὄρει Θαβώρ, τῇ πρὸς πρόσωπον, ἀμέσως ὁμιλίᾳ, γηθόμενοι σήμερον προεορτάσωμεν. Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς Τὸν κλεινὸν Εὐσίγνιον δοξάζειν θέμις. Ἰωσήφ. Ἦχος πλ. δ. Ἄσωμεν τῷ Κυρίῳ. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ταῖς πανευκλεεστάταις, τάξεσιν Ἀγγέλων παναοίδιμε, συνυπάρχων ἀπαύστως, τοὺς δοξάζοντας σῷζε τὴν μνήμην σου. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Οἶκος τοῦ Παρακλήτου, ἡ ἡγιασμένη σου διάνοια, Ἀθλοφόρε ἐδείχθη διὰ τοῦτο σε πίστει γεραίρομεν. 2
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Νέκρωσιν ζωηφόρον, τοῦ σαρκὶ παθόντος ἐξεικόνισας, τῇ σαρκί σου Παμμάκαρ, καὶ τῆς ὄντως ζωῆς κατηξίωσαι. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Κράτος παρανομούντων, κρατυνθεὶς τῷ Πνεύματι κατέβαλες, καὶ τοὺς νόμους Κυρίου, παναοίδιμε Μάρτυς ἐκράτυνας. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Λέλυται ἡ κατάρα, πέπαυται ἡ λύπη τῇ κυήσει σου, παντευλόγητε Κόρη, τῶν πιστῶν εὐφροσύνη Πανάμωμε. εἶθ οὕτω τὸ Τριῴδιον. Ἦχος δ. Ἄσομαί σοι Κύριε ὁ Θεός μου. Ταύτην προεόρτιον τὴν ἡμέραν, ἐπιτελοῦντες οἱ πιστοί, τῆς Μεταμορφώσεως, Χριστοῦ τοῦ Λυτρωτοῦ ἡμῶν, κροτήσωμεν ἐν ᾄσμασι. Τὴν εἴσοδον φθάσαντες τῆς Ἁγίας, Μεταμορφώσεως Χριστοῦ, καὶ ἡμεῖς ἀστράψωμεν, ταῖς θείαις ἀλλοιώσεσιν, αὐτὴν κατασπαζόμενοι. Ὄρος ὑψηλότατον τὴν καρδίαν, κεκαθαρμένην ἐκ παθῶν, ἔχοντες ὀψόμεθα, Χριστοῦ τὴν Μεταμόρφωσιν, φωτίζουσαν τὸν νοῦν ἡμῶν. Δόξα. Τριάδα προσώπων τῇ διαιρέσει, Μονάδα φύσιν θεϊκήν, πάντες προσκυνήσωμεν, Πατέρα, τὸν ἄναρχον, Υἱὸν καὶ Πνεῦμα Ἅγιον. Καὶ νῦν. Θεοτοκίον Τὴν ἄμωμον Κόρην ἐξ ἧς προῆλθε, μετὰ σαρκὸς ἄνευ τροπῆς, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὑμνήσωμεν ἅπαντες, ὡς ὄντως Θεοτόκον πιστοί. ᾨδὴ γ. Προεόρτιος Ἦχος δ. Ὁ Εἱρμός. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. Δεσπόζων τῆς κτίσεως ἁπάσης, ὡράθης μορφὴν δούλου λαβών, ἐν ᾗ τὸ τῆς Θεότητος, ἀπρόσιτον ἀπαύγασμα, τοῖς Μαθηταῖς παρέδειξας, καθὼς ἐχώρουν θεάσασθαι. Ἐν ὄρει ἐπείγεται ἀστράψαι, τῆς δόξης ὁ ἥλιος Χριστός, καὶ τὸν ἐξ ὕψους λάμποντα, φωστῆρα ἀμαυρῶσαι φωτί, οὗ ταῖς αὐγαῖς λαμπόμενοι, προερτάσωμεν σήμερον. Ζωῆς αἰωνίου ἐκπληρώσων, τὰ ῥήματα πάρεστι Χριστός, ἅπερ δεικνύων πράγματα, τοῖς φίλοις ἐπιγνώσεσθαι, ἐν ἑαυτῷ ηὐδόκησε, τὴν πατρικὴν δόξαν ἀστράπτουσαν. τοῦ Ἁγίου Ἦχος πλ. δ. Σύ εἶ τὸ στερέωμα. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἔστης πρὸ τοῦ βήματος, ὑμνολογῶν Θεὸν ἄνακτα, Μάρτυς σοφέ, σάρκα εἰληφότα, καὶ βρο 3
τοὺς ἀναπλάσαντα. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἱερεῖον ἄμωμον, ὁλοκαυτούμενος ἄνθραξι, μαρτυρικοῖς, τῷ ἐκ τῆς Παρθένου, προσενήνεξαι ἄνθρακι. Δόξα. Νάμασι τοῦ Πνεύματος, περικλυζόμενος ἔνδοξε, τὰ θολερά, τῆς πολυθεΐας, ἀπεξήρανας ῥεύματα. Καὶ νῦν. Θεοτοκίον Ὅλην μου τὴν ἔφεσιν, πρὸς σὲ κινῶ ἁγνὴ Δέσποινα, τῶν σαρκικῶν, ἐπιθυμιῶν με, διὰ τάχους ἀπάλλαξον. Καταβασία. Ἦχος δ. Ὁ Εἱρμός. «Σύ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, Σύ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου». Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὺὺ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κάθισμα τοῦ Ἁγίου Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Ἐναντίον ἀνόμων καθωμολόγησας, τὸν τῶν ὅλων Δεσπότην Θεὸν καὶ Κύριον, μὴ φεισάμενος σαρκός, αἰκιζομένης σφοδρῶς, στρατιῶτα τοῦ Χριστοῦ, τῶν οὐρανίων στρατιῶν, συνόμιλε καὶ τῆς δόξης, τῆς ἀληθοῦς κληρονόμε διὸ ἱκέτευε σωθῆναι ἡμᾶς. Δόξα. Καὶ νῦν. προεόρτιον Ἦχος δ. Ἐπεφάνης σήμερον. Ἐπεφάνη, ἤστραψε τοῖς ἐν τῷ σκότει, ὁ τῆς δόξης Ἥλιος, τὰς τῆς θεότητος αὐγάς, ἐν τῷ Θαβὼρ ἀνερχόμενος, οὗ τὴν φωσφόρον, τιμήσωμεν ἔλευσιν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺὺ γγὰὰρρ εεἶ ἶἶ ὁὁ ΒΒαασσι ιιλλεεύύςς....... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Ἦχος δ. Ἐπεφάνης σήμερον. Ἐν τῇ θείᾳ σήμερον Μεταμορφώσει, ἡ βροτεία ἅπασα, φύσις προλάμπει θεϊκῶς, ἐν εὐφροσύνῃ κραυγάζουσα Μεταμορφοῦται Χριστός, σῴζων ἅπαντας. Ἕτερον τοῦ Ἁγίου. Ἦχος πλ. δ. Ὡς ἀπαρχάς. Ὡς εὐσεβείας μάρτυρα, καὶ ἀληθῆ θεόφρονα, ἡ Ἐκκλησία γεραίρει δοξάζουσα, τοὺς θείους ᾄ θλους σήμερον, τοῦ σοφοῦ Εὐσιγνίου, ἀκαταπαύστως βοῶσα Ταῖς αὐτοῦ ἱκεσίαις, τοὺς δούλους σου συντήρησον Πολυέλεε. ὁ Οἶκος Ὁ χορὸς τῶν πιστῶν συναγάλλεται, Εὐσιγνίου τὴν μνήμην γεραίροντες. Βασιλεῖς, Πατριάρχαι καὶ ἄρχοντες, ξένοι, δοῦλοι, πτωχοὶ καὶ αὐτόχθονες, ἐπὶ τοῖς θαύμασι τοῦ Μάρτυρος δράμετε ἡ σορὸς ἐκβλύζει θαυμάτων χάριν, καὶ πιστῶς οἱ λαοὶ ἀπαρύονται, καὶ Θεὸν ἀνυμνοῦσι τρανῶς βοῶντες Ταῖς αὐτοῦ ἱκεσίαις, τοὺς δούλους σου συντήρησον Πολυέλεε. Συναξάριον 4
Τῇ Ε τοῦ αὐτοῦ μηνός, τὰ Προεόρτια τῆς Ἁγίας Μεταμορφώσεως τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Κτίσις ἡ πᾶσα ἄκτιστον φῶς προσδόκα, Χριστοῦ μέλλοντος ἐκλάμψαι ἐν Θαβωρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μάρτυρος Εὐσιγνίου, τοῦ ἐν Ἀντιοχείᾳ. Εὐσίγνιον τέμνουσι τὸν Χριστοῦ φίλον, Τομῆς μέχρι κράζοντα Χριστός μοι σέβας. Πέμπτῃ Εὐσιγνίοιο κάρη κονίῃσιν ἐμίχθη. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἔνδοξοι δύο Μάρτυρες καὶ αὐτάδελφοι, Καττίδιος καὶ Καττιδιανός, λιθοβοληθέντες τελειοῦνται. Βουνοὺς λίθων ἔστησαν ὑψηλοὺς Λόγε, Δι ὧν ἀνῆλθον πρὸς σὲ σύγγονοι δύο. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Νόννα, ἡ μήτηρ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐν εἰρήνῃ τελειοῦται. Νόννῃ θανούσῃ τῇ καλῇ καλὸς γόνος, Καλὸν δίδωσιν ἐντάφιον τοὺς λόγους. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος τοῦ Χριστοῦ Μάρτυς Σόλεβ ὁ Αἰγύπτιος, βέλει τοξευθείς, τελειοῦται. Ἂν συλλαβισθῇς ἐξόπισθεν, ὦ Σόλεβ, Βέλος συνάξεις ὄργανον τοῦ σοῦ τέλους. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Ἱερομάρτυς Φάβιος, Ἀρχιεπίσκοπος Ῥώμης, ξίφει τελειοῦται. Κεῖται Φάβιος νεκρός ὁ Χριστοῦ θύτης, Χριστῷ προσαχθεὶς θῦμα καινὸν ἐκ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μάρτυρος Ὄσβαλντ βασιλέως τῆς Νορθουμβρίας. (+642) Ὄσβαλντ βασιλεὺς ἀλλὰ καὶ Μάρτυς θεῖος, Διὸ δικαίως ἐν πόλῳ βασιλεύει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Εὐθυμίου Πατριάρχου Κωνσταντινουπόλεως. Ὁ ἥλιος δέδυκε Βασιλευούσης, Εὐθύμιος, φημί, σεπτὸς Πατριάρχης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Εὐγενίου τοῦ Αἰτωλοῦ, Διδάχου τοῦ Γένους. Πέφυκεν Εὐγένιος κομήτης θεῖος, Πιστοὺς φωτίσας ἐν λόγοις τε καὶ ἔργοις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Νεομάρτυρος Χρίστου, τοῦ ἐκ Πρεβέζης μὲν καταγομένου, ἐν δὲ τῇ νήσῳ Κῷ μαρτυρήσαντος, ἐν ἔτει 1668ῳ. Χριστὸν κηρύττων πρὸ ἀπίστων ὁ Χρίστος, Χριστοῦ Μάρτυς γέγονε καὶ στεφηφόρος. 5
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰὼώβ, τοῦ ἐν Οὐτσέλσκ τῆς Ῥωσσίας. Τὸν Ἰὼβ μιμούμενος, Ἰώβ, τὸν πάλαι, Ὑπομονῆς δέδεικται ἀνδρεῖος στύλος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ νέου Ὁσίου Ἰωάννου τοῦ Ῥουμάνου, τοῦ ἐν τῇ ἐρήμῳ τοῦ Χοζεβᾶ ἀσκήσαντος καὶ ἀφθόρου Χάριτι θείᾳ διασῳζομένου. (+1960) Ὡς στρουθὸς φιλέρημος ὁ Ἰωάννης, Ἐν τῷ Χοζεβᾷ ἤσκησε φιλοθέως. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, τοῦ δὲ ἀκτίστου φωτός, διὰ τοῦ σοῦ ἐλέους καὶ ἡμᾶς καταξίωσον. Ἀμήν. Καταβασία. ᾨδὴ η. Ἦχος δ. Ὁ Εἱρμός. «Τὸν Βασιλέα Χριστόν, ὃν ὡμολόγησαν οἱ αἰχμάλωτοι Παῖδες, ἐν τῇ καμίνῳ λέγοντες μεγάλῃ τῇ φωνῇ Πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας». ὁ διάκονος ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττόόςς,,, ἐἐνν ὕὕμμννοοι ιιςς ττι ιιμμῶννττεεςς μμεεγγααλλύύννοομμεενν... Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος α. Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία ᾨδὴ θ. Ἦχος δ. Ὁ Εἱρμός. «Σὲ τὴν ἀπειρόγαμον Θεοτόκον, τὴν οὐράνιον παστάδα, τὴν τεκοῦσαν τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, ἐν ὕμνοις μεγαλύνομεν». καὶ αὖθις ἐπισυνάπτομεν τὸ Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 6
Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι ππᾶᾶσσααι ιι ααἱ ἱἱ δδυυννάάμμεει ιιςς....... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἐξαποστειλάριον τοῦ Ἁγίου Ἦχος β. Τοῖς μαθηταῖς συνέλθωμεν. Θωρακισθεὶς Εὐσίγνιε, τὴν Χριστοῦ πανοπλίαν, τὰς παρατάξεις ἔτρεψας, τῶν ἀθέων τυράννων, καὶ ᾖρας νίκης βραβεῖα, ἀνδρικῶς ἐναθλήσας, Μεγαλομάρτυς ἔνδοξε ὅθεν νῦν τῇ Τριάδι, παρεστηκώς, σὺν Ἀγγέλοις πάνσοφε μὴ ἐλλίπῃς, ὑπὲρ ἡμῶν δεόμενος τῶν τιμώντων σε πόθῳ. Προεόρτιον ὅμοιον Οἱ δόξης ἐφιέμενοι, ὁλικῶς τῆς ἐνθέου, τὸ νέφος διακόψωμεν, τοῦ γεώδους σαρκίου, μετάρσιοι πρὸς τὸ ὄρος, τὸ Θαβὼρ ἀνελθόντες, καὶ Μωϋσεῖ Ἠλίᾳ τε, Μαθητῶν τοῖς πρωτάρχαις συμμετασχεῖν, θεϊκῆς ἐλλάμψεως ἀπροσίτου, ἀξιωθῆναι σπεύσωμεν, φῶς φωτὶ προσλαβόντες. καὶ ὁ Προεστώς Σοί δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΜΙΚΡΑ ΔΟΞΟΛΟΓΙΑ ὁ Ἀναγνώστης χῦμα Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον διδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. τὰ Πληρωτικά. ὁ Ἱερεύς Πλληηρρώσσωμμεενν ττὴὴνν ἑἑωθθι ιννὴὴνν δδέέηησσι ινν ἡἡμμῶνν ττῷ ΚΚυυρρί ίῳ... ὁ Χορός Κύριε, ἐλέησον. ὁ Ἱερεύς ἈἈννττι ιλλααββοοῦῦ,,, σσῶσσοονν,,, ἐἐλλέέηησσοονν κκααὶ ὶ δδι ιααφφύύλλααξξοονν ἡἡμμᾶᾶςς,,, ὁὁ Θεεόόςς,,, ττῇῇ ΣΣῇῇ χχάάρρι ιττι ι... ὁ Χορός Κύριε, ἐλέησον. ὁ Ἱερεύς ΤΤὴὴνν ἡἡμμέέρραανν ππᾶᾶσσαανν,,, ττεελλεεί ίαα νν,,, ἁἁγγί ίαανν,,, εεἰ ἰρρηηννι ικκὴὴνν κκααὶ ὶ ἀἀννααμμάάρρττηηττοονν,,, ππααρρὰὰ ττοοῦῦ ΚΚυυρρί ίοουυ,,, ααἰ ἰττηησσώμμεεθθαα... ὁ Χορός μεθ ἑκάστην αἴτησιν τό Παράσχου Κύριε. Ἄγγγγεελλοονν εεἰ ἰρρήήννηηςς,,, ππι ισσττὸὸνν ὁὁδδηηγγόόνν,,, φύύλλαακκαα ττῶνν ψυυχχῶνν κκααὶ ὶ ττῶνν σσωμμάάττωνν ἡἡμμῶνν,,, ππααρρὰὰ ττοοῦῦ Κυυρρί ίοουυ ααἰ ἰττηησσώμμεεθθαα... 7
ΣΣυυγγγγννώμμηηνν κκααὶ ὶ ἄἄφεεσσι ινν ττῶνν ἁἁμμααρρττι ιῶνν κκααὶ ὶ ττῶνν ππλληημμμμεελληημμάάττωνν ἡἡμμῶνν,,, ππααρρὰὰ ττοοῦῦ Κυυρρί ίοουυ ααἰ ἰττηησσώμμεεθθαα... ΤΤὰὰ κκααλλὰὰ κκααὶ ὶ σσυυμμφέέρροονντταα ττααῖ ῖςς ψυυχχααῖ ῖςς ἡἡμμῶνν κκααὶ ὶ εεἰ ἰρρ ήήννηηνν ττῷ κκόόσσμμῳ,,, ππααρρ ὰὰ ττοοῦῦ Κυυρρί ίοουυ ααἰ ἰττηησσώμμεεθθαα... ΤΤὸὸνν ὑὑππόόλλοοι ιπποονν χχρρόόννοονν ττῆῆςς ζζωῆῆςς ἡἡμμῶνν ἐἐνν εεἰ ἰρρήήννῃῃ κκααὶ ὶ μμ εεττααννοοί ίᾳᾳ ἐἐκκττεελλέέσσααι ι,,, ππααρρὰὰ ττοοῦῦ Κυυρρί ίοουυ ααἰ ἰττηησσώμμεεθθαα... ΧΧρρι ισσττι ιααννὰὰ ττὰὰ ττέέλληη ττῆῆςς ζζωῆῆςς ἡἡμμῶνν,,, ἀἀννώδδυυ νναα,,, ἀἀννεεππααί ίσσχχυυνντταα,,, εεἰ ἰρρηηννι ικκάά,,, κκααὶ ὶ κκααλλὴὴνν ἀἀπποολλοογγί ίαανν ττὴὴνν ἐἐππὶ ὶ ττοοῦῦ φοοββεερροοῦῦ ββήήμμααττοοςς ττοοῦῦ ΧΧρρι ισσττοοῦῦ ααἰ ἰττηησσώμμεεθθαα... ΤΤῆῆςς Πααννααγγί ίααςς,,, ἀἀχχρράάννττοουυ,,, ὑὑππεερρεευυλλοογγηημμέέννηηςς,,, ἐἐννδδόόξξοουυ ΔΔεεσσπποοί ίννηηςς ἡἡμμῶνν Θεεοοττόόκκοουυ κκααὶ ὶ ἀἀεει ιππααρρθθέέννοουυ Μααρρί ίααςς,,, μμεεττὰὰ ππάάννττωνν ττῶνν Ἁγγί ίωνν μμννηημμοοννεεύύσσααννττεεςς,,, ἑἑααυυττοοὺὺςς κκααὶ ὶ ἀἀλλλλήήλλοουυςς κκααὶ ὶ ππᾶᾶσσαανν ττὴὴνν ΖΖωὴὴνν ἡἡμμῶνν ΧΧρρι ισσττῷ ττῷ Θεεῷ ππααρρ ααθθώμμεεθθαα... ὁ Χορός Σοί, Κύριε. ὁ Ἱερεύς Ὅττι ι Θεεὸὸςς ἐἐλλέέοουυςς,,, οοἰ ἰκκττι ιρρμμῶνν,,, κκααὶ ὶ φφι ιλλααννθθρρωππί ίααςς ὑὑππάάρρχχεει ιςς,,, κκααὶ ὶ σσοοὶ ὶ ττὴὴνν δδόόξξαανν ἀἀννααππέέμμ πποομμεενν,,, ττῷ Πααττρρὶ ὶ κκααὶ ὶ ττῷ ΥΥἱ ἱῷ κκααὶ ὶ ττῷ ἉἉγγί ίῳ Πννεεύύμμααττι ι,,, ννῦῦνν κκααὶ ὶ ἀἀεεὶ ὶ κκααὶ ὶ εεἰ ἰςς ττοοὺὺςς ααἰ ἰῶννααςς ττῶνν ααἰ ἰώννωνν... ὁ Χορός Ἀμήν. ὁ Ἱερεύς ΕΕἰ ἰρρήήννηη ππᾶᾶσσι ι... ὁ Χορός Καὶ τῷ πνεύματί σου. ὁ Ἱερεύς ΤΤὰὰςς κκεεφφααλλὰὰςς ἡἡμμῶνν ττῷ ΚΚυυρρί ίῳ κκλλί ίννωμμεενν... ὁ Χορός Σοί, Κύριε. ὁ Ἱερεύς (μυστικῶς) Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς... (ἐκφώνως ) ΣΣὸὸνν γγάάρρ ἐἐσσττι ι ττὸὸ ἐἐλλεεεεῖ ῖνν κκααὶ ὶ σσῴζζεει ινν ἡἡμμᾶᾶςς,,, ὁὁ Θεεὸὸςς ἡἡμμῶνν,,, κκααὶ ὶ σσοοὶ ὶ ττὴὴνν δδόόξξαα νν ἀἀννααππέέμμπποομμεενν,,, ττῷ Πααττρρὶ ὶ κκααὶ ὶ ττῷ ΥΥἱ ἱῷ κκααὶ ὶ ττῷ ἉἉγγί ίῳ Πννεεύύμμααττι ι,,, ννῦῦνν κκααὶ ὶ ἀἀεεὶ ὶ κκααὶ ὶ εεἰ ἰςς ττοοὺὺςς ααἰ ἰῶννααςς ττῶνν ααἰ ἰώννωνν... ὁ Χορός Ἀμήν. Εἶτα τὰ Ἀπόστιχα τῶν Αἴνων Ἦχος α. Τῶν οὐρανίων ταγμάτων. Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος. Τῆς παναγίας ἐνδόξου Μεταμορφώσεως, προϋπαντὴν ποιοῦντες, τῇ παρούσῃ ἡμέρᾳ, Χριστὸν δοξολογοῦμεν τὸν τὴν ἡμῶν, τῷ πυρὶ τῆς Θεότητος, ἀναμορφώσαντα φύσιν, καὶ ὡς τὸ πρίν, ἀφθαρσίαν ἀπαστράψαντα. Στίχ. Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. Ἐπὶ τὸ ἅγιον ὄρος δεῦτε ἀπίωμεν, καὶ τὴν παμφαεστάτην, Μεταμόρφωσιν πίστει, κατίδωμεν Κυρίου, τοῦτον πιστῶς, προσκυνοῦντες καὶ λέγοντες Σύ εἶ Θεὸς ἡμῶν μόνος, ὁ σαρκωθείς, καὶ θεώσας τὸ ἀνθρώπινον. Στίχ. Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν. Αὕτη ἐστὶν ἡ ἡμέρα, ἡ προεόρτιος, μεθ ἣν μεταμορφοῦται, ὁ Χριστὸς συμπαρόντων, Μωσέως καὶ Ἠλία, καὶ τῶν αὐτοῦ Μαθητῶν ἐν τῷ ὄρει Θαβώρ, φωνῆς δὲ θείας λαλούσης Οὗτός ἐστιν, ἀληθῶς ὁ ἐκλεκτός μου Υἱός. Δόξα. Καὶ νῦν. Ἦχος πλ. α. Προεόρτιον Νόμου καὶ Προφητῶν σὲ Χριστὲ ποιητὴν καὶ πληρωτὴν ἐμαρτύρησαν, ὁρῶντες ἐν τῇ νεφέλῃ, Μωϋσῆς ὁ θεόπτης, καὶ Ἠλίας ὁ ἔμπυρος ἁρματηλάτης καὶ ἄφλεκτος οὐρανοδρόμος, ἐπὶ τῆς Μεταμορφώσεώς σου μεθ ὧν καὶ ἡμᾶς τοῦ σοῦ φωτισμοῦ ἀξίωσον Δέσποτα, ὑμνεῖν σε εἰς τοὺς αἰῶνας. Εἶτα ὁ Ἱερεὺς λέγει 8
ἈἈγγααθθὸὸνν ττὸὸ ἐἐξξοομμοολλοογγεεῖ ῖσσθθααι ι ττῷ ΚΚυυρρί ίῳ,,, κκααὶ ὶ ψψάάλλλλεει ινν ττῷ ὀὀννόόμμ ααττί ί σσοουυ,,, Ὕψψι ισσττεε ττοοῦῦ ἀἀννααγγγγέέλλλλεει ινν ττὸὸ ππρρωῒ ῒ ττὸὸ ἔἔλλεεόόςς σσοουυ,,, κκααὶ ὶ ττὴὴνν ἀἀλλήήθθεει ιάάνν σσοουυ κκαα ττὰὰ ννύύκκτταα... Τρισάγιον. Δόξα. Καὶ νῦν. Παναγία Τριάς. Κύριε, ἐλέησον (γ ). Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν. καὶ εὐθὺς τὸ Προεόρτιον Ἀπολυτίκιον. Ἦχος δ. Χριστοῦ τὴν Μεταμόρφωσιν προϋπαντήσωμεν, φαιδρῶς πανηγυρίζοντες τὰ προεόρτια, πιστοὶ καὶ βοήσωμεν Ἤγγικεν ἡ ἡμέρα τῆς ἐνθέου εὐφροσύνης ἄνεισιν εἰς τὸ ὄρος τὸ Θαβὼρ ὁ Δεσπότης, τῆς Θεότητος αὑτοῦ ἀπαστράψαι τὴν ὡραιότητα. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ τὰ Ἀντίφωνα Καθημερινῶν Ἀντίφωνον Α. Ἦχος β. (Ψαλμὸς Ϡα ) Στίχ. α. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β. Ἦχος β. (Ψαλμὸς Ϡδ ) Στίχ. α. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ ὅτι Θεὸς μέγας Κύριος καὶ Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός,.. Στίχ. γ. Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός,.. Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ. Ἦχος δ. Ἀπολυτίκιον Προεόρτιον. Ἦχος δ. Στίχ. α. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος. Χριστοῦ τὴν Μεταμόρφωσιν προϋπαντήσωμεν, φαιδρῶς πανηγυρίζοντες τὰ προεόρτια, πιστοὶ καὶ βοήσωμεν Ἤγγικεν ἡ ἡμέρα τῆς ἐνθέου εὐφροσύνης ἄνεισιν εἰς τὸ ὄρος τὸ Θαβὼρ ὁ Δεσπότης, τῆς Θεότητος αὑτοῦ ἀπαστράψαι τὴν ὡραιότητα. Στίχ. β. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην. Χριστοῦ τὴν Μεταμόρφωσιν προϋπαντήσωμεν,.. ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. 9
(ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός,.... ψάλλοντάς σοι, Ἀλληλούϊα. Ἀπολυτίκιον Προεόρτιον. Ἦχος δ. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Χριστοῦ τὴν Μεταμόρφωσιν προϋπαντήσωμεν, φαιδρῶς πανηγυρίζοντες τὰ προεόρτια, πιστοὶ καὶ βοήσωμεν Ἤγγικεν ἡ ἡμέρα τῆς ἐνθέου εὐφροσύνης ἄνεισιν εἰς τὸ ὄρος τὸ Θαβὼρ ὁ Δεσπότης, τῆς Θεότητος αὑτοῦ ἀπαστράψαι τὴν ὡραιότητα. Ἀπολυτίκιον τοῦ Ἁγίου Εὐσιγνίου. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ὡς ἔμπλεως πίστεως, τῆς πρὸς Χριστὸν εὐσεβῶς, νεάζον τὸ φρόνημα, ἔσχες ἐν γήρᾳ καλῶς, Εὐσίγνιε ἔνδοξε ὅθεν ὁμολογήσας, τὸν ὑπέρθεον Λόγον, ἤλεγξας θαρσαλέως, Παραβάτου τὸ θράσος ἐντεῦθεν μετὰ Μαρτύρων, μάρτυς δεδόξασαι. Ἀπολυτίκιον τοῦ Ὁσίου Εὐγενίου τοῦ Αἰτωλοῦ. Ἦχος δ. Ταχὺ προκατάλαβε. Διδάσκαλος ἔνθεος καὶ ὁδηγὸς τῶν πιστῶν ἐδείχθης ἐν Πνεύματι, οἷα θεράπων Χριστοῦ, Εὐγένιε Ὅσιε λόγῳ γὰρ διαπρέπων καὶ λαμπρότητι βίου, ὤφθης τῆς εὐσεβείας πρακτικὸς ὑποφήτης διὸ ἡ Ἐκκλησία μακαρίζει σε. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον Προεόρτιον (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον, καὶ δὴ ἀμοιβαδὸν μετὰ τῶν Ἱεροψαλτῶν) Ἦχος δ. Ἐπεφάνης σήμερον. Ἐν τῇ θείᾳ σήμερον Μεταμορφώσει, ἡ βροτεία ἅπασα, φύσις προλάμπει θεϊκῶς, ἐν εὐφροσύνῃ κραυγάζουσα Μεταμορφοῦται Χριστός, σῴζων ἅπαντας. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ τοῦ Μάρτυρος (ζήτει τοῦτον τῇ Παρασκευῇ τῆς ΛΒ Ἑβδομάδος) Προκείμενον. Ἦχος βαρύς. (Ψαλμὸς ριε ) Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν; Καθολικῆς A Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (α 1 25, β 1 10) Πέτρος, Ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας καὶ Βιθυνίας, κατὰ πρόγνωσιν Θεοῦ Πατρός, ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, εἰς κληρονομίαν ἄ φθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι, εἰ δέον ἐστί, λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑ μῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρε 10
θῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ Ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς Ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν. Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν Προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρούμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς, ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ ἀποσταλέντι ἀπ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν Ἄγγελοι παρακύψαι. Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑ μῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν Χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἁγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς Ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε διότι γέγραπται Ἅγιοι γίνεσθε, ὅτι ἐγὼ Ἅγιός εἰμι. Καί, εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς τῆς πατροπαραδότου, ἀλλὰ Τιμίῳ Αἵματι ὡς Ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ ἐσχάτων τῶν χρόνων δι ὑμᾶς, τοὺς δι αὐτοῦ πιστεύοντας εἰς Θεόν, τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν. Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας διὰ Πνεύματος, εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος εἰς τὸν αἰῶνα διότι πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. Τοῦτο δέ ἐστι τὸ ρῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς. Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς, ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν καὶ ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν, εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος. Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ Θεῷ ἐκλεκτόν, ἔντιμον, καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικός, ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ διότι περιέχει ἐν τῇ Γραφῇ ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτόν, ἔντιμον, καὶ ὁ πιστεύων ἐπ αὐτῷ οὐ μὴ καταισχυνθῇ. Ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν, ἀπειθοῦσι δὲ λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου οἳ προσκόπτουσι τῷ λόγῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐ τέθησαν. Ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅ πως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς οἵ ποτε οὐ λαός, νῦν δὲ λαὸς Θεοῦ, οἳ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες. Ἀλληλούϊα. (γ ) Ἦχος πλ. δ. (Ψαλμ. πη ρμγ ) Στίχ. Σοί εἰσιν οἱ οὐρανοί, καὶ σή ἐστιν ἡ γῆ τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. (πη 12) Στίχ. Μακάριος ὁ λαός, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ. (ρμγ 15) ΕΥΑΓΓΕΛΙΟΝ τῆς ἡμέρας (Σαββάτου Θ Ἑβδομάδος) Ἐκ τοῦ κατὰ Ματθαῖον (ιε 32 39) Τῷ καιρῷ ἐκείνῳ προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ εἶπεν αὐτοῖς Σπλαγχνί ζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι καὶ οὐκ ἔχουσι τί φάγωσι καὶ ἀπο λῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. Καὶ λέγουσιν αὐτῷ οἱ μαθηταί αὐτοῦ Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι, ὥστε χορτάσαι ὄχλον τοσοῦτον; Καὶ λέγει αὐ τοῖς ὁ Ἰησοῦς Πόσους ἄρτους ἔχετε; Οἱ δὲ εἶπον Ἑπτά, καὶ ὀλίγα ἰχθύδια. Καὶ ἐκέλευσε τοῖς ὄχλοις ἀναπεσεῖν ἐπὶ τὴν 11
γῆν. Καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας, εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ᾖραν τὸ περισσεῦον τῶν κλασμάτων, ἑπτὰ σπυρίδας πλήρεις. Οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες, χωρὶς γυναικῶν καὶ παιδίων. Καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγδαλά. Δόξα σοι Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου Εἰς τό Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό Πάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶὶ ἀἀεεί ίί Ἦχος β. Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις ««Χρρι ιισσττόόςς,,, ὁὁ ἀἀλληηθθι ιιννὸὸςς Θεεὸὸςς ἡἡμμῶνν,,,.........»» Δι εὐχῶν... Ἀμήν. * * Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. 12