03 ΝΟΕΜΒΡΙΟΥ 2013 Κυριακὴ Ε Λουκᾶ Ἁγ.Γεωργίου Ἀνακομιδή, Ἀκεψιμᾶ, Ἀειθαλᾶ. Ἦχος β. Ἑωθινὸν Η.

Σχετικά έγγραφα
Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

Ὅτι σὸν τὸ κράτος Ἦχος Β Ἑωθινόν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

02 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΔ Λουκᾶ Ἀββακοὺμ τοῦ Προφήτου, Μυρόπης Μάρτυρος. Ἦχος β. Ἑωθινὸν Ε.

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

10 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ Ι Λουκᾶ Μηνᾶ Καλλικελάδου, Ἑρμογένους, Εὐγράφου Μαρτύρων, Ὁσίου Θωμᾶ Δεφουρκινοῦ. Ἦχος β. Ἑωθινὸν Ε.

Κ Υ Ρ Ι Α Κ Η Ε Τ Ο Υ Λ Ο Υ Κ Α

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

23 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Ζ Ματθαίου Ἀνακομιδὴ Ἱερομ. Φωκᾶ, Ἱεζεκιὴλ τοῦ Προφήτου, Ἀπολλιναρίου Ῥαβέννης, Ὁσίας Πελαγίας ἐν Τήνῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

27 ΟΚΤΩΒΡΙΟΥ 2013 Κυριακὴ Ζ Λουκᾶ Νέστορος Μάρτυρος. Ἦχος α. Ἑωθινὸν Ζ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα Πατρί. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

21 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Δ Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ. Ἦχος γ. Ἑωθινὸν Δ.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

7 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ +ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

27 ΙΑΝΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΕ Λουκᾶ Ἀνακομιδὴ Ἱερῶν Λειψάνου Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου. Ἦχος β. Ἑωθινὸν Β.

29 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Θ Ματθαίου Μάρτυρος Καλλινίκου, Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Θ.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

08 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Β Νηστειῶν Γρηγορίου Ἀρχιεπ. Θεσσαλονίκης τοῦ Παλαμᾶ Θεοφυλάκτου Νικομηδείας, Παύλου Πλουσιάδος. Ἦχος πλ. β. Ἑωθινὸν Ϛ.

04 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ Ζ Ματθαίου Τῶν ἁγίων Ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

30 ΣΕΠΤΕΜΒΡΙΟΥ 2018 Κυριακὴ B Λουκᾶ Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας, Γαϊανῆς καὶ Ῥιψιμίας Μαρτύρων. Ἦχος α. Ἑωθινὸν Ζ.

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις. 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

03 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ ΙΔ Λουκᾶ Σοφονίου Προφήτου, Ἀγγελῆ Νεομάρτυρος τοῦ Ἀργείου ἐν Χίῳ. Ἦχος α. Ἑωθινὸν Δ.

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

21 ΙΟΥΛΙΟΥ 2019 Κυριακὴ Ε Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ, Παρθενίου Ἐπισκόπου Ραδοβισδίου Ἄρτης. Ἦχος δ. Ἑωθινὸν Ε.

03 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

11 ΝΟΕΜΒΡΙΟΥ 2018 Κυριακὴ Η Λουκᾶ Μηνᾶ, Βίκτωρος καὶ Βικεντίου, Θεοδώρου τοῦ Στουδίτου. Ἦχος βαρύς. Ἑωθινὸν Β.

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΒ Λουκᾶ Ὁσίου Εὐθυμίου Κοινοβιάρχου, Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος α. Ἑωθινὸν Α.

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

07 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Β Ματθαίου Κυριακῆς Παρθενομάρτυρος, Θωμᾶ Ὁσίου ἐν Μαλεῷ. Ἦχος α. Ἑωθινὸν Β.

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. 26 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Κυριακὴ ΙΕ Λουκᾶ Ξενοφῶντος ὁσίου καὶ συνοδείας, Κλήμεντος ὁσίου

15 ΜΑΪΟΥ Ἦχος β. Ἑωθινὸν Δ. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Καθίσματα. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

22 ΑΠΡΙΛΙΟΥ Ἦχος β. Ἑωθινὸν Δ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

βροτὸς γεγονώς, δι Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

22 ΟΚΤΩΒΡΙΟΥ Ἦχος γ. Ἑωθινὸν Θ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. 22 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Δ Νηστειῶν Ὁσ.Ἰωάννου τῆς Κλίμακος. Βασιλείου πρεσβ.ἀγκυρανῶν.

05 ΝΟΕΜΒΡΙΟΥ 2017 Κυριακὴ Ε Λουκᾶ Γαλακτίωνος καὶ Ἐπιστήμης τῶν Μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν ΙΑ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

29 ΙΟΥΝΙΟΥ 2018 τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου ( 64) καὶ Παύλου ( 67) * * * * *

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

30 ΑΠΡΙΛΙΟΥ Ἦχος β. Ἑωθινὸν Δ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

16 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΑ Λουκᾶ Ἁγίων Προπατόρων Ἀγγαίου τοῦ Προφήτου, Μοδέστου Ἱεροσολύμων, Θεοφανοῦς Βασιλίσσης. Ἦχος δ. Ἑωθινὸν Ζ.

29 ΔΕΚΕΜΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

20 ΟΚΤΩΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

28 ΙΟΥΛΙΟΥ 2019 Κυριακὴ Ϛ Ματθαίου Προχόρου, Νικάνορος, Τίμωνος, Παρμενᾶ, Ὁσίας Εἰρήνης Χρυσοβαλάντου. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

11 ΔΕΚΕΜΒΡΙΟΥ 2016 Κυριακὴ ΙΑ Λουκᾶ Δανιὴλ τοῦ Στυλίτου, Λουκᾶ τοῦ νέου Στυλίτου, Λεοντίου τοῦ ἐν Ἀχαΐα, τῶν Ἁγίων Προπατόρων. Ἦχος πλ. δ. Ἑωθινὸν Γ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. 10 ΝΟΕΜΒΡΙΟΥ 2013 Κυριακὴ Η Λουκᾶ Ὀλυμπᾶ, Τερτίου Ἀποστ, Ὀρέστου Μάρτ, Ἀρσενίου Ὁσ.

08 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Ϛ Ματθαίου Προκοπίου μεγαλομάρτυρος, Θεοφίλου ὁσίου τοῦ ἐκ Ζίχνης, Ἀναστασίου νέου ἱερομάρτυρος ἐξ Ἰωαννίνων

Ἦχος Β. Ἑωθινὸν Ι. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα.

11 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

07 ΑΠΡΙΛΙΟΥ 2019 Κυριακὴ Δ Νηστειῶν. Ἦχος δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

11 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ H Ματθαίου Εὔπλου διακόνου καὶ μάρτυρος, ἀνάμνησις θαύματος τοῦ Ἁγ.Σπυρίδωνος ἐν Κερκύρᾳ. Ἦχος βαρύς. Ἑωθινὸν Η.

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

07 ΟΚΤΩΒΡΙΟΥ 2018 Κυριακὴ Γ Λουκᾶ Σεργίου καὶ Βάκχου τῶν Μεγαλομαρτύρων, Ἰωάννου Ἐρημίτου ἐν Κρήτῃ καὶ 99 Πατέρων. Ἦχος β. Ἑωθινὸν Η.

1 ΙΟΥΛΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Δ ΜΑΤΘΑΙΟΥ Κοσμᾶ καὶ Δαμιανοῦ τῶν ἀναργύρων τῶν ἐν Ῥώμῃ ( 284). Ἦχος γ. Ἑωθινὸν δ.

16 ΟΚΤΩΒΡΙΟΥ 2016 Κυριακὴ Δ Λουκᾶ Λογγίνου τοῦ ἑκατοντάρχου, Θεοφόρων Πατέρων τῆς Ζ Οἰκουμενικῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Ϛ.

27 ΜΑΡΤΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

3 ΦΕΒΡΟΥΑΡΙΟΥ Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. ὁ β χορὸς

τῆς Θεότητος ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΖ Ματθαίου Ἱερομάρτυρος Χαραλάμπους, Ζήνωνος τοῦ Ταχυδρόμου. Ἦχος δ. Ἑωθινὸν Δ.

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

8 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΛΟΥΚΑ. Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Πελαγίας. Ἑωθινὸν Ζ Ἦχος α ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Transcript:

03 ΝΟΕΜΒΡΙΟΥ 2013 Κυριακὴ Ε Λουκᾶ Ἁγ.Γεωργίου Ἀνακομιδή, Ἀκεψιμᾶ, Ἀειθαλᾶ. Ἦχος β. Ἑωθινὸν Η. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος β. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος β. Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀ θάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας, τῇ ἀ στραπῇ τῆς θεότητος ὅτε δὲ καὶ τοὺς τεθνε ῶτας, ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι. Ἀπολυτίκιον τῶν Μαρτύρων. Ἦχος δ. Ταχὺ προκατάλαβε. Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν σχόντες γὰρ τὴν ἰ σχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα. τοῦ Ἁγίου Γεωργίου. Ἦχος δ. Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν.. Τὸ ἀπ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄ γνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐ πὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑ πὲρ ἡμῶν καταδεξάμενος δι οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἀναστάσιμον. Ἦχος β. Αὐτόμελον. Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου σῶμα, σινδόνι καθαρᾷ εἱλήσας, καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο ἀλλὰ τριήμερος ἀνέστης, Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα. Ὅμοιον. Ταῖς Μυροφόροις γυναιξί, παρὰ τὸ μνῆμα ἐ πιστάς, ὁ Ἄγγελος ἐβόα Τὰ μύρα τοῖς θνητοῖς, ὑπάρχει ἁρμόδια Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος ἀλλὰ κραυγάσατε Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔ λεος. Καὶ νῦν.. Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σά, Θεοτόκε μυστήρια τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐ γνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος β. Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστὰς παρέσχες πᾶσι. Κύριε δόξα σοι. Δόξα. Τῶν μαθητῶν σου ὁ χορός, σὺν Μυροφόροις γυναιξίν, ἀγάλλεται συμφώνως κοινὴν γὰρ ἑορτήν, σὺν αὐτοῖς ἑορτάζομεν, εἰς δόξαν καὶ τιμὴν τῆς σῆς ἀναστάσεως καὶ δι αὐτῶν 1

φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος. Καὶ νῦν.. Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν διὸ ἀνυμνοῦντες βοῶμεν Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοι. ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σωτήρ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐλευθερώσαντα. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μαθήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ᾔσθητε * ὁ Σωτὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι * ἀλλ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε * Θρήνου ὁ καιρὸς * πέπαυται μὴ κλαίετε * τὴν ἀνάστασιν δὲ * ἀποστόλοις εἴπατε. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγγέλου * πρὸς αὐτὰς φθεγγομένου * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος. Δόξα. Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφεὶμ * κράζοντες τὸ Ἅγιος, * Ἅγιος, Ἅγιος εἶ, Κύριε. Καὶ νῦν. Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες * ῥεύσαντα ζωῆς, * ἴ θυνε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θεὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι ὁ Θεός. (γ ) Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ηηὐὐλλόόγγηηττααί ίί Σοουυ....... ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Ἡ Ὑπακοή. Ἦχος β. Μετὰ τὸ πάθος, πορευθεῖσαι ἐν τῷ μνήματι, πρὸς τὸ μυρίσαι, τὸ σῶμά σου αἱ γυναῖκες, Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ ἐξέστησαν φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ, τὸ μέγα ἔλεος. Οἱ Ἀναβαθμοί. Ἦχος β. Ἀντίφωνον Α. Ἐν τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ Σωτήρ σῶσόν με σῇ ἐπιλάμψει. Ἐλέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλά, καθ ἑκάστην ὥραν, ὦ Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοι. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγι άζειν, τὸ κινεῖν τὴν κτίσιν Θεὸς γάρ ἐστιν, ὁ μοούσιος Πατρὶ καὶ Λόγῳ. Ἀντίφωνον Β. Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, τίς ἱκανὸς σῶος φυλαχθῆναι ἐκ τοῦ ἐχθροῦ ἅμα καὶ ἀνθρωποκτόνου; Τοῖς ὀδοῦσιν αὐτῶν, μὴ παραδῷς Σῶτερ τὸν σὸν δοῦλον λέοντος τρόπον κατ ἐμοῦ κινοῦνται, καὶ γὰρ οἱ ἐχθροί μου. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ζωαρχία καὶ γέρας πάντα γὰρ τὰ κτιστά, ὡς Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ δι Υἱοῦ δέ. Ἀντίφωνον Γ. 2

Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τῷ ἁγίῳ οἳ οὐδαμῶς σαλεύονται, προσβολαῖς τοῦ βελίαρ. Ἐν ἀνομίαις χεῖρας αὐτῶν, μὴ ἐκτεινάτωσαν οἱ θείως ζῶντες οὐ γὰρ ἐᾷ Χριστός, τῇ ῥάβδῳ τὸν κλῆρον αὐτοῦ. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις, καὶ τοῖς ἄθλοις καταστέφονται, Μάρτυρες, καὶ Προφῆται ὁρῶσιν. Προκείμενον. Ψαλμὸς ζ (7). Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε. (δίς) Στίχ. Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ρῦσαί με. Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου... ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ Ὁ διάκονος ΤΤοοῦῦ Κυυρρί ίίοουυ δδεεηηθθῶμμεενν... Κύριε, ἐλέησον. Ὁ ἱερεύς Ὅττι ιι ἅἅγγι ιιοοςς εεἶ ἶἶ,,, ὁὁ Θεεὸὸςς ἡἡμμῶνν,,,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. Ὁ διάκονος Κααὶ ὶὶ ὑὑ ππὲὲρρ ττοοῦῦ κκααττααξξι ιιωθθῆῆννααι ἡἡμμᾶᾶςς ττῆῆςς ἀἀκκρροοάάσσεεωςς ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ Κύύρρι ιιοονν ττὸὸνν Θεεὸὸνν ἡἡμμῶνν ἱἱκκεεττεεύύσσωμμεενν. ἱ.. Κύριε, ἐλέησον. (γ ) Ὁ διάκονος Σοοφί ίίαα ὀὀρρθθοοί ίί ἀἀκκοούύσσωμμεενν ττοοῦῦ ἁἁ γγί ίί οουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ... Ὁ ἱερεύς ΕΕἰ ἰἰρρήήννηη ππᾶᾶσσι ιι... Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς ἘἘκκ ττοοῦῦ κκααττὰὰ ἸἸωάάννννηηνν ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεε λλί ίίοουυ ττὸὸ ἀἀννάάγγννωσσμμαα... Ὁ διάκονος Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. ὁ Ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον Ἑωθινὸν Η Ἐκ τοῦ κατὰ Ἰωάννην (κ 11 18) Τῷ καιρῷ ἐκείνῳ, Μαρία εἱστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω. Ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. Καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι Γύναι, τί κλαίεις; Λέγει αὐτοῖς Ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. Καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι ὁ Ἰησοῦς ἐστι. Λέγει αὐτῇ ὁ Ἰησοῦς Γύναι, τί κλαίεις; Τίνα ζητεῖς; Ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. Λέγει αὐτῇ ὁ Ἰησοῦς Μαρία. Στραφεῖσα ἐκείνη λέγει αὐτῷ Ῥαββουνί, ὃ λέγεται, διδάσκαλε. Λέγει αὐτῇ ὁ Ἰησοῦς Μή μου ἅ πτου οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑ μῶν. Ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐ κτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀ νομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον Ἦχος β. Ἐλεῆμον, Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. 3

Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐ ξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ ἐλέησόν με, ὁ Θεός. Δόξα. Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐ ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλε ός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, * καθὼς προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος. Σῶσσοονν,,, ὁὁ Θεεόόςς,,, ττὸὸνν λλααόόνν Σοουυ....... Κύριε, ἐλέησον (ιβ ). ἘἘλλέέεει ιι κκααὶ ὶὶ οοἰ ἰἰκκττι ιιρρμμοοῖ ῖῖςς....... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ ὁ Ἀναστάσιμος καὶ οἱ δύο τῶν Ἁγίων ᾨδὴ α. ὁ Ἀναστάσιμος (ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ) Ἦχος β. Ὁ Εἱρμός. Ἐν βυθῷ κατέστρωσέ ποτε, τὴν φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος, Κύριος ἐνδόξως γὰρ δεδόξασται. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὁ τοῦ κόσμου ἄρχων Ἀγαθέ, ᾧ ἀπεγραψάμεθα, τῇ ἐντολῇ τῇ σῇ μὴ πειθαρχήσαντες, τῷ Σταυρῷ σου κέκριται προσβαλὼν γάρ σοι ὡς θνητῷ, περιπέπτωκε τῷ τῆς ἐξουσίας κράτει σου καὶ ἀσθενὴς διήλεγκται. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Λυτρωτὴς τοῦ γένους τῶν βροτῶν, καὶ τῆς ἀ κηράτου ζωῆς ἀρχηγός, εἰς τὸν κόσμον ἐλήλυθας τῇ γὰρ ἀναστάσει σου, διεσπάραξας τοῦ θανάτου τὰ σπάργανα, ἣν δοξολογοῦμεν ἅπαντες ἐνδόξως γὰρ δεδόξασται. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὑπερτέρα πέφηνας Ἁγνή, πάσης ἀοράτου τε καὶ ὁρατῆς, ἀειπάρθενε κτίσεως τὸν γὰρ Κτίστην τέτοκας, ὡς εὐδόκησε σαρκωθῆναι ἐν μήτρᾳ σου, ᾧ σὺν παρρησίᾳ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. ὁ Κανὼν τῶν Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς Ἄνθη τὰ τερπνὰ Μαρτύρων ἐπαινέσω. Ἰωσήφ. Ἦχος α. Σοῦ ἡ τροπαιοῦχος δεξιά. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Αἴγλῃ τρισηλίου ἀστραπῆς, φωτιστικῶς αὐγαζόμενοι Μάρτυρες, ταύτην τὴν πανίερον μνήμην ὑμῶν, τοὺς εὐσεβῶς γεραίροντας, 4

σκότους ἁμαρτίας, καὶ παθημάτων λυτρώσασθε. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Νόμοις τοῦ Δεσπότου καὶ Θεοῦ, συμπεφραγμένοι τὸν νοῦν ἱερώτατοι, νόμους τοὺς κελεύοντας παρανομεῖν, ἀνδρείως ἐξεκλίνατε ὅθεν ἐναθλοῦντες, νομίμως δόξης ἐτύχετε. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Θύματα προσήχθητε Χριστῷ, τῇ ἑκουσίῳ σφαγῇ καθαρώτατα, Μάρτυρες πανόλβιοι, ἱ ερουργοί, καὶ θύται χρηματίσαντες, τοῦ ἐθελουσίῳ, σφαγῇ τὸν κόσμον ζῳώσαντος. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἡ τὸν ἀπερίληπτον Θεόν, περιγραφόμενον σώματι τέξασα, σάρκα χρηματίσαντα, ὑπερβολῇ Παρθένε ἀγαθότητος, τοῦτον ἐκδυσώπει, κινδύνων σῶσαι τοὺς δούλους σου. ὁ Κανὼν τοῦ Ἁγίου Γεωργίου, οὗ ἡ Ἀκροστιχίς Τὸν σεπτὸν ἐν Μάρτυσιν ὑμνῶ προφρόνως. Ἦχος δ. Τῷ ὁδηγήσαντι πάλαι, τὸν Ἰσραήλ. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τὸ δυσχερὲς τοῦ νοός μου, καὶ ἀδρανὲς Ἅγιε, τῷ διαπύρῳ τῆς σεπτῆς, σου προσευχῆς μεταποίησον, εὐρυσθενῆ ἐργαζόμενος, ὅπως σου τὴν παναγίαν, ἑορτὴν ἐγκωμιάσαιμι. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὁ ἐν ἀμφοῖν ὑψιβάμων, καὶ τῶν πολλῶν ὕ περθεν, ἔργῳ καὶ λόγῳ πεφηνώς, σοῦ οὐκ ἰ σχύει Γεώργιε, ἀνευφημεῖν τὰ τεράστια πέλεις γὰρ παγκρατιάρχης ἀκραιφνής, καὶ αἰχμητὴς κραταιός. Δόξα. Νόμοις ἐπαίνων οὐδόλως, ἡ σὴ σεπτὴ ἄθλησις, ὑποπεσεῖται Ἀθλητά ἰλιγγιῶ γὰρ καὶ δέδοικα, καὶ ἀπορῶ καὶ ἐξίσταμαι, ψαῦσαί σου κἂν γοῦν ποσῶς, Ἀθλοφόρε τοῖς προτερήμασι. Καὶ νῦν. Σωτῆρα πάντων τεκοῦσα, τὴν τῆς ζωῆς ἔκπτωσιν, ἐπανωρθώσω ἀγαθή τὴν γὰρ ζωὴν ἀπεκύησας, πᾶσιν ἡμῖν πρυτανεύουσαν, ἄ φεσιν ἁμαρτιῶν ταῖς πρεσβείαις σου. ᾨδὴ γ. ὁ Ἀναστάσιμος Ἦχος β. Ὁ Εἱρμός. Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἡ κτίσις ἐν τῷ πάθει σου, ἠλλοιοῦτο βλέπουσα, ἐν εὐτελεῖ προσχήματι, ὑπ ἀνόμων μυκτηριζόμενον, τὸν ἑδράσαντα πάντα θείῳ νεύματι. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἐκ χοὸς κατ εἰκόνα με, τῇ χειρί σου ἔπλασας, καὶ συντριβέντα πάλιν δέ, εἰς χοῦν θανάτου δι ἁμαρτίαν Χριστέ, συγκαταβὰς εἰς ᾅδην συνανέστησας. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου διό σε Θεοτόκον πίστει σέβομεν. τῶν Μαρτύρων Ἦχος α. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Τὰ πάθη ἀσκήσεως πυρί, τεφρώσας ἱερώτατε, Ἀκεψιμᾶ πρὸς πεῖρας ἀθλήσεως, κριὸς καθάπερ ἐπισημότατος, ὑπ ἀνόμων τέθυσαι, ταῖς ῥοαῖς τοῦ αἵματος, ἁγιάσας πιστῶν τὰ πληρώματα. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ἀδίκως στρεβλούμενος σοφέ, καὶ ῥάβδοις συντριβόμενος, καὶ ἀπηνῶς βασάνοις ξεόμενος, οὐκ ἐξηρνήσω τὸ θεῖον ὄνομα, οὐ πυρὶ ἐ πέθυσας, Ἰωσὴφ πανάριστε, πυρακτούμενος ζήλῳ τῆς πίστεως. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Τὸν νῶτον καὶ τὰ στέρνα ἀφειδῶς, τυπτόμενος ὑπέφερες, Ἀειθαλᾶ ἑτέρου ὡς πάσχοντος νοῒ γὰρ Μάρτυς, τελείως ἔνδοξε, πρὸς Θεὸν ἠτένιζες, σῴζειν τὸν δυνάμενον, τοὺς αὐτῷ ὁλοψύχως πιστεύοντας. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 5

Ἐκ σοῦ ἀνατέταλκεν ἡμῖν, ὁ Ἥλιος ὁ ἄδυτος, φωτιστικαῖς πανάμωμε λάμψεσι, φωτίζων κόσμον σκότει κρατούμενον, καὶ προσαπολλύμενον, πλάνῃ τοῦ ἀλάστορος, Παναγία Παρθένε Θεόνυμφε. τοῦ Ἁγίου Γεωργίου Ἦχος δ. Ὁ στερεῶν βροντήν. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἐπιπαφλάζον πῦρ τὸ τῆς ἀπάτης, οὐ φέρων βλέπειν Ἅγιε, ὡς ὁ πυρίπνους καὶ ζηλωτής, ἀνομοῦντας διελέγχων Οὐκ ἔστιν ἄλλος ἔ λεγες, Θεὸς ὡς ὁ Κύριος. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Πῦρ τὸ τοῦ Λόγου ὅπερ ἦλθε μάκαρ, βαλεῖν εἰς κόσμον ἅπαντα, σοῦ καθαψάμενος τῆς ψυχῆς, στέγειν ὅλως οὐκ εἴα, ἀλλὰ θερμῶς ἀνέκραζες Χριστός μοι στερέωμα. Δόξα. Τὰ τῶν βασάνων εἴδη σου δεικνύων, ὥσπερ φοβεῖν ὁ τύραννος, τὴν ἀκατάπληκτόν σου ψυχήν, ὑπετώπασε θεόφρον σὺ δὲ στεῤῥῶς ἀνέκραζες Χριστός μοι στερέωμα. Καὶ νῦν. Ὄρος σε μέγα βλέπων ὁ Προφήτης, ὑπερκειμένην ἔχον, τὴν κορυφὴν ἁπάντων τῶν βουνῶν, τῶν ἀγγελικῶν ταγμάτων, ὑπὲρ αἰτίαν ἔλεγε, Παρθένος γεννήσεται. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὺὺ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ ἐκ τοῦ Μηναίου τῶν Ἁγίων Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Ἰωσὴφ ὁ γενναῖος ἀγωνιστής, Ἀκεψιμᾶς ὁ τῆς πλάνης ὀλοθρευτής, Ἀειθαλᾶς ὁ ἔνδοξος, ἀθλητὴς καὶ ἀήττητος, οἱ φαιδροὶ ἀστέρες, τῆς πίστεως ᾄσμασιν, ἐπαξίως ὄντως ὑ μνείσθωσαν σήμερον οὗτοι γὰρ τὴν δόξαν, τῶν Περσῶν ἀμαυροῦντες, ἡλίῳ οὐκ ἔθυσαν, οὐ τὸ πῦρ ἐσεβάσθησαν. Οἷς ἐν πίστει βοήσωμεν Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν. Δόξα. τοῦ Ἁγίου Γεωργίου Τοῦ Σταυροῦ τῷ σημείῳ καθοπλισθείς, ἐν αὐτῷ τῶν τυράννων πᾶσαν ἰσχύν, ἀνδρείως κατέβαλες, ὡς τῆς πίστεως πρόμαχος, τὴν ἀ θεΐαν πᾶσαν, εἰδώλων διήλεγξας, καὶ τοὺς πιστοὺς θεόφρον, τῇ πίστει ἐστήριξας ὅθεν ἐπαξίως, τοὺς τῆς νίκης στεφάνους, ἀθλήσας ἀπέλαβες ἐκ χειρὸς τοῦ Κυρίου σου, Ἀ θλοφόρε Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑ ορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Καὶ νῦν. Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐ κείνη δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑ πὲρ πασῶν τῶν χαρίτων σου σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεί με ἐξαίρουσα ὅθεν ὡς ἐκ μέσου φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι σὲ γὰρ ἔχω ἐλπίδα,...... ὁ ἀνάξιος δοῦλός σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺὺ γγὰὰρρ εεἶ ἶἶ ὁὁ ΒΒαασσι ιιλλεεύύςς....... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος β. Τὰ ἄνω ζητῶν. Ἀνέστης Σωτήρ, ἐκ τάφου παντοδύναμε, καὶ ᾅδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ ἀνίσταντο, καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοι, καὶ ὁ Ἀδὰμ συναγάλλεται, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί. ὁ Οἶκος Σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, σὺ εἶ ἡ ἀνάστασις πάντων, καὶ ἡ ζωὴ τῶν βροτῶν, καὶ πάντας συνανέστησας, τοῦ θανάτου τὸ κράτος Σωτὴρ σκυλεύσας, καὶ τοῦ ᾅδου τὰς πύλας συντρίψας Λόγε, καὶ οἱ θνητοὶ κατιδόντες τὸ θαῦμα ἐθαύμαζον, καὶ πᾶσα κτίσις συγχαίρει ἐν τῇ σῇ ἀναστάσει, Φιλάνθρωπε. Διὸ καὶ πάντες δοξάζομεν, καὶ ὑμνοῦμεν τὴν 6

σὴν συγκατάβασιν, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί. Συναξάριον Τῇ Γ τοῦ αὐτοῦ μηνός, ἑορτάζομεν τὰ ἐγκαίνια τοῦ Ναοῦ τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Γεωργίου ἐν Λύδδῃ, ἤτοι τὴν κατάθεσιν τοῦ ἁγίου σώματος αὐτοῦ. Ναοῦ τὰ ἐγκαίνια, Μάρτυς καὶ θέσιν, Τῶν λειψάνων σου νῦν γεραίρει ἡ κτίσις. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων Ἀκεψιμᾶ Ἐπισκόπου, Ἰωσὴφ πρεσβυτέρου καὶ Ἀειθαλᾶ, διακόνου. Ἀκεψιμᾶν κτείνουσιν ἐκ ῥαβδισμάτων Ἀκεψιμᾶ δὲ τοὺς φίλους ἐκ λευσμάτων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἀκεψιμᾶς ἐν εἰρήνῃ τελειοῦται. Τήξας ἑαυτὸν ἐγκρατείᾳ καὶ πόνοις, Ἀκεψιμᾶς μετῆλθε, ἔνθα μὴ πόνοι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ μῶν καὶ Ὁμολογητοῦ Θεοδώρου, Ἐπισκόπου Ἀγκύρας. Δῶρον σὺ δωρῇ τῇ πόλει τῆς Ἀγκύρας, Ὦ Θεόδωρε, ἐκ Θεοῦ τοῦ τῶν ὅλων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων, Δασίου, Σεβήρου, Ἀνδρωνᾶ, Θεοδότου καὶ Θεοδότης, ξίφει τελειωθέντων. Σύμμαρτυς ἔστω καὶ γυνὴ τοῖς ἀνδράσι, Τετμημένοις τέσσαρσι συντετμημένη. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἠλίας ἐν εἰρήνῃ τελειοῦται ἐν Αἰγύπτῳ. Τῶν ἀρετῶν εἰς ἅρμα προβὰς Ἠλίας, Πόλῳ προσῆλθεν, ὥς περ ἄλλος Ἠλίας. Οἱ ἅγιοι ἐννέα Μάρτυρες ξίφει τελειοῦνται. Ψυχαῖς ἀτρέπτοις χερσὶ τμηθέντες πλάνων, Πλάνην περιτρέπουσιν ἄνδρες ἐννέα. Οἱ ἅγιοι εἴκοσιν ὀκτὼ Μάρτυρες πυρὶ τελειοῦνται. Φλέγουσιν ἄνδρας πέντε δὶς καὶ δὶς δύο, Οἷς συμφλέγουσι πέντε δὶς καὶ δὶς δύο. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀχεμενίδου τοῦ ὁμολογητοῦ. Ἀχεμενίδης τὸν Θεὸν ποθῶν Λόγον Δόξης ἀφειδεῖ πατρικῆς καὶ βασάνων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ μῶν καὶ Νέου Ἱερομάρτυρος Γεωργίου τοῦ Νεαπολίτου, θανατωθέντος ὑπὸ τῶν Τούρκων ἐν ἔτει 1797ῳ. Γεώργιον ἔμψυχον Κυρίῳ ὤφθης, Γεώργιε ὅσιε τμηθεὶς τὴν κάραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας πριγκηπίσσης Ἄννης, εὐσεβεστάτης θυγατρὸς τοῦ ἡγεμόνος Βσεβολὸντ Α Γιαροσλάβιτς. Βασιλείαν ἔλιπε φθαρτὴν ἡ Ἄννα, Τῷ ἀθανάτῳ Βασιλεῖ νυμφευθεῖσα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ποιμένος, τοῦ ἐν τῇ κατὰ τὸν Ἄθω Μονῇ τοῦ Ζωγράφου θεοφιλῶς ἀσκήσαντος. Ποιμὴν ἐδείχθη καύχημα Ὄρους Ἄθω, Θεοφιλῶς ἐν αὐτῷ πάλαι ἀσκήσας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας ἐνδόξου Παρθενομάρτυρος Γουϊνεφρίδης, τῆς ἐν Τρεφφύννῳ τῆς Γαλλίας (Holyweell). Γουϊνεφρίδης διπλόπλοκον τὸ στέφος, Ἐκ παρθενίας καὶ αἵματος συνέστη. Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡ μᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ τῆς Θεοτόκου ᾨδὴ α. Ἦχος δ. Ἀνοίξω τὸ στόμα μου * καὶ πληρωθήσεται Πνεύματος * καὶ λόγον ἐρεύξομαι * τῇ βασιλίδι Μητρί * καὶ ὀφθήσομαι * φαιδρῶς πανηγυρίζων * καὶ ᾄσω γηθόμενος * ταύτης τὰ θαύματα. ᾨδὴ γ. Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, * ἡ ζῶσα καὶ ἄφθονος πηγή, * θίασον συγκροτήσαν 7

τας * πνευματικόν, στερέωσον * καὶ ἐν τῇ θείᾳ δόξῃ σου * στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ. Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ τῆς Παρθένου σαρκώσεως * σοῦ τοῦ ὑψίστου * ὁ προφήτης Ἀββακοὺμ * κατανοῶν ἐκραύγαζε * Δόξα τῇ δυνάμει σου, Κύριε. ᾨδὴ ε. Ἐξέστη τὰ σύμπαντα * ἐπὶ τῇ θείᾳ δόξῃ σου * σὺ γάρ, ἀπειρόγαμε Παρθένε, * ἔσχες ἐν μήτρᾳ * τὸν ἐπὶ πάντων Θεὸν * καὶ τέτοκας ἄχρονον Υἱόν, * πᾶσι τοῖς ὑμνοῦσί σε * σωτηρίαν βραβεύοντα. ᾨδὴ ς. Τὴν θείαν ταύτην καὶ πάντιμον * τελοῦντες ἑορτὴν οἱ θεόφρονες * τῆς Θεομήτορος * δεῦτε τὰς χεῖρας κροτήσωμεν, * τὸν ἐξ αὐτῆς τεχθέντα * Θεὸν δοξάζοντες. ᾨδὴ ζ. Οὐκ ἐλάτρευσαν * τῇ κτίσει οἱ θεόφρονες * παρὰ τὸν κτίσαντα * ἀλλὰ πυρὸς ἀπειλὴν * ἀνδρείως πατήσαντες * χαίροντες ἔψαλλον * Ὑπερύμνητε, * ὁ τῶν πατέρων Κύριος * καὶ Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ * ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, * τότε μὲν τυπούμενος * νῦν δὲ ἐνεργούμενος * τὴν οἰκουμένην ἅ πασαν * ἀγείρει ψάλλουσαν * Τὸν Κύριον ὑ μνεῖτε τὰ ἔργα * καὶ ὑπερυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας. Ὁ διάκονος ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττόόςς,,, ἐἐνν ὕὕμμννοοι ιιςς ττι ιιμμῶννττεεςς μμεεγγααλλύύννοομμεενν... Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος δ. Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀ γαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. Ἅπας γηγενὴς * σκιρτάτω τῷ πνεύματι * λαμπαδουχούμενος * πανηγυριζέτω δὲ * ἀ ΰλων νόων * φύσις, γεραίρουσα * τὴν ἱερὰν πανήγυριν * τῆς Θεομήτορος, * καὶ βοάτω * Χαίροις, παμμακάριστε * Θεοτόκε ἁγνή, ἀειπάρθενε. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι ππᾶᾶσσααι ιι ααἱ ἱἱ δδυυννάάμμεει ιιςς....... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. 8

Ἀναστάσιμον Ἐξαποστειλάριον Η. Δύο Ἀγγέλους βλέψασα, ἔνδοθεν τοῦ μνημείου, Μαρία ἐξεπλήττετο, καὶ Χριστὸν ἀ γνοοῦσα, ὡς κηπουρὸν ἐπηρώτα Κύριε ποῦ τὸ σῶμα, τοῦ Ἰησοῦ μου τέθεικας; κλήσει δὲ τοῦτον γνοῦσα, εἶναι αὐτόν, τὸν Σωτῆρα ἤ κουσε Μή μου ἅπτου, πρὸς τὸν Πατέρα ἄ πειμι, εἰπὲ τοῖς ἀδελφοῖς μου. τῶν Μαρτύρων Ἦχος β. Τοῖς Μαθηταῖς συνέλθωμεν. Ἀκεψιμᾶς ὁ ἔνδοξος, Ἰωσὴφ ὁ γενναῖος, Ἀειθαλᾶς ὁ πάνσοφος, τοῦ Χριστοῦ τῇ ἰσχύϊ, ἐν ήθλησαν καὶ τὴν πλάνην, τῶν Περσῶν καθελόντες, ὑπὲρ ἡμῶν πρεσβεύουσι, τῇ Ἁγίᾳ Τριάδι οὓς εὐσεβῶς, ὡς ἱερομάρτυρας εὐφημοῦντες, φαιδρῶς πανηγυρίζομεν, τὴν λαμπρὰν τούτων μνήμην. τοῦ Ἁγίου Γεωργίου Ἦχος γ. Ἐν πνεύματι τῷ Ἱερῷ. Τοῖς ῥείθροις τῶν αἱμάτων σου, τῆς ἀπάτης τὴν φλόγα, ἀπέσβεσας μακάριε, καὶ τυράννων τὰ θράση, εἰς τέλος ἐξηφάνισας, καὶ Χριστὸν ἐδόξασας, Γεώργιε Ἀθλοφόρε ὅθεν στέφος ἐδέξω, ἀφθαρσίας καὶ ζωῆς, ἐκ δεξι ᾶς τοῦ Ὑψίστου. Οὐκ ἔστιν ὅλως ἐν ἐμοί, σωτηρία Παρθένε ὅ τι κακῶς εἰσπέπτωκα, βάθος ἁμαρτημάτων, καὶ προσδοκῶ τὴν ἀπειλήν, τῆς φρικτῆς κολάσεως, καὶ τῶν ἐρίφων τῆς μοίρας οἴκτειρόν με πρὸ δίκης, ὡς ὑπάρχουσα θερμή, ἀντίληψις Θεοτόκε. ΑΙΝΟΙ Ἦχος β. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Στιχηρὰ Ἀναστάσιμα. Ἦχος β. Στίχ. α. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Πᾶσα πνοὴ καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος. Στίχ. β. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀ πώλεσαν, τηροῦντες τὸν Βασιλέα; Διατί γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου, Σωτὴρ ἡμῶν δόξα σοι. Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε. Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος αὐτὸς ἡ μᾶς εὐηγγελίσατο εἰπών Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε λαοί, καὶ ἀ γαλλιᾶσθε. Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ ἀναστάσει ἐκύλισεν. Ὁ μέν, ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δέ, ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι Εὐεργέτα τῶν ἁπάντων Κύριε δόξα σοι. τοῦ Μεγαλομάρτυρος προσόμοια γ εἰς δ. Ἦχος δ. Ὡς γενναῖον ἐν Μάρτυσιν. Στίχ. ε. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Τοῦ Χριστοῦ τὸ γεώργιον, τὸν γενναῖον ἐν Μάρτυσι, τὸν σοφὸν Γεώργιον εὐφημήσωμεν, τῆς ἀληθείας τὸν κήρυκα, κλῆμα τὸ ἀείζῳον, τῆς ἀμπέλου τῆς ζωῆς, τὸν καρπὸν 9

ἐξανθήσαντα, καὶ πηγάσαντα, εὐσεβείας τὸ γλεῦκος καὶ τοὺς πίστει, ἐκτελοῦντας ἐτησίως, τούτου τὴν μνήμην εὐφραίνοντα. Στίχ. Ϛ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Τοῦ Χριστοῦ τὸ γεώργιον, Στίχ. ζ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ. Ὡς ἀστέρα πολύφωτον, ὥσπερ ἥλιον λάμποντα, ἐν τῷ στερεώματι σὲ γινώσκομεν, ὡς μαργαρίτην πολύτιμον, ὡς λίθον αὐγάζοντα, ὡς ἡμέρας σε υἱόν, ὡς γενναῖον ἐν Μάρτυσιν, ὡς ὑπέρμαχον, τῶν πιστῶν ἐν κινδύνοις εὐφημοῦμεν, ἐκτελοῦντές σου τὴν μνήμην, τροπαιοφόρε Γεώργιε. Στίχ. η. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐ θαυμάστωσεν ὁ Κύριος. Ἐν θαλάσσῃ με πλέοντα, ἐν ὁδῷ με βαδίζοντα, ἐν νυκτὶ καθεύδοντα περιφρούρησον, ἐ παγρυπνοῦντα διάσωσον, παμμάκαρ Γεώργιε, καὶ ἀξίωσον ποιεῖν, τοῦ Κυρίου τὸ θέλημα, ὅπως εὕροιμι, ἐν ἡμέρᾳ τῆς δίκης τῶν ἐν βίῳ, πεπραγμένων μοι τὴν λύσιν, ὁ προσδραμὼν ἐν τῇ σκέπῃ σου. Δόξα. Ἑωθινὸν Η. Ἦχος πλ. δ. Τὰ τῆς Μαρίας δάκρυα, οὐ μάτην χεῖνται θερμῶς ἰδοὺ γὰρ κατηξίωται, καὶ διδασκόντων Ἀγγέλων, καὶ τῆς ὄψεως τῆς σῆς, ὦ Ἰησοῦ ἀλλ ἔτι πρόσγεια φρονεῖ, οἷα γυνὴ ἀ σθενής διὸ καὶ ἀποπέμπεται, μὴ προσψαῦσαί σοι Χριστέ. Ἀλλ ὅμως κῆρυξ πέμπεται, τοῖς σοῖς Μαθηταῖς, οἷς εὐαγγέλια ἔφησε, τὴν πρὸς τὸν πατρῷον κλῆρον ἄνοδον ἀπαγγέλλουσα. Μεθ ἧς ἀξίωσον καὶ ἡμᾶς, τῆς ἐμφανείας σου, Δέσποτα Κύριε. Καὶ νῦν.. Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρθένε * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι ήθημεν * διὸ ἀνυμνοῦντες βοῶμεν * Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκήσας, δόξα σοι. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψίστοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦμέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παντοκράτορ * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χριστέ, * καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ μήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡμῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄ νομά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ ἡμᾶς, * καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε * δίδαξόν με τὰ δικαιώματά σου. (ἐκ γ ) Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα * Κύριε, ἐλέησόν με * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. 10

Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς * ἐν τῷ φωτί σου ὀ ψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα. Καὶ νῦν. Ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. Καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ. Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν * ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου * καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν * καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον * τὸ νῖκος ἔδωκεν ἡμῖν * καὶ τὸ μέγα ἔλεος. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ἀντίφωνα τῶν Κυριακῶν Ἀντίφωνον Α. Ἦχος β. (Ψαλμὸς ρβ ) Στίχ. α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β. Ἦχος β. (Ψαλμὸς ρμε ) Στίχ. α. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἀναστὰς ἐκ νεκρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς... Στίχ. γ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς... Στίχ. δ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς... Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀ θάνατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ μᾶς. Ἀντίφωνον Γ. Ἦχος β. (Ψαλμὸς ριζ ) Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος β. Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀ θάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας, τῇ ἀ στραπῇ τῆς θεότητος ὅτε δὲ καὶ τοὺς τεθνε ῶτας, ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι. Στίχ. β. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Στίχ. γ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. 11

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος β. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀ θάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας, τῇ ἀ στραπῇ τῆς θεότητος ὅτε δὲ καὶ τοὺς τεθνε ῶτας, ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι. Ἀπολυτίκιον τῶν Μαρτύρων. Ἦχος δ. Ταχὺ προκατάλαβε. Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν σχόντες γὰρ τὴν ἰ σχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Ἀπολυτίκιον τοῦ Ἁγίου Γεωργίου. Ἦχος δ. Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Εἶτα τὸ ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Προστασία * τῶν Χριστιανῶν ἀκαταίσχυντε, * μεσιτεία * πρὸς τὸν ποιητὴν ἀμετάθετε, * μὴ παρίδῃς * ἁμαρτωλῶν δεήσεων φωνάς, * ἀλλὰ πρόφθασον ὡς ἀγαθὴ * εἰς τὴν βοήθειαν ἡμῶν, * τῶν πιστῶς κραυγαζόντων σοι * Τάχυνον εἰς πρεσβείαν * καὶ σπεῦσον εἰς ἱκεσίαν, * ἡ προστατεύουσα ἀεί, * Θεοτόκε, τῶν τιμώντων σε. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ (Κυριακῆς τῆς ΙΘ Ἑβδομάδος) Προκείμενον καὶ Ἀλληλούϊα τοῦ ἤχου τῆς Κυριακῆς Προκείμενον. Ἦχος β. (Ψαλμὸς ριζ 14, 18) Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος. Στίχ. Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος. Πρὸς Κορινθίους Β Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Β Κορ. ια 31 33, ιβ 1 9) Ἀδελφοί, ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν, πιάσαι με θέλων καὶ δι ὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ. Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. Οἶδα ἄνθρωπον ἐν Χριστῷ, πρὸ ἐτῶν δεκατεσσάρων (εἴτε ἐν σώματι οὐκ οἶδα εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα ὁ Θεὸς οἶδεν) ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον (εἴτε ἐν σώματι, εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα, ὁ Θεὸς οἶδεν) ὅτι ἡρπάγη εἰς τὸν παράδεισον, καὶ ἤκουσεν ἄῤ ῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι, εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου. Ἐὰν γὰρ θελήσω καυχήσαθαι, οὐκ ἔσομαι ἄφρων ἀλήθειαν γὰρ ἐρῶ φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπέρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ. Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ ἐμοῦ. Καὶ εἴρηκέ μοι Ἀρκεῖ σοι ἡ χάρις μου ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Ἀλληλούϊα. (γ ) Ἦχος β. (Ψαλμὸς ιθ 2,10) Στίχ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν. 12

ΕΥΑΓΓΕΛΙΟΝ Κυριακῆς Ε Λουκᾶ Ἐκ τοῦ κατὰ Λουκᾶν (ιϛ 19 31) Εἶπεν ὁ Κύριος Ἄνθρωπός τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθ ἡμέραν λαμπρῶς. Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ. Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραάμ ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. Καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἀ βραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. Καὶ αὐτὸς φωνήσας εἶπε Πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Εἶπε δὲ Ἀβραάμ Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά νῦν δὲ ᾧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι Καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἐντεῦθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. Εἶπε δέ Ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. Λέγει αὐτῷ Ἀβραάμ Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας ἀκουσάτωσαν αὐτῶν. Ὁ δὲ εἶπεν Οὐχί, πάτερ Ἀβραάμ, ἀλλ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν. Εἶπε δὲ αὐτῷ εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀ κούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου Εἰς τό Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώμητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες * αὕτη γὰρ ἡμᾶς ἔσωσε. Εἰς τό Πάντοτε, νῦν καὶ ἀεί Ἦχος β. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, * ὅ τι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * ὅλην τὴν ἡμέραν * μελετᾶν τὴν δικαιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Ὁ ἀἀνναασσττὰὰςς ἐἐκκ ννεεκκρρῶνν....... Δι εὐχῶν... Ἀμήν. * * Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων Ἕτερον Ἀπολυτίκιον τῶν Μαρτύρων. Ἦχος γ. Θείας πίστεως. Ὡς θεράποντες, τῆς εὐσεβείας, στῦλοι ὤφθητε, τῆς Ἐκκλησίας, πυρσολατρῶν καθελόντες τὸ φρύαγμα, Ἀκεψιμᾶ Ἱεράρχα πολύαθλε, Αεἰθαλᾶ, Ἰωσήφ τε μακάριοι. Ἀλλ αἰτήσασθε, Χριστὸν τὸν Θεὸν πανεύφημοι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Ἀπολυτίκιον τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Μεγαλομάρτυρος. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ὡς ἥλιος ἔμψυχος, τῇ σῇ ἀθλήσει φανείς, θεσμῷ ἔδυς φύσεως, ἀλλ ἀνατέλλεις ἐκ γῆς, διὰ τῶν λειψάνων σου, ὅλος λελαμπρυσμένος, τῇ τοῦ Πνεύματος αἴγλῃ, ἐκλάμπων τῇ οἰκουμένῃ, ἰαμάτων ἀκτῖνας, Γεώργιε μεγάλαθλε, πιστῶν ἡ ἀντίληψις. 13

Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος δ. Ταχὺ προκατάλαβε. Σπηλαίῳ παρῴκησας, ἐν τῇ ἐρήμῳ σοφέ, καὶ τοῦτό σοι γέγονε, φωτολαμπὲς ἐκ Θεοῦ, καὶ τῷ προσήκοντι. Ὅθεν ἐθαυμαστώθης, ἐξ αὐτοῦ θεοφόρε δράκοντα παμμεγέθη, προσευχῇ σου νεκρώσας Μαρκιανέ διὸ ὑπὲρ ἡμῶν, τῶν σὲ τιμώντων μὴ παύσῃ δεόμενος. Ἀπολυτίκιον τοῦ Νεομάρτυρος. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. (Ποίημα Χαραλάμπους Μπούσια) Ἀρεταῖς γεωργήσας ψυχῆς σου ἄρουραν, ἱερομάρτυς γενναῖε, Καππαδοκίας φανὲ καὶ πυρσὲ τῆς Νεαπόλεως νεόφωτε, ἄρτι, Γεώργιε σεπτέ, μαρυρίου σου αὐγαῖς ἐφώτισας πᾶσαν κτίσιν τὴν σὲ λαμπρῶς ἀνυμνοῦσαν καὶ σαῖς πρεσβείαις καταφεύγουσαν. 14