ΣΑΒΒΑΤΟΝ 28 ΦΕΒΡΟΥΑΡΙΟΥ 2015 Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Α ΕΒΔΟΜΑΔΟΣ «Θεοδώρου μεγαλομάρτυρος τοῦ Τήρωνος (μνήμη τοῦ διὰ κολλύβων θαύματος)». Βασιλείου ὁσίου τοῦ ὁμολογητοῦ ( 750). Προτερίου ἱερομάρτυρος ἀρχιεπισκόπου Ἀλεξανδρείας ( 457), Κυράννης νεομάρτυρος τῆς ἐν Θεσσαλονίκῃ ( 1751). Εἴδησις. Κατὰ τὰ Σάββατα τῆς Τεσσαρακοστῆς, τὸ μὲν πρωὶ ψάλλεται ἡ ἀκολουθία τοῦ ὄρθρου καὶ τελεῖται ἡ λειτουργία τοῦ ἱ. Χρυσοστόμου, τὸ δὲ ἑσπέρας ψάλλεται, ὡς συνήθως, ὁ ἑσπερινὸς τῆς ἐπαύριον Κυριακῆς, καθ ἣν τελεῖται ἡ λειτουργία τοῦ μεγ. Βασιλείου. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος β. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Ἀπολυτίκιον. Ἦχος β. Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα τὰ σὰ Θεοτόκε Μυστήρια τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐ γνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ Εἶτα, εἰς τὴν α Στιχολογίαν ψάλλομεν Καθίσματα Μαρτυρικά, τὰ κατὰ τὸν τυχόντα Ἦ χον, μετὰ καὶ τοῦ Θεοτοκίου. Καθίσματα. Μαρτυρικά. Ἦχος δ. Ταχὺ προκατάλαβε. Σταυρῷ ὁπλισάμενοι, οἱ Ἀθλοφόροι σου, ἐνίκησαν τὰ μηχανήματα, τοῦ ἀρχεκάκου ἐ χθροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν ἔλαμψαν ὡς φωστῆρες, τοὺς βροτοὺς ὁδηγοῦντες, νέμουσι τὰς ἰάσεις, τοῖς ἐν πίστει αἰτοῦσιν. Αὐτῶν ταῖς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν. Αὐτόμελον. Τῶν ἐν ὅλῳ τῷ κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι αὐτῶν βοᾷ σοι Χριστὲ ὁ Θεός Τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Ταχὺ προκατάλαβε. Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο, τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν σχόντες γὰρ τὴν ἰ σχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Τὸ ἀπ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄ γνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐ πὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως, ὑ πὲρ ἡμῶν καταδεξάμενος δι οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. 1
Ταῦτα μὲν οὕτως, εἴ ἐστι Θεὸς Κύριος. Μετὰ δὲ τὴν β Στιχολογίαν, τὰ παρόντα Καθίσματα τοῦ ἁγίου Θεοδώρου. Ἦχος γ. Θείας πίστεως. Ζέων πίστεως ὀρθοδοξίᾳ, πλάνην ἔσβεσας κακοδοξίας, καταργήσας τῶν εἰδώλων τὸ ἄ θεον, καὶ ὁλοκαύτωμα θεῖον γενόμενος, θαυματουργίαις δροσίζεις τὰ πέρατα. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα. Ὅμοιον. Θεῖον δῶρόν σε πρὸς σωτηρίαν, πάσῃ δέδωκε τῇ Οἰκουμένῃ, ὁ ἐν τοῖς ἄθλοις δυναμώσας σε Κύριος, τὰς ψυχικὰς ἡμῶν νόσους ἰώμενος, καὶ τῶν σωμάτων τὰ πάθη τροπούμενος. Μάρτυς Θεόδωρε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον. Ἡ τὸν ἀχώρητον, Θεὸν ἐν μήτρᾳ σου, Παρθένε ἄχραντε, κυοφορήσασα, τὸν πρὸ αἰώνων ἐκ Πατρὸς ἀῤῥεύστως ἀνατείλαντα, Λόγον ἐ νυπόστατον, καὶ Υἱὸν ὁμοούσιον, τοῦτον ἐκδυσώπησον, σὺν Προφήταις καὶ Μάρτυσιν, Ὁσίοις, Ἀσκηταῖς, καὶ Δικαίοις, δοῦναι ἡμῖν λύσιν πλημμελημάτων. Εἶτα ἀναγινώσκομεν τὸ Μαρτύριον τοῦ Ἁγίου τὸ δὲ Ἐγκώμιον τοῦ ἁγίου Γρηγορίου Νύσσης ἀναγινώσκεται εἰς τὴν τράπεζαν. Ὁ Ν ψαλμὸς χύμα. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀ γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. ΟΙ KANΟΝΕΣ Οἱ Κανόνες τοῦ ἁγίου Θεοδώρου οἱ δύο ὁ α μετὰ τῶν Εἱρμῶν εἰς ς, καὶ ὁ β εἰς δ. 2
Ὁ Κανών, ἐκ τοῦ Τριῳδίου, ποίημα τοῦ ὁσίου Ἰωάννου Μητροπολίτου Εὐχαΐτων, ἔχων Ἀ κροστιχίδα, ἐν μὲν τοῖς πρώτοις Τροπαρίοις, Ὁ Ἰωάννης ἐν δὲ τοῖς λοιποῖς Τήρων ὁ κλεινός, δόξα πρώτῳ Σαββάτῳ. ᾨδὴ α. Ἦχος δ. Ὁ Εἱρμός. Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. Ὁ πάντων ἐπέκεινα, σὲ τὴν ἀῤῥήτως γεννήσασαν, ἁπάντων προέθηκε, τῶν ἑαυτοῦ ἐκλεκτῶν ὅθεν σήμερον, τὸν τούτου στεφανίτην, ὑμνοῦντες Πανύμνητε, σοὶ προεξάρχομεν. Τὸν μέγαν ἐν Μάρτυσι, τὸν ἀθλητὴν τὸν ὑ πέρλαμπρον, τὸν ὀνομαστότατον, καὶ περιβόητον, τὸν ἐν θαύμασιν, ἀπ ἄκρων γῆς εἰς ἄκρα, ἐπίσημον ᾄσματι, μέλψω Θεόδωρον. Ἡμέρα εὐφρόσυνος, ἐν ταῖς πενθίμοις ἀνέτειλε, καὶ τὴν σκυθρωπότητα, τούτων ἐφαίδρυνε προεόρτια, προοίμια μακρόθεν, ἐκλάμψασα χάριτι, τοῦ θείου Μάρτυρος. Ῥαντίζει καθάρσια, τὴν Ἐκκλησίαν τοῖς αἵμασι, τὸ ἅγιον σφάγιον, ὃ προσελάβετο, ὁ τεθυμένος, καὶ θῦμα δεδεγμένος, τὸν ὑπεραθλήσαντα, τῆς θείας δόξης αὐτοῦ. Θεοτοκίον. Ὡραῖον κἂν ἄωρον, τὸ ἑορτάζειν νενόμισται ἡ γὰρ ὡραΐσασα, τὰ πάντα Δέσποινα, καὶ νῦν ἔδειξε, τῆς μνήμης κοινωνοῦσα, τῷ προκινδυνεύοντι ταύτης δι αἵματος. Ἕτερος Κανών. Ποίημα τοῦ αὐτοῦ Ἰωάννου. ᾨδὴ α. Ἦχος β. Ὡς ἐν ἠπείρῳ. Ὁ θαυμαστὸς ἐν Ἁγίοις ὄντως Θεός, ἐν ἐμοὶ θαυμάστωσον, τὰ ἐλέη σου Χριστέ, λόγον μοι δωρούμενος, ὡς ἄν, τὰ θαυμάσια τοῦ σοῦ, αἰνέσω Μάρτυρος. Τὸ σταθερὸν ἐν τοῖς ἄθλοις καὶ καρτερόν, ἐν τοῖς πόνοις ἔδειξας, Ἀθλοφόρε τοῦ Χριστοῦ τὸ ταχὺ δὲ πάλιν ἐφ ἡμᾶς, βοηθείας φανερῶν, τῆς σῆς Θεόδωρε. Δόξα. Τὴν εὐσεβῆ τῶν Πατέρων πίστιν ψυχῆς, τῆς αὑτοῦ ὁ τύραννος, ἀπωσάμενος κακῶς, ἀσεβῆ ἠθέλησε βουλήν, τῷ Θεῷ προσκεκρουκώς, ἀεὶ πορεύεσθαι. Καὶ νῦν. Θεοτοκίον. Θεοῤῥημόνων προῤῥήσεις πάλαι ἀνδρῶν, ἐπὶ σοὶ πεπλήρωνται, Μητροπάρθενε σαφῶς, ὡς Θεὸν τεκοῦσαν ἀληθῆ, καὶ Θεὸν ἀληθινόν, ὑ περφυῶς καὶ φρικτῶς. Καταβασία. Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. ᾨδὴ γ. Τοῦ Τριῳδίου. Ὁ Εἱρμός. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. Ἰδεῖν τὴν ἡμέραν τοῦ Υἱοῦ σου, ποθῶν ὁ χριστώνυμος λαός, εἰς τύπον ταύτης Δέσποινα, τανῦν προεορτάζουσι, σὲ φέρουσαν ὑπόθεσιν, καὶ τὸν κλεινὸν Ἀθλοφόρον σου. Νικᾷ πᾶσι τρόποις τὰ βελτίῳ ὁ μέγιστος γὰρ ἐν ἀθληταῖς, εἰς εὐφροσύνην ἤμειψε, τὴν τοῦ καιροῦ κατήφειαν, τῆς εὐαγοῦς τὸ σύντονον, νηστείας τρέψας εἰς ἄνεσιν. Οἰκεῖον καὶ πρέπον σοι τὸ δῶρον καὶ γὰρ ἐξ 3
οἰκείων Ἀθλητά οὓς γὰρ αὐτὸς κατῴκισας, ἐν ταύτῃ τῇ μερίδι σου, περιχαρῶς τὰ δῶρά σοι, τὰ τῶν ἐπαίνων προσάγομεν. Καλλίστην κρηπῖδα κατεβάλου, ταῖς σαῖς ἀ ριστείαις Ἀριστεῦ, τὸν θῆρα τὸν ὀλέθριον, τὸν πῦρ καὶ φόνον πνέοντα, καταβαλὼν ὡς πάρεργον, ὑπερφυοῦς γενναιότητος. Λυττήσας ὁ νέος ἀποστάτης, κατ ἴσον δεινῶς τῷ παλαιῷ, καθάρματα τοῖς βρώμασιν, ὥ σπερ ἰῷ συνέφυρεν ἀλλὰ ψευσθεὶς ὁ δείλαιος, κατεσοφίσθη τῷ Μάρτυρι. Θεοτοκίον. Ἐπλήσθην μὲν σύμπασα Παρθένε, τοῦ γνῶναι τὸν Κύριον ἡ γῆ, ἐκ σοῦ τῷ Κόσμῳ φάναντα ἀλλὰ τοῖς θείοις Μάρτυσι, χάρις πολλὴ κρατύνασι, δι ἑαυτῶν τὴν ἀλήθειαν. Εἱρμὸς ἄλλος. Οὐκ ἔστιν Ἅγιος. Ὁ πρὶν τῆς Εὔας τοῖς ὠσί, ψιθυρίσας δολίως, τὸν Ἀδὰμ δι αὐτῆς δέ, ἀπατήσας δολερῶς αὐτὸς καὶ νῦν τὸν ἰόν, τῆς κακίας, πρὸς ἀπάτην κέχυκε. Τὸν δόλον εἶχε κατ αὐτοῦ ἔτρεφε τὴν μανίαν, κατὰ τῶν εὐθηνούντων καιρὸν ἐζήτει εὐθῆ, καθ ὃν τὸ μῖσος τελεῖν, ἐμελέτα, ὁ παρανομώτατος. Δόξα. Τῶν ἡμερῶν ἡ ἀπαρχή, τῶν ἁγίων ἐπέστη Νηστειῶν, ἐν αἷς ἅπας, Χριστιανὸς ἑαυτόν, δι ἐγκρατείας πολλῆς, ἐκκαθαίρει, πάντων ἀπεχόμενος. Καὶ νῦν. Θεοτοκίον. Ἐλπὶς τοῦ Κόσμου κραταιά, σκέπη καὶ προστασία, Παναγία Παρθένε, μὴ παρίδῃς ἀγαθὴ τὴν δέησιν οἰκετῶν, τῶν ἐκ πόθου, σὲ μακαριζόντων ἀεί. Καταβασία. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κάθισμα τοῦ ἁγίου Θεοδώρου. Ἦχος πλ. δ. Τὴν σοφίαν καὶ Λόγον. Θεϊκὴν παντευχίαν ἀναλαβών, καὶ εἰδώλων τὴν πλάνην καταβαλών, Ἀγγέλους διήγειρας, εὐφημεῖν τοὺς ἀγῶνάς σου τῷ γὰρ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, τοῦ ἐν πυρὶ θανάτου, στεῤῥῶς κατεφρόνησας ὅθεν φερωνύμως, τοῖς αἰτοῦσί σε νέμεις, τὰ θεῖα δωρήματα, ἰαμάτων χαρίσματα. Ἀθλοφόρε Θεόδωρε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα. Ὅμοιον. Μαξιμίνου θωπείαις μὴ ἐκλυθείς, τοῦ Χριστοῦ δὲ τοῖς λόγοις ἀνδρειωθείς, εἰδώλων τὰ τεμένη, ἐν πυρὶ ἀπετέφρωσας, ἀθλητικῶς νικήσας, καλῶς τὸν ἀντίπαλον, προφητικῶς δι ῆλθες, τὸ πῦρ ὡς ἐν ὕδατι ὅθεν ἐπαξίως, ἀ μοιβὴν τῶν ἀγώνων, πηγάζεις ἰάματα, τοῖς αἰτοῦσιν ἐκ πίστεως. Ἀθλοφόρε Θεόδωρε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον. Ὡς πανάμωμος Νύμφη τοῦ Ποιητοῦ, ὡς ἀπείρανδρος Μήτηρ τοῦ Λυτρωτοῦ, δοχεῖον ὡς ὑ πάρχουσα, τοῦ Ὑψίστου Πανύμνητε, ἀνομι ῶν με ὄντα, αἰσχρὸν καταγώγιον, καὶ ἐν γνώσει γενόμενον, τοῖς δαίμοσι παίγνιον σπεῦσον καὶ τῆς τούτων, κακουργίας με ῥῦσαι, λαμπρὸν οἰκητήριον, δι ἀρετῆς ἀπαρτίσασα Φωτοδόχε ἀκήρατε, δίωξον τὸ νέφος τῶν παθῶν, καὶ τῆς ἄνω λαμπρότητος ἀξίωσον, καὶ ἀκιβδήλου αἴγλης, φωτὸς ἀνεσπέρου σου. 4
ᾨδὴ δ. Τοῦ Τριῳδίου. Ὁ Εἱρμός. Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας Δόξα Χριστὲ τῇ δυνάμει σου. Ὢ καινῆς καὶ παραδόξου, μίξεώς τε, καὶ κράσεως! παρθενίᾳ τόκον, ἥνωσε τεχθεὶς ὁ Θε άνθρωπος ταῖς σκυθρωπαῖς δὲ ἡμέραις, τὴν εὐφρόσυνον, τὸν οἰκεῖον τιμῶν, Ἀθλητὴν ἐγκατέμιξεν. Ἴδε πῶς Χριστὸν ἐφίλει, ὁ Χριστῷ στρατευόμενος τοὺς ἐχθροὺς γὰρ τούτου, ζήλῳ καὶ πυρὶ κατηνάλωσε, καὶ ἑαυτὸν τελευταῖον καλλιέργημα, καὶ δεκτὸν αὐτῷ θῦμα, προθύμως ἀπέδωκε. Νικηφόρος ἐκ τῶν ἄθλων, ὁ Γεννάδας ἀνέλυσε, παῤῥησίᾳ λόγων, καὶ ὑπεροψίᾳ κολάσεων, τοὺς θεατὰς καταπλήξας, καὶ γενόμενος, πάσῃ κτίσει καινόν, καὶ παράδοξον θέατρον. Ὀστοῦν μὲν οὐ συνετρίβη, τοῦ Θεοῦ καὶ Δεσπότου μου, ὢ μακροθυμίας! καὶ μετὰ τὴν νέκρωσιν πάσχοντος τὸν δὲ αὐτοῦ Στρατιώτην πῦρ δεξάμενον, καὶ τροχὸς ηὐλαβήθη, θανόντος προσάψασθαι. Θεοτοκίον. Συνθανόντες τῷ Δεσπότῃ, τῆς ζωῆς οἱ θεράποντες, καὶ συναναστάντες, ζῶσι παρ αὐτῷ νῦν αἰώνια, καὶ τῷ Υἱῷ τὴν Μητέρα συνδοξάζουσιν, εὐλογοῦντες Πατέρα, Υἱόν, Πνεῦμα ἅγιον. Ἄλλος. Χριστός μου δύναμις. Βουλὴν βουλεύεται, ὁ ἀσεβέστατος, καὶ σκοπεῖται, ὡς ὄντως ἐστὶ φρικτή ἔγνω γὰρ ὁ δείλαιος, διὰ βρωμάτων μιαρῶν, τὸν λαὸν καταμολύνειν Χριστοῦ. Εἰς ἔργον ἤνεγκε, βουλὴν τὴν ἄθεσμον, συσταλῆναι προστάξας τῶν καθαρῶν, ἐδεσμάτων ἔνθεσιν, καὶ προτεθῆναι ἃ αὐτός, κατεμόλυνε τοῖς αἵμασι. Δόξα. Γέγονεν ἔκπυστον, καὶ διαβόητον, τὸ ἀνόμημα πᾶσι Χριστιανοῖς ὅθεν ὡς ἐπέγνω σε, καὶ συνδρομὴ πάντων ὁμοῦ, εἰς Ναὸν Κυρίου ἅ γιον. Καὶ νῦν. Θεοτοκίον. Τὴν σὲ κυήσασαν, τὸν προαιώνιον, ἐκ Πατρὸς γεννηθέντα νῦν οἱ πιστοί, πρέσβιν προβαλλόμεθα ταύτης δεήσεσι καμφθείς, εὐμενὴς γενοῦ τοῖς δούλοις σου. Καταβασία. Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας Δόξα Χριστὲ τῇ δυνάμει σου. ᾨδὴ ε. Τοῦ Τριῳδίου. Ὁ Εἱρμός. Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύουσα. Τοῦ Τριῳδίου. Ἐξέστη τὰ σύμπαντα. Ἀνοίγεται σήμερον, τὰ πρόθυρα τῆς χάριτος, καὶ ἡ καταπαύσιμος νῦν αὕτη, προεικονίζει τὴν ἀναστάσιμον οὕτω λαμπροφόρος τὴν λαμπράν, Δέσποιναν γεραίρουσα, καὶ τὸν ἔνδοξον Μάρτυρα. Δωρεῖται φερώνυμον, δῶρον Θεὸς Θεόδωρον, τοῖς ἠγαπηκόσι τοῦ φανέντος, ἠγαπημένου τὴν ἐπιφάνειαν, παραδόξων ἔργων ποιητήν, θείων τε δυνάμεων, αὐτουργὸν ἐργασάμενον. 5
Οὐδὲν πρὸς τὸν Μάρτυρα, τὰ τόξα καὶ τὰ βέλη σου, ἐχθρὲ τῆς ἀνθρώπων σωτηρίας καὶ τεθνηκὼς γάρ, ζῇ καὶ ἐγρήγορε, καὶ τοῖς κακουργήμασι τοῖς σοῖς, ἀντικαθιστάμενος, σῴζει πάντα Ὀρθόδοξον. Θεοτοκίον. Ξενίζον ἦν πρότερον, τὸ θαῦμα τῆς Θεόπαιδος ταῖς τῶν Ἀθλητῶν δὲ μαρτυρίαις, εἴληφε πίστιν, τὴν ἀναμφίβολον, καὶ τὸ πιστευόμενον ἀεί, μένει θαυμαζόμενον, καὶ πιστῶς προσκυνούμενον. Ἄλλος. Τῷ θείῳ φέγγει σου Ἀγαθέ. Ὁ τότε τοίνυν Ἀρχιερεὺς ὅλος θαμβηθεὶς τοῦ ἀσεβοῦς, ὡς ἔγνω τὸ διαβούλιον, ὕμνοις ἐν παννύχοις Θεὸν ἱκέτευε, μὴ παριδεῖν εἰς τέλος, λαὸν τὸν κλῆρον αὑτοῦ. Ἀλλ ὁ ταχὺς ὄντως βοηθός, τῶν ἐν ἀληθείᾳ καὶ θερμῇ, προσκαλουμένων δεήσει αὐτόν, οὐ παρεῖδεν ὅλως ἀλλὰ ταχίστην αὐτοῖς, ἐργάζεται τὴν λύσιν τοῦ ἐγχειρήματος. Δόξα. Ἐκ τῶν ὑψίστων ὁ βοηθός, πέμπεται ὡς τάχιστα πρὸς γῆν, ὁ ἀθλοφόρος Θεόδωρος, καὶ τῷ Ἀρχιποίμενι ἐποπτάνεται, τὴν λύσιν ἐκδιδάσκων, τῆς παρανόμου βουλῆς. Καὶ νῦν. Θεοτοκίον. Οὐδεὶς προστρέχων ἐπὶ τὴν σήν, Δέσποινα ἀντίληψιν θερμῶς, καταισχυνθήσεται πώποτε ἀλλ αἰτεῖται χάριν, καὶ δῶρον δέχεται, πρὸς τὸ συμφέρον θᾶττον, τῆς ἐξαιτήσεως. Καταβασία. Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύουσα. ᾨδὴ Ϛ. Τοῦ Τριῳδίου. Ὁ Εἱρμός. Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑ ορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες. Νηστεύειν Σῶτερ οὐ δύνανται, οἱ φίλοι καὶ υἱοὶ τοῦ νυμφῶνός σου σὲ τὸν Νυμφίον γάρ, σὺν τῇ Μητρὶ καὶ τῷ φίλῳ σου, ξενίζουσι παρόντα, καὶ θεραπεύουσιν. Ἀπέστη Θεοῦ τοῦ σῴζοντος, ἀπέστη καὶ φρενῶν ὁ δυσώνυμος, καὶ πρὸς ἀπόνοιαν, κατεξανέστη τῆς πίστεως ἀλλ ἀντὶ ταύτης εὗρε, τὸν μεγαλώνυμον. Παθῶν κατέστη σοφώτερος, καὶ δράσας ὁ γενναῖος θερμότερος τὴν πρὸς τυράννους γάρ, πάλην καὶ νίκην καλῶς ἀσκηθείς, οὐδὲ θανὼν ἀπέστη, τοῦ κατορθώματος. Θεοτοκίον. Ῥυσθέντες σήμερον Δέσποινα, κινδύνου ψυχοφθόρου τῷ θαύματι, τοῦ Ἀθλοφόρου σου, κατὰ τὴν σὴν θείαν πρόνοιαν, τὴν χάριν ἀμφοτέροις, ἀντιτιθέαμεν. Ἄλλος. Τοῦ βίου τὴν θάλασσαν. Τὸ ξένον θαμβούμενος, τῆς ὁράσεως τῆς σῆς, Ἀρχιερεὺς ἀντέφησε Σὺ τίς εἶ Κύριε, ὁ λαλῶν ἐμοί; γνώρισον καὶ δίδαξον, πῶς εὑρήσωμεν θᾶττον τὴν βοήθειαν. Θεόδωρος ἔφησεν Ἐγὼ πέφυκα σαφῶς, ὁ ἀ θλητὴς καὶ ἄκουσον Σῖτον ἑψήσας, μέρισον τοῖς λαοῖς καὶ οὕτω σωθήσεσθε, κεχραμένων βρωμάτων τοῦ ἀλάστορος. Δόξα. Ὡς μέγα τὸ θαῦμά σου, καὶ παράδοξος ἡ σή, ἀντίληψις Θεόδωρε! διὸ θαῤῥοῦντες πάντες 6
εἰλικρινῶς, πρὸς σὲ καταφεύγομεν, καὶ δεόμεθα Σῶσον τοὺς οἰκέτας σου. Καὶ νῦν. Θεοτοκίον. Φωτὸς οἰκητήριον, καὶ δοχεῖον καθαρόν, τοῦ Λόγου ἐχρημάτισας, Πατρὸς τῇ εὐδοκίᾳ, καὶ τῇ ἐν σοί, ἐπισκέψει Πνεύματος, τοῦ ἁγίου δι ό με φωταγώγησον. Καταβασία. Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑ ορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τοῦ Τριῳδίου. Κοντάκιον. Αὐτόμελον. Ἦχος πλ. δ. Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας Πολύαθλε, καὶ στέφει οὐρανίῳ ἐ στέφθης αἰωνίως, ὡς ἀήττητος. Ὁ Οἶκος. Τὸν ἐν θρόνῳ φωτὸς ἐποχούμενον, εὐχαρίστως ἐν πίστει ὑμνοῦμέν σε ὅτι δώρημα θεῖον δεδώρησαι, τὸν γενναῖον τοῖς ἄθλοις Θεόδωρον, τὸν ἐν τῷ βίῳ τρισμακάριστον, ὡς ὑ πέρμαχον ὄντα τῆς ἀληθείας εὐσεβεῖ λογισμῷ κεκτημένος Χριστόν, ἀνεδείχθη κραται ὸς νικητὴς κατὰ τοῦ δολεροῦ, ὡς ἀήττητος. Συναξάριον. Τὸ τοῦ Μηναίου Τῇ Κῌ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Βασιλείου, συνασκητοῦ τοῦ Ἁγίου Προκοπίου. Στίχ. Ὁ Βασίλειος Χριστὸν ἐν ψυχῇ φέρων, Ψυχὴν σκιᾶς τίθησι τῆς αὐτοῦ χάριν. Κρύψαν ὑπὸ χθόνα εἰκάδι ὀγδοάτῃ Βασίλειον. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Προτερίου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας. Στίχ. Ὁ Προτέριος σφάττεται τοῖς καλάμοις, Ὀξυγράφου κάλαμος ὢν κατὰ πλάνης. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Νέστορος. Στίχ. Οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος ἐν ξύλῳ, Νέστωρ ἁπλωθείς, τὸ προφητικὸν φάναι. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων γυναικῶν Κύρας καὶ Μαράνας. Στίχ. Καταξιοῦνται Μαράνα τε καὶ Κύρα, Σαρκὸς μαρασμῷ, κυριεύειν τοῦ πόλου. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἓξ Μάρτυρες, οἱ ἐξ Αἰγύπτου, ξίφει τελειοῦνται. Στίχ. Ξίφει θανεῖν ἔγραψαν ἓξ Αἰγυπτίους, Οἱ τοῦ χρόνου γράψαντες ἄθλους καὶ βίους. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἀπόστολοι Νυμφᾶς καὶ Εὔβουλος ἐν εἰρήνῃ τελειοῦνται. Στίχ. Χριστοῦ φυτεία Χρισταπόστολοι δύο, Χριστῷ σύνεισιν Εὔβουλος Νυμφᾶς ἅμα. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Βάρσος, Ἐπίσκοπος Δαμασκοῦ, ἐν εἰρήνῃ τελειοῦται. Στίχ. Πανήγυριν ῥέοντος ἐκλιπὼν βίου, Σύνεστι Βάρσος Ἀγγέλων πανηγύρει. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀβίρκιος ξίφει τελειοῦται. Στίχ. Χριστοῦ λατρευτὴς αὐχένα τμηθεὶς ξίφει, Θεῶν λατρευτὰς Ἀβίρκιος αἰσχύνει. Ἡ Ἁγία Νεομάρτυς Κυράννα, ἡ σωφρονεστάτη, κατὰ τὴν Θεσσαλονίκην ἐν βασάνοις τελειοῦται ἐν ἔτει αψνα (1751). Στίχ. Κυράννα παθῶν καὶ βασάνων κυρία, Φανεῖσ ἀπῆλθε πρὸς Κύριον Κυρίων. Ἐτι δὲ καὶ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ, Κασσιανοῦ τοῦ Ῥωμαίου. Στίχ. Θείους μεταστὰς Κασσιανὸς πρὸς νόας, Θείας νοητῶς κασσίας ἀποπνέει. Εἰκάδα ἀμφ ἐνάτην θάνε Κασσιανὸς μεγαθύμων. Εἶτα τὸ παρὸν τοῦ Τριῳδίου. Τῇ αὐτῇ ἡμέρᾳ, Σαββάτῳ τῆς πρώτης Ἑβδομάδος τῶν Νηστειῶν, τὸ διὰ τῶν Κολλύβων παράδοξον θαῦμα τοῦ ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος ἑορτάζομεν. 7
Στίχ. Τροφῇ κολλύβων, ἑστιᾷ Τήρων πόλιν, Τροφὴν τιθεὶς ἄπρακτον, ἠλιγισμένην. Ἰουλιανοῦ τοῦ παραβάτου, μετὰ Κωνστάντιον τὸν τοῦ μεγάλου Κωνσταντίνου υἱόν, τὰ σκῆπτρα τῆς βασιλείας κρατήσαντος, καὶ ἀπὸ Χριστοῦ εἰς εἰδωλολατρείαν μεταθεμένου, διωγμὸς κατὰ Χριστιανῶν ἐγείρεται μέγιστος, ἐμφανῶς τε ἅμα καὶ ἀφανῶς. Ἀπειπὼν οὖν ὁ δυσσεβὴς τοῦ κολάζειν ὠμῶς, ὁμοῦ δὲ καί, ἀναφανδὸν ἀπανθρώπως, οὕτω πειράζει Χριστιανούς, αἰσχυνόμενός τε καὶ ὑπειδόμενος, ἵνα μὴ προστίθωνται πλείονες, κεκρυμμένως πῶς μιᾶναι τούτους ὁ δόλιος καὶ ἀ νόσιος ἐβουλεύσατο. Ὅθεν καὶ τηρήσας, ὡς τὸ ἡμέτερον ἔθνος Χριστοῦ, κατὰ τὴν πρώτην τῶν ἁγίων Νηστειῶν Ἑβδομάδα, μᾶλλον ἁγνίζεται, καὶ προσανέχει Θεῷ, τὸν Ἔπαρχον τῆς πόλεως μετακαλεσάμενος, κελεύει τὰ πιπρασκόμενα συνήθη ὤνια ἐκ τοῦ μέσου ἀ παγαγεῖν ἕτερα δὲ ὤνια προθεῖναι τῇ ἀγορᾷ, ἄρτους δηλονότι καὶ πόματα, τοῖς ἐκ τῶν θυσιῶν αὐτοῦ αἵμασι ταῦτα πρότερον ἀναμίξαντα, καὶ ἐν τῷ φυράματι ἐ κμιάναντα ὡς ἄν, ἀπὸ νηστείας ταῦτ ὠνούμενοι, μᾶλλον ἐν τῇ καθάρσει μιαίνοιντο. Αὐτίκα τοίνυν ὁ Ἔ παρχος εἰς ἔργον ἄγει τὸ προσταχθέν καὶ προτίθησι τὰ ἐκ τῶν θυσιῶν καὶ ἀλισγημάτων μεμιασμένα βρωτὰ καὶ ποτά, ἐν πάσῃ τῇ ἀγορᾷ. Ἀλλ ὁ πάντα ὁρῶν τοῦ Θεοῦ ὀφθαλμός, καὶ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, καὶ ἡμῶν τῶν δούλων αὐτοῦ ἀεὶ προμηθούμενος, καὶ τὰς μυσαρὰς τοῦ Παραβάτου καθ ἡμῶν ἐπινοίας διέλυσε τῷ γὰρ τῆς πόλεως Ἀρχιερεῖ Εὐδοξίῳ, οὐκ ὀρθῶς, καὶ ταῦτα τὸ σέβας τυγχάνοντι, ἐπιπέμπει τὸν μέγαν αὐτοῦ ἀθλοφόρον Θεόδωρον, τὸν ἀπὸ τοῦ Τηρωνικοῦ τάγματος, Τήρωνα ἐπονομαζόμενον. Καὶ δῆτα ὕπαρ, οὐκ ὄναρ αὐτῷ ἐπιστάς, οὑτωσίπως φησίν Ὅσον τάχος διεγερθείς, τὸ τοῦ Χριστοῦ συνάγαγε ποίμνιον, καὶ κέλευε ἀσφαλῶς, μηδένα μηδέν τι τῶν ἐν τῇ ἀγορᾷ προβεβλημένων ὠνήσασθαι θυσιῶν γὰρ αἵμασι ταῦτα παρὰ τοῦ ἀσεβεστάτου βασιλέως μεμίανται. Τοῦ δὲ διαπορουμένου καὶ διερωτῶντος Καὶ πῶς ἂν ῥᾴδιον εἴη τοῦτο, τοῖς μὴ εὐπόρως οἴκοθεν ἔχουσι, μὴ ἀπὸ τῶν τῇ ἀγορᾷ προβεβλημένων ὠνήσασθαι; Ὁ Ἅγιος, Κόλλυβα χορηγήσας, φησίν, αὐτοῖς, τὴν ἔνδειαν παραμύθησαι. Τοῦ δὲ διαπορουμένου καὶ ἀγνοοῦντος, καὶ τί ἂν εἴη ταῦτα, διαπυνθανομένου, τὰ Κόλλυβα; ὁ μέγας Θεόδωρος φησί Τὸν ἑψητὸν σῖτον οὕτω γὰρ ἡμῖν ἐν Εὐχαΐταις λέγειν εἰώθαμεν. Ἐ ξακριβούμενος δὲ ὁ Πατριάρχης, τίς ἂν εἴη οὗτος ὁ τοῦ χριστωνύμου λαοῦ προμηθούμενος; Ὁ Ἅγιος αὖθις τοῦ Χριστοῦ Μάρτυς Θεόδωρος, ἔφη Ὁ παρ αὐτοῦ βοηθὸς ὑμῖν ἀρτίως ἀποσταλείς. Διεγερθεὶς οὖν εὐθέως ὁ Πατριάρχης, καὶ τῷ πλήθει ἀναγγείλας τὰ ὁραθέντα, καὶ οὕτω διαπραξάμενος, τὸ τοῦ Χριστοῦ ποίμνιον ἀλύμαντον τῆς τοῦ ἐχθροῦ καὶ παραβάτου διετήρησεν ἐπινοίας. Ὁ δὲ τὴν αὐτοῦ ἐνέδραν ἐπιδὼν ἐλεγχθεῖσαν, καὶ τὸ μηδὲν ἀνύσασαν, καὶ ἱκανῶς αἰσχυνθεὶς προβληθῆναι καὶ πάλιν τὰ συνήθη τῇ ἀγορᾷ προσέταξεν ὤνια. Ὁ μέν τοι τοῦ Χριστοῦ λαός, τῆς Ἑβδομάδος ἤδη ἐπιτελεσθείσης, τὴν εὐχαριστίαν ἀποτινοῦντες τῷ εὐεργέτῃ καὶ Μάρτυρι, κατὰ τόδε τὸ Σάββατον, διὰ Κολλύβων, τὴν αὐτοῦ μνήμην γεγηθότες ἐποίησαν. Ἕκτοτε οὖν οἱ πιστοί, καὶ μέχρι τῆς δεῦρο τὸ θαῦμα ἀνανεούμενοι, ἵνα μὴ ἐξίτηλον τὸ τοσοῦτον ἔργον τοῦ μάρτυρος τῷ χρόνῳ γένηται, τὸν μέγαν Θεόδωρον διὰ Κολλύβων γεραίρομεν. Τοῦτον δὲ τὸν μέγαν Θεόδωρον ὁ δυσσεβὴς Βρίγγας, ἐ πὶ Μαξιμίνου ἐμαρτύρησεν, αἰκισθέντα πρότερον, εἶτα τὸν νεὼν τῆς θεᾶς ἐκείνων ἐμπρήσαντα, καὶ τοῖς πένησι τὸν κόσμον αὐτῆς διαμερισάμενον τινῶν δὲ καὶ εἰς λόγους αὐτῷ ἐλθόντων καὶ μεταθέσθαι βουλομένων αὐτόν, καὶ συμβουλευόντων, οὔκουν ἠνέσχετο. Πολλὰ τοίνυν παθών, ὕστερον καμίνου ἀναφθείσης μεγάλης, κατ αὐτῆς ἀκοντίζεται μήτε δ ἐξ ἐκείνης παθών, ἐν μέσῳ ταύτης τῷ Θεῷ τὸ πνεῦμα παρέθετο. Ταῖς αὐτοῦ πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν. ᾨδὴ ζ. Τοῦ Τριῳδίου. Ὁ Εἱρμός. Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, ἔχαιρον ψάλλοντες Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός, εὐλογητὸς εἶ. Νόμον ἔφησας μὴ κεῖσθαι τοῖς δικαίοις σου, δίκαιε Δέσποτα ὅθεν ἡ Μήτηρ ἡ σή, καὶ ὁ πολυθαύμαστος οὗτος Θεράπων σου, τῇ φαιδρότητι, τῆς μνήμης τούτων σήμερον, νόμους λύουσι νηστείας. Ὡς ἡδίστη καὶ μεγάλη καὶ χαρμόσυνος, ἡ νῦν πανήγυρις, ἣν ὁ Μαρτύρων ἡμῖν, κάλλιστος καὶ μέγιστος, νῦν ἐσχεδίασεν, ἑνὶ θαύματι, ἐξ ἀκαθάρτων ἄχραντον, τοῦ Χριστοῦ λαὸν τελέσας. Τὸν πρὸς δράκοντας δεινοὺς ἀντιταξάμενον, καὶ κατισχύσαντα, τὸν ψυχοφθόρον τε νῦν, καὶ τὸν λυμαινόμενον, ἔμψυχα σώματα, ἀναδήσωμεν, ἐπινικίοις ᾄσμασι, καὶ στεφάνων ἐγκωμίοις. 8
Θεοτοκίον. Ὁ Γενάρχης μὲν προγνοὺς τὴν ψυχολέτειραν, βρῶσιν οὐκ ἔφυγεν ὁ σὸς δὲ πιστὸς λαός, παρὰ τοῦ σοῦ Μάρτυρος, προδιδαχθεὶς καὶ φυγών, τὴν ὀλέθριον, τροφὴν σὺν τούτῳ Δέσποινα, τὰ σωτήριά σοι θύει. Ἄλλος. Δροσοβόλον μὲν τὴν κάμινον. Δροσοβόλος ἀθυμίας καὶ φλογώσεως, νεφέλη ὤφθης ἔνδοξε, καὶ διέσωσας, ἐκ καμίνου τῆς τυραννικῆς, κραυγάζοντας πάντας τοὺς πιστούς Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Βασιλεῦ παρανομώτατε αἰσχύνθητι, καὶ ἐμφραγείη στόμα τὸ σόν, τὸ μελετῆσαν, καθ ἡ μῶν παράνομον βουλήν κατέλυσε γάρ σου τὴν ἰσχύν, ὁ βασιλεύων Βασιλεύς, καὶ πάντων Κύριος. Δόξα. Ἰουλιανὲ ἀνόητε, καρδία σου ὅλη κακίας πέπλησται φαρμακοῦται δέ, παρὰ τοῦ σοφοῦ ἡ μῶν Θεοῦ, σχεθεῖσα δολίως καθ ἡμῶν, τῶν ἐκβοώντων πρὸς αὐτόν, τὴν χάριν νέμει σαφῶς. Καὶ νῦν. Θεοτοκίον. Ὑπὲρ λόγον σου ἡ σύλληψις γεγένηται, καὶ ὑπὲρ νοῦν ὁ τόκος σου, Παναμώμητε Θεὸν γὰρ ἐγέννησας σαρκί, τὸν σώσαντα πάντας ἐκ φθορᾶς εὐλογημένη διὸ νῦν, Θεοτόκε σὲ δοξάζομεν. Καταβασία. Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, ἔχαιρον ψάλλοντες Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η. Τοῦ Τριῳδίου. Ὁ Εἱρμός. Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐ δρόσισας, καὶ ἐδίδαξας ψάλλειν Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον. Ἡ χαρᾶς τῇ γεννήσει πληρώσασα, τὰ οὐράνια καὶ τὰ ἐπίγεια, τῇ τοῦ καιροῦ στυγνότητι, χάριν εὔκαιρον νέμει, τῷ στεφανίτῃ, συγκροτοῦσα λαμπρῶς τὰ ἑόρτια. Σαββατίσωμεν ἄνθρωποι σήμερον, ἐκ τῶν κόπων τῶν χθὲς καταπαύοντες, διὰ τὸν εὐλογήσαντα, τὴν παροῦσαν ἡμέραν, τῇ καταπαύσει, καὶ τῇ νῦν πανηγύρει τοῦ Μάρτυρος. Ἀληθῶς τοῦτο πρῶτον ἐν Σάββασι, καὶ Σαββάτων ἂν λέγοιτο Σάββατον, μαρτυρικῆς τε χάριτος, καὶ δυνάμεως θείας ἐμπεπλησμένον, σωτηρίας μεγίστης ἀνάκλησις. Βασιλέως Θεοῦ ἁγνοῖς βρώμασι, βασιλείας ἀ θέσμου μιάσματα, ὁ καθαρὸς κατήργησε, παραδόξῳ τε τρόπῳ, θαυματουργίας, τὴν ἁγίαν ἑβδόμην ἡγίασε. Θεοτοκίον. Βεβαιοῖ τὸ σὸν Κόρην μυστήριον, τῶν Μαρτύρων ὁ πρόθυμος θάνατος ὡς γὰρ Θεῷ πιστεύσαντες, τῷ τεχθέντι, κἂν πάθος, ἑκὼν ὑ πέστη, ἑαυτοὺς οἱ γενναῖοι κατέθυσαν. Ἄλλος. Ἐκ φλογὸς τοῖς ὁσίοις. Ἐκ φλογὸς ὡς ἐῤῥύσθης Μάρτυς Θεόδωρε, θεϊκῇ δυναστείᾳ, οὕτω καὶ νῦν ἡμᾶς ἔσωσας αὐτός, ἐπιστασίᾳ θείᾳ σου, τῆς τοῦ παρανόμου, βουλῆς κακομηχάνου. Τὸ ἑσπέρας ηὐλίσθη κλαυθμὸς τοῖς δούλοις σου, πονηρᾶς ἐξ ἐνέδρας τοῦ ἀποστάτου ἡ μῶν ἀλλ εἰς τὸ πρωῒ ἀγαλλίασις ἔλαμψε, Μάρτυς καρτερόφρον, θερμῇ σου βοηθείᾳ. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον 9
Πνεῦμα, τὸν Κύριον ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας. Λυτρωτήν σε εὑρόντες, οἱ ἐν κινδύνοις ἡμεῖς, ἐμπεσόντες, καὶ ῥύστην τῆς τοῦ ἐχθροῦ μηχανῆς, Μάρτυς τοῦ Χριστοῦ, ἀθλοφόρε Θεόδωρε, σὲ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Καὶ νῦν. Θεοτοκίον. Ἀπορεῖ νοῦς ἀνθρώπων τῆς σῆς λοχείας Ἁ γνή, τὸ μυστήριον φράσαι καὶ διὰ τοῦτό σε, πίστει εὐσεβῶς, ὡς Θεοτόκον σέβομεν, καὶ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Καταβασία. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο,τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν Οἰκουμένην ἅπασαν, ἀ γείρει ψάλλουσαν Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ὁ διάκονος Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν. Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... ᾨδὴ θ. Τοῦ Τριῳδίου. Ὁ Εἱρμός. Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη σὲ Θεοτόκε, διὸ πάντες μεγαλύνομεν. Ἀνδρίζου Χριστοῦ ἡ Ἐκκλησία, καὶ κράτει τῶν μάτην πολεμούντων τοῦ Χριστοῦ γὰρ οἱ φίλοι, καὶ παρόντες σοῦ προκήδονται, καὶ ἀ πόντες, ὡς ὁ Γενναῖος, ᾧ τελεῖς τὰ χαριστήρια. Τὸν δόξαντα πάλαι τεθνηκέναι, τὰ πράγματα ζῆν καὶ μετὰ τέλος, καὶ τῆς πίστεως πάλιν, προστατεῖν μετὰ τοῦ ἴσου, δείκνυσι ζήλου ὃν οἱ πλουτοῦντες, εὐεργέτην μεγαλύνομεν. Θεοτοκίον. Ὡς θείαν σφραγῖδά σε τοῖς ὕμνοις, τὴν ἐ σφραγισμένην Θεοῦ βίβλον, ἐπιτίθημι φέρων, καὶ συνάγω τοὺς ἐπαίνους εἰς σὲ Παρθένε, οὕτω δοξάζων, ἐπὶ πλέον τὸν σὸν Μάρτυρα. Ἄλλος. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον. Καλὸς ἐδείχθης πρόμαχος ἔνδοξε, καὶ κραταιὰ ἀντίληψις ἡμῖν τοῖς τιμῶσί σου, τὴν σε 10
πτὴν καὶ ἀοίδιμον μνήμην νῦν, καὶ τῶν σῶν ἀθλημάτων τὰ κατορθώματα, καὶ τὴν γενομένην εἰς ἡμᾶς, θείαν ἀντίληψιν. Τὸ σὸν παμμάκαρ θαῦμα Θεόδωρε, τὸ τελεσθὲν ἁγίαις ἐπομβρίαις ἐξᾴδεται, εἰς τὸν σύμπαντα Κόσμον μακάριε ὅθεν καὶ ἐτησίως συναθροιζόμενοι, δόξαν ἀναπέμπομεν Χριστῷ τῷ σὲ δοξάσαντι. Δόξα. Ὁρῶν τὸν πόθον τῶν εὐφημούντων σε, Μάρτυς Χριστοῦ, τὴν χάριν ἀντιδώρησαι μείζονα καὶ τὴν πίστιν εἰδὼς ὅση πέφυκεν, ἔνδοξε μὴ ἐλλίπῃς, πρέσβυς θερμότατος, μάρτυς καὶ μεσίτης, πρὸς Θεὸν ἡμῶν δεικνύμενος. Καὶ νῦν. Θεοτοκίον. Ὑμνεῖν Παρθένε σὲ οὐ παυόμεθα, τὴν βοηθόν, τὴν σκέπην, τὴν ταχεῖαν ἀντίληψιν, τὴν προστάτιν ἡμῶν ἀκαταίσχυντον τήρησον σοὺς ἱκέτας, πάσης κακώσεως, πάσης μηχανῆς τοῦ πονηροῦ, ἐκλυτρουμένη ἀεί. Καταβασία. Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἐξαποστειλάριον τοῦ ἁγίου Θεοδώρου. Τοῖς Μαθηταῖς συνέλθωμεν. Στεφανηφόρος Ἅγιε, παρεστὼς σὺν Ἀγγέλοις, τῷ τοῦ Χριστοῦ νῦν Βήματι, καὶ φωτὸς τοῦ ἐκεῖθεν, πληρούμενος Ἀθλοφόρε, τὴν εἰρήνην τῷ Κόσμῳ, ἀδιαλείπτως πρέσβευε, καὶ ἡμῖν σωτηρίαν τοῖς εὐσεβῶς, τὴν φωσφόρον μνήμην σου ἐκτελοῦσι, Θεόδωρε πανόλβιε, Μάρτυς ἠγλαϊσμένε. Θεοτοκίον. Ἐν τῇ γαστρί σου Κύριος, ἀπολλύμενον Κόσμον, φθορᾶς ἀνακαλέσασθαι, βουληθεὶς ὥ σπερ οἶδεν, ἐσκήνωσε Θεοτόκε. Σωτηρίαν οὖν πάντες, εὑρόντες ἐκβοῶμέν σοι Χαῖρε τὸ τοῦ Ἀγγέλου, πανευκλεές, γυναιξὶν ἐν πάσαις εὐλογημένη, καὶ γὰρ χαρὰν ἐκύησας, πάσῃ τῇ οἰκουμένῃ. ΑΙΝΟΙ Ἦχος α. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Ἡ Στιχολογία (Ψαλμοὶ ρμη, ρμθ ) καί Στιχηρὰ Προσόμοια τοῦ ἁγίου Θεοδώρου. Ἦχος α. Τῶν οὐρανίων ταγμάτων. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Τὸν ἀριστέα τῆς ἄνω, στρατολογίας πιστοί, ὡς καρτερὸν ὁπλίτην, τῆς ἡμῶν εὐσεβείας, συμφώνως συνελθόντες, ᾠδαῖς μυστικαῖς, εὐφημήσωμεν λέγοντες Ἀξιοθαύμαστε Μάρτυς τοῦ Ἰησοῦ, εὔχου ὑπὲρ τῶν τιμώντων σε. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τῇ φερωνύμῳ σου κλήσει, δῶρον Θεοῦ ἀληθῶς, τοῖς θλιβομένοις πᾶσι, θυμηδία ἐδόθης, Θεόδωρε τρισμάκαρ πᾶς γὰρ τῷ σῷ, προσπελάζων Ναῷ ἀληθῶς, μετ εὐφροσύνης λαμβάνων τὰς ἀμοιβάς, τῶν θαυμάτων σου γεραίρει Χριστόν. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Τῆς εὐσεβείας τὸν πλοῦτον, καὶ τὴν λαμπρότητα ἀθλητικοῖς καμάτοις, σεαυτῷ θησαυρίσας, πᾶσαν τὴν ἰσχύν σου, δῶρον δεκτόν, τῷ 11
Θεῷ προσενήνοχας, ἀναπληρῶν ἐν τοῖς ἄ θλοις μετὰ σπουδῆς, θεοδώρητόν σου πρόσκλησιν. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Τῇ παμφαεῖ πανηγύρει, τοῦ θείου Μάρτυρος, εὐωχηθῶμεν πάντες, καὶ πιστῶς εὐφρανθῶμεν, φιλέορτοι τιμῶντες, φαιδρὰν ἑορτήν, τῆς αὐτοῦ τελειώσεως, ᾀσματικῶς ἀνυμνοῦντες τὸν Ἰησοῦν, τὸν δοξάσαντα τὴν μνήμην αὐτοῦ. Δόξα. Ἦχος πλ. β. Ἁγιωσύνης δωρεά, καὶ πλοῦτος θείας ζωῆς, πεφανέρωσαι τῷ κόσμῳ Θεόδωρε Χριστὸς γάρ σου σοφέ, τὴν μνήμην ἐδόξασεν ἐν ᾗ συμφώνως οἱ πιστοί, γεγηθότες ὑμνοῦμεν, τοὺς ἀγῶνας τῶν πόνων σου. Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός. Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν Πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἀθλοφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι, τὰς ψυχὰς ἡμῶν. Καὶ εὐθὺς ψάλλεται εἰς τὸν αὐτὸν ἦχον Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψίστοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦμέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παντοκράτορ * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χριστέ, * καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ μήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ ἡμᾶς, * καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε * δίδαξόν με τὰ δικαιώματά σου. (ἐκ γ ) Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα * Κύριε, ἐλέησόν με * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς * ἐν τῷ φωτί σου ὀ ψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. Ἀπολυτίκιον τοῦ ἁγίου Θεοδώρου. Ἦχος β. Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. 12
Καὶ Ἀπόλυσις. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Εἰ βούλει, τὰ Τυπικὰ καὶ εἰς τοὺς Μακαρισμοὺς δ ἐκ τῆς γ ᾠδῆς καὶ δ ἐκ τῆς Ϛ ᾠδῆς τοῦ Τριῳδίου. Εἰ δὲ μὴ τὰ συνήθη Ἀντίφωνα (τὰ λεγόμενα τῶν καθημερινῶν). Ἀντίφωνον Α. Ἦχος β. Ψαλμὸς Ϟα (91). Στίχ. α. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρί ῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. (Ϟα 2) Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Τοῦ ἀναγγέλλειν τῷ πρωὶ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. (Ϟα 3) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Ὅτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποι ήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι. (Ϟα 5) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. (Ϟα 16) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β. Ἦχος πλ. α. Ψαλμὸς Ϟβ (92). Στίχ. α. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. (Ϟβ 1) Πρεσβείαις τῶν ἁγίων σου * σῶσον ἡμᾶς, Κύριε. Στίχ. β. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ϟβ 1) Πρεσβείαις τῶν ἁγίων σου * σῶσον ἡμᾶς, Κύριε. Στίχ. γ. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος. (Ϟβ 4) Πρεσβείαις τῶν ἁγίων σου * σῶσον ἡμᾶς, Κύριε. Στίχ. δ. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. (Ϟβ 5) Πρεσβείαις τῶν ἁγίων σου * σῶσον ἡμᾶς, Κύριε. Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθάνατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ μᾶς. Ἀντίφωνον Γ. Ἦχος β. Ψαλμὸς Ϟδ (94). Στίχ. α. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀ λαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν. (Ϟδ 1) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἐν ἁγίοις θαυμαστός, * ψάλλοντάς σοι Ἀλληλούϊα. Στίχ. β. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. (Ϟδ 2) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἐν ἁγίοις θαυμαστός... Στίχ. γ. Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. (Ϟδ 3) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἐν ἁγίοις θαυμαστός... Ψαλλομένου τοῦ δοξαστικοῦ τῶν μακαρισμῶν ἢ τοῦ γ ἀντιφώνου γίνεται ἡ εἴσοδος μετὰ τοῦ Εὐαγγελίου. 13
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. Ἀπολυτίκιον τοῦ ἁγίου Θεοδώρου. Ἦχος β. Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Προστασία * τῶν Χριστιανῶν ἀκαταίσχυντε, * μεσιτεία * πρὸς τὸν ποιητὴν ἀμετάθετε, * μὴ παρίδῃς * ἁμαρτωλῶν δεήσεων φωνάς, * ἀλλὰ πρόφθασον ὡς ἀγαθὴ * εἰς τὴν βοήθειαν ἡμῶν, * τῶν πιστῶς κραυγαζόντων σοι * Τάχυνον εἰς πρεσβείαν * καὶ σπεῦσον εἰς ἱκεσίαν, * ἡ προστατεύουσα ἀεί, * Θεοτόκε, τῶν τιμώντων σε. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ Τοῦ Τριῳδίου (Σαββάτου Α Νηστειῶν). (Ἑβρ. α 1 12) Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς ξγ. Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ καὶ ἐλπιεῖ ἐπ αὐτόν, καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου ἐν τῷ δέεσθαί με πρὸς σέ, ἀπὸ φόβου ἐχθροῦ ἐ ξελοῦ τὴν ψυχήν μου. Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς Προφήταις, ἐπ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. Ὅς, ὢν ἀ παύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ της μεγαλωσύνης ἐν ὑψηλοῖς τοσούτῳ κρείττων γενόμενος τῶν Ἀγγέλων, ὅσῳ διαφορώτερον παρ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Τίνι γὰρ εἶπέ ποτε τῶν Ἀγγέλων, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; Καὶ πάλιν Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν; Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν Οἰκουμένην, λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες Ἄγγελοι Θεοῦ. Καὶ πρὸς μὲν τοὺς Ἀγγέλους λέγει Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Πρὸς δὲ τὸν Υἱόν Ὁ θρόνος σου, ὁ Θε ός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ῥάβδος εὐθύτητος ἡ ράβδος τῆς Βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Καί Σὺ καταρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ Οὐρανοί αὐτοὶ ἀ πολοῦνται, σὺ δὲ διαμένεις καὶ πάντες, ὡς ἱ μάτιον, παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Ἕτερος τοῦ Ἁγίου. Πρὸς Τιμόθεον Β Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (β 1 10). Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον, ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ 14
καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος ἀλλ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι, τῆς ἐν Χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου. Ἀλληλούϊα (γ ). Ἦχος δ. (Ψαλμὸς α ). Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν. ΕΥΑΓΓΕΛΙΟΝ Τῆς ἡμέρας, καὶ τοῦ ἁγίου Θεοδώρου. Ἐκ τοῦ κατὰ Μᾶρκον (β 23 28, γ 1 5). Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ὀ Ἰησοῦς τοῖς σάββασι διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ Ἴδε τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι. Καὶ αὐτὸς ἔλεγεν αὐτοῖς Οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαυῒδ ὅτε χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ αὐτοῦ; Πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι; Καὶ ἔλεγεν αὐτοῖς Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον ὥστε κύρι ός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου. Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγήν καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. Καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα Ἔγειρε εἰς τὸ μέσον. Καὶ λέγει αὐτοῖς Ἔξεστιν τοῖς σάββασιν ἀγαθοποι ῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. Καὶ περιβλεψάμενος αὐτοὺς μετ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ Ἔκτεινον τὴν χεῖρά σου. καὶ ἐξέτεινε, καὶ ἀ ποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου. Εἰς τό Ἐξαιρέτως τῆς Παναγίας Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώμητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούια. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες * αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό Πάντοτε, νῦν καὶ ἀεί Ἦχος β. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δικαιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. ΕΥΛΟΓΗΣΙΣ ΤΩΝ ΚΟΛΛΥΒΩΝ Ἀπολυτίκιον. Ἦχος β. Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσε 15
ως, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα. Κοντάκιον. Αὐτόμελον. Ἦχος πλ. δ. Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας Πολύαθλε, καὶ στέφει οὐρανίῳ ἐ στέφθης αἰωνίως, ὡς ἀήττητος. Καὶ νῦν. Θεοτοκίον. Ἦχος α. Τῇ πρεσβείᾳ, Κύριε, * πάντων τῶν ἁγίων * καὶ τῆς Θεοτόκου, * τὴν σὴν εἰρήνην δὸς ἡμῖν * καὶ ἐλέησον ἡμᾶς, * ὡς μόνος οἰκτίρμων. Ὁ διάκονος Τοῦ Κυρίου δεηθῶμεν. Ὁ ἱερεὺς τὴν εὐχήν Ὁ πάντα τελεσφορήσας τῷ λόγῳ σου, Κύριε, καὶ κελεύσας τῇ γῇ παντοδαποὺς ἐκφύειν καρποὺς εἰς ἀπόλαυσιν καὶ τροφὴν ἡμετέραν ὁ τοῖς σπέρμασι τοὺς τρεῖς παῖδας καὶ Δανιὴλ τῶν ἐν Βαβυλῶνι ἁβροδιαίτων λαμπροτέρους ἀναδείξας αὐτός, πανάγαθε βασιλεῦ, καὶ τὰ σπέρματα ταῦτα σὺν τοῖς διαφόροις καρποῖς εὐλόγησον καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας ἁγίασον ὅτι εἰς δόξαν σὴν καὶ εἰς τιμὴν καὶ μνήμην τοῦ ἁγίου (δεῖνος) ταῦτα προετέθησαν παρὰ τῶν σῶν δούλων καὶ εἰς μνημόσυνον τῶν ἐν εὐσεβεῖ τῇ πίστει τελειωθέντων. Παράσχου δέ, ἀγαθέ, τοῖς τε εὐτρεπίσασι ταῦτα καὶ τοῖς τὴν μνήμην ἐπιτελοῦσι πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ τῶν αἰωνίων σου ἀγαθῶν τὴν ἀπόλαυσιν πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡ μῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τοῦ ἁγίου (δεῖνος), οὗ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν ἁγίων. Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, Χριστὲ ὁ Θε ὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀ γαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εἶτα Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν... Δι εὐχῶν... Ἀμήν. * * Σημείωσις. Ἰστέον ὅτι κατ ἀρχαίαν παράδοσιν, ἥ τις ὑπονοεῖται ἐν τῷ ἰσχύοντι Τυπικῷ, προτίθενται σήμερον πρὸς εὐλόγησιν εἰδικὰ κόλλυβα ἐπὶ τῇ μνήμῃ τοῦ ἑορταζομένου μεγαλομάρτυρος καὶ εἰς ἀνάμνησιν τοῦ ὑπ αὐτοῦ διὰ κολλύβων τελεσθέντος θαύματος, περὶ οὗ ἡ ἐν τῷ Τριῳδίῳ σχετικὴ ἱερὰ ἀκολουθία. Ἐπειδὴ ὑ πάρχει ἐπίσης ἡ συνήθεια νὰ προσάγωνται σήμερον κόλλυβα διὰ τοὺς κεκοιμημένους καὶ νὰ τελῆται νεκρώσιμον τρισάγιον, ἂν καὶ δὲν εἶναι Ψυχοσάββατον, θεωροῦμεν ὀρθὸν πρῶτον μὲν μετὰ τὴν ὀπισθάμβωνον εὐχὴν νὰ εὐλογηθοῦν τὰ πρὸς τιμὴν τοῦ ἁγίου Θεοδώρου ἑόρτια κόλλυβα, μετὰ δὲ τὸ «Δι εὐχῶν» τῆς λειτουργίας ὁ ἱερεὺς εὐθὺς νὰ βάλῃ «Εὐλογητὸς» καὶ νὰ τελέσῃ κατὰ τὰ εἰωθότα τὸ νεκρώσιμον τρισάγιον ἐπὶ τῶν ἄλλων κολλύβων, «ἵνα μὴ συμψάλλωνται τὰ χαρμόσυνα τοῖς πενθίμοις». Δεῖ εἰδέναι, ὅτι δὶς ἐν τῇ ἁγίᾳ Τεσσαρακοστῇ παρελάβομεν ἐσθίειν ὀψάριον, τῇ ἑορτῇ τοῦ Εὐαγγελισμοῦ, καὶ τῆς Βαϊφόρου. * * 16