Ἦσαν οἱ υἱοὶ Νῶε, οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σήµ, Χάµ, Ἰάφεθ, Χὰµ δὲ ἦν πατὴρ Χαναάν. Τρεῖς οὗτοί εἰσιν υἱοὶ Νῶε ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τ

Σχετικά έγγραφα
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

Πῶς σὺ Ιουδαῖος ὢν παρ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος οὔσης;

Στίχους ι' καὶ ψάλλοµεν Στιχηρὰ Ἀναστάσιµα τῆς Ὀκτωήχου ς', καὶ τὰ παρόντα τοῦ τιµίου Σταυροῦ, Προσόµοια δ'. Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν ἀληθῶς ΤΟ Α

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

Noun: Masculine, Κύριος - D2.1 Meaning: Lord, Master. Noun: Neuter, ἔργον - D2.2 Meaning: work

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ)

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

15 ΜΑΡΤΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Η ελεύθερη έκφραση μέσω του τύπου. Κάνω κάτι πιο φιλελεύθερο Η πίστη και η αφοσίωση στην ιδέα της ελευθερίας.

ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

10 ΜΑΡΣΙΟΤ 2017 Σῇ Παρασκευῇ τῆς Β Ἑβδομάδος ἑσπέρας ΑΚΟΛΟΤΘΙΑ ΣΟΤ ΑΠΟΔΕΙΠΝΟΤ Μετὰ τῆς Β τάσεως τῶν Χαιρετισμῶν

ΔΕΥΤΕΡΑ 14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680).

Ηχος πλ. β, ἑωθινὸν δ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. (ΤΜΕ, 21 Μαΐου 9, καὶ 8 Μαΐου 13 15) * * * * *

1st and 2nd Person Personal Pronouns

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

14 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορός Δόξα Πατρί...

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

3 ΑΥΓΟΥΣΤΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ. Ἰσαακίου, Δαλμάτου καὶ Φαύστου ὁσίων. Ηχος βαρύς ἑωθινὸν η.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 3. Τεταρτη

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

15 ΣΕΠΤΕΜΒΡΙΟΥ Ηχος γ, ἑωθινὸν α. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (14/09/13)

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΓΑΜΟΥ. Ἐπιμέλεια: Στέφανος Σουλδάτος Καλλιτεχνικό Μελώδημα (Εργαστήρι Παραδοσιακής Μουσικής

Κυριακή 23 Ἰουνίου 2019.

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

27 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορός Ἀπολυτίκιον Δόξα Πατρί... Ἦχος γ'

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

28 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος.

αὐτῶν (ποίημα τοῦ ἀειμνήστου Μητροπολίτου Πατρῶν κυροῦ Νικοδήμου) ὑπάρχει ἐν ἰδιαιτέρᾳ φυλλάδι. * * * * * * * *

ἐµπλήσει ψυχὴν αὐτοῦ, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς. Σοφαὶ γυναῖκες ᾠ κοδόµησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς, ὁ πορευόµενος ὀρθῶς, φοβεῖτα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

βροτὸς γεγονώς, δι Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ.

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

18 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

7 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (06/08/12) Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

30 ΜΑΡΤΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Δʹ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. Ἰωάννου ὁσίου τοῦ συγγραφέως τῆς Κλίμακος. Ἦχος βαρύς. Ἑωθινὸν Ζʹ

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

+ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

28 ΙΟΥΛΙΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν. ἡμῖν Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

3 ΦΕΒΡΟΥΑΡΙΟΥ Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. ὁ β χορὸς

27 ΔΕΚΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

8 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 Σάββατον. ΤΟ ΓΕΝΕΘΛΙΟΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (7/9/2012)

Ὅτι σὸν τὸ κράτος ΟΡΘΡΟΣ Ι ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ Α ΕΩΘ. Ι

Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας. Ηχος βαρύς, ἑωθινὸν ι. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (17/01/15) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν,

Τῌ ΙΔ ΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἡ παγκόσμιος Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζʹ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).. Ηχος πλ. β, ἑωθινὸν ζ.

16 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Σάββατον Η προσκύνησις τῆς τιμίας ἁλύσεως τοῦ ἀποστόλου Πέτρου. Πευσίππου, Ελασίππου, Μεσίππου, Νεο- νίλλης μαρτύρων ( ).

11 ΙΟΥΝΙΟΥ ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ (ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ)

Transcript:

Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ ' ΕΒ ΟΜΑ ΟΣ ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Στιχηρὸν Ἰδιόµελον Ἦχος δ' Ἡ τῶν ἀγαθῶν πρόξενος Νηστεία, τὴν ἑαυτῆς µεσότητα νῦν ἐπήγαγε, ταῖς προλαβούσαις ἡµέραις εὐαρεστήσασα, καὶ ταῖς ἐφεξῆς τὴν ὠφέλειαν προτιθεῖσα καὶ γάρ τῶν χρηστῶν ἡ ἐπίτασις, πλείω τὴν εὐεργεσίαν ποιεῖται. ιὸ τῷ πάντων καλῶν δοτῆρι Χριστῷ, εὐαρεστοῦντες βοῶµεν, ὁ νηστεύσας ὑπὲρ ἡµῶν, καὶ Σταυρὸν ὑποµείνας, ἀκατακρίτους ἡµᾶς ἀξίωσον, µετασχεῖν καὶ τοῦ θείου Πάσχα σου, ἐν εἰρήνῃ βιοτεύοντας, καὶ ἀξίως σὺν Πατρί σε, καὶ Πνεύµατι δοξάζοντας. Ἕτερον Ἦχος πλ. α' Οἱ ἐν κρυπτῷ ἀρετὰς ἐργαζόµενοι, πνευµατικὰς ἀµοιβὰς ἐκδεχόµενοι, οὐ µέσον τῶν πλατειῶν θριαµβεύουσι ταύτας, ἀλλ' ἔνδον τῶν καρδιῶν ἀποφέρουσι µᾶλλον, καὶ ἁπάντων ὁ βλέπων τὰ ἐν κρυπτῷ γινόµενα, τὸν µισθὸν τῆς ἐγκρατείας παρέχει ἡµῖν. Νηστείαν τελέσωµεν, µὴ σκυθρωπάζοντες τὰ πρόσωπα, ἀλλ' ἐν τοῖς ταµείοις τῶν ψυχῶν προσευχόµενοι, ἀπαύστως βοήσωµεν Πάτερ ἡµῶν ὁ ἐν τοῖς Οὐρανοῖς, µὴ εἰσενέγκῃς ἡµᾶς εἰς πειρασµὸν δεόµεθα, ἀλλὰ ῥῦσαι ἡµᾶς ἀπὸ τοῦ πονηροῦ. Μαρτυρικὸν Ἀκορέστῳ διαθέσει ψυχῆς, Χριστὸν οὐκ ἀρνησάµενοι ἅγιοι µάρτυρες, οἵ τινες διαφόρους αἰκισµοὺς παθηµάτων ὑποµείναντες, τῶν Τυράννων τὰ θράση κατηδαφίσατε, ἀκλινῆ καὶ ἄτρωτον τὴν Πίστιν φυλάξαντες, εἰς οὐρανοὺς µετέστητε ὅθεν καὶ παρρησίας τυχόντες πρὸς αὐτόν, αἰτήσατε δωρηθῆναι εἰρήνην τῷ Κόσµῳ, καὶ ταῖς ψυχαῖς ἡµῶν τὸ µέγα ἔλεος. ΤΟ ΑΚΟΥΤΕ Στιχηρὰ Προσόµοια τοῦ Σταυροῦ Ἦχος α' Πανεύφηµοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ Νηστείας ἐν ὕδατι ψυχάς, πάντες ἀπονίψωµεν, καὶ προσελθόντες τὸν τίµιον, καὶ πανσεβάσµιον, Σταυρὸν τοῦ Κυρίου, πιστῶς προσκυνήσωµεν, τὸν θεῖον φωτισµόν ἀρυόµενοι, καὶ τὴν αἰώνιον, σωτηρίαν νῦν καρπούµενοι, καὶ εἰρήνην, καὶ τὸ µέγα ἔλεος. Ἀποστόλων καύχηµα Σταυρέ, ὅν περ περιέπουσιν, Ἀρχαί, υνάµεις, Ἀρχάγγελοι, τοὺς προσκυνοῦντάς σε, πάσης βλάβης σῷζε, καὶ τὸ θεῖον στάδιον, ἡµᾶς τῆς ἐγκρατείας ἀξίωσον, καλῶς ἀνύσαντας, τὴν ἡµέραν τὴν σωτήριον, ἐπιφθάσαι, δι' ἧς καὶ σῳζόµεθα. Ἕτερον Προσόµοιον Ἦχος βαρὺς Σήµερον γρηγορεῖ ὁ Ἰούδας ΤΟ ΑΚΟΥΤΕ Σήµερον τὸν Σταυρὸν τοῦ Κυρίου προσκυνοῦντες, βοήσωµεν Χαῖρε ζωῆς ξύλον, ᾍδου καθαιρέτα, χαῖρε χαρὰ Κόσµου, φθορᾶς ἀναιρέτα, χαῖρε ὁ τοὺς δαίµονας σκορπίζων τῇ δυνάµει σου τῶν πιστῶν τὸ στήριγµα, τὸ ὅπλον, τὸ ἄρρηκτον, τοὺς ἀσπαζοµένους σε, φρούρησον, ἁγίασον δεόµεθα. Καὶ τοῦ Μηναίου Προσόµοια δ' όξα... Καὶ νῦν... Ἰδιόµελον Ἦχος πλ. δ' Σήµερον ὁ ἀπρόσιτος τῇ οὐσίᾳ, προσιτός µοι γίνεται, καὶ πάσχει πάθη, ἐλευθερῶν µε τῶν παθῶν, ὁ φῶς παρέχων τυφλοῖς, ὑπὸ ἀνόµων χειλέων ἐµπτύεται, καὶ δίδωσι τὸν νῶτον, ὑπὲρ αἰχµαλώτων εἰς µάστιγας. Τοῦτον ἡ ἁγνὴ Παρθένος καὶ Μήτηρ, ἐπὶ Σταυροῦ θεωροῦσα ἐφθέγγετο. Οἴµοι Τέκνον ἐµόν! τί τοῦτο πεποίηκας; Ὁ ὡραῖος κάλλει παρὰ πάντας βροτούς, ἄπνους ἄµορφος φαίνῃ, οὐκ ἔχων εἶδος οὐδὲ κάλλος;οἴµοι τὸ ἐµὸν φῶς! οὐ δύναµαι ὑπνοῦντα καθορᾶν σε, τὰ σπλάγχνα τιτρώσκοµαι, καὶ δεινή µοι ῥοµφαία τὴν καρδίαν διέρχεται. Ἀνυµνῶ σου τὰ Πάθη, προσκυνῶ σου τὸ εὔσπλαγχνον, µακρόθυµε Κύριε δόξα σοι. Προκείµενον Ἦχος δ' Ψαλµὸς οα' Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ποιῶν θαυµάσια µόνος. Στίχ. Ὁ Θεός, τὸ κρῖµα σου τῷ Βασιλεῖ δός. Γενέσεως τὸ Ἀνάγνωσµα (Κεφ. Θ', 18 - Ι', 1)

Ἦσαν οἱ υἱοὶ Νῶε, οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σήµ, Χάµ, Ἰάφεθ, Χὰµ δὲ ἦν πατὴρ Χαναάν. Τρεῖς οὗτοί εἰσιν υἱοὶ Νῶε ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀµπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐµεθύσθη, καὶ ἐγυµνώθη ἐν τῷ οἴκῳ αὐτοῦ. Καὶ εἶδε Χάµ, ὁ πατήρ Χαναάν, τὴν γύµνωσιν τοῦ πατρὸς αὐτοῦ καὶ ἐξελθών, ἀπήγγειλε τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω. Καὶ λαβόντες Σὴµ καὶ Ἰάφεθ τὸ ἱµάτιον, ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν, καὶ ἐπορεύθησαν ὀπισθοφανῶς, καὶ συνεκάλυψαν τὴν γύµνωσιν τοῦ πατρὸς αὐτῶν, καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανῶς, καὶ τὴν γύµνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον. Ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος, καὶ εἶπεν Ἐπικατάρατος Χὰµ παῖς, οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἶπεν εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σήµ, καὶ ἔσται Χαναὰν παῖς οἰκέτης αὐτοῦ, πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς σκηνώµασι τοῦ Σήµ, καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ. Ἔζησε δὲ Νῶε µετὰ τὸν κατακλυσµὸν τριακόσια πεντήκοντα ἔτη. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡµέραι Νῶε, ἐννακόσια πεντήκοντα ἔτη, καὶ ἀπέθανεν. Αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σήµ, Χάµ, Ἰάφεθ, καὶ ἐγεννήθησαν αὐτοῖς υἱοὶ µετὰ τὸν κατακλυσµόν. Προκείµενον Ἦχος δ' Ψαλµὸς οβ' Ἐµοὶ δέ τὸ προσκολλᾶσθαι τῷ Θεῷ, ἀγαθόν ἐστι. Στίχ. Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραήλ, τοῖς εὐθέσι τῇ καρδίᾳ! Παροιµιῶν τὸ Ἀνάγνωσµα ( Κεφ ΙΒ' 23 - ΙΓ', 9) Ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως, καρδία δὲ ἀφρόνων συναντήσεται ἀραῖς. Χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς, δόλιοι δὲ ἔσονται εἰς προνοµήν. Φοβερὸς λόγος καρδίαν ἀνδρὸς δικαίου ταράσσει, ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν. Ἐπιγνώµων δίκαιος ἑαυτοῦ φίλος ἔσται, αἱ δὲ γνῶµαι τῶν ἀσεβῶν ἀνεπιεικεῖς, ἁµαρτάνοντας καταδιώξεται κακά, ἡ δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς. Οὐκ ἐπιτεύξεται δόλιος θήρας κτῆµα δὲ τίµιον ἀνὴρ καθαρός. Ἐν ὁδοῖς δικαιοσύνης ζωή, ὁδοὶ δὲ µνησικάκων εἰς θάνατον. Υἱός, πανοῦργος ὑπήκοος πατρί, υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλείᾳ. Ἀπὸ καρπῶν δικαιοσύνης φάγεται ἀγαθός, ψυχαὶ δὲ παρανόµων, ὀλοῦνται ἄωροι. 'Ὃς φυλάσσει τὸ ἑαυτοῦ στόµα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν. Ὁ δὲ προπετὴς χείλεσι πτοήσει ἑαυτόν. Ἐν ἐπιθυµίαις ἐστὶ πᾶς ἄεργος, χεῖρες δὲ ἀνδρείων ἐν ἐπιµελείᾳ. Λόγον ἄδικον µισεῖ δίκαιος, ἀσεβὴς δὲ αἰσχύνεται, καὶ οὐχ ἕξει παρρησίαν. ικαιοσύνη φυλάσσει ἀκάκους, τοὺς δὲ ἀσεβεῖς φαύλους ποιεῖ ἁµαρτία. Εἰσὶν οἱ πλουτίζοντες ἑαυτούς µηδὲν ἔχοντες, καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ. Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος, πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. Φῶς δικαίοις διαπαντός, φῶς δὲ ἀσεβῶν σβέννυται. Ψυχαὶ δόλιοι πλανῶνται ἐν ἁµαρτίαις, δίκαιοι δὲ οἰκτείρουσι καὶ ἐλεοῦσι. Τῌ ΠΕΜΠΤῌ ΤΗΣ ' ΕΒ ΟΜΑ ΟΣ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν β' Στιχολογίαν Καθίσµατα Ἦχος α' Χορὸς ἀγγελικὸς ΤΟ ΑΚΟΥΤΕ υνάµει τοῦ Σταυροῦ, κρατυνόµενοι πᾶσαν τὴν πλάνην τοῦ ἐχθροῦ, κατελύσατε ὄντως, Ἀπόστολοι ἔνδοξοι, πρεσβευταὶ τῶν ψυχῶν ἡµῶν ὅθεν σήµερον, ἐν τῇ αὐτοῦ προσκυνήσει, ἐπαγάλλεσθε, ὑπὲρ ἡµῶν δυσωποῦντες, τὸν µόνον φιλάνθρωπον. Μαρία τὸ σεπτόν, τοῦ εσπότου δοχεῖον, ἀνάστησον ἡµᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισµάτων καὶ θλίψεων σὺ γὰρ πέφυκας, ἁµαρτωλῶν σωτηρία, καὶ βοήθεια καὶ κραταιὰ προστασία καὶ σῴζεις τοὺς δούλους σου. Μετὰ τὴν γ' Στιχολογίαν Καθίσµατα Ἦχος βαρὺς Κύριε ἡµεῖς ἐσµὲν ΤΟ ΑΚΟΥΤΕ Κύριε τὸν σόν Σταυρόν ὁρῶντες, προκείµενον σήµερον, προσερχόµεθα πιστῶς, καὶ ὕµνοις καὶ ᾠδαῖς, ἀσπαζόµενοι αὐτόν, ἐν φόβῳ καὶ χαρᾷ. Ἁγίασον τοὺς δούλους σου, εἰρήνευσον τὸν Κόσµον σου, τῇ τούτου ἐπιφανείᾳ, µόνε Πολυέλεε.

Αὐτόµελον Κύριε ἡµεῖς ἐσµὲν λαός σου, καὶ πρόβατα νοµῆς σου, πλανηθέντας τῇ φθορᾷ, ἐπίστρεψον ἡµᾶς, σκορπισθέντας ὡς ποιµήν, συνάγαγε ἡµᾶς, ἐλέησον τὴν ποίµνην σου, Φιλάνθρωπε σπλαγχνίσθητι, πρεσβείαις τῆς Θεοτόκου µόνε ἀναµάρτητε. ᾨδὴ δ' Ἦχος α' Ἐπὶ τῆς θείας ΤΟ ΑΚΟΥΤΕ Ἁγιασµοῦ παρεκτικήν, χάριν δωρούµενος ἡµῖν, ἅγιε Σταυρέ, Ἀποστόλων, στήριγµα καὶ καύχηµα, πρόκεισαι εἰς προσκύνησιν, σήµερον πάσῃ τῇ Οἰκουµένῃ, τὸν τῆς νηστείας καιρόν, ἐξευµαρίζων ἡµῖν. Σκιαγραφούσας τὸν Σταυρόν, χεῖρας ἐκτείνας Ἀµαλήκ, ἔτρεψε Μωσῆς, ὃν τυποῦντες, χεῖρας ἐκπετάσωµεν, νηστείαις καὶ δεήσεσι, στῖφος ὅπως τρέψωµεν δαιµόνων, ἐκπολεµούντων ἡµᾶς, διαπαντὸς φθονερῶς. Θείῳ ἀρότρῳ τοῦ Σταυροῦ, κατενεώσατε τὴν γῆν, θεῖοι Μαθηταί, καρποφόρον, ταύτην ἀναδείξαντες, βλαστάνουσαν εὐσέβειαν ὅθεν ὑµᾶς φωναῖς ἐτησίοις, ἀνευφηµοῦντες, Χριστὸν ἀεὶ δοξάζοµεν. Μήτηρ Θεοῦ τοῦ ἀγαθοῦ, ἀγάθυνόν µου τὴν ψυχήν, ἣν ὁ πονηρός, συνηθείᾳ, πονηρᾷ ἐκάκωσεν, ἀθλίως δελεάσας µε, ὅπως ὡς αἰτίαν σωτηρίας, ὑµνολογῶ σε ἀεί, τήν πολυΰµνητον. Ἕτερον Ἦχος βαρὺς Τὴν ἔνσαρκον ΤΟ ΑΚΟΥΤΕ Προτίθεται, ὁ πανάγιος Σταυρός, προσέλθωµεν, ἀσπασώµεθα αὐτόν καὶ γάρ ἐστι κέρας σωτηρίας ἡµῖν. Ἡ χάρις σου, καὶ τῷ τύπῳ σου φοιτᾷ ἐλαύνουσα, τῶν δαιµόνων τὴν ἀχλύν, Σταυρὲ Χριστοῦ, ὅπλον ἀπροσµάχητον. όξα... Μονάδα σε, κατὰ φύσιν ἀνυµνῶ, Τριάδα δέ, ὑποστάσεως τιµῶ, Πάτερ, Υἱέ, καὶ Πνεῦµα τὸ πανάγιον. Καὶ νῦν... Ἐκύησας, Κόρη ἄνανδρε Θεόν, πανάµωµε, τὸν κατέχοντα δρακί, τὰ πέρατα καὶ πάντων ἀρχαιότερον. Ἀπόστολοι, οἱ τοῦ Κόσµου πρεσβευταί, αἰτήσατε, τοῦ σωθῆναι καὶ ἡµᾶς, κατέχοντας, ὅπλον τὸν Σταυρὸν τοῦ Χριστοῦ. «Τὴν ἔνσαρκον, παρουσίαν σου Χριστέ, πιστούµενος, ὁ Προφήτης Ἀββακούµ, ἐκραύγαζε όξα τῇ δυνάµει σου». ᾨδὴ η' Αὕτη ἡ κλητὴ ΤΟ ΑΚΟΥΤΕ Χαίροις ὁ Σταυρὸς ὁ τριµερὴς καὶ θεῖος, ἐν ᾧ ὁ εἷς τῆς Τριάδος, σάρκα φορέσας ἐπάγη, ἐµπαγέντας ἡµᾶς, ἀσεβείας εἰς βυθὸν λυτρωσάµενος, τοὺς ὑπερυψοῦντας αὐτὸν εἰς τοὺς αἰῶνας. Σθένος τὸν Σταυρὸν κραταιὸν κεκτηµένοι τοὺς δεινῇ δυναστείᾳ, τοῦ πονηροῦ δουλωθέντας, ἠλευθέρωσαν, οἱ τοῦ Λόγου Μαθηταὶ ἀναµέλποντες Σὲ ὑπερυψοῦµεν εἰς πάντας τοὺς αἰῶνας. Οἴµοι! τί φρικῶδες τὸ Βῆµα ἐκεῖνο, ἐν ᾧ Λόγε καθίσας, τὰ πεπραγµένα κρυφῇ µοι, φανερώσεις Χριστέ, στηλιτεύων τὴν ἀναισθησίαν µου! ἀλλὰ φύσει ὢν συµπαθής, φεῖσαί µου τότε. Κόλπων οὐκ ἐκστὰς τῶν πατρῴων ἐν κόλποις, ἀνεκλίθης Παρθένου, ἐπ' ἀνακλήσει τοῦ γένους, οὗ ἐφόρεσας, διὰ σπλάγχνα Ἰησοῦ τὸ ὁµοίωµα ὅθεν σε ὑµνοῦµεν, βροτοὶ εἰς τοὺς αἰῶνας. Εἱρµὸς ἄλλος Τὸν µόνον ἄναρχον ΤΟ ΑΚΟΥΤΕ Τὴν σταυροφόρον σε, Ἑβδοµάδα τιµῶµεν, ὡς προσκυνήσιµον ἐν σοὶ γὰρ τὸ Ξύλον τὸ ἄχραντον, προσκυνοῦντες βοῶµεν Ὑµνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Βαβαὶ τοῦ θαύµατος, Βασιλεῦ τῶν αἰώνων! ὅτι τὸ Ξύλον ἐν ᾧ περ ἐσταυρώθης, ἠξίωσας ἡµᾶς τοὺς

σοὺς οἰκέτας, ἰδεῖν καὶ προσκυνεῖν διό σε µετὰ φόβου, ὑµνοῦµεν εἰς αἰῶνας. Εὐλογοῦµεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦµα Ὦ ὁµοούσιε, ὦ Τριὰς παναγία, Πάτερ, Υἱέ, καὶ τὸ πανάγιον Πνεῦµα, Θεότης, ἀµερές σου τὸ κράτος, δοξάζω καὶ ὑµνῶ, τὴν µίαν βασιλείαν, εἰς πάντας τοὺς αἰῶνας. Καὶ νῦν... Τὸν πλαστουργήσαντα, τὸν Ἀδὰµ κατ' εἰκόνα καὶ ἐκ φυράµατος αὐτοῦ προελθόντα, καὶ λύσαντα τὴν ἀρχαίαν κατάραν, ὑµνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἡ δωδεκάχορδος, λύρα τῆς Ἐκκλησίας, ὡς µελουργοῦσα τῆς σοφίας τὸν Λόγον, Ἀπόστολοι, τοὺς ὑµᾶς ἀνυµνοῦντας, αἰτήσατε ἰδεῖν, τὸ Πάθος τοῦ Κυρίου, καὶ ᾆσαι εἰς αἰῶνας. Αἰνοῦµεν, εὐλογοῦµεν, καὶ προσκυνοῦµεν... Τὸν µόνον ἄναρχον, Βασιλέα τῆς δόξης, ὃν φρίττουσιν Οὐρανῶν αἱ υνάµεις, καὶ τρέµουσι τῶν Ἀγγέλων αἱ τάξεις, ὑµνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. ᾨδὴ θ' Φωτίζου φωτίζου ΤΟ ΑΚΟΥΤΕ Φαιδρύνου φωτίζου, ἡ Ἐκκλησία τοῦ Θεοῦ, τοῦ Σταυροῦ ταῖς ἀκτῖσιν, ὃν φέρεις προκείµενον, πάντων πιστῶν εἰς προσκύνησιν, σὺ δὲ πληθύς, πᾶσα τῶν δαιµόνων, σκότους πλησθεῖσα ἀπόδραθι. Κράτος ἐγκρατείας, ὁ θεῖος πέφυκε Σταυρός, συνεργὸς ἀγρυπνούντων, νηστευτῶν ἐνίσχυσις, πολεµουµένων ὑπέρµαχος. Τοῦτον πιστοί, πόθῳ συνελθόντες, περιχαρῶς προσκυνήσωµεν. Θεµέλιοι θεῖοι, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ἑδρασµῷ εὐσεβείας, πάντας συντηρήσατε, καὶ ἐπὶ πέτραν στηρίξατε, τὴν ἀρραγῆ, τοῦ ἐκλεξαµένου, ὑµᾶς Ἀπόστολοι ἔνδοξοι. Χαρὰν συλλαβοῦσα, τοῦ Ἀρχαγγέλου τῇ φωνῇ, τῆς ἐµῆς νῦν καρδίας τὴν λύπην ἀφάνισον, τὴν ψυχοφθόρον, καὶ δίδου Ἁγνή, χαροποιόν, πένθος ὅπως εὕρω, ἐκεῖ τήν θείαν παράκλησιν. Ἄλλος Σὲ τὴν ἄχραντον ΤΟ ΑΚΟΥΤΕ Σὺ τυπούµενος, Μερρᾶς τὰ ῥεῖθρα πάλαι, γλυκαίνεις πάνσεπτον Ξύλον, σύ µου γλύκανον καὶ τὴν ἐγκράτειαν, ὁ Σταυρὸς τοῦ Χριστοῦ, σήµερον καταπροσκυνούµενος. Σὲ τὸ ἄµαχον, τῆς Βασιλείας ὅπλον, τοῦ Στρατοπέδου τὸ σθένος, τῆς Συγκλήτου τὸ κραταίωµα, τὸν Σταυρὸν τοῦ Χριστοῦ, ὕµνοις µεγαλύνοµεν. όξα... Σὲ τὸν ἄναρχον, Πατέρα καὶ εσπότην, καὶ τὸν συνάναρχον Λόγον, καὶ τὸ Πνεῦµα τὸ ἅγιον, εὐσεβῶς οἱ πιστοί, πάντες µεγαλύνοµεν. Καὶ νῦν... Σὲ τὴν ἔνδοξον, καὶ µόνην Θεοτόκον, τὴν τὸν ἀχώρητον Λόγον, ἐν γαστρὶ χωρήσασαν, καὶ τεκοῦσαν σαρκί, ὕµνοις µεγαλύνοµεν. Σὲ τὴν πύρινον, φθογγὴν τοὺς Ἀποστόλους, ὡς καταφλέξαντας, πᾶσαν ὕλην πλάνης, καὶ εὐσέβειαν ἐµφυτεύσαντας κόσµῳ, ὕµνοις µεγαλύνοµεν. «Σὲ τὴν ἄχραντον, Μητέρα καὶ Παρθένον, τὴν τὸν ἀχώρητον Λόγον, ἐν γαστρὶ χωρήσασαν, καὶ τεκοῦσαν σαρκί, ὕµνοις µεγαλύνοµεν». Ἀπόστιχα τῶν Αἴνων Ἰδιόµελον Ἦχος βαρὺς Ζηλώσωµεν οἱ πιστοί, τοῦ Τελώνου τὴν µετάνοιαν, καὶ µὴ Φαρισαϊκῶς ἐγκαυχησώµεθα, ἀλλ' ἐκ βάθους καρδίας, στεναγµὸν προσοίσωµεν, τῷ εὐεργέτῃ τῶν ὅλων Θεῷ αὐτὸς γὰρ ἐνετείλατο, λέγων, ὅτι, πᾶς ὁ ὑψῶν ἑαυτόν, ταπεινωθήσεται. Ὁ δὲ ταπεινῶν ἑαυτόν, ὑψωθήσεται. ιὸ ὁµοφρόνως βοήσωµεν αὐτῷ ὁ Θεός, ἱλάσθητι ἡµῖν τοῖς ἁµαρτωλοῖς, καὶ σῶσον ἡµᾶς. ( ίς) Μαρτυρικὸν

Ἓν πνέοντες, πρὸς ἓν βλέποντες οἱ ἀθλοφόροι Μάρτυρες, µίαν ὁδὸν ζωῆς εὑράµενοι, τὸν ὑπὲρ Χριστοῦ θάνατον, ζηλοτυποῦντες ἀλλήλων τὴν τελευτήν, ὢ τοῦ θαύµατος! ὥσπερ θησαυροὺς τὰς βασάνους προαρπάζοντες, πρὸς ἀλλήλους ἔλεγον Ὅτι, κᾂν µὴ νῦν ἀποθάνωµεν, τεθνηξόµεθα πάντως, καὶ τῇ γενέσει τὰ ὀφειλόµενα λειτουργήσωµεν, ποιήσωµεν τὴν ἀνάγκην φιλοτιµίαν, τὸ κοινὸν ἴδιον ἡγησάµενοι, θανάτῳ ζωὴν ὠνησώµεθα. Ταῖς πρεσβείαις αὐτῶν ὁ Θεός, ἐλέησον ἡµᾶς. όξα... Καὶ νῦν... Εἰρήνευσον πρεσβείαις τῆς Θεοτόκου, τὴν ζωὴν ἡµῶν, τῶν βοώντων σοι Ἐλεῆµον, Κύριε δόξα σοι. ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ Τροπάριον τῆς Προφητείας Ἦχος πλ. β' Τὸν Σταυρόν σου προσκυνοῦµεν έσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζοµεν. όξα... Καὶ νῦν... Τὸ αὐτὸ Προκείµενον Ἦχος δ' Ψαλµὸς ογ' Ὁ δὲ Θεὸς Βασιλεὺς ἡµῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν µέσῳ τῆς γῆς. Στίχ. Ἵνα τί, ὁ Θεός, ἀπώσω εἰς τέλος; Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσµα (Κεφ. ΚΗ', 14-22) Τάδε λέγει Κύριος Ἀκούσατε λόγον Κυρίου, ἄνδρες τεθλιµµένοι, καὶ οἱ ἄρχοντες τοῦ λαοῦ τούτου τοῦ ἐν Ἱερουσαλήµ, ὅτι εἴπατε Ἐποιήσαµεν διαθήκην µετὰ τοῦ ᾍδου, καὶ µετὰ τοῦ θανάτου συνθήκην, καταιγὶς φεροµένη ἐὰν παρέλθῃ, οὐ µὴ ἔλθῃ ἐφ' ἡµᾶς, ἐθήκαµεν ψεῦδος τὴν ἐλπίδα ἡµῶν, καὶ τῷ ψεύδει σκεπασθησόµεθα. ιὰ τοῦτο, τάδε λέγει Κύριος ὁ Θεός Ἰδοὺ ἐγὼ ἐµβαλῶ εἰς τὰ θεµέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτόν, ἀκρογωνιαῖον, ἔντιµον εἰς τὰ θεµέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ, οὐ µὴ καταισχυνθῇ, καὶ θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεηµοσύνη µου εἰς σταθµούς, καὶ οἱ πεποιθότες µάτην ψεύδει, ὅτι οὐ µὴ παρέλθῃ ὑµᾶς καταιγίς. Μὴ καὶ ἀφέλῃ ὑµῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ὑµῶν ἡ πρὸς τὸν ᾍδην οὐ µὴ ἐµµείνῃ; Καταιγὶς φεροµένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτὴ εἰς καταπάτηµα, ὀταν παρέλθῃ, λήψεται ὑµᾶς, ὅτι πρωῒ πρωῒ, παρελεύσεται ἡµέρας, καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά. Μάθετε ἀκούειν, στενοχωρούµενοι, οὐ δυνάµεθα µάχεσθαι, αὐτοὶ δὲ ἀσθενοῦµεν τοῦ ἡµᾶς συναχθῆναι. Ὥσπερ ὄρος ἀσεβῶν, ἀναστήσεται Κύριος, καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαών, µετὰ θυµοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργον, ὁ δὲ θυµὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία. Καὶ ὑµεῖς µὴ εὐφρανθείητε, µηδὲ ἰσχυσάτωσαν ὑµῶν οἱ δεσµοί, διότι συντετελεσµένα καὶ συντετµηµένα πράγµατα ἤκουσα παρὰ Κυρίου Σαβαώθ, ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν. Προκείµενον Ἦχος δ' Ψαλµὸς οδ' Ἐγὼ δὲ ἀγαλλιάσοµαι εἰς τὸν αἰῶνα. Στίχ. Ἐξοµολογησόµεθά σοι, ὁ Θεός.