ΤΗ Δ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰσιδώρου τοῦ Πηλουσιώτου. ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Σχετικά έγγραφα
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις. Ὅτι πρέπει σοι πᾶσα δόξα. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις. Ἦχος α.

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Минея. Февраль (на греческом языке) Μηναίον τοῦ Φεβρουαρίου

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

8 ΦΕΒΡΟΥΑΡΙΟΥ 2014 Σάββατο Θεοδώρου στρατηλάτου μεγαλομάρτυρος ( 319), Ζαχαρίου τοῦ προφήτου ( 620 π.χ.).

3 ΦΕΒΡΟΥΑΡΙΟΥ Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. ὁ β χορὸς

Минея. Декабрь (на греческом языке) Μηναίον τοῦ Δεκεμβρίου

ὁ β χορὸς Στίχ. α'. ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. ὁ α χορὸς Στίχ. β'. ὁ β χορὸς Στίχ. γ'. ὁ α χορός Ἀπολυτίκιον Ἦχος α' ὁ β χορὸς

2 ΥΕΒΡΟΤΑΡΙΟΤ 2012 Η ΤΠΑΠΑΝΣΗ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ.

Καὶ Ἀπόλυσις. * * * * *

Καὶ Ἀπόλυσις. * * * * *

+Ἡ Ὑπαπαντὴ τοῦ Κυρίου, καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Η ΥΠΑΠΑΝΤΗ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν. ἡμῖν Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (2/02/13)

1 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥΡΙΟΥ Η- ΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. + Βασιλείου ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ μεγάλου ( 379).

ΜΗΝ ΦΕΒΡΟΥΑΡΙΟΣ ΕΧΩΝ ΗΜΕΡΑΣ ΕΙΚΟΣΙΟΚΤΩ Ἢ (ΒΙΣΕΚΤΟΥ ΟΝΤΟΣ) ΕΙΚΟΣΙΕΝΝΕΑ

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

17 ΙΑΝΟΥΑΡΙΟΥ Αντωνίου ὁσίου τοῦ μεγάλου ( 356). Αντωνίου ὁσίου τοῦ ἐν τῇ σκήτῃ τῆς Βεροίας, Γεωργίου νεομάρτυρος τοῦ ἐν Ιωαννίνοις ( 1838).

20 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

18 ΙΟΥΝΙΟΥ 2016 Σάββατον πρὸ τῆς Πεντηκοστῆς (Ψυχοσάββατον). «Μνεία πάντων τῶν ἀπ αἰῶνος κοιμηθέντων εὐσεβῶς Χριστιανῶν».

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

16 ΔΕΚΕΜΒΡΙΟΥ Ηχος δ, ἑωθιμὸμ Ζ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

ΟΡΘΡΟΣ ΔΕΥΤΕΡΑΣ ΜΕΘΕΟΡΤΟΣ. \ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰσιδώρου τοῦ Πηλουσιώτου.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

σου δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

02 ΦΕΒΡΟΥΑΡΙΟΥ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

14 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορός Δόξα Πατρί...

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ.

7 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙϚ ΜΑΤΘΑΙΟΥ.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ 1 ΙΑΝΟΥΑΡΙΟΥ

Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν

12 ΙΟΥΛΙΟΥ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

8 ΦΕΒΡΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΖʹ ΛΟΥΚΑ (Ἀσώτου).

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

ΤΡΙΤΗ 25 ΙΟΥΛΙΟΥ 2017 Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, Μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου.

2 ΦΕΒΡΟΥΑΡΙΟΥ ἡ Ὑπαπαντὴ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

8 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΛΟΥΚΑ. Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Πελαγίας. Ἑωθινὸν Ζ Ἦχος α ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

19 ΝΟΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Θʹ ΛΟΥΚΑ

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

28 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος.

27 ΔΕΚΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

3 ΑΥΓΟΥΣΤΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ. Ἰσαακίου, Δαλμάτου καὶ Φαύστου ὁσίων. Ηχος βαρύς ἑωθινὸν η.

3 ΙΑΝΟΥΑΡΙΟΥ 2016 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

+ΚΥΡΙΑΚΗ Δ ΝΗΣΤΕΙΩΝ Ἦχος πλ. δ, Εωθινόν Η Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (17/03/18) Ἐπ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

5 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν άββα τοῦ Ἡγιασμένου

ΤΡΙΩΔΙΟΝ Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Τῌ ΚΥΡΙΑΚΗ Δ' ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΗΣ ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΕΩΣ.

ΙΣΤ ΚΥΡΙΑΚΗ ( Γ ΛΟΥΚΑ) Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Θωμᾶ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ.

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΣΑΒΒΑΤΟΝ 13 ΜΑΪΟΥ 2017 «Μετὰ τὴν ἑορτὴν τῆς Μεσοπεντηκοστῆς». Γλυκερίας μάρτυρος ( 177). Σεργίου ὁμολογητοῦ, Παυσικάκου ἐπισκόπου Συνάδων (Ϛ αἰ.).

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΒ Λουκᾶ Ὁσίου Εὐθυμίου Κοινοβιάρχου, Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος α. Ἑωθινὸν Α.

Τῌ Κ ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡ μῶν Εὐθυμίου τοῦ Μεγάλου. Ζαχαρίου νεομάρτυρος

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. (ΤΜΕ, 21 Μαΐου 9, καὶ 8 Μαΐου 13 15) * * * * *

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

Ὅτι σὸν τὸ κράτος ΟΡΘΡΟΣ Ι ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ Α ΕΩΘ. Ι

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡ. 5 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ Ἀθανασίου τοῦ ἐν Ἄθω ( 1000) καὶ Λαμπαδοῦ ὁσίων. Ἦχος δ. Ἑωθινὸν ε. ἡμῶν.

18 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (7/8/15)

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζʹ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).. Ηχος πλ. β, ἑωθινὸν ζ.

30 ΜΑΡΤΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Δʹ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. Ἰωάννου ὁσίου τοῦ συγγραφέως τῆς Κλίμακος. Ἦχος βαρύς. Ἑωθινὸν Ζʹ

4 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ B ΛΟΥΚΑ Ιεροθέου ἀρεοπαγίτου, πρώτου ἐπισκόπου Αθηνῶν (α αἰ.).

Transcript:

ΤΗ Δ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰσιδώρου τοῦ Πηλουσιώτου. ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία τῆς Ἑορτῆς, καὶ τρία τοῦ Ἁγίου. Στιχηρὰ τῆς Ἑορτῆς Ἦχος α' Τῶν οὐρανίων ταγμάτων Θεοφανείας ἀρρήτου νῦν ἑορτάζομεν, σωτηριώδη χάριν ἐκ Παρθένου γὰρ Κόρης, ἀτρέπτως νηπιάσας Χριστὸς ὁ Θεός, ἐν ναῷ τῷ Θεῷ καὶ Πατρί, ὑπὸ Μητρὸς νῦν προσάγεται, ὃν λαβών, Συμεὼν ἐνηγκαλίσατο. Ἐν τοῖς Προφήταις ὡράθης, ὡς θέμις ἦν Ἰησοῦ, σὲ θεαθῆναι πάλαι ἀλλὰ νῦν Θεοῦ Λόγε, σαρκὶ παντὶ τῷ κόσμῳ, ὤφθης ἑκών, ἐκ Παρθένου Μαρίας Χριστέ, σοῦ τὸ σωτήριον πᾶσι τοῖς ἐξ Ἀδάμ, ἐμφανίσας ὡς φιλάνθρωπος. Ὁ ἐν Σιναίῳ τῷ ὄρει τὸν νόμον τάξας ποτέ, νῦν ἐν Σιὼν τῇ πόλει, ἐκπληρῶν τὰ τοῦ νόμου, χερσὶ τῆς Θεοτόκου, βρέφος Χριστέ, σὺν τοῖς ὁλοκαυτώμασι, τοῦ Συμεών ἐν ἀγκάλαις εἰς τὸν ναόν, εἰσαχθῆναι κατεδέξω σαρκί. Στιχηρὰ τοῦ Ἁγίου. Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσιν Θεωρίαις καὶ πράξεσι, πρὸς Θεὸν ἀνυψούμενος, διὰ βίου Πάνσοφε διετέλεσας, τῆς θεωρίας ἐπίβασιν, τὴν πρᾶξιν πηξάμενος, καὶ σοφῶς τῶν ὀρεκτῶν, ἀγαπήσας τὸ ἔσχατον οὗ γενόμενος, ἐφέσεως ἔστης μακαρίου, ἀξιούμενος νῦν τέλους, καὶ τρισηλίου ἐλλάμψεως. Τῇ πλημμύρᾳ τῆς χάριτος, καὶ τοῖς ὄμβροις τῶν λόγων σου, καταρδεύεις ἅπαντας τοὺς θεόφρονας τῆς ἀνωτάτω σοφίας γάρ, κρατῆρι τὸ στόμα σου, ἐπιθεὶς ὡς ἐκ πηγῆς, δαψιλῶς σὺ ἑξήντλησας, καὶ διέδωκας, πανταχοῦ τὰς ἀκτῖνας τῶν δογμάτων, ἐπιστέλλων καὶ διδάσκων, καὶ νουθετῶν ἀξιάγαστε. Ἐγκρατείᾳ τὸ φρόνημα, τῆς σαρκὸς ἐθανάτωσας, ζωηφόρον νέκρωσιν ἐνδυσάμενος, καὶ τῆς ψυχῆς τὴν κατάστασιν, πλατύνας Πανόσιε, ἐναργῶς χωρητικήν, χαρισμάτων τοῦ Πνεύματος ἀπετέλεσας, καὶ δοχεῖον ἐγένου θεοπνεύστων, διδαγμάτων καὶ σοφίας, τῆς ὑπὲρ νοῦν ἐνδιαίτημα. Δόξα... Καὶ νῦν... Ἦχος βαρὺς Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, ἦλθες ἐπὶ γῆς ἐξ οὐρανοῦ Σωτὴρ ἡμῶν, καὶ προελθὼν ἐκ τῆς Παρθένου, ἐπανεπαύσω ἐν ἀγκάλαις τοῦ δικαίου Συμεών! ἔδει γὰρ σε Ζωοδότα τῶν ἁπάντων, ὑπὸ τοῦ Πρεσβύτου γνωρισθῆναι, ὅτι παρεγένου ἀπολῦσαι αὐτόν, κατὰ τὸ ῥῆμά σου, ὁ ἔχων τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς. Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ Δέχου ὦ Συμεών, τὸν Κύριον τῆς δόξης, καθὼς ἐχρηματίσθης, ἐκ Πνεύματος ἁγίου ἰδοὺ γὰρ παραγέγονε. Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου. Φέρουσα ἡ Ἁγνή, καὶ ἄχραντος Παρθένος, τὸν Πλάστην καὶ Δεσπότην, ὡς βρέφος ἐν ἀγκάλαις, ἐν τῷ ναῷ εἰσέρχεται. Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Μέγα καὶ φοβερόν, Μυστήριον καὶ ξένον! ὁ πάντα περιέπων, καὶ βρέφη διαπλάττων, ὡς βρέφος ἀγκαλίζεται. Δόξα... Καὶ νῦν... Ἦχος β' Σήμερον Συμεὼν ἐν ταῖς ἀγκάλαις τὸν Κύριον τῆς δόξης ὑποδέχεται, ὃν ὑπὸ τὸν γνόφον πρώην ὁ Μωϋσῆς ἐθεάσατο, ἐν τῷ ὄρει Σινᾷ πλάκας δόντα αὐτῷ. Οὗτός ἐστιν, ὁ ἐν τοῖς Προφήταις λαλῶν, καὶ τοῦ νόμου Ποιητής, ὃν ὁ Δαυῒδ καταγγέλλει, ὁ τοῖς πᾶσι φοβερός, ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος. Ἀπολυτίκιον Ἦχος α' Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν. Καὶ Ἀπόλυσις ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν α' Στιχολογίαν Κάθισμα Ἦχος α' Χορὸς Ἀγγελικὸς Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε Νῦν ἀπολύεις οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου. Δόξα... Καὶ νῦν... τὸ αὐτὸ Μετὰ τὴν β' Στιχολογίαν Κάθισμα Ἦχος δ' Ταχὺ προκατάλαβε Σαρκὶ νηπιάσαντα, ἐξ ἀπειράνδρου Μητρός, χερσὶ γηραλέαις σου, ἀγκαλισθεὶς Συμεών, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἔλαβες τῆς ἐξόδου, τὴν ἀπόφασιν δόξῃ, εἴληφας τῶν θαυμάτων, τὴν ἀέναον χάριν διὸ σε ἀξιοχρέως πάντες δοξάζομεν.

Δόξα... Καὶ νῦν... τὸ αὐτὸ Εἶτα λέγομεν τὸν κανόνα τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου τοῦτον, οὗ ἡ ἀκροστιχίς. Σὲ τῶν Μοναστῶν τὸ κλέος μέλπω Πάτερ. Θεοφάνους. Ὠδὴ α' Ἦχος πλ. β' Ὁ Εἱρμὸς Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν. Συντετριμμένης καρδίας τὸν στεναγμόν, ἐπακούσας Δέσποτα, τῆς ψυχῆς μου τὴν δεινήν, συντριβὴν θεράπευσον εὐχαῖς, τοῦ Ὁσίου σου Χριστέ, ὡς παντοδύναμος. Ἐπιβὰς θεοσόφως τῆς πρακτικῆς, ἀρετῆς, Ἰσίδωρε, θεωρίας ἀκραιφνοῦς, τὴν τερπνὴν ἐμφάνειαν, Θεῷ, ὁμιλῶν διαπαντὸς σαφῶς ἐπλούτησας. Τῷ τῆς σοφίας κρατῆρι προσαγαγών, τὸ σὸν στόμα Πάνσοφε, τῶν ἐκεῖθεν δωρεῶν, τὴν ῥοὴν ἑξήντλησας Θεῷ, ἐπινίκιον ᾠδὴν ἀνακρουόμενος. Ὡς ἐπὶ κούφης νεφέλης ὁ Πλαστουργός, ἐπὶ σοὶ ἐλήλυθε, καθελεῖν ὡς δυνατός, τὰ Αἰγύπτου Δέσποινα ἁγνή, χειροποίητα Χριστὸς ὡς παντοδύναμος. Ὠδὴ γ' Ὁ Εἱρμὸς Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου. Νοὸς ὀξύτητι σαφῶς, τὴν τῶν ὄντων ἀθροίσας, Παναοίδιμε φύσιν, δι' αὐτῆς τὴν ἀρχικήν, αἰτίαν ὡς καθαρός, θεολόγος ἀπλανῶς κατέλαβες. Μελέτην θέμενος τρανῶς, τοῦ θανάτου τὸν βίον, θεοφόρε τρισμάκαρ, τῶν παθῶν τὰς ὑλικάς, ἐνέκρωσας ἀφορμάς, ἀπαθείας συσχεθεὶς τῷ ἔρωτι. Ὀπίσω χαίρων τοῦ Χριστοῦ, τὸν σταυρόν σου βαστάσας, ἠκολούθησας Πάτερ, ἐν ἀσκήσει καρτερᾷ, καὶ τούτῳ ὡς δυνατόν, ὡμοιώθης βίου καθαρότητι. Νομίμων φύσεως ἐκτός, τὸν Δεσπότην τεκοῦσα, Θεοτόκε Παρθένε, τῆς πάλαι παρακοῆς, διέλυσας τὴν ἀράν, εὐλογίας τὴν πηγὴν βλυστάνουσα. Κάθισμα τοῦ Ἁγίου Ἦχος γ' Θείας πίστεως Βίβλος γνώσεως διδασκαλίας, πλούτῳ πίστεως συντεταγμένη, τῷ πανάγνῳ ἀνεδείχθης ἐν Πνεύματι, ἀνακαλύπτων τὰ θεῖα τοῖς χρῄζουσι, καὶ τὴν ζωὴν θησαυρίζων τοῖς θέλουσι. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς Ἦχος πλ. δ' Ἀνέστης ἐκ νεκρῶν

Ἐτέχθης ἐκ Μητρός, ὁ προάναρχος Λόγος, προσήχθης τῷ ναῷ, ἀκατάληπτος μένων Χαίρων δὲ ὁ Πρεσβύτης, ἐν ταῖς ἀγκάλαις σε ὑπεδέξατο, κράζων Νῦν ἀπολύεις, ὃν ἐπεσκέψω κατὰ τὸ ῥῆμά σου, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων. Ὠδὴ δ' Ὁ Εἱρμὸς Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα. Ἀφθόνως Ὅσιε, Χριστῷ πειθόμενος, τὸν δοθέντα σοι πλοῦτον ὡς εὐπειθής, δοῦλος διαδέδωκας, καὶ τῆς ἀφράστου σε χαράς, ὁ Δεσπότης κατηξίωσε. Σοφίας πέλαγος, διανηξάμενος, τὸν καλὸν μαργαρίτην ὡς ἀγαθός, ἔμπορος ἐκέρδησας, καὶ τοῦτον μόνον θησαυρόν, ἀδαπάνητον ἐπλούτησας. Τῷ θείῳ Πνεύματι, καταλαμπόμενος, τὰς ἀκτῖνας τῶν λόγων ἡλιακῶς, πᾶσιν ἐξαπέστειλας, τῆς σωτηρίας τῶν πιστῶν θεοφάντορ ὀρεγόμενος. Ὡς ὄντως ἄφθεγκτα, καὶ ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε θεοπρεποῦς, πέφυκε κυήσεως, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, ἀειπάρθενε Μυστήρια. Ὠδὴ ε' Ὁ Εἱρμὸς Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχὰς πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον. Νεκρώσει Πάνσοφε τῶν παθῶν, ἔξω γεγονὼς καὶ τῆς σαρκός, πόθῳ Θεῷ προσωμίλησας, τῷ καθαρωτάτῳ καὶ λαμπροτάτῳ φωτί, καὶ μόνην ἀπαιτοῦντι τὴν καθαρότητα. Τῷ θείῳ φέγγει σου ἀγαθέ, νῦν ὁ θεοφόρος αὐγασθείς, στῦλος ὁλόφωτος γέγονε, πᾶσι πέμπων θείου φωτός, τὰς θείας αὐγάς, καὶ ζόφον τῆς ἀγνοίας ἀποσειόμενος. Ὁ θέλων πάντας ὡς ἀγαθός, πάνσοφε σωθῆναι ποδηγόν, τοῖς πλανομένοις σε ἔδειξε, πολλοὺς ἐπιστρέφειν πρὸς σωτηρίας ὁδόν, Ἰσίδωρε τρισμάκαρ, Πάτερ πανόλβιε. Κυρίως στόματι καὶ ψυχῇ, Δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογῶ σε πανάμωμε, σεσωματωμένον Θεὸν τεκοῦσαν Ἁγνή, καὶ βίου σε προστάτιν πίστει προβάλλομαι. Ὠδὴ ς' Ὁ Εἱρμὸς Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε. Λογίῳ τῶν κρίσεων, κοσμηθεὶς ὡς Ἱερεύς, λογιστικῶς ἐδίκασας, θεοφόρε καὶ σώματι καὶ ψυχῇ, τὸ χεῖρον τῷ κρείττονι, ὑποτάξας ἐμφρόνως ἀξιάγαστε. Εὐτόνως τὴν Αἴγυπτον, τῶν παθῶν καὶ τῆς τρυφῆς, σὺ Μοναστῶν τὸ καύχημα, τῆς ἐγκρατείας Ἔνδοξε ταῖς πληγαῖς, ἐτάζων ἐμάστιξας, τοῖς πιστοῖς ὁμαλίζων τήν διάβασιν.

Ὁ φέρων τὰ σύμπαντα, δυναστείᾳ θεϊκῇ, καὶ συγκρατῶν ὡς εὔσπλαγχνος, σαῖς ἀγκάλαις Πανάμωμε σαρκωθείς, ὡς βρέφος βαστάζεται, ὁ Πατρὶ κατ οὐσίαν συναΐδιος. Κοντάκιον Ἦχος α' Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος. Συναξάριον Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰσιδώρου τοῦ Πηλουσιώτου Στίχοι Πηλουσιῶτα, χαῖρε, πολλὰ μοι, Τὸν πηλὸν ἐκδύς, καὶ χαρᾶς τυχὼν ξένης. Ἐν δ' lσίδωρον ἔθεντο τετάρτῃ σήματι λυγρῷ. Ταῖς αὐτού Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. Ὠδὴ ζ' Ὁ Εἱρμὸς Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Στερεώματι τῆς πίστεως ἐνέθετο, καθάπερ Πάτερ ἥλιον, ὁ Δεσπότης σε καταλάμπειν φέγγει νοητῷ, ψυχὰς τῶν βοώντων ἐκτενῶς Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἤμων. Μολυσμοὺς σαρκὸς καὶ πνεύματος ἀπέπλυνας, Μάκαρ δακρύων χεύμασι, καὶ γενόμενος Θεοφόρε φῶς τοῖς ἐπὶ γῆς, τοὺς πάντας ἐδίδαξας βοᾶν Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἐπὶ ἄσειστον κρηπῖδα ὄντες πίστεως, σὲ Θεομῆτορ ἄχραντε, ὁμολογοῦμεν Θεοτόκον. Λόγον γὰρ Θεοῦ, ἀσπόρως ἐγέννησας ἡμῖν. Εὐλογημένος ὁ καρπός, τῆς σῆς κοιλίας Ἁγνή. Ὠδὴ η' Ὁ Εἱρμὸς Ἐκ φλογὸς τοῖς, Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Λογικὴν ὡς θυσίαν πάντα τὸν βίον σου, εἰς ὀσμὴν εὐωδίας Πάτερ προσήγαγες, τῷ ἐπὶ Σταυροῦ, κρεμασθέντι Χριστῷ τῷ Θεῷ, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Πλεονάζεις τὸν πλοῦτον καὶ μετὰ θάνατον, τοὺς ἐμψύχους σου λόγους, ὥσπερ πολύτιμον, πᾶσι τοῖς πιστοῖς, κληροδοσίαν λιπών, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τούς αἰῶνας. Ὡραιώθης Παμμάκαρ κάλλει τῶν λόγων σου τοῦ Ἁγίου γὰρ ὤφθης Πνεύματος κάλαμος,

γράφων εὐσεβῶς, τούτου γνῶσιν τὴν ἔνθεον, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τούς αἰῶνας. Πρὸς τὴν σὴν καταφεύγω σκέπην Πανάμωμε, καὶ προστάτιν ζωῆς μου τανῦν προβάλλομαι, σὲ τὴν ὑπὲρ νοῦν, Θεὸν Λόγον κυήσασαν, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας. Ὠδὴ θ' Ὁ Εἱρμὸς Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν. Ἀκτὶς καθάπερ φωτὸς ἐνήστραψε, σοῦ τῇ ψυχῇ τῆς χάριτος ὁ λόγος πανόλβιε, διὰ σοῦ δὲ πᾶσα ἡ γῆ πεπλήρωται, τούτου τῆς λαμπηδόνος, ἧς οἱ μετέχοντες, τὸν τῆς σῆς σοφίας θησαυρόν, Πάτερ θαυμάζομεν. Τρισὶ προσώποις μονάδα φύσεως, τοῖς πατρικοῖς ἑπόμενος θεόφρον διδάγμασι, θεοφρόνως προσκυνεῖν ἐδίδαξας, σέβειν θεολογοῦντας, ἄκτιστον ἄναρχον, πᾶσι τοῖς πιστοῖς τὸν φωτισμὸν ἀναπηγάζουσαν. Εὑρὼν τῶν πόνων τῶν σῶν τὰ ἔπαθλα, ἐν οὐρανοῖς ζωῆς ἀτελευτήτου λαβόμενος, τοῖς ὑμνοῦσι πάνσοφε τὴν μνήμην σου, αἴτησαι σωτηρίαν, μάκαρ Ἰσίδωρε, θρόνῳ τοῦ Σωτῆρος μέτ' Ἀγγέλων παριστάμενος. Ῥευστὴν ὁ Λόγος Θεοῦ ὁ ἄρρευστος, μορφὴν λαβὼν ἀνθρώπους ἀφθαρσίαν ἐνέδυσεν, εὐδοκίᾳ πατρικῇ σκηνώσας ἐν σοί, τῇ κεχαριτωμένῃ ὅθεν Πανάχραντε, σὺν ταῖς οὐρανίαις, Στρατιαῖς, σὲ μεγαλύνομεν. Ἐξαποστειλάριον τοῦ Ἁγίου Γυναῖκες ἀκουτίσθητε Ἱδρῶσι τῆς ἀσκήσεως, παθῶν τὴν φλόγα ἔσβεσας, καὶ ἀπαθείας πρὸς ὕψος, ἀναδραμὼν Θεοφόρε, τῷ τοῦ Χριστοῦ νῦν βήματι, παρέστης ἀγαλλόμενος, ὑπὲρ ἡμῶν δεόμενος, Ἰσίδωρε τῶν τελούντων, τὴν παναγίαν σου μνήμην. Τῆς Ἑορτῆς, ὅμοιον Ἐκ σοῦ Θεογεννήτρια, ὁ Κτίστης οὐρανοῦ καὶ γῆς, τεχθεὶς ἀφράστως ὡς οἶδεν, ἐν τῷ ναῷ νῦν ὡς βρέφος, εἰσήχθη ἐπωλένιος, ὃν Συμεὼν δεξάμενος, Θεὸς ὑπάρχεις Δέσποτα, Σωτὴρ καὶ ῥύστης ἐβόα, βροτῶν τοῦ γένους Χριστέ μου. Εἰς τὸν Στίχον, τῶν Αἴνων, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς. Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ Ῥύπου δίχα Χριστός, γεννᾶται ἐκ Παρθένου, ὡς ἐκ Πατρὸς ἀρρεύστως, Υἱὸς πρὸ Ἑωσφόρου, ὁ τόν, Ἀδὰμ λυτρούμενος. Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου,

Πύλαι τῶν οὐρανῶν, ἀνοίχθητε Χριστὸς γάρ, ἐν τῷ ναῷ ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Μητρὶ προσάγεται. Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Μέγα καὶ φοβερόν, Μυστήριον καὶ ξένον! ὁ πάντα περιέπων, καὶ βρέφη διαπλάττων, ὡς βρέφος ἀγκαλίζεται. Δόξα... Καὶ νῦν... Ὅμοιον Φέρουσα ἡ Ἁγνή, καὶ ἄχραντος Παρθένος, τὸν Πλάστην καὶ Δεσπότην, ὡς βρέφος ἐν ἀγκάλαις, ἐν τῷ ναῷ εἰσέρχεται. Ἡ λοιπή, Ἀκολουθία τοῦ Ὄρθρου ὡς σύνηθες, καὶ Ἀπόλυσις.