Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ. 117, 14)

Σχετικά έγγραφα
ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Αγιολογία - Εορτολογία

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΡΣΕΝΙΟΥ * * * * * * * * *

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007


* * * Ὁ πατέρας μου ἀπό τίς ἐπιστολές του

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

Κυριακή 19 Μαΐου 2019.

1) Μες τους κάμπους τ αγγελούδια ύμνους ουράνιους σκορπούν κι από τα γλυκά τραγούδια όλα τριγύρω αχολογούν. Gloria in excelsis Deo!

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

ΠΑΪΣΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ ΚΑΙ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

Κυριακή 10 Μαρτίου 2019.

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α

1-7 Ιανουαρίου 2018 Θεός

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

110 Ὁμιλίες πρός τιμήν τῆς Ὑπεραγίας Θεοτόκου και Ἀειπαρθένου Μαρίας

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Α Κ Ο Λ Ο Υ Θ Ι Α ΝΕΟΦΥΤΟΥ ΚΑΙ ΑΜΒΡΟΣΙΟΥ ΜΑΚΑΡΙΟΥ

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

Iohannes Damascenus - De theologia

Ο Πατρ.Αλεξανδρείας παρασημοφόρησε τον Πρέσβη της Ουκρανίας στην Αίγυπτο

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

Κυριακή 14 Ἰουλίου 2019.

1 1 παυλος και σιλουανος και τιμοθεος

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

ΑΚΟΛΟΥΘΙΑ ΕΚΛΑΜΨΑΝΤΟΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΝΕΟΥ** (12 Ἰουλίου) [ Ποίημα: Δρος Χαραλάμπους Μ. Μπούσια ] Ἀθῆναι 1995

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Ἰωάννου τοῦ Σιναῒτου, συγγραφέως τῆς Κλίμακος. (Δ Κυριακή τῶν Νηστειῶν).

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

Ἀναγνωστικό Κατήχησης

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Ε υ _ λο _ γη _ τος _ ει _ Κυ _ ρι _ ε _ δι _ δα _ ξον _ με _ τ α_ δι _. Τ ων _ α _ γι _. ων _ ο _ χο _ ρος _ ευ _ ρε _ π η_ γη _ ην _ τ ης_

Iohannes Damascenus - De azymis

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

ΟΚΤΩΒΡΙΟΣ 12!! ΘΕΟΣΕΒΙΟΣ ΟΣΙΟΣ ΑΡΣΙΝΟΪΤΗΣ & Η ΣΥΜΒΙΑ ΑΥΤΟΥ ΑΚΟΛΟΥΘΙΑ

Εὐχετήρια-Κοινωνικὰ Γράμματα πρὸς τὸν Πρόεδρον τῆς Ἱερᾶς Συνόδου τῶν Ἐνισταμένων

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

Κυριακή 10 Φεβρουαρίου 2019.

Εἰς τήν Κυριακήν τοῦ Θωμᾶ.

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ)

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ

ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΘΕΟΦΑΝΟΥΣ ΤΟΥ ΜΥΡΟΒΛΥΤΟΥ ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Θέμα: «Περὶ τοῦ προσώπου τοῦ Ἀναδόχου εἰς τὸ Μυστήριον τοῦ Βαπτίσματος».

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη.

Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)

Cirillus Alexandrinus - De synagogae defectu

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΜΥΡΟΦΟΡΩΝ

Κυριακή 2 Ἰουνίου 2019.

Αποστολικοί Πατέρες και Απολογητές. Tuesday, March 5, 13

Κυριακή 23 Ἰουνίου 2019.

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

Φροντιστηριακὸ Μάθημα Ἁγιογραφίας Β

Kataskinosis2017B_ ÎÔ Ï 8/28/17 6:58 PM Page 1. Κατασκήνωση «ΘΑΒΩ Ρ» τῆς Ὀρθοδόξου Ἀδελφότητος. «Η ΟΣΙΑ ΞΕΝΗ» στήν ΕΛΑΝΗ Κασσανδρείας

ΧΡΙΣΤΙΑΝΙΚΗ ΗΘΙΚΗ. Ενότητα 22: Ο ΧΡΥΣΟΣ ΚΑΝΟΝΑΣ ΤΗΣ ΧΡΙΣΤΙΑΝΙΚΗΣ ΗΘΙΚΗΣ. ΜΑΡΙΑ Κ. ΚΑΡΑΜΠΕΛΙΑ Τμήμα Ιερατικών Σπουδών

Αριστειδης Μαρτυς ΠΑΡΑΚΛΗΣΙΣ

Κυριακή 3 Μαρτίου 2019.

Transcript:

Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ. 117, 14) Ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. (Ψαλμ. 145, 2) ************************************************* ****************** Δρος Χαραλάμπους Μ. Μπούσια Μεγάλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας Α Κ Ο Λ Ο Υ Θ Ι Α ΤΩΝ ΟΣΙΩΝ ΑΥΤΑΔΕΛΦΩΝ ΝΕΑΝΙΩΝ ΜΑΞΙΜΟΥ ΚΑΙ ΔΟΜΕΤΙΟΥ ΤΩΝ ΔΙΑ ΤΗΣ ΕΥΧΗΣ ΕΝ ΝΙΤΡΙᾼ ΑΓΙΑΣΘΕΝΤΩΝ * * * * * * * * * Ἀθῆναι 2006

2 Τοῦ ὁμοζήλου τῶν δι εὐχῆς ἁγιασθέντων ὁσίων αὐταδέλφων νεανιῶν, Μαξίμου καὶ Δομετίου, φιλαγίου ἐρημίτου ἱεροκήρυκος, πολυσεβάστου μοι Γέροντος Εὐσεβίου, δι ὃν πᾶσα προσφορὰ ἀγάπης ἐλαχίστη λοχίζεται τῆς αὐτοῦ προσφορᾶς ψυχῆς ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. Ἐλάχιστος ἐν ὑμνογράφοις καὶ ἄχθος ἀρούρης Δρ Χαραλάμπης Μ. Μπούσιας Α Κ Ο Λ Ο Υ Θ Ι Α

3 ΤΩΝ ΟΣΙΩΝ ΑΥΤΑΔΕΛΦΩΝ ΝΕΑΝΙΩΝ ΜΑΞΙΜΟΥ ΚΑΙ ΔΟΜΕΤΙΟΥ ΤΩΝ ΔΙΑ ΤΗΣ ΕΥΧΗΣ ΕΝ ΝΙΤΡΙᾼ ΑΓΙΑΣΘΕΝΤΩΝ Ἡ μνήμη αὐτῶν τελεῖται τῇ ΙΘ Ἰανουαρίου. Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια ************************** *************** ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια Ἦχος α. Τῶν οὐρανίων ταγμάτων. Νεανιῶν αὐταδέλφων δυάδα ἔνθεον, φωστήρων ἐνδοτέρας ἐρημίας Νιτρίας, Δομέτιον, τὸν θεῖον ἐν ἀσκηταῖς, καὶ Δομέτιον πάνσοφον, ὡς ἐργαστήρια ἔμψυχα προσευχῆς ἀενάου εὐφημήσωμεν. Ὑπακοῆς τὰ πυξία, εὐχῆς θεόγλυπτα μνημεῖα καὶ λαμπάδας παμφαεῖς ἐγκρατείας, λιπόντας τὰ ἡδέα καὶ τὰ τερπνὰ ἐν ἀκμῇ τῆς νεότητος παρόντος βίου, Δομέτιον θαυμαστὸν ἀνυμνήσωμεν καὶ Μάξιμον. Τοὺς σιωπῇ καὶ ἀσκήσει συντόνῳ φθάσαντας εἰς πλάτος θείας δόξης καὶ εἰς ἄῤῥητον ὕψος θεώσεως, συνοίκους τῆς προσευχῆς

4 νεανίας τιμήσωμεν βοῶντες Χαῖρε, Δομέτιε θεαυγὲς καὶ ὁσίων εὖχος, Μάξιμε. Φωτὸς ὡς πάμφωτος στήλη ὑμῶν ἀνέβαινεν ἡ προσευχὴ πρὸς πόλον, ἀσκηταὶ νεανίαι, Δομέτιε, ἀγάπης πύργε Χριστοῦ, καὶ ἀρνήσεως μέλαθρον τρυφῆς βροτείου καὶ τέρψεως χοϊκῆς, ζηλωτὰ ἀγγέλων, Μάξιμε. Δόξα. Ἦχος πλ. δ. Τοῦς παριδόντας ἀκμὴν καὶ κάλλος νεότητος καὶ ἰσοστασίους ὀφθέντας τῶν πολιῶν ἀσκητῶν τῆς Νιτρίας, Μακαρίου τοὺς εὐπειθεῖς μαθητὰς εὐφημήσωμεν ὡς προσευχῆς καὶ σιωπῆς ἐνδιαιτήματα κράζοντες Μάξιμε καὶ Δομέτιε, αὐτάδελφοι θεηγόροι, οἱ τοῦ Πνεύματος συνεργείᾳ τῶν δαιμόνων ἀπελάσαντες σμῆνος, τὸ ὡς μυῖαι ἐφ ὑμᾶς ἐφορμὸν βιαίως, καὶ εἰς σμικρὸν χρόνον σπουδαίως ἀνελθόντες τῶν ἀρετῶν τὰς βαθμίδας, εἰς ἀπαθείας φθάσαι καὶ ἡμᾶς ἀξιώσατε ὕψος τοὺς ἐμπαθεῖς καὶ ἀχρείους ὑμῶν διαθέρμοις δεήσεσι. Καὶ νῦν. Θεοτοκίον. Δέσποινα, πρόσδεξαι... Εἰς τὸν Στίχον. Ἦχος β. Οἶκος τοῦ Ἐφραθᾶ. Χαῖρε, ἡ ξυνωρὶς νεανιῶν ὁσίων, Δομέτιε θεόφρον καὶ Μάξιμε παμμάκαρ, Νιτρίας καλλωπίσματα. Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. Χαίρετε σιωπῆς καὶ προσευχῆς λαμπτῆρες,

5 οἱ φαίνοντες Νιτρίας τοῖς πέρασι, φωσφόροι, Δομέτιε κσὶ Μάξιμε. Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον. Χαίρετε μαθηταὶ τοῦ θείου Μακαρίου, οἱ καθαγιασθέντες εὐχῇ ἀδιαλείπτῳ, Δομέτιε καὶ Μάξιμε. Δόξα. Τριαδικόν. Πάτερ σὺν τῷ Υἱῷ καὶ Πνεύματιτῷ θείῳ, δοξάζομέν Σε πίστει εἰς πάντας τοὺς αἰῶνας, Θεότης τρισυπόστατε. Καὶ νῦν. Θεοτοκίον. Χαῖρε χριστιανῶν καταφυγὴ γλυκεῖα, Κυρία Θεοτόκε, καὶ πάντων ἐν ἀνάγκαις καὶ συμφοραῖς ἀντίληψις. Νῦν ἀπολύεις...τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις. ************************************************* **************************** ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ. Ὡς γενναῖον ἐν μάρτυσι. Ξυνωρίδα πανεύφημον αὐταδέλφων τιμήσωμεν εὐσχημόνως Μάξιμον καὶ Δομέτιον, τοὺς παριδόντας νεότητος

6 ἀκμὴν καὶ ἀσκήσαντας ἐν Νιτρίᾳ θεαυγῶς καὶ σαφῶς καταντήσαντας εἰς δυσπρόσιτον τελειώσεως ὕψος δι ἀόκνου προσευχῆς, σκληραγωγίας καὶ τῶν φθαρτῶν ἀποτάξεως. Μακαρίου, κοσμήτορος τῆς Νιτρίας, πρυτάνεως τῶν ἐκεῖ βιούντων πατέρων, μέλψωμεν τοὺς ὁμοζήλους ἀσκήσεως, εὐχῆς, ταπεινώσεως καὶ νηστείας φοιτητὰς νεανίας κραυγάζοντες μάκαρ Μάξιμε καὶ Δομέτιε, στῦλοι ἐγκρατείας, σιωπῇ εἰς ἀπαθείας ἐπάλξεις θείας ἐπήρθητε. Ῥώμης θεῖα βλαστήματα τῆς κλεινῆς καὶ σεμνώματα τῆς Νιτρίας, Μάξιμον καὶ Δομέτιον, τοὺς νεανίας ὁμαίμονας λιπόντας εὐμάρειαν καὶ τρυφὴν διὰ Χριστοῦ τὴν ἀγάπην καὶ πρόσκαιρον κάλλος σώματος παριδόντας διὰ τὴν εἰς αἰῶνας δόξαν μένουσαν καὶ κάλλος τῶν οὐρανῶν εὐφημήσωμεν. Ἀσιγήτως εὐχόμενοι, σιωπῶντες καὶ νήφοντες καὶ σειρὰς φοινίκων ἀόκνων πλέκοντες ὡς ἀληθῶς ἡγιάσθητε, αὐτάδελφοι ὅσιοι, νεανίαι ἀσκηταί, πνευματέμφορε Μάξιμε καὶ Δομέτιε, οἱ ἐχθροῦ ἀποκρούσαντες ἐφόδους ἐγρηγόρσεως ἀσπίδι, ὑπακοῆς καὶ σεμνότητος.

7 Ἐκπληττόμενος, ὅσιοι, ὁ θεόφρον Μακάριος εἶδεν ὡς σχοινίον ὑμῶν τὴν δέησιν πυριφλεγὲς εἰς τὰ δώματα σαφῶς τὰ οὐράνια ἀναβαῖνον, θεαυγεῖς νεανίαι αὐτάδελφοι, μάκαρ Μάξιμε καὶ Δομέτιε, ἐξ ὑμῶν χειλέων ἐξερχόμενον τῶν θείων, εὐχῆς σεπτὰ ἐργαστήρια. Ἀρετῶν θείαν κλίμακα πρὸς τὰ ἄνω σκηνώματα ἀκλινῶς ἀπάγουσαν διωδεύσατε διὰ συντόνου ἀσκήσεως εὐχῆς, τπεινώσεως, σιωπῆς, ἀποταγῆς ἐγκοσμίου φρονήματος, πνευματέμφοροι, καὶ σαρκίου ὑμῶν σκληραγωγίας, σῶφρον Μάξιμε καὶ στῦλε χρηστοηθείας, Δομέτιε. Δόξα. Ἦχος πλ. β. Τὸν αὐταδέλφων νεανιῶν ξυνωρίδα, τὴν παριδοῦσαν ἁπαλότητα σαρκίου καὶ κάλλος νεότητος ὡς ἐν Νιτρίᾳ Μακαρίῳ τῷ πανσόφῳ ὑπείκουσαν καὶ ἰσαγγέλως ἀσκήσασαν, Μάξιμον καὶ Δομέτιον, ἀξιοχρέως τιμήσωμεν κράζοντες οἱ δι εὐχῆς, σκληραγωγίας καὶ σιωπῆς θεωθέντες, ὅσιοι, καὶ ἀξιωθέντες τρυφῆσαι ζωῆς ἀλήκτου τοῦ ξύλου ἐν πόλῳ δόξης, ἀξιώσατε καὶ ἡμᾶς αὐτοῦ ἀπολαῦσαι τοὺς ἑορτάζοντας πόθῳ ὑμῶν τὴν ἀεισέβαστον ἄσκησιν. Καὶ νῦν. Θεοτοκίον. Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε,...

8 Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα. Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. κ 1-11 ) Ἔστιν ἔλεγχος ὃς οὐκ ἔστιν ὡραῖος καὶ ἔστι σιωπῶν καὶ αὐτὸς φρόνιμος. Ὡς καλὸν ἐλέγξαι ἢ θυμοῦσθαι καὶ ὁ ἀνθομολογούμενος ἀπὸ ἐλαττώσεως κωλυθήσεται. Ἐπιθυμία εὐνούχου ἀποπαρθενῶναι νεάνιδα, οὕτως ὁ ποιῶν ἐν βίᾳ κρίματα. Ἔστι σιωπῶν εὑρισκόμενος σοφὸς καὶ ἔστι μισητὸς ἀπὸ πολλῆς λαλιᾶς. Ἔστι σιωπῶν, οὐ γὰρ ἔχει ἀπόκρισιν καὶ ἔστι σιωπῶν εἰδὼς καιρόν. Ἄνθρωπος σοφὸς σιγήσει ἕως καιροῦ, ὁ δὲ λαπιστὴς καὶ ἄφρων ὑπερβήσεται καιρόν. Ὁ πλεονάζων λόγῳ βδελυχθήσεται καὶ ὁ ἐνεξουσιαζόμενος μισηθήσεται. Ἔστιν εὐοδία ἐν κακοῖς ἀνδρὶ καὶ ἔστιν εὕρημα εἰς ἐλάττωσιν. Ἔστι δόσις, ἣ οὐ λυσιτελήσει σοι καὶ ἔστι δόσις, ἧς τὸ ἀνταπόδομα διπλοῦν. Ἔστιν ἐλάττωσις ἕνεκεν δόξης καὶ ἔστιν ὃς ἀπὸ ταπεινώσεως ἦρε κεφαλήν. Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. λε 1-24) Ὁ συντηρῶν νόμον πλεονάζει προσφοράς, θυσιάζων σωτηρίου ὁ προσέχων ἐντολαῖς. Ἀνταποδιδοὺς χάριν προσφέρων σεμίδαλιν καὶ ὁ ποιῶν ἐλεημοσύνην θυσιάζων αἰνέσεως. Εὐδοκία Κυρίου ἀποστῆναι ἀπὸ πονηρίας καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἀδικίας. Μὴ ὀφθῇς ἐν προσώπῳ Κυρίου κενός, πάντα γὰρ ταῦτα χάριν ἐντολῆς. Προσφορὰ δικαίου λιπαίνει θυσιαστήριον καὶ ἠ εὐωδία αὐτῆς ἔναντι Ὑψίστου. Θυσία ἀνδρὸς δικαίου δεκτὴ καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται. Ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν Κύριον καὶ μὴ σμικρύνῃς ἀπαρχὴν χειρῶν σου. Ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην. Δὸς Ὑψίστῷ κατὰ τὴν δόσιν αὐτοῦ καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθ εὕρεμα χειρός ὅτι Κύριος ἀνταποδιδούς ἐστι καὶ ἑπταπλάσια ἀνταποδώσει σοι. Μὴ δωροκόπει, οὐ γὰρ προσδέξεται καὶ μὴ ἐπέχεε θυσίᾳ ἀδίκῳ, ὅτι Κύριος κριτής ἐστι καὶ οὐκ ἔστι παρ αὐτῷ δόξα

9 προσώπου. Οὐ λήψεται πρόσωπον ἐπι πτωχοῦ καὶ δέησιν ἠδικημένου εἰσακούσεται οὐ μὴ ὑπερίδῃ ἱκετείαν ὀρφανοῦ καὶ χήραν, ἐὰν ἐκχέῃ λαλιάν οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβαίνει καὶ ἠ καταβόησις ἐπὶ τῷ καταγαγόντι αὐτά; Θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται καὶ ἡ δέησις αὐτοῦ ἕως νεφελῶν συνάψει. Προσευχὴ ταπεινοῦ νεφέλας διῆλθε καὶ ἕως συνεγγίσῃ οὐ μὴ παρακληθῇ καὶ οὐ μὴ ἀποστῇ, ἕως ἐπισκέψηται ὁ Ὕψιστος καὶ κρινεῖ δικαίως καὶ ποιήσει κρίσιν. Καὶ ὁ Κύριος οὐ μὴ βραδύνῃ, οὐδὲ μὴ μακροθυμήσῃ ἐπ αὐτοῖς, ἕως ἂν συντρίψῃ ὀσφὺν ἀνελεημόνων, καὶ τοῖς ἔθνεσι ἀνταποδώσει ἐκδίκησιν, ἕως ἐξάρῃ πλῆθος ὑβριστῶν καὶ σκῆπτρα ἀδίκων συντρίψῃ}, ἕως ἀνταποδῷ ἀνθρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ καὶ τὰ ἔργα τῶν ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτῶν ἕως κρίνῃ τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ καὶ εὐφρανεῖ αὐτοὺς ἐν τῷ ἐλέεει αὐτοῦ. Ὡραῖον ἔλεος ἐν καιρῷ θλίψεως αὐτοῦ, ὡς νεφέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ 1-9) Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἰδιόμελα.

10 Ἦχος α. Δεῦτε, ἀγαλλιώμενοι εὐσεβῶν οἱ δῆμοι, τοὺς ἐραστὰς εὐχῆς τῆς ἀδιαλείπτου τιμήσωμεν, σιωπῇ καὶ ταπεινῷ φρονήματι τὴν κλίμακα τῆς ἀρετῆς ἀνελθόντας εὐλαβῶς κραυγάζοντες Δομέτιε καὶ Μάξιμε, αὐτάδελφοι νεανίαι, ἀξιοθαύμαστοι, οἱ καλῶς τὸν ἀγῶνα ἐν τῇ Νιτρίᾳ τελέσαντες καὶ οὐρανοπολῖται γενόμενοι, ἀξιώσατε καὶ ἡμᾶς εὔχεσθαι καὶ νήφειν ἀενάως, ἵνα τῆς σὺν ὑμῖν ἀπολαύσωμεν μακαριότητος. Ἦχος β. Καταλιπόντες τὴν κλεινὴν τοῦ φωτὸς πόλιν καὶ τὴν τρυφὴν καὶ τιμὰς τῆς ἀρχούσης τάξεως ὡς ἔσχατοι τῶν ἀνθρώπων καὶ δὴ ἐν ἀκμῇ τῆς νεότητος ἐπολιτεύσασθε ἐν τῇ ἐρήμῳ, Μάξιμε καὶ Δομέτιε διὸ καὶ ὁ σοφὸς ἀγωνοθέτης καὶ Κύριος τὸ ἔνθερμον τῶν ὑμῶν προσευχῶν καὶ δεήσεων δεξάμενος ὡς πυρὸς φλόγας τοὺς ὡς μυίας ὑμᾶς ἐνοχλοῦντας ἑσμοὺς τοῦ ἐχθίστου ἀπήλασεν, ὅσιοι δεξάμενος οὖν ὑμᾶς ἐν τῇ ἀλήκτῳ εὐφροσύνῃ χάριν ὑμῖν ἔδωκε παρέχειν τοῖς ὑμᾶς μακαρίζουσι τὸ Αὐτοῦ μέγα καὶ πλούσιον ἔλεος. Ἦχος γ. Ἐν σμικρᾷ λιθοκτίστῳ κέλλῃ ἀσκούμενοι, ἐν τόπῳ ὑμῖν ὑποδειχθέντι ὑπὸ Μακαρίου τοῦ Μεγάλου, σειρὰς βαΐων ἐπλέκατε καὶ ἀδιαλείπτως τὸν νοῦν εἰς οὐρανὸν ἀνετείνατε Χριστοῦ ἐκλιπαροῦντες τὸ ἔλεος, νεανίαι ὁμαίμονες, Μάξιμε καὶ Δομέτιε θανατώσαντες οὖν τὸν ὡς λέοντα ὠρυόμενον ζητοῦντα ὑμᾶς καταπιεῖν μισόκαλον δαίμονα τὰς τῆς σαρκὸς κατεστείλατε ἐπαναστάσεις καὶ τὸ πνεῦμα ἐζωώσατε μεταστάντες οὖν πρὸς ζωὴν τὴν ἀγήρω

11 πρότυπα εὐχῆς ἀδιαλείπτου γεγόνατε καὶ πρεσβευταὶ πρὸς Κύριον πάντων τῶν ὑμᾶς τιμώντων ἐν ᾄσμασι. Ἦχος δ. Ὡς καρπὸν τῆς ἡσυχαστικῆς ὑμῶν πορείας ἀπηλαύσατε ἀπαθείας, ὅσιοι νεανίαι, Μάξιμε καὶ Δομέτιε αὐτῆς καὶ ἡμᾶς ἀξιώσατε ἀπολαῦσαι τοὺς ὡς σιωπῆς καὶ νήψεως λαμπηδόνας ὑμᾶς μέλποντας, φωτιζούσας πάντας τοὺς ὑμῶν τιμῶντας πολιτείαν τὴν ἰσάγγελον, νεανίαι θεόσοφοι. Δόξα. Ἦχος ὁ αὐτός. Ἐκπληττόμενος ὁ Μέγας Μακάριος κατεῖδε τὴν ὑμῶν πνευματικὴν προκοπὴν καὶ πρόοδον, τὴν δι εὐχῆς νυχθημέρου ἐπιτευχθεῖσαν, θεόφρονες, Δομέτιε καὶ Μάξιμε, νεότητος πρότυπα σὺν αὐτῷ καὶ ἡμεῖς ἐξιστάμενοι ὁρῶντες τὴν ὑμῶν παῤῥησίαν πρὸς τὸν Ὕψιστον ἐκδεχόμεθα τὰς πρὸς Αὐτὸν ὑμῶν πρεσβείας, ἵνα τοῦ ἐφετοῦ ἐπιτύχωμεν τὴς θεώσεως. Καὶ νῦν. Θεοτοκίον. Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου... Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α. Χαίροις, ἀσκητικῶν. Χαίροις, νεανιῶν ἡ δυάς, τῶν ὁμαιμόνων ἀσκητῶν ζεῦγος ἅγιον, Δομέτιε θεοφόρε, τῆς σιωπῆς ἐραστά, καὶ εὐχῆς πυξίον, μάκαρ Μάξιμε ὁσίων αὐγάσματα τῆς Νιτρίας φωτόλαμπρα, τοῦ Μακαρίου εὐλογίᾳ ἀσκήσαντες, ὑφηγήτορος

12 πολιτείας τῆς κρείττονος, καὶ ἀρετῶν τὴν κλίμακα κοινοῖς ἀγωνίσμασι καὶ προσευχαῖς ἀσιγήτοις, θεοφορούμενοι ὅσιοι, ταχὺ ἀνελθόντες ἡγιάσθητε ἀξίως ὥσπερ ἰσάγγελοι. Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. Χαίροις, ἡ ἐκλεκτὴ ξυνωρὶς τῶν αὐταδέλφων, ἡ τρυφὴν καὶ ἀπόλαυσιν τοῦ βίου ἐν ἀνακτόροις καταλιποῦσα ταχὺ καὶ ἀρνησαμένη πᾶσαν πρόσκαιρον ματαίαν καὶ ῥέουσαν ἡδονὴν τῆς νεότητος, ἵνα εὐκλείας τύχῃ τῆς ὑπὲρ ἔννοιαν ἐν τοῖς δώμασιν οὐρανίου φαιδρότητος Μάξιμε θεοτίμητε καὶ σῶφρον Δομέτιε, οἱ δι εὐχῆς ἀενάου ἁγιασθέντες καὶ πρότυπα ὁσίων ὀφθέντες, ἀξιώσατε ἀπαύστως ἡμᾶς προσεύχεσθαι. Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον. Εἶδεν ἐν ὥρᾳ τῆς προσευχῆς ὑμῶν ὁ μέγας ἐν πατράσι Μακάριος ὡς φλόγα ἀνερχομένην φωτολαμπῆ πρὸς Θεὸν τὰς ὑμῶν ἐντεύξεις, ἀξιάγαστοι, εὐχῆς ἐργαστήρια, σιωπῆς θεῖα μέλαθρα, σκληραγωγίας εὐπρεπῆ οἰκητήρια

13 καὶ χρυσότευκτα σωφροσύνης ἀνάκτορα, Μάξιμε ἱερώτατε καὶ πάνυ Δομέτιε, Νιτρίας ἔνοικοι θεῖοι καὶ ἀσκηταὶ πνευματέμφοροι, Χριστοῦ Ἐκκλησίαν οἱ νεότητος ἐν χρόνοις κατακοσμήσαντες. Δόξα. Ἦχος πλ. δ. Τοὺς ὑπερόπτας πάσης ἐνύλου σχέσεως καὶ ζηλωτὰς τῆς ἀΰλου ἐν πόλῳ μακαριότητος, Δομέτιον καὶ Μάξιμον, τοὺς ἰσαγγέλους ὁμαίμονας, ὡς νεότητος φρυκτωροὺς τηλαυγεστάτους ἀναμέλψωμεν κράζοντες τοὺς ζηλοῦντας ὑμῶν τοὺς ἀσκητικοὺς καμάτους καὶ τὴν ἀέναον προσευχὴν ποθοῦντας μιμήσασθαι χαρὰς ἀξιώσατε τῆς ἀστασιάστου καὶ βιοτῆς τῆς ἐν πόλῳ αἰωνιζούσης, θειότατοι. Καὶ νῦν. Θεοτοκίον. Δέσποινα, πρόσδεξαι... Ἀπολυτίκιον. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Μαθηταὶ Μακαρίου τοῦ οὐρανόφρονος, θεοειδεῖς νεανίαι, εὐχῆς ἀόκνου φανοί, ἐν Νιτρίᾳ οἱ ἐκλάμψαντες, ὁμαίμονες, Μάξιμε, φάος σιωπῆς καὶ Δομέτιε, λαμπὰς ὑπέρφωτε ἡσυχίας, Χριστῷ σκεδάσαι σκοτίαν παθῶν ἡμῶν θερμῶς πρεσβεύσατε. Θεοτοκίον. Χαῖρε, πύλη Κυρίου ἡ ἀδιόδευτος... Ἀπόλυσις. **************************** *****************Ε Ν Τ ῼ Ο Ρ Θ Ρ ῼ

14 Μετὰ τὸν Ἑξάψαλμον τὸ Ἀπολυτίκιον, ὡς ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ, μετὰ δὲ τὴν α Στιχολογίαν Κάθισμα. Ἦχος α. Τὸν τάφον Σου, Σωτήρ. Εὐχῆς καρδιακῆς ἐργαστήρια θεῖα, ταμεῖα σιωπῆς, ταπεινώσεως οἶκοι καὶ νήψεως μέλαθρα, νεανίαι αὐτάδελφοι, μὴ ἐλλίπητε ὑπὲρ ἡμῶν δυσωποῦντες τὸν Παντάνακτα Θεόν, Δομέτιε σῶφρον καὶ πάνσοφε Μάξιμε. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Ὁσίων ἀσκητῶν χαρμονή, Θεοτόκε, ἐντρύφημα γλυκὺ μονοτρόπων ἐρήμου καὶ πάντων κραταίωμα τῶν ποθούντων τελείωσιν, Μητροπάρθενε, εὐλογημένη Μαρία, καθυπόδειξον ἡμῖν ὁδὸν σωτηρίας τοῖς σὲ μακαρίζουσι. Μετὰ τὴν β. Στιχολογίαν Κάθισμα. Ἦχος δ. Ταχὺ προκατάλαβε. Τρυφὰς ἀπωσάμενοι καταγωγῆς εὐγενοῦς τιμὰς καὶ εὐμάρειαν διὰ Χριστοῦ τοῦ Θεοῦ ἀγάπην, αὐτάδελφοι, καὶ παριδόντες τάχος τῆς νεότητος κάλλος καὶ τὴν ἀκμὴν ἀσκήσει κατετήξατε σάρκα,

15 Δομέτιε, συντόνου εὐχῆς λύχνε καὶ Μάξιμε. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Δοξάζειν ἀείποτε Υἱόν σου μονογενῆ καρδίᾳ καὶ χείλεσι, Θεογεννῆτορ ἁγνή, ἡμᾶς καταξίωσον τοὺς ἀπεκδεχομένους σὴν θερμὴν προστασίαν, πρόνοιαν τὴν ταχίστην καὶ ἀντίληψιν θείαν καὶ δεῖξον ἀτραπὸν σωστικὴν πᾶσιν οἰκέταις σου. Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ. Τὴν ὡραιότητα. Σεμνοὺς οἰκήτορας Νιτρίας μέλψωμεν ἐρήμου ᾄσμασιν, εὐχῆς τὰ πρότυπα, τῆς σιωπῆς ὑπογραμμοὺς καὶ νήψεως τὰ πυξία, ἱερὸν Δομέτιον καὶ θεόφρονα Μάξιμον, αὐταδέλφων σύστημα, ἐν ἀκμῇ τῆς νεότητος τὸ φρόνησιν κατέχον γερόντων, χαῖρε, αὐτῷ ἀναβοῶντες. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως καὶ πόθῳ ἀσιγήτως βοῶ σοι Χαῖρε, ἡ Κεχαριτωμένη. Τὸ α Ἀντίφωνον τοῦ δ ἤχου καὶ τὸ Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον. Εὐαγγέλιον Ὁσιακόν (Λουκ. στ 17-23). Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... Ζήτει τῇ Παρασκευῇ τῆς Β Ἑβδομάδος.

16 Ὁ Ν Ψαλμός. Δόξα. Ταῖς τῶν Σῶν Ὁσίων, πρεσβείαις, Ἐλεῆμον,... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον... Ἰδιόμελον. Ἦχος πλ. β Τελείωσιν πνευματικὴν ἐπιποθοῦντες σαρκὸς ἐπαναστάσεις κατεστείλατε ἐν ἀκμῇ τῆς νεότητος, αὐτάδελφοι ὅσιοι, Δομέτιε καὶ Μάξιμε ὑμεῖς γὰρ ἐμακρύνατε φυγαδεύοντες καὶ ἀσιγήτῳ εὐχῇ σχολάζοντες ἐν τῇ ἐρήμῳ ἐθεώθητε κατὰ μέθεξιν ἐπιτυχόντες οὖν τοῦ ἐφετοῦ τῆς ὑμῶν καρδίας Χριστοῦ τῷ θρόνῳ νῦν παρίστασθε καὶ Αὐτῷ πρεσβεύετε ἀπαύστως ὑπὲρ τῶν τελούντων ὑμῶν τὸ μνημόσυνον. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Εἶτα ὁ Κανὼν τῶν Ὁσίων, οὗ ἡ Ἀκροστιχίς " Δομετίου καὶ Μαξίμου, νεανιῶν, αἶνος. Χ. Μ. " ᾨδὴ α. Ἦχος δ. Ἀνοίξω τὸ στόμα μου. Δομέτιον ὅσιον, νεανιῶν εὖχος πάντιμον καὶ πάνσεπτον Μάξιμον, αὐτοῦ κλεινὸν ἀδελφόν, τοὺς ἀσκήσαντας ὁσίως ἐν Νιτρίᾳ, ᾠδαῖς εὐφημήσωμεν πάντες γηθόμενοι. Οὐράνιον φρόνημα ἐνδεδυμένοι πᾶν βρότειον, πανόσιε Μάξιμε σὺν Δομετίῳ σοφῷ, καὶ χαμαίζηλον εὐχῇ ἀδιαλείπτῳ καὶ πόνοις ἀσκήσεως ἀπεξεδύσασθε. Μακάριοι ὅσιοι, ἐν τῇ ἀκμῇ τῆς νεότητος

17 τρυφὰς ἀπηρνήσασθε καὶ Μακαρίου σεπτοῦ καθυπείκοντες τοῖς λόγοις σὺν Μαξίμῳ πανσόφῳ Δομέτιε σῶφρον, ἠσκήσασθε. Θεοτοκίον. Εὐλόγει, ἁγίαζε καὶ περιφρούρει σοὺς πρόσφυγας, τοὺς σὲ μακαρίζοντας εἰς τοὺς αἰῶνας φαιδρῶς καὶ δοξάζοντας τὸν πάνσεπτον Υἱόν σου, πανύμνητε Δέσποινα, θεοχαρίτωτε. ᾨδὴ γ. Τοὺς σοὺς ὑμνολόγους. Τοῦ κόσμου μισήσαντες ἡδέα ταχὺ καὶ νεότητος τερπνὰ τοὺς πόδας κατηυθύνατε εἰς τὸν σοφὸν Μακάριον, Νιτρίας τὸν κοσμήτορα, πνευματοφόροι αὐτάδελφοι. Ἱδρώτων ἀσκήσεως τοῖς ὄμβροις ὑμῶν καὶ δακρύων ὀχετοῖς ὑπὲρ χιόνα ἔνδυμα ψυχῶν κατελευκάνατε, θεοειδὲς Δομέτιε καὶ παμμακάριστε Μάξιμε. Ὁσίως ἀνύσαντες τὸν βίον ὑμῶν ἐν ἐρήμῳ τὸν βραχὺν τὸν κόσμον κατελίπετε τὸν πρόσκαιρον καὶ μάταιον, ἵνα πολῖται γένησθε τῆς ἄνω πόλεως, πάνσοφοι. Θεοτοκίον. Ὑπέραγνε Μῆτερ τοῦ Ὑψίστου,

18 ἁγνείας τὴν πάγκαλον στολὴν τὴν νεολαίαν ἔνδυσον τῶν Ὀρθοδόξων, ἄχραντε, ἀεὶ μακαριζόντων σε ὡς τῆς ἁγνείας ὑπόδειγμα. Κάθισμα. Ἦχος γ. Θείας πίστεως. Ἐργαστήρια εὐχῆς ἀόκνου, μάκαρ Μάξιμε σὺν Δομετίῳ, νεανίαι θεοφόροι, αὐτάδελφοι, ὑμῶν εὐχὰς ὡς πυρὸς φλόγα πάμφωτον, ἣν ἡ πνοὴ τοῦ ἀέρος οὐκ ἔσειεν, ὁ θειότατος κατεῖδε πατὴρ Μακάριος ὑμᾶς, θεοειδεῖς, ἐπισκεψάμενος. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Πᾶσιν ὄμβρισον ἡμῖν θεόθεν, παντευλόγητε Παρθενομῆτορ, ὑετὸν σῆς προστασίας καὶ χάριτος τοῖς ἐν ἀνάγκαις καὶ βίου τοῖς κλύδωσι καὶ συμφοραῖς καὶ δειναῖς περιστάσεσι, Μῆτερ ἄχραντε, ἀεὶ τρυχομένοις, κράζομεν, δροσίζουσα ψυχὰς αὐχμώσας δούλων σου. ᾨδὴ δ. Ὁ καθήμενος ἐν δόξῃ. Κλέη τῶν ἐνασκουμένων ἀρετῆς πρὸς τελείωσιν, Μαξίμε θεόφρον καὶ πνευματοφόρε Δομέτιε, ὡς ἀετοὶ καλιὰν ὑμῶν ἐπήξατε πόνων, ὅσιοι, ἐν τῇ Νιτρίᾳ, φιλέρημοι. Αὐταδέλφων τὴν δυάδα νεαρῶν εὐφημήσωμεν, τοὺς καταλιπόντας δώματα λαμπρὰ καὶ ὑπέρφωτα καὶ ὥσπερ ἄσαρκοι μέροπες ἀσκήσαντας, θεῖον Μάξιμον καὶ φωτοφόρον Δομέτιον.

19 Ἰσχυροὶ ἐν τοῖς ἀγῶσιν ἐπινεύσει τοῦ Πνεύματος τοῦ ἐνδυναμοῦντος πάντας τοὺς πιστούς, χαριτόβρυτοι, ὤφθητε, Μάξιμε πάνυ καὶ Δομέτιε, ἐν νεότητος ἀκμῇ, ὁμαίμονες ὅσιοι. Θεοτοκίον. Μὴ παρίδῃς τῶν σῶν δούλων τὰς φωνὰς τῶν δεήσεων, Κεχαριτωμένη Μῆτερ τοῦ Ὑψίσου, βοῶμέν σοι, ἀλλὰ ταχὺ σῷ Υἱῷ αὐτὰς προσάγαγε καὶ αἰτήματα ἡμῶν ἐκπλήρωσον δίκαια. ᾨδὴ ε. Ἐξέστη τὰ σύμπαντα. Ἀνήλθετε κλίμακα τῶν ἀρετῶν ἀσκήσεσι καὶ διαγωγῇ ὑμῶν ἀμέμπτῳ ἐν τῇ ἐρήμῳ καὶ στέφη ἐκ τῶν χειρῶν ἐλάβετε δόξης θεϊκῆς, ἱερὲ Δομέτιε καὶ ἀοίδιμε Μάξιμε. Ξηράναντες, ὅσιοι, ὡς χόρτον τὰ χαμαίζηλα πάθη τῆς σαρκὸς εὐχῇ ἀόκνῳ καὶ ἀσιτίᾳ καὶ σιωπῇ εὐανθῆ ἐφύετε ῥόδα βιοτῆς αἰωνίου, Μάξιμε εὐσεβὲς καὶ Δομέτιε. Ἰλὺν ἐκτινάξαντες προσύλου πάσης σχέσεως καὶ ψυχὴν καθάραντες ἀσκήσει λευχειμονοῦντες εἰς οὐρανίους σκηνὰς εἰσήλθετε, ὅσιοι Χριστοῦ,

20 Μάξιμε πανεύφημε καὶ φωσφόρε Δομέτιε. Θεοτοκίον. Μὴ παύσῃ ἀρήγουσα τοῖς πίστει σοι προσφεύγουσι, Κεχαριτωμένη Θεομῆτορ, καὶ ἐκ τοῦ ὕψους σῆς δόξης δούλους τοὺς σοὺς ἀεὶ ἐποπτεύουσα, σεμνή, τοὺς ἀευφημοῦντάς σε ὡς προτῶν καταφύγιον. ᾨδὴ στ. Τὴν θείαν ταύτην. Ὁσίων δήμους, αὐτάδελφοι, Δομέτιε καὶ Μάξιμε, πάνσοφοι, κατηγλαΐσατε ὑμῶν ἀσκήσεως σκάμμασι, σαρκὸς σκληραγωγίᾳ, εὐχῇ καὶ δάκρυσι. Ὑμῶν ὑμνοῦντες παλαίσματα πρὸς θέωσιν, αὐτάδελφοι ὅσιοι, πανηγυρίζομεν ὑμῶν τὴν μνήμην, Δομέτιε καὶ Μάξιμε, φωστῆρες ἐρήμου πάμφωτοι. Ναοὶ εὐχῆς εὐπρεπέστατοι, Δομέτιε καὶ Μάξιμε, σύλλογον κατηγλαΐσατε νεανιῶν, ὧν ἀρχέτυπα ἐδείχθητε σοφίας καὶ βίου κρείττονος. Θεοτοκίον. Ἐλέους ῥεῖθρα ἀνάβλυσον Υἱοῦ σου τοῦ σεπτοῦ, ὑπερύμνητε Θεογεννήτρια, τοῖς σὲ ἀεὶ μακαρίζουσιν ὡς ἐλεοῦσαν πᾶσι

21 πιστοῖς ὑφ ἥλιον. Κοντάκιον. Ἦχος πλ. δ. Τῇ Ὑπερμάχῳ. Νεανιῶν τὴν ξυνωρίδα τὴν αὐτάδελφον, ἁγιασθεῖσαν δι εὐχῆς ἀνευφημήσωμεν, ἐν Νιτρίᾳ καθυπείκουσαν Μακαρίῳ τῷ Μεγάλῳ ἐν πατράσιν οὐρανόφροσι, θεῖον Μάξιμον καὶ πάσεπτον Δομέτιον, πόθῳ κράζοντες Χαίροις, ζεῦγος μακάριον. Ὁ Οἶκος. Ἄμεμπτοι νεανίαι, προσευχῆς ἐκμαγεῖα, Δομέτιε καὶ Μάξιμε, θεῖοι, τῆς Νιτρίας φανοὶ τηλαυγεῖς, ἀδελφῶν ὁσίων τιμαλφῆ μάργαρα καὶ σιωπῆς κοσμήτορες, ἀκούετε πιστῶν βοώντων Χαῖρε, φωστὴρ ὁσίων, Δομέτιε χαῖρε, λαμπτὴρ συνέσεως, Μάξιμε. Χαῖρε, ξυνωρὶς αὐταδέλφων ἰσάγγελος χαῖρε, προσευχῆς ἡ δυὰς ἡ ὑπέρφωτος. Χαῖρε, ἔνθεε Δομέτιε, σιωπῆς ἡ λαμπηδών χαῖρε, λύχνε θεῖε Μάξιμε ἐγκρατείας καὶ εἰκών. Χαῖρε, τοῦ Παντεπόπτου, ὦ Δομέτιε, φίλος χαῖρε, τοῦ μισοκάλου, μάκαρ Μάξιμε, τρόμος. Χαῖρε, πρηστὴρ ἐχθίστου, Δομέτιε χαῖρε, σβεστὴρ κακότητος, Μάξιμε. Χαῖρε, Δομέτιε, γέρας Νιτρίας χαῖρε, ὦ Μάξιμε, δᾷς ἐγκρατείας Χαίροις, ζεῦγος μακάριον. Καὶ ἀναγιγνώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας, ἤτοι τῆς ΙΘ Ἰανουαρίου. Εἶτα λέγομεν. Τῇ ιθ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν αὐταδέλφων νεανιῶν ὁσίων, Μαξίμου καὶ Δομετίου, τῶν δι εὐχῆς ἐν τῇ Νιτρίᾳ ἁγιασθέντων.

22 Στίχοι. Εὐχῇ, νεανίαι, καθηγιάσθητε Μάξιμε καὶ Δομέτιε, αὐτάδελφοι. Συναξάριον. Οἱ ὅσιοι καὶ θεοφόροι αὐτάδελφοι νεανίαι, Μάξιμος κσὶ Δομέτιος, γόνοι εὐγενοῦς ῥίζης εἷλκον τὴν καταγωγὴν ἐκ τῆς κλεινῆς πόλεως τοῦ φωτός. Καταλιπόντες τὴν τύρβην τοῦ κόσμου καὶ τὴν εὐμάρειαν καὶ τιμὰς τοῦ οἴκου ὡς ματαίας καὶ προσκαίρους βίον ἤνυσαν ἀσκητικὸν ἐν τῇ ἐρήμῳ. Παριδόντες οὖν τὴν ἀκμὴν τῆς νεότητος καὶ τὸ σωματικὸν σφρίγος καὶ κάλλος προσῆλθον Μακαρίῳ τῷ Μεγάλῳ, τῷ τῆς Νιτρίας σοφῷ ὑφηγήτορι, καὶ ἀπῄτησαν σὺν αὐτῷ μεῖναι καὶ ἀσκήσασθαι ὑπείκοντες τοῖς αὐτοῦ ῥήμασιν. Αὐτὸς ἰδὼν τὴν τρυφηλὴν τῶν νεαρῶν ὄψιν καὶ γινώσκων καλῶς το τραχὺ τῆς ἐρήμου οὐκ ἤθελεν αὐτοὺς δέξασθαι. Καμφθεὶς ὅμως πρὸ τῆς αὐτῶν ἐπιμονῆς ὑπέδειξεν αὐτοῖς τόπον ἀσκήσεως καὶ ἐφοδιάσας αὐτοὺς διὰ πελέκεως πρὸς λατόμησιν πέτρας καὶ πῆξιν καλύβης καὶ νουθετήσας αὐτοὺς καταλλήλως πρὸς οἰκοδομὴν πνευματικὴν καὶ ἐξοικονόμησιν τοῦ ἐπιουσίου ἄρτου ἀφῆκεν αὐτοὺς ἡσύχως ἀσκήσασθαι. Μετὰ παρέλευσιν τριῶν ἐνιαυτῶν ἀπεφάσισεν ὁ θεῖος οὗτος πατὴρ ἐπισκέψασθαι αὐτοὺς πρὸς θεώρησιν τῆς πνευματικῆς αὐτῶν προόδου, θαυμάζων ὅτι τὸ ἐν τῷ μεταξὺ διαῤῥεῦσαν διάστημα ἀφανῶς οὗτοι ἐβίων. Ἔκπληκτος ἐν τῇ αὐτῶν ἐπισκέψει διεπίστωσε τὸ μέτρον τῆς αὐτῶν ἀρετῆς πολιτευομένων ἐν ἄκρᾳ σιωπῇ καὶ εὐχῇ ἀδιαλείπτῳ. Κατ αὐτὴν ἠξώθη, παραχωρήσει θείᾳ, κατιδεῖν τὴν κατ αὐτῶν ἔφοδον ὡς μυιῶν τῶν δαιμόνων ἐν ὥρᾳ προσευχῆς καὶ τὴν περιχαράκωσιν τῶν ὁσίων αὐταδέλφων ὑπὸ Ἀγγέλου τοῦ Θεοῦ. Ἔτι δὲ πλέον τὴν ἐν εἴδει πυρίνου σχοινίου ἄνοδον τῆς αὐτῶν προσευχῆς πρὸς τὸν οὐράνιον θρόνον. Νεαροὶ ἔτι ὄντες οἱ θεῖοι αὐτοὶ ὁμαίμονες ὅσιοι, ὀλίγον μετὰ τὴν ἀναχώρησιν τοῦ ὁσίου Μακαρίου ἐκ τῆς αὐτῶν καλύβης, ἀπῆλθον πρὸς ὃν ἠγάπησαν Κύριον, ἀεὶ συνευφραίνεσθαι καὶ πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Τὴν πνευματικὴν

23 αὐτῶν τελείωσιν ἐν νεαρᾷ ἡλικίᾳ διὰ τῆς εὐχῆς ἔφερεν ὡς παράδειγμα τοῖς ἐπιγενομένοις ἀζύγοις ὁ ὅσιος Μακάριος ὁ Μέγας. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ᾨδὴ ζ. Οὐκ ἐλάτρευσαν. Ἀκατάβλητον ψυχῆς ἰσχὺν κατέχοντες καὶ θείαν ἔφεσιν τῆς ἀρετῆς τὴν ὀδὸν βαδίσαι ἠσκήσασθε στεῤῥῶς αὐτάδελφοι, ὡς ἀσώματοι ἐν τῇ Νιτρίᾳ, Μάξιμε καὶ Δομέτιε, φωσφόροι. Νίκης κότινον ζωῆς ἀγήρω, ἅγιοι, λαμπρὸν ἐλάβετε ἐκ τῶν χειρῶν τοῦ Χριστοῦ, ὡς τῆς ματαιότητος ὑπερφρονήσαντες καὶ ζηλώσαντες τὰ ἐν τῷ πόλῳ ἄῤῥευστα, Μάξιμε σὺν Δομετίῳ. Ἱερώτατε Δομέτιε καὶ Μάξιμε θεοειδέστατε, ὑμῶν κατεῖδεν εὐχὴν ὡς φλόγα ὁλόλαμπρον πρὸς τὰ οὐράνια ἀναβαίνουσαν ὁ θεαυγὴς Μακάριος, τῆς Νιτρίας ὁ κοσμήτωρ. Θεοτοκίον. Ὡς πληρώματος τοῦ χριστωνύμου, Δέσποινα, θερμὴν ἀντίληψιν, ἑτοίμην καταφυγὴν

24 καὶ θείαν βοήθειαν σὲ μεγαλύνομεν καὶ προστρέχομεν σῆ παναγίᾳ χάριτι καθ ἑκάστην, Θεοτόκε. ᾨδὴ η. Παῖδας εὐαγεῖς. Νοῦν ὑμῶν, αὐτάδελφοι, πρὸς Κτίστην καὶ Κύριον ἀνατείνοντες τὸν εὔσπλαγχνον πάγας συνετρίψατε τοῦ ἐχθίστου δράκοντος καὶ ὅπλοις σῶν δεήσεων κατεπατήσατε ἐνέδρας τὰς αὐτοῦ, νεανίαι, ἀσκηταὶ Νιτρίας ἐρήμου θεοφόροι. Ἄγγελοι ἠγάσθησαν τοὺς τρόπους ὑμῶν τῆς στεῤῥᾶς ἀσκήσεως, ὁμαίμονες, ἥνπερ ἐξιστάμενος ὁ σεπτὸς Μακάριος κατεῖδεν, ὁ διδάσκαλος τῆς ὁμηγύρεως ἀζύγων τῆς Νιτρίας, πατέρες, Μάξιμε τρισμάκαρ σὺν θείῳ Δομετίῳ. Ἴασμοι μυρίπνοοι ἁγνείας, κιννάμωμα εὐανθῆ εὐχῆς καὶ νήψεως καὶ σαρκὸς λευκάνθεμα τήξεως, ἡδύνατε τῶν εὐσεβῶν συστήματα ὀδμαῖς ἀσκήσεως ὑμῶν ἐν τῇ ἐρήμῳ Νιτρίας, νεανίαι θεῖοι, σκληραγωγίας κλέη. Θεοτοκίον. Νῦν σε μακαρίζοντες, Παρθένε, ὡς ἔμψυχον τοῦ Παντάνακτος παλάτιον σπεύδομεν σῇ χάριτι,

25 ἄκρᾳ προστασίᾳ σου καὶ ἀντιλήψει, Δέσποινα, καὶ πόθῳ κράζομεν βοήθει καθ ἑκάστην σοῖς δούλοις τὸν μονογενῆ σου Υἱὸν δοξολογοῦσι. ᾨδὴ θ. Ἅπας γηγενής. Ὄλβοι τιμαλφεῖς εὐχῆς, ταπεινώσεως, νηστείας, νήψεως, σιωπῆς καὶ τήξεως ὑμῶν σαρκίου παννύχοις στάσεσι, Δομέτιε καὶ Μάξιμε, σαφῶς πρὸς μίμησιν τοὺς ἀγῶνας τοὺς ὑμῶν προέβαλλε μονοτρόποις ὁ θεῖος Μακάριος. Στήλη ὡς πυρὸς ὑμῶν πρὸς οὐράνια εὐχὴ ἀνέβαινεν ἡ θερμή, Δομέτιε πνευματοφόρε καὶ θεῖε Μάξιμε, ὡς εἶδεν ὁ Μακάριος, ὁ ἱερώτατος ὑφηγήτωρ καὶ σοφὸς διδάσκαλος τῆς ἐρήμου Νιτρίας, πανεύφημοι. Χαῖρε, ξυνωρὶς ὁσίων τῆς πίστεως, σεπτοὶ αὐτάδελφοι, θεαυγὲς Δομέτιε καὶ στεφηφόρε, φωσφόρε Μάξιμε, ἐν κατανύξει κράζοντες ἀπεκδεχόμεθα μεσιτείαν τὴν ὑμῶν πρὸς Κύριον, εὐσεβεῖς μόνον σῴζειν δυνάμενον.

26 Θεοτοκίον. Μῆτερ τοῦ Θεοῦ, μὴ παύσῃ πρεσβεύουσα τῷ θείῳ Τόκῳ σου πέμψαι τοῖς ὑμνοῦσί σε χαρὰν καὶ σθένος, ἰσχὺν καὶ δύναμιν πατῆσαι τοῦ ἀλάστορος τὰ μηχανήματα ἱκεσίαις Δομετίου ἔμφρονος καὶ Μαξίμου, ἐρήμου κοσμήτορος. Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε. Εὐχῇ καθηγιάσθητε ὁμαίμονες ἰσάγγελοι, θεοειδεῖς νεανίαι, Νιτρίας ἔνοικοι θεῖοι, Δομέτιε πανθαύμαστε καὶ Μάξιμε θεόφιλε, οἱ σιωπῶντες, νήφοντες καὶ ἀσιτοῦντες βαθμίδας τῶν ἀρετῶν ἀνελθόντες. Θεοτοκίον. Τῆς προσευχῆς ἀνάδειξον σοὺς δούλους ἐργαστήρια, Θεογεννῆτορ Παρθένε, καὶ τῆς σοφίας ταμεῖα τοῦ Θεανθρώπου Τόκου σου, εὐλογημένη Δέσποινα, ἀεί σε μακαρίζοντας ὡς γλυκασμὸν τῶν Ἀγγέλων καὶ χαρμονὴν τῶν μερόπων. Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ. Ὢ τοῦ παραδόξου θαύματος! Πάτερ, θεοφόρε Μάξιμε σὺν Δομετίῳ σεπτῷ,

27 νεανίαι ὁμαίμονες τὴν τρυφὴν τὴν ῥέουσαν καὶ τιμὰς ἀπηρνήσασθε καὶ μονοτρόπων ἐπεποθήσατε ἐν τῇ ἐρήμῳ Νιτρίᾳ, ὅσιοι, βίον, μακάριοι ὅθεν πάντες σέβοντες μνήμην ὑμῶν τὸν ὑμᾶς ἰσχύσαντα Θεὸν δοξάζομεν. Πάτερ, θαυμαστὲ Δομέτιε σὺν τῷ Μαξίμῳ, τῷ σῷ αὐταδέλφῳ, ἠσκήσασθε ὡς πατέρες ἄσαρκοι καὶ ἰσάγγελοι μέροπες ὑμεῖς γὰρ λόγοις σοφοῖς ὑπείκοντες τοῦ Μακαρίου τοῦ οὐρανόφρονος κέλλαν ἐκτίσατε ταπεινὴν καὶ ὤφθητε αὐτῆς σεμνοὶ οἰκισταί, φιλέρημοι ἐρήμου ὄρνιθες. Πάτερ, θεαυγὲς Δομέτιε, νεανιῶν ἀσκητῶν κοσμιότης καὶ Μάξιμε, προσευχῆς ἀνάκτορον, τοὺς ὑμῶν πόνους μέλποντας ἐν κατανύξει πανηγυρίζομεν ὑμῶν τὴν μνήμην τὴν ἀεισέβαστον καὶ πόθῳ κράζομεν σιωπῆς καὶ νήψεως φωταγωγοί, ἀκηδίας λύσατε ἡμῶν σκοτόμαιναν. Πάτερ, ταπεινόφρον Μάξιμε, ὁ ἡσυχίαν φιλῶν, προσωμίλεις ἀείποτε

28 μόνον τῷ Παντάνακτι καὶ σὺν θείῳ ὁμαίμονι, σῷ Δομετίῳ, καλῶς ἐργόχειρον σειρῶν ἐποίεις βαΐων, ὅσιε ὅθεν τὴν κλίμακα ἀνελθὼν θεώσεως εἰς οὐρανῶν ὁλοδρόσους, ἔνθεε, νομὰς κατήντησας. Δόξα. Ἦχος πλ. α. Σήμερον πανέορτον καὶ πανευφρόσυνον οἱ πιστοὶ τελοῦμεν πανήγυριν τῆς ἱερᾶς ξυνωρίδος τῶν νεανιῶν αὐταδέλφων, τῶν δι εὐχῆς, σιωπῆς καὶ νήψεως ἐν τῇ ἐρήμῳ τῆς Νιτρίας ἁγιασθέντων αὐτοῖς ἐν κατανύξει κραυγάζοντες Δομέτιε καὶ Μάξιμε, ἀξιέραστοι, οἱ πολιὰν ἐπιδειξάμενοι φρόνησιν ἐν ἀκμῇ νεότητος, τὴν νεολαίαν ἡμῶν σκέπετε καὶ ποδηγετεῖτε πρὸς ὁδοὺς σωφροσύνης καὶ ἀρετῆς εὐθείας καὶ πάντας ἡμᾶς ἀξιώσατε τῆς σὺν ὑμῖν ἐν πόλῳ ἀγαλιάσεως. Καὶ νῦν. Θεοτοκίον. Μακαρίζομέν σε, Θεοτόκε Παρθένε,... Δοξολογία Μεγάλη καὶ 'Απόλυσις. ************************** *************** Ε Ν Τ ῌ Λ Ε Ι Τ Ο Υ Ρ Γ Ι ᾼ Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τῶν αὐταδέλφων Ὁσίων Νεανιῶν ἡ γ καὶ ἡ στ ᾠδή. Ἀπόστολος πρὸς Γαλάτας. (Κεφ. ε 22 - στ 2 ). Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστι, χαρά,... Ζήτει τῷ Σαββάτῳ τῆς ΚΖ Ἑβδομάδος.

29 Εὐαγγέλιον κατὰ Λουκᾶν. (Κεφ. ιγ 17-23 ). Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... Ζήτει τῇ Πέμπτῃ τῆς Δ Ἑβδομάδος. Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον. Μεγαλυνάριον. Χαίροις, αὐταδέλφων νεανιῶν ξυνωρίς ὁσία, προσευχῇ τε καὶ σιωπῇ ἡ ἁγιασθεῖσα, Δομέτιε τρισμάκαρ καὶ Μάξιμε θεόφρον, πίστεως πρόβολοι. Δίστιχον. Εὐσέβιον εὐσεβείᾳ στηρίζετε, Νεανίαι θεῖοι, βοᾷ Χαραλάμπης. Βιβλιογραφία. 1. «Εἶπεν ὁ Γέρων», Τὸ Γεροντικὸ σὲ νεοελληνικὴ ἀπόδοση, λῆμμα Ἀββᾶ Μακαρίου, σελίδες 157-159, Ἔκδοσις Ἀστέρος, Α. καὶ Ε. Παπαδημητρίου, Ἀθῆναι. 2.Baramous Monastery, Wadi el Natrun, Egypt, page 37, published by «The Monastery of Virgin st. Mary, Baramous». Τ Ε Λ Ο Σ Κ Α Ι Δ Ο Ξ Α Τ ῼ Μ Ο Ν ῼ Α Λ Η Θ Ι Ν ῼ Θ Ε ῼ Η Μ Ω Ν Ἀριθμ. Καταλ. Α 368/ 34-11-06

30