0185-0254 - Origenes - Commentarii in Genesim This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia, the Director of the Center, has expressly authorized www.documentacatholicaomnia.eu to post it into our site. Cooperatorum Veritatis Societas thanks the prof. Pantelia, the Center, and the University of California, Irvine, of having granted the opportunity to make publicly available this text of high quality, serial number '2042 047 '. Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances. Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas. Commentarii in Genesim (fragmenta) [00001] ΤΟΜΟΥ Αʹ ΤΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ. [00002] [12.45] Οὐ γὰρ ὁ Θεὸς Πατὴρ εἶναι ἤρξατο, κωλυόµενος, ὡς οἱ γινόµενοι πατέρες ἄνθρωποι, ὑπὸ τοῦ µὴ δύνα σθαί πω πατέρες εἶναι. [00003] Εἰ γὰρ ἀεὶ τέλειος ὁ Θεὸς, καὶ πάρεστιν αὐτῷ δύναµις τοῦ πατέρα αὐτὸν εἶναι, καὶ καλὸν αὐτὸν εἶναι Πατέρα τοῦ τοιούτου Υἱοῦ, τί ἀναβάλλεται, καὶ ἑαυτὸν τοῦ καλοῦ στερίσκει, καὶ, ὡς ἔστιν εἰπεῖν, ἐξ οὗ δύναται Πατὴρ εἶναι Υἱοῦ; [00004] Τὸ αὐτὸ µέντοιγε καὶ περὶ τοῦ ἁγίου Πνεύµατος λεκτέον. [00005] [12.48] ΑΠΟ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ Εἰ δέ τινι προσκόπτει διὰ τοὺς ἀνθρωπίνους τε χνίτας µὴ δύνασθαι παραδέξασθαι τὸν Θεὸν χωρὶς ὕλης ἀγεννήτου ὑποκειµένης κατασκευάζειν τὰ ὄντα, ἐπεὶ µηδὲ ἀνδριαντοποιὸς χωρὶς χαλκοῦ τὸ ἴδιον ἔργον ποιῆσαι δύναται, µηδὲ τέκτων χωρὶς ξύλων, µηδὲ οἰκοδόµος χωρὶς λίθων [00006] ζητητέον πρὸς αὐτοῦ περὶ δυνάµεως Θεοῦ, εἰ θελήσας ὑποστῆσαι ὅ τι βούλεται ὁ Θεὸς, τῆς θελήσεως αὐτοῦ οὐκ ἀπορουµένης, οὐδὲ ἀτονούσης, δύναται ὑποστῆσαι ὃ βούλεται. [00007] Ὧ γὰρ λόγῳ τὰς ποιότητας, κατὰ πάντας τοὺς Πρόνοιαν εἰσάγοντας τῷ ἰδίῳ λόγῳ, οὐκ οὔσας ὡς βούλεται εἰς διακόσµησιν τοῦ παντὸς ὑφίστησι τῇ ἀφάτῳ αὑτοῦ δυνάµει καὶ σοφίᾳ, τούτῳ τῷ λόγῳ καὶ τὴν οὐσίαν, ὅσης χρῄζει, ἱκανή ἐστιν αὐτοῦ ἡ βούλησις ποιῆσαι γενέσθαι. [00008] Ἀπορήσοµεν γὰρ πρὸς τοὺς οὐ βουλοµένους ταῦθ' οὕτως ἔχειν, εἰ µὴ ἀκολουθεῖ αὐτοῖς εὐτυχη κέναι τὸν Θεὸν, ἀγέννητον εὑρόντα τὴν οὐσίαν, ἣν εἰ µὴ τὸ ἀγέννητον αὐτῷ ὑποβεβληκὸς ἦν, οὐδὲν ἔρ γον δυνατὸς ἦν ποιῆσαι, ἀλλ' ἔµενεν οὐ δηµιουργὸς, οὐ πατὴρ, οὐκ εὐεργέτης, οὐκ ἀγαθὸς, οὐκ ἄλλο τι τῶν εὐλόγως λεγοµένων περὶ Θεοῦ. [00009] Πόθεν δὲ καὶ τὸ µετρεῖν τῆς ὑποκειµένης οὐσίας τὸ τοσόνδε, ὡς διαρ κέσαι τῇ τηλικούτου κόσµου ὑποστάσει; [00010] οἱονεὶ γὰρ [12.49] πρόνοιά τις πρεσβυτέρα Θεοῦ, ἀναγκαίως τὴν ὕλην ἔσται ὑποβεβληκυῖα τῷ Θεῷ, προνοουµένη τὴν τέχνην τὴν ἐνυπάρχουσαν αὐτῷ µὴ κενοπαθῆσαι, οὐκ οὔσης οὐσίας, ᾗ ὁµιλῆσαι δυνάµενος κατεκόσµησε τὸ τηλι κοῦτο κόσµου κάλλος. [00011] Πόθεν δὲ καὶ δεκτικὴ γεγένη ται πάσης ἧς βούλεται ὁ Θεὸς ποιότητος, µὴ αὐτοῦ τοῦ Θεοῦ ἑαυτῷ τοσαύτην καὶ τοιαύτην ποιήσαντος, ὁποίαν ἔχειν ἐβούλετο; [00012] Καθ' ὑπόθεσιν γοῦν ἀποδε ξάµενοι τὸ ἀγέννητον εἶναι τὴν ὕλην, ταῦτα ἐροῦµεν πρὸς τοὺς τοῦτο βουλοµένους, ὅτι εἰ Προνοίας οὐχ ὑποβαλλούσης τὴν οὐσίαν τῷ Θεῷ, τοιαύτη γεγένηται, εἰ Πρόνοια ἦν ὑφεστῶσα, τί ἂν πλέον πεποιήκει τοῦ αὐτοµάτου; [00013] καὶ εἰ αὐτὸς µὴ οὔσης ὕλης ἐβούλετο κατασκευάσαι αὐτὴν, τί ἂν πλέον ἡ σοφία, καὶ ἡ θειότης αὐτοῦ πεποιήκει τοῦ ἐξ ἀγεννήτου ὑποστάντος; [00014] Εἰ γὰρ εὑρίσκεται ταυτὸν γενόµενον ἂν ὑπὸ τῆς Προ νοίας, ὅπερ καὶ χωρὶς Προνοίας ὑπέστη, διὰ τί οὐχὶ καὶ ἐπὶ τοῦ κόσµου ἀθετήσοµεν τὸν δηµιουργὸν καὶ τὸν τεχνίτην; [00015] Ὥσπερ γὰρ ἄτοπον ἐπὶ τοῦ κόσµου εἰ πεῖν οὕτω τεχνικῶς κατεσκευασµένου τὸ χωρὶς τε χνίτου σοφοῦ τὸν αὐτοτοιοῦτον γεγονέναι, οὕτω καὶ τὸ τὴν ὕλην τοσαύτην καὶ τοιαύτην καὶ οὕτως εἰκτικὴν τῷ τεχνίτῃ λόγῳ Θεοῦ, ὑφεστηκέναι ἀγεννήτως, ἐπί σης ἐστὶν ἄλογον. [00016] Πρὸς µέντοιγε τοὺς παραβάλλον τας, ὅτι οὐδεὶς δηµιουργὸς χωρὶς ὕλης ποιεῖ, λεκτέον, ὅτι ἀνοµοίως παραβάλλουσι. [00017] Πρόνοια γὰρ παντὶ τε χνίτῃ ὑποβάλλει τὴν ὕλην, ἀπὸ προτέρας τέχνης, ἢ ἀνθρωπίνης, ἢ θείας ἐρχοµένην. [00018] Ταῦτα µὲν οὖν ἐπὶ τοῦ παρόντος ἀρκέσει πρὸς τοὺς διὰ τὸ λέγεσθαι [00019] «Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος,» οἰοµέ νους ἀγέννητον εἶναι τὴν σωµατικὴν φύσιν. [00020] ΤΟΜΟΥ Γʹ ΤΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ. [00021] Περὶ τοῦ εἰς σηµεῖα γεγονέναι τοὺς φωστῆρας οὐκ ἄλλους ἡλίου καὶ σελήνης, καὶ τῶν ἄστρων τυγχάνοντας, τῶν σφόδρα ἀναγκαιοτάτων ἐστὶ δια λαβεῖν, οὐ µόνον πολλῶν ἐθνῶν τῶν τῆς Χριστοῦ πί στεως ἀλλοτρίων, σφαλλοµένων εἰς τὸν περὶ τῆς εἱ [12.52] µαρµένης τόπον τῇ τῶν πλανωµένων ἀστέρων ἐπιπλοκῇ πρὸς τοὺς ἐν τῷ ζωδιακῷ πάντων αὐτοῖς νοµιζοµένων συµβαίνειν τῶν ἐπὶ τῆς γῆς καὶ τοῦ περὶ ἕκαστον ἀνθρώπων, τάχα δὲ καὶ ἀλόγων ζώων [00022] ἀλλὰ γὰρ καὶ πολλῶν τῶν πεπιστευκέναι ὑπολαµβανοµένων περισπωµένων, µὴ ἄρα ἠνάγκασται τὰ ἀνθρώπων πράγµατα, καὶ ἀµήχανον ἄλλως γενέσθαι, ἢ ὡς οἱ ἀστέρες κατὰ τοὺς διαφόρους σχηµατισµοὺς ἐπιτέλ λουσιν. [00023] Ἕπεται δὲ τοῖς ταῦτα δογµατίζουσιν ἐξ ὅλων τὸ ἐφ' ἡµῖν ἀναιρεῖν 1/37
[00024] διόπερ καὶ ἔπαινον, καὶ ψό γον καὶ πράξεις ἀποδεκτὰς, πάλιν τε αὖ ψεκτάς [00025] ἅπερ εἰ οὕτως ἔχει, τὰ τῆς κεκηρυγµένης τοῦ Θεοῦ κρίσεως οἴχεται, καὶ ἀπειλαὶ πρὸς τοὺς ἡµαρτηκότας, ὡς κολασθησοµένους, τιµαί τε αὖ πρὸς τοὺς τοῖς κρείτ τοσιν ἑαυτοὺς ἐπιδεδωκότας καὶ µακαριότητες [00026] οὐ δὲν γὰρ ἔτι τούτων εὐλόγως ἔσται γενόµενον. [00027] Καὶ εἰ τὰ ἀκόλουθά τις ἑαυτῷ ἐφ' οἷς δογµατίζει βλέποι, καὶ ἡ πίστις ἔσται µαταία, ἤ τε Χριστοῦ ἐπιδηµία οὐδὲν ἀνύουσα, καὶ πᾶσα ἡ διὰ νόµου καὶ προφητῶν οἰκονοµία, κάµατοί τε ἀποστόλων ὑπὲρ τοῦ συστῆσαι τὰς τοῦ Θεοῦ διὰ Χριστοῦ Ἐκκλησίας [00028] εἰ µὴ ἄρα καὶ Χριστὸς κατὰ τοὺς οὕτω τολµῶντας, ὑπὸ τὴν ἀνάγκην τῆς τῶν ἄστρων κινήσεως τῷ γένε [12.53] σιν ἀνειληφέναι γενόµενος, πάντα πεποιήκοι τε καὶ πάθοι, οὐ τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων αὐτῷ τὰς παραδόξους δυνάµεις δωρησαµένου, ἀλλὰ τῶν ἀστέρων. [00029] Οἷς ἀθέοις καὶ ἀσεβέσι τυγχάνουσι λόγοις ἀκολουθεῖ καὶ τὸ τοὺς πιστεύοντας ὑπὸ τῶν ἀστέρων ἀγοµένους πιστεύειν εἰς Θεὸν λέγεσθαι. [00030] Πυθοίµεθα δ' ἂν αὐτῶν τί ὁ Θεὸς βουλόµενος τοιοῦτον ἐποίει κόσµον, ἵν' οἱ µὲν ἐν αὐτῷ ἄνδρες ὄντες, τὰ γυναικῶν πάσχωσιν, οὐδαµῶς ἑαυτοῖς αἴτιοι τῆς ἀσελγείας γε γενηµένοι, ἕτεροι δὲ ἀγρίων ζώων κατάστασιν εἰλη φότες, τῷ τὴν φορὰν τοῦ παντὸς τοιούτους αὐ τοὺς πεποιηκέναι, διὰ τὸ τὸν Θεὸν οὕτω κεκοσµηκέναι τὸ πᾶν, ἐπιδιδόασιν ἑαυτοὺς ὠµοτάτοις καὶ σφόδρα ἀπανθρώποις πράγµασιν, ἀνδροφονίαις καὶ πειρα τείαις. [00031] Καὶ τί δεῖ λέγειν ἡµᾶς περὶ τῶν συµβαινόν των ἐν ἀνθρώποις, καὶ ἁµαρτανοµένων ὑπ' αὐτῶν µυρίων ὅσων τυγχανόντων, οὕστινας οἱ τῶν γενναίων προϊστάµενοι τούτων λόγων ἀπολύοντες παντὸς ἐγκλή µατος, τῷ Θεῷ προσγράφουσι πάντων τῶν κακῶς καὶ ψεκτῶς πραττοµένων τὴν αἰτίαν; [00032] Ἐὰν δέ τινες αὐτῶν, ὡς ἀπολογούµενοι περὶ Θεοῦ, ἕτερον µὲν εἶναι λέγωσι τὸν ἀγαθὸν, οὐδενὸς τούτων ἔχοντα τὴν ἀρχὴν, τῷ δὲ δηµιουργῷ πάντων τὰ τοιαῦτα προσάπτωσι, πρῶτον µὲν οὐδὲ ὡς βούλονται δυνήσονται ἀποδεικνύναι, ὅτι ἐστὶ δίκαιος [00033] πῶς γὰρ ὁ τοσούτων κατ' αὐτοὺς Πατὴρ, εὐλόγως χρηµατίζοι δίκαιος; [00034] δεύτερον δὲ περὶ ἑαυτῶν τί ποτε φήσουσιν, ἐξεταστέον [00035] πότερον ὑπόκεινται τῇ φορᾷ τῶν ἀστέρων, ἢ ἠλευθέρωνται, καὶ ἐν τῷ βίῳ τυγχάνοντες, οὐδὲν ἐνεργούµενον εἰς ἑαυτοὺς ἔχουσιν ἐκεῖθεν; [00036] Εἰ µὲν γὰρ φήσουσιν ὑποκεῖσθαι τοῖς ἄστροις, δῆλον ὅτι τὰ ἄστρα τὸ νοῆσαι αὐτοῖς τοῦτο ἐχα ρίσατο, καὶ ὁ δηµιουργὸς ὑποβεβληκὼς ἔσται διὰ τῆς τοῦ παντὸς κινήσεως τὸν λόγον τὸν περὶ τοῦ ἀνωτέρω ἀναπεπλασµένου Θεοῦ, ὅπερ οὐ βούλονται [00037] εἰ δὲ ἀπο κρινοῦνται, ὅτι ἔξω τῶν νόµων τυγχάνουσι τοῦ δη µιουργοῦ τῶν κατὰ τοὺς ἀστέρας, ἵνα µὴ ἀπόφασις ᾖ τὸ λεγόµενον ὑπ' αὐτῶν ἀναπόδεικτος, πειραθήτω σαν ἡµᾶς προσάγειν ἀναγκαστικώτερον, διαφορὰν [12.56] περιστάντες νοῦ τινος ὑποκειµένου γενέσει καὶ εἱ µαρµένῃ, καὶ ἑτέρου ἀπὸ τούτων ἐλευθέρου [00038] δῆλον γάρ ἐστι τοῖς εἰδόσι τοὺς τοιούτους, ὅτι λόγον ἀπαιτηθέντες διδόναι αὐτοῖς οὐδαµῶς δυνήσονται. [00039] Πρὸς δὲ τοῖς εἰρηµένοις καὶ εὐχαὶ παρέλκουσι µάτην παραλαµβανόµεναι [00040] εἰ γὰρ κατηνάγκασται τάδε τινὰ γενέσθαι, καὶ οἱ ἀστέρες ποιοῦσιν, οὐδὲν δὲ παρὰ τὴν τούτων πρὸς ἀλλήλους ἐπιπλοκὴν δύναται γενέ σθαι, Θεὸν ἀλογίστως ἀξιοῦµεν τάδε τινὰ ἡµῖν δω ρήσασθαι. [00041] Καὶ τί ἐπὶ πλεῖον µηκύνειν λόγον δεῖ, παριστάντα τὸ ἀσεβὲς τοῦ κατηµαξευµένου ἀβασανί στως παρὰ τοῖς πολλοῖς περὶ εἱµαρµένης τόπου; [00042] Αὐτ άρκη γὰρ εἰς ὑπογραφὴν καὶ τὰ εἰρηµένα. [00043] Πόθεν δὲ, ἐξετάζοντες τό [00044] «Ἔστωσαν εἰς σηµεῖα οἱ φωστῆρες,» ἐπὶ ταῦτα ἐληλύθαµεν, ἑαυτοὺς ὑπο µνήσωµεν. [00045] Οἱ µανθάνοντες περί τινων ἀληθῆ, ἤτοι αὐτόπται τῶν πραγµάτων γενόµενοι, ἀποφαίνονται τάδε τινὰ ὑγιῶς, τὸ πάθος καὶ τὴν ἐνέργειαν τῶν πεπονθότων, ἢ ἐνεργησάντων θεασάµενοι, ἢ ἀπαγγελλόντων τῶν οὐδαµῶς αἰτίων τοῖς γεγενηµέ νοις ἀκούσαντες, τάδε τινὰ γινώσκουσιν. [00046] Ὑπεξ ηρήσθω δὲ νῦν τοῦ λόγου τὸ δύνασθαι τοὺς δεδρα κότας ἢ πεπονθότας, διηγουµένους ἃ δεδράκασιν, ἢ πεπόνθασιν, ἐνάγειν εἰς γνῶσιν τῶν πεπραγµένων τὸν µὴ παρατετυχότα. [00047] Ἐὰν οὖν ὁ διδασκόµενος ὑπὸ τοῦ µηδαµῶς αἰτίου τῶν γινοµένων, τὸ τάδε τινὰ τοῖσδε γεγονέναι ἢ συµβήσεσθαι, µὴ διακρίνῃ ὅτι οὐ πάντως ὁ διδάσκων περί τινος ὡς γενοµένου ἢ ἐσο µένου, αἴτιός ἐστι τοῦ τὸ πρᾶγµα τοιόνδε τι τυγχά νειν, οἰήσεται τὸν παραστήσαντα περὶ τοῦ τάδε τινὰ γεγονέναι, ἢ τάδε τινὰ ἔσεσθαι, πεποιηκέναι ἢ ποιήσειν τὰ περὶ ὧν διδάσκει [00048] οἰήσεται δὲ δηλονότι ἐσφαλµένως [00049] ὡς εἴ τις, ἐντυχὼν προφητικῇ βίβλῳ, προδηλούσῃ τὰ περὶ Ἰούδαν τὸν προδότην, νοµίσαι µαθὼν τὸ ἐσόµενον, ὁρῶν αὐτὸ ἀποτελούµενον, τὴν βίβλον αἰτίαν εἶναι τοῦ τόδε τι γεγονέναι ὕστε ρον, ἐπεὶ ἀπὸ τῆς βίβλου µεµάθηκε τὰ ὑπὸ τοῦ Ἰούδα πραχθησόµενα ὕστερον [00050] ἢ πάλιν µὴ τὴν βίβλον ὑπο λάβοι εἶναι αἰτίαν, ἀλλὰ τὸν πρῶτον γράψαντα αὐτὴν, ἢ τὸν ἐνεργήσαντα, φέρε εἰπεῖν τὸν Θεόν. [00051] Ὥσπερ δὲ ἐπὶ τῶν περὶ τοῦ Ἰούδα προφητευοµένων αὐταὶ αἱ λέξεις ἐξεταζόµεναι ἐµφαίνουσι τὸν Θεὸν ποιητὴν µὴ γεγονέναι τῆς τοῦ Ἰούδα προδοσίας, ἀλλὰ µόνον δε δηλωκέναι προεγνωκότα τὰ ἀπὸ τῆς τούτου κακίας πραχθησόµενα παρὰ τὴν αὐτοῦ αἰτίαν [00052] οὕτως εἴ τις ἐµβαθύναι τῷ λόγῳ τοῦ προειδέναι τὰ πάντα τὸν Θεὸν, καὶ τοῖς ἐν οἷς οἷον ἐνετύπωσε τῆς ἑαυτοῦ [12.57] προγνώσεως τοὺς λόγους, κατανοήσαι ἂν, ὅτι οὔτε ὁ προγνοὺς πάντως αἴτιος τῶν προεγνωσµένων, οὔτε τὰ τοὺς τύπους τῶν λόγων τῆς προγνώσεως τοῦ προεγνωκότος δεξάµενα. 2/37
[00053] Ὅτι µὲν οὖν ἕκαστον τῶν ἐσοµένων πρὸ πολλοῦ οἶδεν ὁ Θεὸς γενησόµενον καὶ χωρὶς µὲν Γραφῆς αὐτόθεν ἐκ τῆς ἐννοίας τῆς περὶ Θεοῦ, δῆλον τῷ συνιέντι ἀξίωµα δυνάµεως νοῦ Θεοῦ. [00054] Εἰ δὲ δεῖ καὶ ἀπὸ τῶν Γραφῶν τοῦτο παραστῆ σαι, πλήρεις µέν εἰσιν αἱ προφητεῖαι τοιούτων παρα δειγµάτων [00055] καὶ τὰ κατὰ τὴν Σωσάνναν δὲ τοῦ Θεοῦ γινώσκοντος τὰ πάντα, πρὶν γενέσεως αὐτῶν, οὕτω λέγουσαν [00056] «Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ ἐπίστασαι, ὅτι ψευδῆ µου κατεµαρτύρησαν οὗτοι.». [00057] Σαφέστατα δὲ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν καὶ ὄνοµα βασιλεύσοντος, καὶ πράξεις ἀνεγράφησαν, πρὸ πλειόνων ἐτῶν τοῦ γενέσθαι προφητευόµενα, οὕτως [00058] «Καὶ ἐποίησεν Ἱεροβοὰµ ἑορτὴν ἐν τῷ µηνὶ τῷ ὀγδόῳ, ἐν τῇ πέµπτῃ καὶ δεκάτῃ ἡµέρᾳ τοῦ µηνὸς, κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ἰούδα. [00059] Καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ἐν Βαιθὴλ, ὃ ἐποίησε τοῦ θύειν ταῖς δαµάλεσιν, αἷς ἐποίησεν.». [00060] Εἶτα µετ' ὀλίγα [00061] «Καὶ ἰδοὺ ἄνθρωπος τοῦ Θεοῦ ἐξ Ἰούδα παρεγένετο ἐν λόγῳ Κυρίου ἐν Βαιθὴλ, καὶ Ἱεροβοὰµ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον τοῦ ἐπιθῦσαι. [00062] Καὶ ἐπεκάλεσεν ἐπὶ τὸ θυ σιαστήριον ἐν λόγῳ Κυρίου, καὶ εἶπε [00063] Θυσιαστήριον, τάδε λέγει Κύριος [00064] Ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ αυῒδ, Ἰωσίας ὄνοµα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σὲ, καὶ ὀστᾶ ἀνθρώ πων καύσει ἐπὶ σέ. [00065] Καὶ ἔδωκεν ἐν τῇ ἡµέρᾳ ἐκείνῃ τέρας, ὃ ἐλάλησε Κύριος λέγων [00066] Ἰδοὺ τὸ θυσιαστή ριον ῥήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ' αὐ τῷ.». [00067] Καὶ µετ' ὀλίγα δηλοῦται, ὅτι καὶ τὸ θυσιαστή ριον ἐῤῥάγη, καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυσιαστη ρίου κατὰ τὸ τέρας ὃ ἔδωκεν ὁ ἄνθρωπος ἐν λόγῳ Κυρίου. [00068] Καὶ ἐν τῷ Ἡσαΐᾳ γενοµένῳ πρὸ πολλοῦ τῆς αἰχµαλωσίας τῆς εἰς Βαβυλῶνα, µεθ' ἣν αἰχµαλω σίαν ὕστερόν ποτε γίνεται Κῦρος ὁ Περσῶν βασιλεὺς, συνεργήσας τῇ οἰκοδοµῇ τοῦ ναοῦ, γενοµένῃ κατὰ τοὺς χρόνους Ἔσδρα, ταῦτα περὶ Κύρου ὀνο µαστὶ προφητεύεται [00069] «Οὕτω λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ µου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς αὐ τοῦ ἐπακοῦσαι ἔµπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βα σιλέων διαῤῥήξω [00070] ἀνοίξω ἔµπροσθεν αὐτοῦ θύρας, καὶ πύλαι οὐ συγκλεισθήσονται [00071] Ἐγὼ ἔµπρο σθέν σου πορεύσοµαι, καὶ ὄρη ὁµαλιῶ [00072] θύρας χαλκᾶς συντρίψω, καὶ µοχλοὺς σιδηροῦς συνθλάσω. [00073] Καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀορά [12.60] τους ἀνοίξω σοι, ἵνα γνῷς, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, ὁ καλῶν τὸ ὄνοµά σου, Θεὸς Ἰσραήλ. [00074] Ἕνεκεν τοῦ παιδός µου Ἰακὼβ καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ µου ἐγὼ καλέσω σε τῷ ὀνόµατί σου, καὶ προσδέξοµαί σε» σαφῶς γὰρ καὶ ἐκ τούτων δεδήλωται, ὅτι διὰ τὸν λαὸν ὃν εὐεργέτησεν ὁ Κῦρος, ὁ Θεὸς µὴ γινώ σκοντι αὐτῷ τὴν καθ' Ἑβραίους θεοσέβειαν ἐδωρή σατο ἐθνῶν πλειόνων ἄρξαι [00075] καὶ ἔστι ταῦτα µαθεῖν καὶ ἀπὸ τῶν Ἑλλήνων τῶν ἀναγραψάντων τὰ περὶ τὸν προφητευθέντα Κῦρον. [00076] Ἔτι δὲ καὶ ἐν τῷ ανιὴλ, Βαβυλωνίων βασιλευόντων τότε τῷ Ναβουχο δονόσορ δείκνυνται αἱ ἐσόµεναι βασιλεῖαι µετ' αὐτόν [00077] δείκνυνται δὲ διὰ τῆς εἰκόνος [00078] χρυσίου µὲν τῆς Βα βυλωνίων ἀρχῆς ὀνοµαζοµένης, ἀργυρίου δὲ τῆς Περσῶν, χαλκοῦ δὲ τῆς Μακεδόνων, σιδήρου δὲ τῆς Ῥωµαίων. [00079] Καὶ πάλιν ἐν τῷ αὐτῷ προφήτῃ τὰ περὶ αρεῖον, καὶ Ἀλέξανδρον, καὶ τοὺς τέσσαρας διαδόχους Ἀλεξάνδρου τοῦ Μακεδόνων βασιλέως, καὶ Πτολεµαῖον τὸν τῆς Αἰγύπτου ἄρξαντα, τὸν ἐπικα λούµενον Λαγὼν οὕτω προφητεύεται [00080] «Καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ τῷ τράγῳ κέρας ἀνὰ µέσον τῶν ὀφθαλ µῶν. [00081] Καὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, οὗ εἶδον ἑστῶτος ἐνώπιον τοῦ Οὐβὰλ, καὶ ἔδραµε πρὸς αὐτὸν ἐνώπιον τῆς ἰσχύος αὐτοῦ. [00082] Καὶ εἶδον αὐτὸν φθάνοντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριώθη πρὸς αὐτὸν, καὶ ἔπαισε τὸν κριὸν, καὶ συνέτριψεν ἀµφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ στῆναι ἐνώπιον αὐτοῦ, καὶ ἔῤῥιψεν αὐτὸν ἐπὶ τὴν γῆν, καὶ συνεπάτησεν αὐτόν [00083] καὶ οὐκ ἦν ὁ ἐξαι ρούµενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ. [00084] Καὶ ὁ τράγος τῶν αἰγῶν ἐµεγαλύνθη ἕως σφόδρα [00085] καὶ ἐν τῷ ἰσχῦ σαι αὐτὸν συνετρίβη τὸ κέρας αὐτοῦ τὸ µέγα [00086] καὶ ἀνέβη ἕτερα τέσσαρα κέρατα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέµους τοῦ οὐρανοῦ. 3/37
[00087] Καὶ ἐκ τοῦ ἑνὸς ἐξῆλθε κέρας ἓν ἰσχυρὸν, καὶ ἐµεγαλύνθη περισσῶς πρὸς τὸν νότον καὶ τὴν δύσιν.». [00088] Τί δὲ δεῖ λέγειν τὰς περὶ Χριστοῦ προφητείας, οἷον τόπον γενέσεως αὐτοῦ Βηθλεὲµ, καὶ τόπον ἀνατροφῆς αὐτοῦ Ναζαρὲτ, καὶ εἰς Αἴγυπτον ἀναχώρησιν, καὶ τεράστια ἃ ἐποίησε, καὶ τίνα τρόπον ὑπὸ Ἰούδα τοῦ εἰς ἀποστολὴν κε κληµένου προεδόθη; [00089] Πάντα γὰρ ταῦτα σηµεῖά ἐστι τῆς τοῦ Θεοῦ προγνώσεως. [00090] Ἀλλὰ καὶ αὐτὸς ὁ Σωτὴρ, «Ὅταν, φησὶν, ἴδητε κυκλουµένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλὴµ, τότε γνώσεσθε, ὅτι ἤγγικεν ἡ ἐρή µωσις αὐτῆς.». [00091] Προεῖπε γὰρ τὸ ὕστερον συµβεβηκὸς τὸ τέλος τῆς κατασκαφῆς Ἱερουσαλήµ. [00092] Ἀποδεδειγµένου τοίνυν ἡµῖν περὶ τοῦ προγνώστην [12.61] εἶναι τὸν Θεὸν, οὐκ ἀκαίρως, ἵνα διηγησώµεθα πῶς οἱ ἀστέρες γίνοντα [00093] εἰς σηµεῖα, νοητέον τοὺς ἀστέρας οὕτω τετάχθαι κινεῖσθαι ἐναντιοφορούντων τῶν κα λουµένων πλανωµένων τοῖς ἀπλανέσιν, ἵνα, σηµεῖα ἀπὸ τοῦ σχηµατισµοῦ τῶν ἀστέρων πάντων τῶν περὶ ἕκαστον γινοµένων καὶ τῶν καθόλου λαµβάνοντες, γινώσκωσιν, οὐχὶ οἱ ἄνθρωποι, (πολλῷ γὰρ µεῖζον ἢ κατὰ ἄνθρωπον τὸ δύνασθαι κατὰ ἀλήθειαν ἐκλαµ βάνειν ἀπὸ τῆς κινήσεως τῶν ἀστέρων τὰ περὶ ἑκά στου τῶν ὅ τι ποτὲ ἐνεργούντων ἢ πασχόντων ) ἀλλ' αἱ δυνάµεις, ἃς ἀναγκαῖον διὰ πολλὰ ταῦτα γινώ σκειν, ὡς κατὰ δύναµιν διὰ τῶν ἑξῆς δείξοµεν. [00094] Συν έντες δὲ οἱ ἄνθρωποι ἔκ τινων τηρήσεων, ἢ καὶ ἐκ διδασκαλίας ἀγγέλων τὴν ἰδίαν τάξιν παρα βεβηκότων, ἐπὶ τῇ τοῦ γένους ἡµῶν ἐπιτριβῇ διδα ξάντων περὶ τούτων τινὰ, ᾠήθησαν τοὺς ἀφ' ὧν τὰ σηµεῖα οἴονται λαµβάνειν, αἰτίους ὑπάρχειν τούτων, ἃ σηµαίνειν ὁ λόγος φησὶ, περὶ ὧν καὶ αὐτῶν ὡς ἐν ἐπιτοµῇ κατὰ δύναµιν ἐπιµελέστερον εὐθέως διαλη ψόµεθα. [00095] Προκείσεται τοίνυν ταῦτα τὰ προβλή µατα, πῶς, προγνώστου ὄντος ἐξ αἰῶνος τοῦ Θεοῦ περὶ τῶν ὑφ' ἑκάστου πράττεσθαι νοµιζοµένων, τὸ ἐφ' ἡµῖν σώζεται [00096] καὶ τίνα τρόπον οἱ ἀστέρες οὔκ εἰσι ποιητικοὶ τῶν ἐν ἀνθρώποις, σηµαντικοὶ δὲ µόνον [00097] καὶ ὅτι ἄνθρωποι τὴν περὶ τούτων γνῶσιν ἀκριβῶς ἔχειν οὐ δύνανται, ἀλλὰ δυνάµεσιν ἀνθρώ πων κρείττοσι τὰ σηµεῖα ἔγκειται. [00098] Τίς γὰρ ἡ αἰτία τοῦ τὰ σηµεῖα τὸν Θεὸν πεποιηκέναι εἰς γνῶσιν τῶν δυνάµεων, τέταρτον ἐξετασθήσεται. [00099] Καὶ τοίνυν ἴδωµεν τὸ πρῶτον, ὅπερ εὐλαβηθέντες πολλοὶ τῶν Ἑλλήνων, οἰόµενοι κατηναγκάσθαι τὰ πράγµατα, καὶ τὸ ἐφ' ἡµῖν µηδαµῶς σώζεσθαι, εἰ ὁ Θεὸς προ γινώσκει τὰ µέλλοντα, ἀσεβὲς δόγµα ἐτόλµησαν ἀνα δέξασθαι µᾶλλον ἢ προσέσθαι τὸ, ὥς φασιν ἐκεῖ νοι, ἔνδοξον µὲν περὶ Θεοῦ, ἀναιροῦν δὲ τὸ ἐφ' ἡµῖν, καὶ διὰ τοῦτο ἔπαινον, καὶ ψόγον, καὶ τὸ τῶν ἀρετῶν ἀποδεκτὸν, τῶν τε κακιῶν ψεκτόν [00100] καί φασιν [00101] Εἰ ἐξ αἰῶνος ἔγνω ὁ Θεὸς τόνδε τινὰ ἀδικήσειν, καὶ τάδε ποιήσειν ἀδικήµατα, ἀψευδὴς δὲ ἡ γνῶσις τοῦ Θεοῦ, καὶ πάντως ἔσται ἄδικος, ποιήσων τάδε τὰ ἀδικήµατα, ὁ τοιοῦτος εἶναι προεωραµένος, καὶ ἀµή χανον µὴ ἀδικήσειν αὐτόν. [00102] Εἰ δὲ ἀµήχανον µὴ ἀδική σειν αὐτὸν, κατηνάγκασται τὸ ἀδικήσειν αὐτὸν, [12.64] καὶ ἀδύνατόν ἐστιν ἄλλο τι πρᾶξαι αὐτὸν ἣ ὅπερ ὁ Θεὸς ἔγνω. [00103] Εἰ δὲ ἀδύνατον ἄλλο τι πρᾶξαι αὐτὸν, οὐδεὶς δὲ ἀδύνατα µὴ ποιήσας ψεκτός ἐστι, µάτην αἰτιώµεθα τοὺς ἀδίκους. [00104] Ἀπὸ δὲ τοῦ ἀδίκου καὶ τῶν ἀδικηµάτων ἐπέρχονται καὶ ἐπὶ τὰ ἄλλα ἁµαρτήµατα [00105] εἶτα ἐκ τοῦ ἐναντίου καὶ τὰ νοµιζόµενα κατορθώµατα [00106] καί φασιν ἀκολουθεῖν τῷ τὸν Θεὸν τὰ µέλλοντα προεγνω κέναι τὸ µὴ δύνασθαι τὰ ἐφ' ἡµῖν σώζεσθαι. [00107] Πρὸς οὓς λεκτέον, ὅτι, ἐπιβάλλων ὁ Θεὸς τῇ ἀρχῇ τῆς κοσµοποιίας, οὐδενὸς ἀναιτίως γινοµέ νου, ἐπιπορεύεται τῷ νῷ ἕκαστον τῶν ἐσοµένων, ὁρῶν, ὅτι, ἐπεὶ τόδε γέγονε, τόδε ἕπεται [00108] ἐὰν δὲ γέ νηται τόδε τὸ ἑπόµενον, τόδε ἀκολουθεῖ, οὗ ὑποστάν τος, τόδε ἔσται [00109] καὶ οὕτω µέχρι τέλους τῶν πρα γµάτων ἐπιπορευθεὶς, οἶδεν ἃ ἔσται, οὐ πάντως ἑκά στῳ τῶν γινωσκοµένων αἴτιος τοῦ αὐτὸ συµβῆναι τυγχάνων. [00110] Ὥσπερ γὰρ εἴ τις ὁρῶν τινα διὰ µὲν ἀµα θίαν προπετῆ, διὰ δὲ τὴν προπέτειαν ἀλογίστως ἐπιβαίνοντα ὁδοῦ ὀλισθηρᾶς, καὶ καταλάβοι πεσεῖσθαι ὀλισθήσαντα, οὐχὶ αἴτιος τοῦ ὀλίσθου ἐκείνῳ γί νεται [00111] οὕτω νοητέον τὸν Θεὸν προεωρακότα, ὁποῖος ἔσται ἕκαστος, καὶ τὰς αἰτίας τοῦ τοιοῦτον αὐ τὸν ἔσεσθαι καθορᾷν, καὶ ὅτι ἁµαρτήσεται τάδε, ἢ κατορθώσει τάδε [00112] καὶ εἰ χρὴ λέγειν, οὐ τὴν πρόγνωσιν αἰτίαν γινοµένων, (οὐ γὰρ ἐφάπτεται τοῦ προεγνωσµένου ἁµαρτησοµένου ὁ [12.65] Θεὸς, ὅταν ἁµαρτάνῃ ) ἀλλὰ παραδοξότερον µὲν, ἀληθὲς δὲ ἐροῦµεν, τὸ ἐσόµενον αἴτιον τοῦ τοιάνδε εἶναι τὴν περὶ αὐτοῦ πρόγνωσιν. [00113] Οὐ γὰρ ἐπεὶ ἔγνω σται, γίνεται, ἀλλ' ἐπεὶ γίνεσθαι ἔµελλεν, ἔγνωσται. [00114] ιαστολῆς δὲ δεῖται. [00115] Εἰ µὲν γὰρ τὸ, πάντως ἔσται. [00116] οὕτω τις ἑρµηνεύει, ὡς ἀνάγκην εἶναι γενέσθαι τὸ προεγνωσµένον, οὐ διδόαµεν αὐτῷ [00117] οὐ γὰρ ἐροῦ µεν, ἐπεὶ προέγνωσται Ἰούδαν προδότην γενέ σθαι, ὅτι πᾶσα ἀνάγκη ἦν Ἰούδαν προδότην γενέσθαι. 4/37
[00118] Ἐν γοῦν ταῖς περὶ τοῦ Ἰούδα προφητείαις µέµψεις καὶ κατηγορίαι τοῦ Ἰούδα ἀναγεγραµµέναι εἰσὶ, παντί τῳ παριστᾶσαι τὸ ψεκτὸν αὐτοῦ. [00119] Οὐκ ἂν δὲ ψό γος αὐτῷ προσήπτετο, εἰ ἐπάναγκες προδότης ἦν, καὶ µὴ ἐνεδέχετο αὐτὸν ὅµοιον τοῖς λοιποῖς ἀπο στόλοις γενέσθαι. [00120] Ὅρα δὲ εἰ µὴ ταῦτα δηλοῦται, δι' ὧν παραθησόµεθα ῥητῶν οὕτως ἐχόντων [00121] «Μηδὲ γε νηθήτω οἰκτίρµων τοῖς ὀρφανοῖς αὐτοῦ, ἀνθ' ὧν οὐκ ἐµνήσθη ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν, καὶ κατανενυγµένον τῇ καρ δίᾳ τοῦ θανατῶσαι. [00122] Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ µακρυνθήσε ται ἀπ' αὐτοῦ.». [00123] Εἰ δέ τις διηγήσεται τὸ, πάντως ἔσται, κατὰ τὸ σηµαίνειν αὐτὸ, λέγων, ὅτι ἔσται µὲν τάδε τινὰ, ἐνε δέχετο δὲ καὶ ἑτέρως γενέσθαι, τοῦτο ὡς ἀληθὲς συγ χωροῦµεν. [00124] Τὸν µὲν γὰρ Θεὸν οὐκ ἐνδέχεται ψεύσασθαι [00125] ἐνδέχεται δὲ περὶ τῶν ἐνδεχοµένων γε νέσθαι, καὶ µὴ γενέσθαι φρονῆσαι τὸ γενέσθαι αὐτὰ καὶ τὸ µὴ γενέσθαι. [00126] Σαφέστερον δὲ τοῦτο ἐροῦµεν οὕτως [00127] Εἰ ἐνδέχεται Ἰούδαν εἶναι ἀπόστολον ὁµοίως Πέτρῳ, ἐνδέχεται τὸν Θεὸν νοῆσαι περὶ τοῦ Ἰούδα, ὅτι µενεῖ ἀπόστολος ὁµοίως Πέτρῳ. [00128] Εἰ ἐνδέχεται Ἰούδαν προδότην γενέσθαι, ἐνδέχεται τὸ Θεὸν φρο νῆσαι περὶ αὐτοῦ, ὅτι προδότης ἔσται. [00129] Εἰ δὲ προδότης ἔσται Ἰούδας, ὁ Θεὸς τῇ προγνώσει αὐτοῦ τῶν προει ρηµένων δύο, ἐνδεχοµένου τοῦ εἶναι ἑνὶ αὐτῶν, τὸ ἀληθὲς προγινώσκων, προγνώσεται τὸν Ἰούδαν προδότην γενέσθαι [00130] τὸ δὲ περὶ οὗ ἡ γνῶσις, ἐνδέχεται καὶ ἑτέρως γενέσθαι. [00131] Καὶ λέγοι ἂν ἡ γνῶσις τοῦ Θεοῦ, ὅτι Ἐνδέχεται µὲν τόνδε τόδε ποιῆσαι, ἀλλὰ καὶ τὸ ἐναντίον [00132] ἐνδεχοµένων δὲ ἀµφοτέρων, οἶδα, ὅτι τόδε ποιήσει [00133] οὐ γὰρ ὥσπερ ὁ Θεὸς εἴποι ἂν, Οὐκ ἐνδέχεται τόνδε τινὰ τὸν ἄνθρωπον πτῆναι, οὕτω [12.68] χρησµὸν, φέρε εἰπεῖν, περί τινος διδοὺς, ἐρεῖ, ὅτι Οὐκ ἐνδέχεται τόνδε σωφρονῆσαι. [00134] ύναµις µὲν γὰρ πάντη οὐκ ἔστι τοῦ πτῆναι οὐδαµῶς ἐν τῷ ἀνθρώπῳ, δύναµις δέ ἐστι τοῦ σωφρονῆσαι, καὶ τοῦ ἀκολαστῆ σαι. [00135] Ὧν ἀµφοτέρων δυνάµεων ὑπαρχουσῶν, ὁ µὴ προσέχων λόγοις ἐπιστρεπτικοῖς καὶ παιδευτι κοῖς ἑαυτὸν ἐπιδίδωσι τῇ χειρίστῃ [00136] κρείττονι δὲ ὁ ζητήσας τὸ ἀληθὲς, καὶ βιῶσαι βεβουληµένος κατ' αὐτό. [00137] Οὐ ζητεῖ δὲ ὅδε µὲν τἀληθῆ, ἐπεὶ ἐπιῤῥέπει ἐπὶ τὴν ἡδονήν [00138] ὅδε δὲ ἐξετάζει περὶ αὐτῶν, αἱρε θεὶς ὑπὸ τῶν κοινῶν ἐννοιῶν, καὶ λόγου προ τρεπτικοῦ. [00139] Πάλιν τε αὖ ὅδε µὲν αἱρεῖται τὴν ἡδονὴν, οὐχὶ οὐ δυνάµενος ἀντιβλέπειν αὐτῇ, ἀλλ' οὐκ ἀγω νιζόµενος [00140] ὅδε δὲ καταφρονεῖ αὐτῆς, τὸ ἄσχηµον ὁρῶν τὸ ἐν αὐτῇ πολλάκις τυγχάνον. [00141] Ὅτι µέντοιγε ἡ πρόγνωσις τοῦ Θεοῦ οὐκ ἀνάγκην ἐπιτίθησι τοῖς περὶ ὧν κατείληφε, πρὸς τοῖς προειρηµένοις καὶ τοῦτο λελέξεται, ὅτι πολλαχοῦ τῶν Γραφῶν Θεὸς κελεύει τοὺς προφήτας κηρύσσειν µετάνοιαν, οὐ προσποιησάµενος τὸ ἐγνωκέναι πότερον οἱ ἀκούσαν τες ἐπιστρέψουσιν, ἢ τοῖς ἁµαρτήµασιν ἑαυτῶν ἐµ µενοῦσιν [00142] ὥσπερ ἐν τῷ Ἱερεµίᾳ λέγεται [00143] «Ἴσως ἀκούσονται καὶ µετανοήσουσιν.». [00144] Οὐ γὰρ ἀγνοῶν ὁ Θεὸς πότερον ἀκούσουσιν, ἢ οὒ, φησὶν, «ἴσως ἀκούσονται, καὶ µετανοήσουσιν» ἀλλ' οἱονεὶ τὸ ἰσοστάσιον τῶν δυνάµεων γενέσθαι δεικνὺς ἐκ τῶν λεγοµένων [00145] ἵνα µὴ προκατηγγελµένη ἡ πρόγνωσις αὐτοῦ, καταπεσεῖν ποιήσῃ τοὺς ἀκούοντας, δό ξαν ἀνάγκης παριστᾶσα, ὡς οὐκ ὄντος ἐπ' αὐτοῖς τοῦ ἐπιστρέψαι, καὶ οἱονεὶ καὶ αὐτὴ αἰτία γένηται τῶν ἁµαρτηµάτων [00146] ἢ πάλιν τοῖς ἐκ τοῦ ἀγνοεῖν τὸ προ εγνωσµένον καλὸν, δυναµένοις ἐν τῷ ἀγωνίσασθαι, καὶ ἀντιτείνειν πρὸς τὴν κακίαν ἐν ἀρετῇ βιῶσαι, αἰτία γένηται ἡ πρόγνωσις ἐκλύσεως, οὐκ ἔτι εὐτό νως ἱσταµένοις κατὰ τῆς ἁµαρτίας, ὡς πάντως ἐσο µένου τοῦ προειρηµένου. [00147] Καὶ οὕτω γὰρ οἷον ἐµ πόδιον γένοιτ' ἂν ἡ πρόγνωσις τοῦ ἐσοµένου καλοῦ. [00148] Πάντα γοῦν χρησίµως ὁ Θεὸς τὰ κατὰ τὸν κόσµον οἰκονοµῶν, εὐλόγως ἡµᾶς καὶ πρὸς τὰ µέλλοντα ἐτύ φλωσεν [00149] ἡ γὰρ γνῶσις αὐτῶν ἀνῆκε µὲν ἡµᾶς ἀπὸ τοῦ ἀθλεῖν κατὰ τῆς κακίας, ἐπέτρεψε δ' ἂν δό ξασα κατειλῆφθαι, πρὸς τὸ µὴ ἀντιπαλαίσαντας ἡµᾶς τῇ ἁµαρτίᾳ, τάχιον αὐτῇ ὑποχειρίους γενέσθαι. 5/37
[00150] Ἅµα δὲ καὶ µαχόµενον ἐγίνετο τῷ καλὸν καὶ ἀγαθὸν γενέσθαι τινὰ τὸ τὴν πρόγνωσιν ἐληλυθέναι εἰς τόνδε τινὰ, ὅτι πάντως ἔσται ἀγαθός. [00151] Πρὸς οἷς γὰρ ἔχοµεν, καὶ σφοδρότητος καὶ τάσεως πλείο νος χρεία πρὸς τὸ καλὸν καὶ ἀγαθὸν γενέσθαι [00152] προ καταληφθεῖσα δὲ ἡ γνῶσις, τοῦ πάντως καλὸν καὶ ἀγαθὸν ἔσεσθαι ὑπεκλύειν τὴν ἄσκησιν. [00153] ιόπερ συµφερόντως οὐκ ἴσµεν οὔτε εἰ ἀγαθοὶ, οὔτε εἰ πονη ροὶ ἐσόµεθα. [00154] [12.69] Ἐπεὶ δὲ εἰρήκαµεν, ὅτι ἀπετύφλωσεν ἡµᾶς πρὸς τὰ µέλλοντα ὁ Θεὸς, ζητούµενόν τι ῥητὸν ἀπὸ τῆς Ἐξόδου ὅρα εἰ δυνάµεθα οὕτω σαφηνίσαι [00155] «Τίς ἐποίησε δύσκωφον, καὶ κωφὸν, καὶ βλέποντα, καὶ τυφλόν; [00156] οὐκ ἐγὼ Κύριος ὁ Θεός;» ἵνα τὸν αὐτὸν καὶ τυφλὸν καὶ βλέποντα πεποιηκὼς ᾖ [00157] βλέποντα µὲν πρὸς τὰ ἐνεστηκότα, τυφλὸν δὲ πρὸς τὰ µέλ λοντα. [00158] Τὸ γὰρ περὶ τοῦ δυσκώφου καὶ κωφοῦ οὐ τοῦ παρόντος καιροῦ διηγήσασθαι. [00159] Ὅτι µέντοιγε πολλῶν τῶν ἐφ' ἡµῖν αἴτια πλεῖστα τῶν οὐκ ἐφ' ἡµῖν ἐστι, καὶ ἡµεῖς ὁµολογήσοµεν [00160] ὧν µὴ γενοµένων, λέγω δὲ τῶν οὐκ ἐφ' ἡµῖν, οὐκ ἂν τάδε τινὰ τῶν ἐφ' ἡµῖν ἐπράττετο [00161] πράττεται δὲ τάδε τινὰ τῶν ἐφ' ἡµῖν ἀκόλουθα τοῖσδε τοῖς προγενοµένοις, οὐκ ἐφ' ἡµῖν. [00162] ἐνδεχοµένου τοῦ ἐπὶ τοῖς αὐτοῖς προγενοµένοις, καὶ ἕτερα πρᾶξαι παρ' ἃ πράττοµεν. [00163] Εἰ δέ τις ζη τεῖ τὸ ἐφ' ἡµῖν ἀπολελυµένον εἶναι τοῦ παντὸς, ὥστε µὴ διὰ τάδε τινὰ συµβεβηκότα ἡµῖν ἡµᾶς αἱ ρεῖσθαι τάδε, ἐπιλέλησται κόσµου µέρος ὢν, καὶ ἐµπεριεχόµενος ἀνθρώπων κοινωνίᾳ καὶ τοῦ περι έχοντος. [00164] Μετρίως µὲν οὖν ὡς ἐν ἐπιτοµῇ οἶµαι ἀπο δεδεῖχθαι τὸ τὴν πρόγνωσιν τοῦ Θεοῦ µὴ εἶναι κατα ναγκαστικὴν τῶν προεγνωσµένων πάντως. [00165] Φέρε δὲ ἀγωνισώµεθα καὶ περὶ τοῦ τοὺς ἀστέ ρας µηδαµῶς εἶναι ποιητικοὺς τῶν ἐν ἀνθρώποις, σηµαντικοὺς δὲ µόνον. [00166] Σαφὲς δὲ, ὅτι, εἰ ὅδε τις ὁ σχηµατισµὸς τῶν ἀστέρων ποιητικὸς νοµίζοιτο τῶν δέ τινων τῶν γινοµένων περὶ τὸν ἄνθρωπον, (ἔστω γὰρ περὶ τούτου νῦν ζητεῖσθαι τὸν λόγον ) οὐκ ἂν ὁ σήµερον, φέρε εἰπεῖν, γενόµενος σχηµατισµὸς περὶ τόνδε δύναται νοεῖσθαι πεποιηκέναι τὰ παρεληλυ θότα περὶ ἕτερον ἢ καὶ περὶ ἑτέρους. [00167] Πᾶν γὰρ τὸ ποιοῦν πρεσβύτερον τοῦ πεποιηµένου. [00168] Ὅσον δὲ ἐπὶ τοῖς µαθήµασι τῶν τὰ τοιαῦτα ἐπαγγελλοµένων [12.72] πρεσβύτερα τοῦ σχηµατισµοῦ προλέγεσθαι νοµίζεται τὰ περὶ τοὺς ἀνθρώπους. [00169] Ἐπαγγέλλονται γὰρ, τόνδε τινὰ τρόπον τὴν ὥραν λαβόντες τοῦδε τοῦ ἀν θρώπου, καταλαµβάνειν πῶς ἕκαστος τῶν πλανω µένων κατὰ κάθετον, ἢ τῆσδε τῆς µοίρας τοῦ ζωδίου, ἢ τῶν ἐν αὐτῇ λεπτῶν, καὶ ποῖος ἀστὴρ ζω διακοῦ, κατὰ τοῦ ἀνατολικοῦ ἐτύγχανεν ὁρίζον τος, ποῖός τε κατὰ τοῦ δυτικοῦ, καὶ τίς κατὰ τοῦ µεσουρανήµατος, καὶ τίς κατὰ τοῦ ἀντιµεσουρανή µατος. [00170] Καὶ ἐπὰν θῶσι τοὺς ἀστέρας, οὓς νοµίζουσιν ἑαυτοῖς ἐσχηµατικέναι, κατὰ τὸν καιρὸν τῆς τοῦ δεῖ νος γενέσεως ἐσχηµατισµένους οὑτωσὶ, τῷ χρόνῳ τῆς ἀποτέξεως τοῦ περὶ οὗ σκοποῦσιν, οὐ µόνον τὰ µέλλοντα ἐξετάζουσιν, ἀλλὰ καὶ τὰ παρεληλυθότα, καὶ τὰ πρὸ τῆς γενέσεως καὶ τῆς σπορᾶς τοῦ περὶ οὗ ὁ λόγος γεγενηµένου, περὶ πατρὸς ποταπὸς ὢν τυγχάνει, πλούσιος ἢ πένης, ὁλόκληρος τὸ σῶµα ἢ σεσινωµένος, τὸ ἦθος βελτίων ἢ χείρων, ἀκτήµων ἢ πολυκτήµων [00171] τήνδε τὴν πρᾶξιν ἢ τήνδε ἔχων [00172] τὰ δ' αὐτὰ καὶ περὶ τῆς µητρὸς, καὶ περὶ πρεσβυτέρων ἀδελφῶν, ἐὰν τύχωσιν ὄντες. [00173] Ἔστω δὲ ἡµᾶς ἐπὶ τοῦ παρόντος προσίεσθαι αὐτοὺς καταλαµβάνειν τὰ ἐν τῷ τόπῳ ἀληθῆ, περὶ οὗ καὶ αὐτοῦ ὕστερον δείξοµεν, ὅτι οὐχ οὕτως ἔχει [00174] πευσώµεθα τοίνυν τῶν ὑπολαµ βανόντων κατηναγκάσθαι ὑπὸ τῶν ἄστρων τὰ τῶν ἀνθρώπων πράγµατα, τίνα τρόπον ὁ σήµερον σχη µατισµὸς ὁ τοιόσδε δύναται πεποιηκέναι τὰ πρεσβύ τερα. [00175] Εἰ γὰρ τοῦτο ἀµήχανον καθ' ὃ δὴ ὅτι εὑ ρίσκεται τὸ περὶ τῶν πρεσβυτέρων τοῦ χρόνου µὴ ἀληθὲς, σαφὲς τὸ µὴ πεποιηκέναι τοὺς ἀστέρας οὑ τωσὶ κινουµένους ἐν οὐρανῷ τὰ παρεληλυθότα καὶ γενόµενα, πρὸ τοῦ οὕτως ἔχειν αὐτούς. [00176] Εἰ δὲ τοῦτο, τάχα ὁ προσιέµενος ἀληθεύειν αὐτοὺς, ἐπιστήσας τοῖς περὶ τῶν µελλόντων λεγοµένοις, ἐρεῖ ἀληθεύειν αὐτοὺς οὐ τῷ ποιεῖν τοὺς ἀστέρας, ἀλλὰ τῷ σηµαίνειν µόνον. [00177] Ἐὰν δέ τις φάσκῃ τὰ µὲν παρεληλυθότα µὴ ποιεῖν τοὺς ἀστέρας, ἀλλὰ ἄλλους µὲν σχηµατισµοὺς τοὺς τῆς ἐκείνων γνώσεως αἰτίους γεγονέναι [00178] τὸν δὲ νῦν σχηµατισµὸν σεσηµαγκέναι µόνον [00179] τὰ µέντοι µέλ λοντα δηλοῦσθαι ἀπὸ τοῦ ἐνεστηκότος σχηµατισµοῦ [12.73] τῆς τοῦ δεῖνος γενέσεως, παραστησάτω τὴν διαφορὰν, τοῦ ἀπὸ τῶν ἀστέρων δύνασθαι δεῖξαι, ὅτι τάδε µὲν νενόηται ἀληθῆ ὡς ἀπὸ ποιούντων, τάδε δὲ ὡς ἀπὸ ση µαινόντων µόνον [00180] µὴ ἔχοντες δὲ δοῦναι τὴν διαφορὰν, εὐγνωµόνως συγκαταθήσονται, µηδὲν τῶν κατὰ τοὺς ἀνθρώπους ἀπὸ τῶν ἀστέρων γίνεσθαι, ἀλλ', ὡς προειρήκαµεν, εἰ ἄρα σηµαίνεσθαι, ὡς εἰ µὴ καὶ ἀπὸ τῶν ἀστέρων τις ἐλάµβανε τὰ παρεληλυθότα καὶ τὰ µέλλοντα, ἀλλ' ἀπὸ τοῦ νοῦ τοῦ Θεοῦ, διά τινος λόγου προφητικοῦ. 6/37
[00181] Ὥσπερ γὰρ προαπεδείξαµεν, ὅτι οὐδὲν λυπεῖ τὸν περὶ τοῦ ἐφ' ἡµῖν λόγον τὸ τὸν Θεὸν εἰδέναι τὰ πραχθησόµενα ἑκάστῳ, οὕτως οὐδὲ τὰ σηµεῖα, ἃ ἔταξεν ὁ Θεὸς εἰς τὸ σηµαίνειν, ἐµποδίζει τὸ ἐφ' ἡµῖν [00182] ἀλλὰ παραπλησίως βιβλίῳ περιέχοντι τὰ µέλλοντα προφητικῶς ὁ πᾶς οὐρανὸς δύναται, οἱονεὶ βίβλος ὢν Θεοῦ, περιέχειν τὰ µέλλοντα. [00183] ιόπερ ἐν τῇ προσευχῇ τοῦ Ἰωσὴφ δύναται οὕτω νοεῖσθαι τὸ λεγόµενον ὑπὸ τοῦ Ἰακώβ [00184] «Ἀνέγνων γὰρ ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ, ὅσα συµβήσεται ὑµῖν καὶ τοῖς υἱοῖς ὑµῶν.». [00185] Τάχα δὲ καὶ τὸ, «Εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον,» τοὺς λόγους τοὺς περιεχοµέ νους, σηµαντικοὺς τῶν ἐσοµένων, δηλοῖ ἀπαρτισθη σοµένους, καὶ ἵν' οὕτως εἴπω, πληρωθησοµένους, ὥσπερ λέγονται αἱ προφητεῖαι πεπληρῶσθαι τῷ ἐκ βεβηκέναι. [00186] Καὶ οὕτως ἔσται εἰς σηµεῖα τὰ ἄστρα γεγονότα, κατὰ τὴν λέγουσαν φωνήν [00187] «Ἔστωσαν εἰς σηµεῖα.». [00188] Ὁ δὲ Ἱερεµίας, ἐπιστρέφων ἡµᾶς πρὸς ἑαυτοὺς, καὶ περιαιρῶν φόβον τὸν ἐπὶ τοῖς νο µιζοµένοις σηµαίνεσθαι, τάχα δὲ καὶ ὑπολαµβανο µένοις ἐκεῖθεν ἔρχεσθαι, φησίν [00189] «Ἀπὸ τῶν σηµείων τοῦ οὐρανοῦ µὴ φοβεῖσθε.». [00190] Ἴδωµεν καὶ δεύτερον ἐπιχείρηµα, πῶς οὐ δύναν ται οἱ ἀστέρες εἶναι ποιητικοὶ, ἀλλ' εἰ ἄρα σηµαντι κοί. [00191] Ἀπὸ τῶν πλείστων γὰρ ὅσων γενέσεων ἔστι λαβεῖν τὰ περὶ ἑνὸς ἀνθρώπου [00192] τοῦτο δὲ καθ' ὑπόθε σιν λέγοµεν, συγχωροῦντες τὸ ἐπιστήµην αὐτῶν ἀνα λαµβάνεσθαι ὑπ' ἀνθρώπων δύνασθαι. [00193] Φέρε γὰρ εἰ πεῖν περὶ τοῦ τόνδε πείσεσθαι τόδε, καὶ τεθνήξεσθαι περιπεσόντα λῃσταῖς καὶ ἀναιρεθέντα, φασὶ δύ νασθαι λαµβάνειν ἀπό τε τῆς ἰδίας αὐτοῦ γενέσεως, κἂν τύχῃ ἔχων ἀδελφοὺς πλείονας, ἀπὸ τῆς ἑκάστου αὐτῶν. [00194] Περιέχειν γὰρ οἴονται τὴν ἑκάστου γένεσιν ἀδελφὸν ὑπὸ λῃστῶν τεθνηξόµενον ὁµοίως καὶ τὴν [12.76] τοῦ πατρὸς καὶ τὴν τῆς µητρὸς, καὶ τὴν τῆς γαµετῆς, καὶ τῶν υἱῶν αὐτοῦ, καὶ τῶν οἰκετῶν, καὶ τῶν φιλ τάτων, τάχα δὲ καὶ αὐτῶν τῶν ἀναιρούντων. [00195] Πῶς οὖν δυνατὸν τὸν τοσαύταις γενέσεσιν, ἵνα αὐτοῖς τοῦτο συγχωρηθῇ, ἐµπεριεχόµενον γίνεσθαι ὑπὸ τοῦ σχη µατισµοῦ τῶν ἀστέρων, τῆσδε µᾶλλον τῆς γενέσεως ἢ τῶνδε; [00196] Ἀπίθανον γὰρ καὶ τὸ φάσκειν, τὸν σχη µατισµὸν τὸν ἐν τῇ ἰδίᾳ τοῦδέ τινος γενέσει ταῦτα πεποιηκέναι, τὸν δὲ ἐν τῇ τῶνδε γενέσει µὴ πεποιη κέναι, ἀλλὰ σεσηµαγκέναι µόνον [00197] ἠλίθιον γὰρ τὸ εἰ πεῖν, ὅτι ἡ πάντων γένεσις περιεῖχε καθ' ἕκαστον ποιητικὸν τοῦ τόνδε ἀναιρεθῆναι, ὥστε ἐν γενέ σεσιν, καθ' ὑπόθεσιν λέγω, πεντήκοντα περιέχεσθαι τὸ τόνδε τινὰ ἀναιρεθῆναι. [00198] Οὐκ οἶδα δ' ὅπως δυνή σονται σῶσαι τὸ, τῶν µὲν ἐν Ἰουδαίᾳ σχεδὸν πάντων τοιόνδε εἶναι τὸν σχηµατισµὸν ἐπὶ τῆς γενέσεως, ὡς ὀκταήµερον αὐτοὺς λαµβάνειν περιτοµὴν, ἀκρωτη ριαζοµένους καὶ ἑλκουµένους, καὶ φλεγµονῇ περιπεσοµένους καὶ τραύµασι, καὶ ἅµα τῇ εἰς τὸν βίον εἰσόδῳ ἰατρῶν δεοµένους [00199] τῶν δὲ ἐν Ἰσµαηλί ταις τοῖς κατὰ τὴν Ἀραβίαν τοιόνδε, ὡς πάντας περιτέµνεσθαι τρισκαιδεκαετεῖς [00200] τοῦτο γὰρ ἱστόρηται περὶ αὐτῶν, καὶ πάλιν τῶνδέ τινων τῶν ἐν Αἰθίοψι, τοῖσδε τὰς κόγχας τῶν γονάτων περιαιρεῖσθαι, καὶ τῶν Ἀµαζόνων τοὺς ἑτέρους τῶν µαστῶν. [00201] Πῶς γὰρ ταῦτα ποιοῦσιν οἱ ἀστέρες τοῖσδε τοῖς ἔθνεσιν; [00202] [12.77] Οἶµαι, ὅτι, εἰ ἐπιστήσαιµεν, οὐδὲ µέχρι τοῦ στῆ σαι δυνησόµεθά τι ἀληθὲς εἰπεῖν περὶ αὐτῶν. [00203] Το σούτων δὲ φεροµένων ὁδῶν προγνωστικῶν, οὐκ οἶδ' ὅπως ἐξώκειλαν οἱ ἄνθρωποι ἐπὶ τὸ τὴν µὲν οἰωνιστι κὴν καὶ τὴν θυτικὴν µὴ λέγειν περιέχειν τὸ ποιοῦν αἴτιον, ἀλλὰ σηµαίνειν µόνον, καὶ τὴν ἀστεροσκοπι κὴν, οὐκ ἔτι δὲ τὴν γενεθλιαλογικήν. [00204] Εἰ γὰρ ἐπι γινώσκεται, ἵνα καὶ χαρισώµεθα τὸ γινώσκεσθαι, γί νεται δὲ ἐκεῖθεν ὅθεν ἡ γνῶσις λαµβάνεται, τί µᾶλλον ἀπὸ τῶν ἀστέρων ἢ ἀπὸ τῶν οἰωνῶν ἔσται τὰ γινόµενα; [00205] καὶ µᾶλλον ἀπὸ τῶν οἰωνῶν, ἢ ἀπὸ τῶν σπλάγχνων τῶν θυοµένων, ἢ ἀπὸ τῶν διαττόντων ἀστέρων; [00206] Ταῦτα µὲν οὖν ἐπὶ τοῦ παρόντος ἀρκέσει εἰς ἀναίρεσιν τοῦ ποιητικοὺς εἶναι τοὺς ἀστέρας τῶν ἀνθρωπίνων. [00207] Ὅπερ δὲ συγκεχωρήκαµεν, οὐ γὰρ ἐλύπει τὸν λό γον, ὡς τῶν ἀνθρώπων δυναµένων καταλαµβάνειν τοὺς οὐρανίους σχηµατισµοὺς καὶ τὰ σηµεῖα, καὶ ὧν ἐστι σηµεῖα, τοῦτο φέρε νῦν ἐξετάσωµεν εἰ ἀληθές ἐστι. [00208] Φασὶ τοίνυν οἱ περὶ ταῦτα δεινοὶ, τὸν µέλλοντα τὰ κατὰ τὴν γενεθλιαλογικὴν ἀληθῶς καταλαµβάνειν εἰδέναι οὐ µόνον τὸ κατὰ πόστου δωδεκατηµορίου ἐστὶν ὁ καλούµενος ἀστὴρ, ἀλλὰ καὶ κατὰ ποίας µοί ρας τοῦ δωδεκατηµορίου, καὶ κατὰ ποίου ἑξηκοστοῦ [00209] οἱ δὲ ἀκριβέστεροι καὶ κατὰ ποίου ἑξηκοστοῦ τοῦ ἑξηκοστοῦ. [00210] Καὶ τοῦτό φασι δεῖν ποιεῖν ἐφ' ἑκάστου τῶν πλανωµένων ἐξετάζοντα τὴν σχέσιν τὴν πρὸς [12.80] τοὺς ἀπλανεῖς. [00211] Πάλιν αὖ ἐπὶ τοῦ ἀνατολικοῦ ὁρίζον τος δεήσει, φασὶν, ἰδεῖν οὐ µόνον τὸ δωδεκατηµόριον ποῖον ἦν ἐπ' αὐτοῦ, ἀλλὰ καὶ τὴν µοῖραν, καὶ τὸ ἑξηκοστὸν 7/37
τῆς µοίρας, τὸ πρῶτον ἢ τὸ δεύτερον ἑξη κοστόν. [00212] Πῶς τοίνυν, τῆς ὥρας πλατεῖ λόγῳ ἥµισυ δω δεκατηµορίου περιεχούσης, δύναταί τις λαβεῖν τὸ ἑξηκοστὸν, µὴ ἔχων τὴν ἀναλογίαν τῆς διαιρέσεως τῶν ὡρῶν, ὥστε, φέρε εἰπεῖν, εἰδέναι, ὅτι γεγέννη ται ὁ δεῖνα ὥρᾳ τετάρτῃ, καὶ ἡµίσει ὥρας, καὶ τε τάρτῳ, ὀγδόῳ, καὶ ἑκκαιδεκάτῳ, καὶ δυοτριακοστῷ; [00213] παραπολὺ γάρ φασι παραλλάττειν τὰ σηµαινόµενα παρὰ τὴν ἀγνωσίαν οὐ τῆς ὅλης ὥρας, ἀλλὰ καὶ τοῦ ποστηµορίου αὐτῆς. [00214] Ἐν γοῦν τοῖς διδύµοις γεν νωµένοις πολλάκις τὸ µεταξὺ καὶ ἀκαριαῖον ὥρας ἐστὶ, καὶ πολλαὶ παραλλαγαὶ τῶν συµβαινόντων καὶ τῶν πραττοµένων ἐπ' αὐτῶν ἀπαντῶσιν, ὥς φασιν ἐκεῖ νοι, παρὰ τὴν αἰτίαν τῆς σχέσεως τῶν ἀστέρων καὶ τὸ µόριον τοῦ δωδεκατηµορίου τὸ παρὰ τὸν ὁρίζοντα, οὐ καταλαµβανόµενον ὑπὸ τῶν νοµιζοµένων τὴν ὥραν τετηρηκέναι. [00215] Οὐδεὶς γὰρ δύναται λέγειν, ὅτι τὸ µεταξὺ τοῦδε τῆς γενέσεως πρὸς τὴν τοῦδέ ἐστιν ὥρας τρια κοστόν. [00216] Ἀλλ' ἔστω συγκεχωρηµένον αὐτοῖς τόδε κατὰ τὸ ἐκλαβεῖν τὴν ὥραν. [00217] Φέρεται δὴ θεώρηµα ἀπο δεικνύον τὸν ζωδιακὸν κύκλον ὁµοίως τοῖς πλανωµέ νοις φέρεσθαι ἀπὸ δυσµῶν ἐπὶ ἀνατολὰς δι' ἑκατὸν ἐτῶν µοῖραν µίαν, καὶ τοῦτο τῷ πολλῷ χρόνῳ ἐναλ λάττειν τὴν θέσιν τῶν δωδεκατηµορίων [00218] ἑτέρου µὲν τυγχάνοντος τοῦ νοητοῦ δωδεκατηµορίου [00219] ἑτέρου δὲ τοῦ ὡσανεὶ µορφώµατος ἀλλ' ἐκ τοῦ νοητοῦ ζω δίου, ὅπερ οὐ πάνυ τι δυνατὸν καταλαµβάνεσθαι. [00220] Ἔστω δὲ καὶ τοῦτο συγκεχωρηµένον τὸ καταλαµ βάνεσθαι τὸ νοητὸν δωδεκατηµόριον, ἢ δύνασθαι ἐκ τοῦ αἰσθητοῦ δωδεκατηµορίου λαµβάνεσθαι τὸ ἀλη θές [00221] ἀλλὰ τήν γε σύγκρασιν παρ' αὐτοῖς καλουµένην τῶν ἐν τοῖσδε τοῖς σχηµατισµοῖς τυγχανόντων, καὶ αὐτοὶ ὁµολογήσουσιν, οὐχ οἷοί τε σῶσαι κατὰ πᾶν, ἀµαυρουµένου τοῦ δηλουµένου, φέρε εἰπεῖν, χείρονος ἀπὸ τοῦδε, διὰ τὸ ἐπιβλέπεσθαι αὐτὸν ὑπὸ τοῦδε τοῦ κρείττονος, καὶ ἐπὶ τοσόνδε, ἢ τοσόνδε ἀµαυρου µένου [00222] πολλάκις πάλιν τῆς ἀµαυρώσεως τῆς τοῦ χεί ρονος ὑπὸ τῆς ἐπιβλέψεως τῆς τοῦ κρείττονος ἐµπο διζοµένης, ἐκ τοῦ ἕτερον οὑτωσὶ ἐσχηµατίσθαι χει ρόνων ὄντα σηµαντικόν. [00223] Καὶ οἶµαι, ἐπιστήσαντά τινα [12.81] τοῖς τόποις, ἀπογνῶναι τὴν περὶ τούτων κατάληψιν, οὐδαµῶς ἀνθρώποις ἐκκειµένην, ἀλλ' εἰ ἄρα µέχρι τοῦ σηµανθῆναι µόνον φθάνουσαν. [00224] Εἰ δέ τις ἐν πείρᾳ γεγένηται τῶν πραγµάτων, µᾶλλον εἴσεται τὸ ἐν τῷ στοχάζεσθαι ἀποπτωτικὸν τῶν λεγόντων, καὶ αὐτῶν συγγραψαµένων, ἤπερ νοµιζόµενον ἐπιτευκτικόν. [00225] Καὶ Ἡσαΐας γοῦν, ὡς οὐ δυναµένων τούτων εὑρίσκεσθαι ὑπὸ ἀνθρώπων, φησὶ πρὸς τὴν θυγατέρα τῶν Χαλδαίων, τῶν ταῦτα µάλιστα παρὰ πάντας ἐπαγ γελλοµένων [00226] «Στήτωσαν δὴ καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ [00227] ἀναγγειλάτωσάν σοι τί µέλ λει ἐπὶ σὲ ἔρχεσθαι» διὰ γὰρ τούτων διδασκόµεθα µὴ δύνασθαι τοὺς πάνυ περὶ ταῦτα φιλοµαθεῖς προ δηλοῦν, ἃ βεβούληται Κύριος ἑκάστῳ ἔθνει ἐπα γαγεῖν. [00228] Νῦν γὰρ ὡς πρὸς τὴν λέξιν τὸ προφητικὸν ἐξειλήφαµεν [00229] εἰ δέ φησιν ὁ Ἰακὼβ ἀνεγνωκέναι ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ τὰ συµβησόµενα τοῖς υἱοῖς αὐτοῦ, καὶ ὅσον ἐπὶ τούτῳ ἀντιλέγοι τις ἂν ἡµῖν, ὅτι ἐναντία οἷς εἰρήκαµεν δηλοῦται διὰ τῆς Γραφῆς [00230] ἐλέ γοµεν γὰρ ἄνθρωπον ἀκαταλήπτως ἔχειν τῶν ση µείων [00231] ὁ δὲ Ἰακώβ φησιν ἀνεγνωκέναι ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ [00232] ἀπολογησόµεθα, ὅτι οἱ καθ' ἡµᾶς σοφοὶ, πνεύµατι περισσοτέρῳ χρησάµενοι τῆς ἀνθρωπίνης φύσεως, οὐκ ἀνθρωπίνως, θείως δὲ διδάσκονται τὰ ἀπόῤῥητα [00233] ὥσπερ ὁ Παῦλος, λέγων [00234] «Ἤκουσα ἄῤ ῥητα ῥήµατα, ἂ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι» ἴσασι γὰρ τροπῶν ἀλλαγὰς καὶ µεταβολὰς καιρῶν, ἐνιαυ τῶν κύκλους, καὶ ἀστέρων θέσεις, οὐκ ἀπ' ἀνθρώ πων, οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ τοῦ πνεύµατος ἀπο καλύπτοντος αὐτοῖς, καὶ καθαρῶς, ὡς θέλει ὁ Θεὸς, τὰ θεῖα ἀπαγγέλλοντος. [00235] Καὶ ἄλλως δὲ ὁ Ἰακὼβ µεί ζων ἢ κατὰ ἄνθρωπον ἦν, πτερνίζων τὸν ἀδελφὸν αὐ τοῦ, καὶ ὁµολογῶν ἐν αὐτῇ ταύτῃ τῇ βίβλῳ, ἀφ' ἧς παρεθέµεθα τό [00236] «Ἀνέγνων ἐν ταῖς πλαξὶ τοῦ οὐρα νοῦ,» εἶναι ἀρχιχιλίαρχος δυνάµεως Κυρίου, καὶ ὄνο µα πάλαι κεκτηµένος Ἰσραήλ [00237] ὅπερ ἐν σώµατι λει τουργῶν ἀναγνωρίζει, ὑποµιµνήσκοντος αὐτὸν τοῦ ἀρχαγγέλου Οὐριήλ. [00238] Μετὰ ταῦτα λείπεται ἐξετάσαι καὶ παραστῆσαι τοῖς πιστεύουσιν, ὅτι εἰς σηµεῖα κεῖνται οἱ φωστῆρες τοῦ οὐρανοῦ [00239] σανθήσῃ δὲ ὑπὸ τῶν περιεργότερον φεροµέ νων εἰς τοὺς τόπους, τίς ἡ αἰτία τοῦ ταῦτα τὰ ση µεῖα τὸν Θεὸν πεποιηκέναι ἐν τῷ οὐρανῷ. [00240] Καὶ ἔστιν εἰπεῖν πρῶτον µὲν, ὅτι πιστεύοµεν τὰ τῆς µεγαλειό τητος τοῦ νοῦ τοῦ Θεοῦ πᾶσαν γνῶσιν τὴν περὶ ἑκά στου τῶν ὄντων ἐµπεριειληφότος, ὥστε µηδὲ τὸ τυχὸν καὶ νοµιζόµενον ἐλάχιστον λανθάνειν τὴν θειότητα [12.84] αὐτοῦ, δόξαν µὲν περιέχει τοῦ οἱονεὶ ἄπειρα ἀριθµῷ οὕτως αὐτὸν ἐµπεριειληφέναι ἐν ἑαυτῷ, οὐ µὴν ἐναρ γῆ τὴν ἀπόδειξιν, ἀλλὰ πεπιστευµένην, ὡς ἁρµόζου σαν τῷ ἀγεννήτῳ νῷ καὶ ὑπὲρ πᾶσαν φύσιν τυγχά νοντι. 8/37
[00241] Ἵν' οὖν τῇ πείρᾳ τοῦτο καταλαµβάνηται ὑπὸ τῶν µειζόνων ἢ κατὰ ἄνθρωπον, καὶ τῶν ἁγίων ψυ χῶν τοῦ ἐνεστηκότος δεσµοῦ ἀπηλλαγµένων, ὡσπερεὶ γράµµατα καὶ χαρακτῆρας καὶ διὰ τῆς τῶν οὐρα νίων περιφορᾶς ἐποίησεν ἐν οὐρανῷ ὁ Θεὸς τοὺς δεδι δαγµένους καὶ διδαχθησοµένους ἀναγινώσκειν τὰ ση µεῖα τοῦ Θεοῦ. [00242] Οὐ θαυµαστὸν δὲ καὶ ὑπὲρ ἐνδείξεως τῆς πρὸς τοὺς µακαρίους ποιεῖν τινα τὸν Θεὸν, τῆς Γραφῆς λεγούσης τῷ Φαραώ [00243] «Εἰς αὐτὸ τοῦτο ἐξή γειρά σε, ὅπως ἐνδείξωµαι ἐν σοὶ τὴν δύναµίν µου, καὶ ὅπως διαγγελῇ τὸ ὄνοµά µου ἐν πάσῃ τῇ γῇ.». [00244] Εἰ γὰρ διετηρήθη Φαραὼ ὑπὲρ ἐνδείξεως δυνάµεως Θεοῦ, καὶ διαγγελίας τοῦ ὀνόµατος αὐτοῦ ἐν πάσῃ τῇ γῇ, ἐννόει πόσην ἔνδειξιν δυνάµεως Θεοῦ περιέχει τὰ οὐράνια σηµεῖα, πάντων τῶν ἀπ' αἰῶνος ἕως συντε λείας ἐντετυπωµένων τῇ ἀξίᾳ βίβλῳ τοῦ Θεοῦ τῷ οὐ ρανῷ. [00245] εύτερον δὲ στοχάζοµαι ταῖς τὰ ἀνθρώπινα οἰκονοµούσαις δυνάµεσιν ἐγκεῖσθαι τὰ σηµεῖα, ἵνα τινὰ µὲν γινώσκωσι µόνον, τινὰ δὲ ἐνεργῶσι [00246] καθάπερ ἐν ταῖς παρ' ἡµῖν βίβλοις ἃ µὲν γέγραπται ἵνα γινώ σκωµεν, οἷον τὰ περὶ κοσµοποιίας καὶ ἄλλα µυστή ρια [00247] ἃ δὲ ἵνα γινώσκοντες ποιῶµεν, ὥσπερ τὰ περὶ τὰς ἐντολὰς καὶ τὰ προστάγµατα τοῦ Θεοῦ. [00248] Ἐνδέχε ται δὴ τὰ οὐράνια γράµµατα, ἃ ἄγγελοι καὶ δυνάµεις θεῖαι ἀναγινώσκειν καλῶς δύνανται, περιέχειν τινὰ µὲν ἀναγνωσθησόµενα ὑπὸ τῶν ἀγγέλων καὶ λειτουρ γῶν τοῦ Θεοῦ, ἵνα εὐφραίνωνται γινώσκοντες [00249] τινὰ δὲ ὡσπερεὶ ἐντολὰς λαµβάνοντες ποιῶσι. [00250] Καὶ οὐχ ἁµαρτησόµεθα τὸ ἀνάλογον τοῖς ἐν τῷ νόµῳ λέγοντες ἔχειν τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας [00251] ἐὰν δὲ χείρονες καὶ ἕτεραι τοῦ ἀνθρώπου ἐνέργειαι ποιῶσί τινα τῶν προεγνωσµένων καὶ σηµαινοµένων ἐν οὐρανῷ, οὐκ ἀνάγκη καὶ αὐτὰς ἀπὸ τῶν Θεοῦ γραµµάτων ὑπο µιµνησκοµένας ποιεῖν ἂ ἐνεργοῦσιν [00252] ἀλλ' ὥσπερ ἄν θρωποι ἀδικοῦντες, οὐ µανθάνοντες προεγνωκέναι τὸν Θεὸν τὸ τόνδε τινὰ ἀδικήσεσθαι ὑπ' αὐτῶν, ἐνεργοῦσι τὸ ἀδικεῖν ἐκ τῆς ἑαυτῶν πονηρίας [00253] οὕτως αἱ ἀντικεί µεναι δυνάµεις τοῦ Θεοῦ, τὴν κακίαν τῶν τὰ µοχθη ρὰ βουλοµένων ἀνθρώπων προεγνωκότες, τῇ ἰδίᾳ αἰσχίστῃ ἐπιτελοῦσι προαιρέσει. [00254] Οἱ µέντοι ἱεροὶ ἄγ γελοι, τὰ λειτουργικὰ πνεύµατα, τὰ εἰς διακονίαν ἀποστελλόµενα, εἰκὸς ὅτι ὡς ἀπὸ νόµου Θεοῦ γε γραµµένα τὰ προστάγµατα λαµβάνοντες, τεταγµέ νως, καὶ ὅτε δεῖ, καὶ ὡς δεῖ, καὶ ὅσον δεῖ ποιοῦσι τὰ κρείττονα [00255] ἄτοπον γὰρ αὐτοὺς θείους ὄντας ἀποκλη ρωτικῶς καὶ οὐχ ὡρισµένως ἔρχεσθαι ἐπὶ τὸ, φέρ' εἰπεῖν, χρηµατίσαι τι τῷ Ἀβραὰµ, καὶ ποιῆσαί τι τῷ Ἰσαὰκ, καὶ ῥύσασθαι ἐκ κινδύνου τὸν Ἰακὼβ, ἢ ἐπιστῆναι τῷ πνεύµατι τοῦδε τοῦ προφήτου. [00256] Ἵνα οὖν µὴ ἀποκληρωτικῶς µηδὲ κατὰ συντυχίαν τοῦτο πράττωσιν, ἀναγινώσκουσι τὴν βίβλον τοῦ Θεοῦ [00257] καὶ οὕτως ποιοῦσι τὰ αὐτοῖς ἐπιβάλλοντα. [00258] Ὡς προείπο µεν δὲ, ἡµεῖς ἂ ποιοῦµεν, ἢ αἱ ἀντικείµεναι ἐνέρ γειαι, ἃ ἐπιτελοῦσιν εἰς ἡµᾶς, ἰδίᾳ προαιρέσει [12.85] ποιοῦµεν [00259] ἀτάκτῳ µὲν, ὅτε ἁµαρτάνοµεν, πεπαιδευµένῃ δὲ, οὐκ ἄτερ ἀγγέλων, οὐδὲ θείων γραµµάτων, οὐδὲ ὑπηρετῶν ἁγίων, ὅτε Θεῷ εὐάρεστα πράττοµεν. [00260] Καὶ Κλήµης δὲ ὁ Ῥωµαῖος, Πέτρου ἀποστόλου µαθητὴς, συνῳδὰ τούτοις ἐν τῷ παρόντι προ βλήµατι πρὸς τὸν πατέρα ἐν Λαοδικείᾳ εἰπὼν ἐν ταῖς Περιόδοις, ἀναγκαιότατόν τι ἐπὶ τέλει τῶν τοιούτων λόγων φησὶ περὶ τῶν τῆς γενέσεως δοκούντων ἐκβεβηκέναι λόγῳ τεσσαρεσκαιδεκά τῳ [00261] «Καὶ ὁ πατήρ [00262] Σύγγνωθί µοι, ὦ τέκνον [00263] οἱ µὲν γὰρ χθές σου λόγοι ἀληθεῖς ὄντες συνελογίσαντό µοι συνθέσθαι σοι [00264] ἡ δὲ ἐµὴ συνείδησις µικρά µε, ὥσπερ πυρετοῦ ἔλλειµµα, πρὸς ἀπιστίαν βραχέα βασανίζει [00265] σύνοιδα γὰρ ἐµαυτῷ τὰ τῆς γενέσεως πάντα µοι ἀποτελεσθέντα. [00266] Κἀγὼ ἀπεκρινάµην [00267] Συννόησόν µοι, ὦ πάτερ, οἵαν φύσιν ἔχει τὸ µάθηµα, ἐξ ὧν ἐγὼ συµβουλεύω. [00268] Μαθηµατικῷ συµβαλὼν εἰπὲ πρῶτον αὐτῷ, ὅτι, Τάδε µοι φαῦλα ἐν τῷδε τῷ χρόνῳ γέγο νεν [00269] ἐκ τίνος ἄρα µοι τῶν ἀστέρων γέγονε, µαθεῖν ἤθελον. [00270] Καὶ ἐρεῖ, ὅτι τοὺς χρόνους κακοποιὸς διε δέξατο Ἄρης ἢ Κρόνος, ἢ τούτων τις ἀποκαταστα τικὸς ἐγένετο, ἢ τὸν ἐνιαυτὸν τοῦτόν τις ἐπεθεώ ρησεν ἐκ τετραγώνου, ἢ διαµέτρου, ἢ συνὼν, ἢ κεκεντρωµένος, ἢ παρὰ αἵρεσιν. [00271] Ὅµως καὶ ἄλλα µυρία εἰπεῖν ἔχει [00272] πρὸς τούτοις δὲ, ἢ ἀγαθοποιὸς κακῷ ἀσύνθετος ἦν, ἢ ἀνεπιθεώρητος, ἢ ἐν σχήµατι, ἢ παρὰ αἵρεσιν, ἢ ἐν ἐκλείψει, ἢ ἀνεπισύναφος, ἢ ἐν ἀµαυροῖς ἄστροις. 9/37
[00273] Καὶ ὅµως πολλῶν προφάσεων οὐσῶν, πρὸς ἃ ἤκουσε τὰς ἀποδείξεις παρασχεῖν ἔχει. [00274] Μετὰ τοῦτον οὖν τὸν µαθηµατικὸν ἑτέρῳ προσελθὼν, τὰ ἐναντία εἰπέ [00275] ὅτι, Τόδε µοι τὸ ἀγαθὸν ἐν τῷδε τῷ χρόνῳ γέγονε [00276] σὺ δὲ τὸν χρόνον τὸν αὐτὸν λέγε [00277] ἀπαίτει δὲ ἐκ τίνος ἄρα τῆς γενέσεως τοῦτο γέγονε. [00278] Καὶ ὅµως, ὡς προεῖπον, ἔχει, σοῦ καταψευσαµένου, αὐτὸς ἐκ πολλῶν σχηµάτων ἕν τι εὑρεῖν σχῆµα, καὶ δεύτερον, καὶ τρίτον, καὶ πλείονα, ὡς αὐτὸ ἐνεργῆ σαν ὅθεν τὰ ἀγαθὰ ἐρεῖ γεγενῆσθαι [00279] ἀδύνατον γὰρ ἐν πάσῃ γενέσει ἀνθρώπων, µὴ ἐν πάσῃ ὥρᾳ, τῶν ἀστέρων τοὺς µὲν καλῶς κεῖσθαι, τοὺς δὲ κακῶς [00280] κύκλος γάρ ἐστιν ἰσοµερὴς, ποικίλος, ἀπείρους ἔχων τὰς προφάσεις [00281] πρὸς ἃς ἕκαστος εἰπεῖν ἔχει ὃ θέλει [00282] ὃν γὰρ τρόπον ἐπὶ τῶν λοξῶν ὀνείρων ἐνίοτε οὐδὲν νοοῦµεν, ἀποβάντων δὲ οἰκειοτάτην προσφέροµεν ἐπί λυσιν [00283] οὕτως καὶ τὸ µάθηµα, πρὸ τοῦ τι ἀποτελεσθῆ ναι, οὐδὲν σαφὲς ἡµῖν µηνῦσαι δύναται [00284] µετὰ δὲ τὴν τοῦ γενοµένου ἱστορίαν τότε πρόδηλος ἡ τῆς ἐκβά σεως αἰτία φαίνεται [00285] πολλάκις µὲν οὖν οἱ προλέγοντες πταίουσι, καὶ µετὰ τὴν ἔκβασιν ἑαυτοὺς µέµφονται, λέγοντες ὅτι, Τόδε ἦν τὸ ποιῆσαν, καὶ οὐκ εἴδοµεν. [00286] Τὸ µὲν οὖν καὶ τοὺς πάνυ ἐπιστήµονας πταίειν γίνεται διὰ τὸ µὴ εἰδέναι, ὡς χθὲς ἔφην, ποῖα πάντως τῆς γενέσεως αἴτια γίνεται, ποῖα δὲ οὐ πάντως, καὶ ποῖα πάντως ποιῆσαι ἐπιθυµοῦµεν, οὐ πάντως δὲ ποιοῦµεν. [00287] Ἥδε δὲ ἡ αἰτία ἡµῖν, τοῖς µυστήριον µεµαθηκόσι, σαφής ἐστιν, ὅτι ἐλεύθερον ἔχοντες λογισµὸν, ἐνίοτε ἐπέχειν ταύτην βουλευσάµενοι, νενικήκαµεν. [00288] Οἱ δὲ ἀστρολόγοι, τοῦτο αὐτὸ τὸ µυστήριον οὐκ εἰδότες, περὶ πάσης προαιρέσεως ἀποφηνάµενοι ἐξ [12.88] ἀρχῆς, πταίσαντες τοὺς κλιµακτῆρας ἐπενόησαν, εἰς ἀδηλότητα ποιούµενοι τὴν προαίρεσιν, ὡς χθὲς ἀπε-δείξαµεν. [00289] Σὺ δὲ τοῦ λοιποῦ πρὸς ταῦτα εἴ τι ἔχεις εἰπεῖν, λέγε. [00290] Καὶ ὀµόσας ἀπεκρίνατο, µηδὲν τούτων ἀληθέστερον εἶναι, ὧν εἶπεν.». [00291] ΕΚ ΤΟΥ Γʹ ΤΟΜΟΥ ΤΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ. [00292] «Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς µεγάλους, τὸν φωστῆρα τὸν µέγαν εἰς τὰς ἀρχὰς τῆς ἡµέρας, καὶ τὸν φωστῆρα ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ τοὺς ἀστέρας. [00293] Καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώµατι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡµέρας καὶ τῆς νυκτός.». [00294] Ζητη-τέον δὴ εἰ ταὐτόν ἐστι τὸ, εἰς ἀρχὰς τῆς ἡµέρας, τῷ, καὶ ἄρχειν τῆς ἡµέρας [00295] καὶ τὸ, εἰς ἀρχὰς τῆς νυκτὸς, τῷ, καὶ ἄρχειν τῆς νυκτός. [00296] Καὶ ὁ Ἀκύλας γὰρ τὸ ἀνάλογον ἐτήρησε, ποιήσας ἀντὶ µὲν τοῦ, εἰς ἀρχὰς, εἰς ἐξουσίαν [00297] ἀντὶ δὲ τοῦ, ἄρχειν, ἐξουσιάζειν. [00298] Φασὶ δὲ οἷς ἐµέλησε τῆς τῶν σηµαινοµένων ἐξετάσεως, ἐν τοῖς τόποις τοῖς ἔχουσι συζυγίαν προσηγοριῶν καὶ κατηγορηµάτων, προϋφίστασθαι τὰ τυγχάνοντα τῶν προσηγοριῶν, καὶ ἐπιγίνεσθαι τὰ κατηγορήµατα παρὰ τὰς προσηγορίας [00299] καὶ προσηγορίαν µὲν ἔχουσαν κατηγόρηµά φασιν, οἷον τὴν φρόνησιν, κατηγόρηµα δὲ εἶναι τὸ φρονεῖν [00300] ὁµοίως προσηγορίαν τὴν σωφροσύνην, κατηγόρηµα τὸ σωφρονεῖν [00301] καὶ προϋφίστασθαί φασι τὴν φρόνησιν, εἶτ' ἐπιγίνεσθαι κατηγόρηµα, ἀπὸ φρονήσεως τὸ φρονεῖν. [00302] Ταῦτα δὲ εἰ καὶ δόξοµέν τισι παρὰ τὸ βούληµα ποιεῖν τῆς Γραφῆς, τετηρήκαµεν [00303] ἐπεὶ ὁ µὲν ποιῶν τοὺς φωστῆρας Θεὸς ποιεῖ τὸν µὲν µέγαν εἰς ἀρχὰς τῆς ἡµέρας, τὸν δὲ ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός [00304] τίθεται δὲ αὐτοὺς ἐν τῷ στερεώµατι τοῦ οὐρανοῦ, οὐκέτι εἰς ἀρχὰς τῆς ἡµέρας καὶ τῆς νυκτὸς, ἀλλὰ εἰς τὸ ἄρχειν τῆς ἡµέρας καὶ τῆς νυκτός. [00305] Τὸ γὰρ τεταγµένως καὶ ἀκολούθως τῷ τεχνολογουµένῳ κατὰ τὸν τόπον προτετάχθαι τὰς προσηγορίας, εἶτ' ἐπιφέρεσθαι τὰ κατ [12.89] ηγορήµατα, κεκίνηκεν ἡµᾶς µήποτε τὸ πρᾶγµα καὶ παρὰ τῷ θεράποντι νενόηται, οὕτως ἔχον, καὶ µάλιστα ἐπεὶ ὁ κυριώτατα ἑρµηνεύειν φιλο-τιµούµενος Ἀκύλας οὐκ ἄλλο πεποίηκε παρὰ τὴν προσηγορίαν καὶ τὸ κατηγόρηµα. 10/37
[00306] Ἐπιστησάτω δ' ὁ δυσπαραδέκτως ἔχων τούτων, εἰ δύναται ἠθικὸν πρόβληµα, ἢ φυσιολογούµενον, ἢ θεολογούµενον χωρὶς ἀκριβείας σηµαινοµένων καὶ τῶν κατὰ τὸν λογικὸν τόπον τρανουµένων, ὃν δεῖ τρόπον παρίστασθαι. [00307] Τί γὰρ ἄτοπον ἀκούειν τῶν κυριολεκτουµένων ἐν ταῖς διαλέκτοις, καὶ ἐφιστάνειν ἐπιµελῶς τοῖς σηµαινοµένοις; [00308] ἔστι γὰρ ὅπου παρὰ τὴν ἄγνοιαν τῶν λογικῶν µεγάλως περιπίπτοµεν µὴ καθαίροντες τὰς ὁµωνυµίας, καὶ ἀµφιβολίας, καὶ καταχρήσεις, καὶ κυριολεξίας, καὶ διαστολάς [00309] οἷον παρὰ τὸ ἀγνοεῖσθαι τὴν ὁµώνυµον τῆς κόσµου προσηγορίας φωνὴν ἐκπεπτώκασιν ἐπὶ τὸ ἀσεβέστατα φρονεῖν περὶ τοῦ ηµιουργοῦ οἱ µὴ καθάραντες, ἐπὶ τίνων κεῖται τὸ, «Ὁ κόσµος ἐν τῷ πονηρῷ κεῖται,» ὅτι ἀντὶ τῶν περιγείων καὶ ἀνθρωπίνων τοῦτο οὕτως ἐκεῖ τῷ Ἰωάννῃ εἴρηται. [00310] Οἰηθέντες γὰρ κόσµον κατ' αὐτὴν τὴν λέξιν σηµαίνεσθαι τὸ σύστηµα τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς, θρασύτατα καὶ ἀνοσιώτατα ἀποφαίνονται περὶ Θεοῦ [00311] µηδαµῶς ἔργῳ δεικνύναι δυνάµενοι πῶς ἥλιος καὶ σελήνη καὶ ἀστέρες, τὰ οὕτω τεταγµένως κινούµενα, κεῖται ἐν τῷ πονηρῷ. [00312] Εἶτα ἐὰν προσάγωµεν αὐτοῖς ἐκ τοῦ, «Οὗτός ἐστιν ὁ ἀµνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁµαρτίαν τοῦ κόσµου,» ὅτι κόσµος ἔνθα ἡ ἁµαρτία πλεονάζει κατὰ ταύτας τὰς λέξεις λέγεται, τουτέστιν ἐν τοῖς περιγείοις τόποις, εὐγνωµονοῦντες µὲν προσήσονται τὰ λεγόµενα, φιλονεικοῦντες δὲ, ἠλιθίως ἀναστρεφόµενοι, ἐπιµενοῦσι τοῖς ἅπαξ κριθεῖσι µοχθηροῖς διὰ τὴν ἄγνοιαν τῆς ὁµωνυµίας [00313] πάλιν τε αὖ ἐὰν λέγηται, «Θεὸς ἦν ἐν Χριστῷ κόσµον καταλλάσσων ἑαυτῷ,» οὐκέτι δυνήσονται ὃ ἐξειλήφασι περὶ παντὸς τοῦ κόσµου, τουτέστι περὶ τῶν ἐν ὅλῳ τῷ κόσµῳ, µάλιστα κατὰ τὰς ὑποθέσεις αὐτῶν δεῖξαι [00314] καὶ κατ' αὐτοῦ γὰρ ἀνάγκη τὴν λέξιν ὡς ὁµώνυµον ἐξετάζεσθαι. [00315] Καὶ περὶ τὴν ἀµφιβολίαν δὲ µοχθηρῶν ἐκδοχῶν καὶ παρὰ τὴν διαστολὴν τῶν στιγµῶν, καὶ ἄλλων δὲ µυρίων παραδείγµατά ἐστι φιλοτιµησάµενον οὐκ ὀλίγα λαβεῖν. [00316] Ταῦτα δὲ παρεξέβηµεν, ἵνα δείξωµεν, ὅτι καὶ καθ' ἡµᾶς τοὺς θέλοντας µὴ σφάλλεσθαι περὶ τὴν ἀλήθειαν ἐν τῷ νοεῖν τὰς θείας Γραφὰς ἀναγκαιότατά ἐστι τὰ πίπτοντα εἰς τὴν χρῆσιν εἰδέναι λογικά [00317] ὧν καὶ νῦν ἐδεήθηµεν εἰς τὸ εὑρεῖν τὴν διαφορὰν τῶν λεγοµένων γεγονέναι «εἰς ἀρχὰς τῆς νυκτὸς,» καὶ «εἰς τὸ ἄρχειν τῆς ἡµέρας καὶ τῆς νυκτός.». [00318] [12.92] ΕΚ ΤΟΥ Γʹ ΤΟΜΟΥ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΞΗΓΗΤΙΚΩΝ. [00319] Τῶν δὲ ἱερῶν τοῦ Σωτῆρος ἡµῶν ἀποστόλων τε καὶ µαθητῶν ἐφ' ἅπασαν διασπαρέντων τὴν οἰκουµένην, Θωµᾶς µὲν, ὡς ἡ παράδοσις περιέχει, τὴν Παρθίαν εἴληχεν, Ἀνδρέας δὲ τὴν Σκυθίαν [00320] Ἰωάννης τὴν Ἀσίαν [00321] πρὸς οὓς καὶ διατρίψας ἐν Ἐφέσῳ τελευτᾷ [00322] Πέτρος δ' ἐν Πόντῳ καὶ Γαλατίᾳ, καὶ Βιθυνίᾳ, Καππαδοκίᾳ τε καὶ Ἀσίᾳ κεκηρυχέναι τοῖς ἐκ διασπορᾶς Ἰουδαίοις ἔοικεν [00323] ὃς, καὶ ἐπὶ τέλει ἐν Ῥώµῃ γενόµενος, ἀνεσκολοπίσθη κατὰ κεφαλῆς, οὕτως αὐτὸς ἀξιώσας παθεῖν. [00324] Τί δεῖ περὶ Παύλου λέγειν, ἀπὸ Ἱερουσαλὴµ µέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκότος τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ὕστερον ἐν τῇ Ῥώµῃ ἐπὶ Νέρωνος µεµαρτυρηκότος; [00325] 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur. 0185-0254 - Origenes - Commentarii in Genesim Litterarum Omnium Conspectus: 150 Litterae, quae repetitae sunt in 35,530 occasionibus α 0945 2,513 Α 0913 6 β 0946 175 Β 0914 8 γ 0947 662 Γ 0915 19 δ 0948 692 Δ 0916 0 ε 0949 1,934 Ε 0917 44 ζ 0950 59 Ζ 0918 1 η 0951 522 Η 0919 7 11/37
θ 0952 416 Θ 0920 91 ι 0953 1,650 Ι 0921 13 κ 0954 1,019 Κ 0922 62 λ 0955 765 Λ 0923 2 µ 0956 1,023 Μ 0924 11 ν 0957 3,237 Ν 0925 27 ξ 0958 112 Ξ 0926 1 ο 0959 2,470 Ο 0927 33 π 0960 1,154 Π 0928 45 ρ 0961 1,272 Ρ 0929 2 ς 0962 1,256 0930 0 σ 0963 1,286 Σ 0931 24 τ 0964 3,060 Τ 0932 37 υ 0965 491 Υ 0933 10 φ 0966 208 Φ 0934 7 χ 0967 268 Χ 0935 8 ψ 0968 30 Ψ 0936 0 ω 0969 606 Ω 0937 8 ῤ 8164 6 0 ῥ 8165 11 Ῥ 8172 4 ά 8049 349 έ 8051 587 ή 8053 157 ί 8055 416 ό 8057 398 ύ 8059 232 ώ 8061 94 ὰ 8048 340 ὲ 8050 205 ὴ 80852 186 ὶ 8054 535 ὸ 8056 472 ὺ 8058 98 ὼ 8060 21 ᾶ 8118 42 0 ῆ 8134 176 ῖ 8150 255 0 ῦ 8166 418 ῶ 8182 309 ἀ 7936 426 ἐ 7952 450 ἠ 7968 7 ἰ 7984 191 ὀ 8000 18 ὐ 8016 305 ὠ 8032 1 ἁ 7937 17 ἑ 7953 54 ἡ 7969 80 ἱ 7985 58 ὁ 8001 92 ὑ 8017 80 ὡ 8033 42 ἂ 7938 17 ἒ 7954 0 ἢ 7970 57 ἲ 7986 0 ὂ 8002 0 ὒ 8018 1 ὢ 8034 3 ἃ 7939 14 ἓ 7955 1 ἣ 7971 3 ἳ 7987 0 ὃ 8003 11 ὓ 8019 3 ὣ 8035 0 ἄ 7940 64 ἔ 7956 96 ἤ 7972 8 ἴ 7988 31 ὄ 8004 15 ὔ 8020 8 ὤ 8036 0 ἅ 7941 4 ἕ 7957 21 ἥ 7973 3 ἵ 7989 18 ὅ 8005 88 ὕ 8021 49 ὥ 8037 24 ἆ 7942 0 0 ἦ 7974 15 ἶ 7990 42 0 ὖ 8022 16 ὦ 8038 2 ἇ 7943 0 0 ἧ 7975 2 ἷ 7991 14 0 ὗ 8023 10 ὧ 8039 11 12/37
ᾀ 8064 0 0 ᾐ 8080 0 0 0 ῧ 8167 0 ᾠ 8096 1 ᾁ 8065 0 0 ᾑ 8081 0 0 0 ΰ 8163 0 ᾡ 8097 0 ᾂ 8066 0 0 ᾒ 8082 0 0 0 0 ᾢ 8098 0 ᾃ 8067 0 0 ᾓ 8083 0 0 0 0 ᾣ 8099 0 ᾄ 8068 0 0 ᾔ 8084 0 0 0 0 ᾤ 8100 0 ᾅ 8069 0 0 ᾕ 8085 0 0 0 0 ᾥ 8101 0 ᾆ 8070 0 0 ᾖ 8086 2 0 0 0 ᾦ 8102 0 ᾇ 8071 0 0 ᾗ 8087 1 0 0 0 ᾧ 8103 0 ᾳ 8115 22 0 ῃ 8131 30 0 0 0 ῳ 8179 55 ᾴ 8116 0 0 ῄ 8132 1 0 0 0 ῴ 8180 0 ᾷ 8119 3 0 ῇ 8135 45 0 0 0 ῷ 8183 105 Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur. 0185-0254 - Origenes - Commentarii in Genesim Verborum Omnium Conspectus: 2,614Verba, quae repetita sunt in 736,479 occasionibus ἂ [00234] [00251] [00258] ἃ [00046] [00088] [00094] [00109] [00162] [00181] [00227] [00246] [00247] [00248] [00258] [00273] Α [00001] ἀβασανί [00041] Ἀβραὰµ [00255] ἄγ [00254] ἀγαθὰ [00278] ἀγαθοὶ [00153] ἀγαθὸν [00032] [00150] [00151] [00152] [00275] ἀγαθοποιὸς [00272] ἀγαθὸς [00008] ἀγαθός [00150] ἄγγελοι [00248] ἀγγέλων [00094] [00248] [00259] ἀγέννητον [00008] [00008] [00012] [00019] ἀγεννήτου [00005] [00013] ἀγεννήτῳ [00240] ἀγεννήτως [00015] ἁγίου [00004] ἁγίων [00241] [00259] ἀγνοεῖν [00146] ἀγνοεῖσθαι [00309] ἄγνοιαν [00308] [00312] ἀγνοῶν [00144] ἀγνωσίαν [00213] ἀγοµένους [00029] ἀγρίων [00030] ἀγω [00139] ἀγωνίσασθαι [00146] ἀγωνισώµεθα [00165] ἀδελφὸν [00194] [00235] ἀδελφοὺς [00193] ἀδελφῶν [00172] ἀδηλότητα [00288] ἀδικεῖν [00252] ἀδική [00102] ἀδικήµατα [00101] [00101] ἀδικηµάτων [00104] ἀδικήσειν [00101] [00101] [00102] ἀδικήσεσθαι [00252] ἄδικος [00101] ἀδίκου [00104] ἀδικοῦντες [00252] ἀδίκους [00103] ἀδύνατα [00103] ἀδύνατόν [00102] ἀδύνατον [00103] [00279] ἀεὶ [00003] ἀθέοις [00029] ἀθετήσοµεν [00014] ἀθλεῖν [00149] αἱ [00051] [00054] [00076] [00093] [00163] [00185] [00253] [00258] Αἴγυπτον [00088] Αἰγύπτου [00079] αἰγῶν [00080] [00084] Αἰθίοψι [00200] 13/37