Bijlage VWO 2015 tijdvak 1 Grieks Tekstboekje VW-1011-a-15-1-b
Tekst 1 Hector gaat naar het huis van Paris om hem aan te sporen mee te vechten. 313 314 315 316 317 318 319 320 321 322 323 324 325 326 327 328 329 330 331 332 333 334 335 336 337 338 339 340 Ἕκτωρ δὲ πρὸς δώματ Ἀλεξάνδροιο βεβήκει καλά, τά ῥ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότ ἄριστοι ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες, οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος, ἐν πόλει ἄκρῃ. Ἔνθ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δ ἄρα χειρὶ ἔγχος ἔχ ἑνδεκάπηχυ πάροιθε δὲ λάμπετο δουρὸς αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης. Τὸν δ εὗρ ἐν θαλάμῳ περικαλλέα τεύχε ἕποντα, ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξ ἁφόωντα Ἀργείη δ Ἑλένη μετ ἄρα δμῳῇσι γυναιξὶν ἧστο, καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε. Τὸν δ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι Δαιμόνι, οὐ μὲν καλὰ χόλον τόνδ ἔνθεο θυμῷ. Λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος μαρνάμενοι σέο δ εἵνεκ ἀϋτή τε πτόλεμός τε ἄστυ τόδ ἀμφιδέδηε σὺ δ ἂν μαχέσαιο καὶ ἄλλῳ, ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο. Ἀλλ ἄνα, μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται. Τὸν δ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής Ἕκτορ, ἐπεί με κατ αἶσαν ἐνείκεσας οὐδ ὑπὲρ αἶσαν, τοὔνεκά τοι ἐρέω σὺ δὲ σύνθεο καί μευ ἄκουσον οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι ἥμην ἐν θαλάμῳ, ἔθελον δ ἄχεϊ προτραπέσθαι. Νῦν δέ με παρειποῦσ ἄλοχος μαλακοῖς ἐπέεσσιν ὅρμησ ἐς πόλεμον δοκέει δέ μοι ὧδε καὶ αὐτῷ λώϊον ἔσσεσθαι νίκη δ ἐπαμείβεται ἄνδρας. Ἀλλ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω VW-1011-a-15-1-b 2 / 7 lees verder
341 342 343 344 345 346 347 348 349 350 351 352 353 354 355 356 357 358 ἢ ἴθ, ἐγὼ δὲ μέτειμι κιχήσεσθαι δέ σ ὀΐω. Ὣς φάτο, τὸν δ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ τὸν δ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι Δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης, ὥς μ ὄφελ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης, ἔνθα με κῦμ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι. Αὐτὰρ ἐπεὶ τάδε γ ὧδε θεοὶ κακὰ τεκμήραντο, ἀνδρὸς ἔπειτ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις, ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλ ἀνθρώπων. Τούτῳ δ οὔτ ἂρ νῦν φρένες ἔμπεδοι οὔτ ἄρ ὀπίσσω ἔσσονται τῶ καί μιν ἐπαυρήσεσθαι ὀΐω. Ἀλλ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδ ἐπὶ δίφρῳ, δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν εἵνεκ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκ ἄτης, οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω ἀνθρώποισι πελώμεθ ἀοίδιμοι ἐσσομένοισι. Homerus, Ilias 6.313-358 Aantekeningen regel 319 ἑνδεκάπηχυς elf el lang regel 320 ὁ πόρκης band regel 322 ἀγκύλος gekromd ἁφάω betasten regel 329 ἀμφιδέδηε + accusativus is ontbrand om regel 331 ἄνα sta op! θέρηται coniunctivus praesens van θέρομαι + genitivus verbrand worden door regel 339 ἐπαμείβομαι beurtelings bezoeken regel 344 ὁ δαήρ zwager ἐμεῖο = ἐμοῦ κακομήχανος onheil stichtend ὀκρυόεις huiveringwekkend regel 347 πολύφλοισβος luid bruisend regel 348 ἀπόερσε (hij) rukte weg regel 355 ὁ δαήρ zwager regel 358 ἀοίδιμος stof opleverend voor een lied VW-1011-a-15-1-b 3 / 7 lees verder
Tekst 2 Zeus heeft Hera ervan beschuldigd dat zij Poseidon ertoe heeft aangezet de Grieken te helpen. 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 Ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη, καί μιν φωνήσασ ἔπεα πτερόεντα προσηύδα Ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι, σή θ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι μὴ δι ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δ ἀρήγει, ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει, τειρομένους δ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς. Αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην τῇ ἴμεν ᾗ κεν δὴ σύ, κελαινεφές, ἡγεμονεύῃς. Ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε, καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα Εἰ μὲν δὴ σύ γ ἔπειτα, βοῶπις πότνια Ἥρη, ἶσον ἐμοὶ φρονέουσα μετ ἀθανάτοισι καθίζοις, τῶ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ, αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ. Ἀλλ εἰ δή ῥ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις, ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον Ἶρίν τ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον, ὄφρ ἡ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθ ἱκέσθαι, Ἕκτορα δ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων, αὖτις δ ἐμπνεύσῃσι μένος, λελάθῃ δ ὀδυνάων αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς VW-1011-a-15-1-b 4 / 7 lees verder
62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας, φεύγοντες δ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι Πηλεΐδεω Ἀχιλῆος ὁ δ ἀνστήσει ὃν ἑταῖρον Πάτροκλον τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ Ἰλίου προπάροιθε, πολέας ὀλέσαντ αἰζηοὺς τοὺς ἄλλους, μετὰ δ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον. Τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς. Ἐκ τοῦ δ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν αἰὲν ἐγὼ τεύχοιμι διαμπερές, εἰς ὅ κ Ἀχαιοὶ Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς. Τὸ πρὶν δ οὔτ ἄρ ἐγὼ παύω χόλον οὔτε τιν ἄλλον ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδ ἐάσω, πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ, ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δ ἐπένευσα κάρητι, ἤματι τῷ ὅτ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων, λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον. Homerus, Ilias 15.34-77 Aantekeningen regel 34 φάτο onderwerp: Zeus regel 36 Ἴστω (Hij/Zij) moet getuige zijn regel 39 νωΐτερος ons beiden toebehorend regel 40 μάψ lichtvaardig regel 42 πημαίνω leed berokkenen regel 55 κλυτότοξος met beroemde boog regel 60 λελάθῃ (hij) doet vergeten (coniunctivus aoristus) regel 62 ἡ φύζα paniek ἐνόρνυμι opwekken regel 64 ἀνστήσει = ἀναστήσει regel 69 ἡ παλίωξις tegenaanval regel 75 ἐπινεύω toeknikken VW-1011-a-15-1-b 5 / 7 lees verder
Tekst 3 De Griek Diomedes valt de Trojaan Aeneas aan, die al gewond is. Aeneas wordt door Apollo beschermd. 432 433 434 435 436 437 438 439 440 441 442 443 444 445 446 447 448 Αἰνείᾳ δ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης, γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων ἀλλ ὅ γ ἄρ οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δ αἰεὶ Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι. Τρὶς μὲν ἔπειτ ἐπόρουσε κατακτάμεναι μενεαίνων, τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδ Ἀπόλλων. Ἀλλ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, δεινὰ δ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων Φράζεο, Τυδεΐδη, καὶ χάζεο, μηδὲ θεοῖσιν ἶσ ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ ἀνθρώπων. Ὣς φάτο, Τυδεΐδης δ ἀνεχάζετο τυτθὸν ὀπίσσω, μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος. Αἰνείαν δ ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο. Ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε. Homerus, Ilias 5.432-448 Aantekeningen regel 433 ὅ dat (voegwoord) οἱ Hiermee wordt Aeneas bedoeld regel 434 ὅ γ verwijst naar Diomedes ἅζομαι + accusativus ontzag hebben voor ἵεμαι verlangen regel 435 ἀπὸ δῦσαι tmesis regel 437 στυφελίζω + accusativus een klap geven op regel 439 δ onvertaald laten regel 440 φράζομαι op zijn hoede zijn Τυδεΐδη vocativus van Τυδεΐδης zoon van Tydeus (= Diomedes) regel 441 ἶσα φρονέω + dativus zich gelijkwaardig achten aan VW-1011-a-15-1-b 6 / 7 lees verder
regel 441 regel 442 regel 443 regel 445 regel 447 regel 448 ὁμοῖον Vul aan: ἐστιν χαμαὶ ἐρχομένων τ ἀνθρώπων Lees: χαμαί τ ἐρχομένων ἀνθρώπων Τυδεΐδης zoon van Tydeus (= Diomedes) ἀπάτερθεν + genitivus ver van τὸν Hiermee wordt Aeneas bedoeld κυδαίνω een mooi uiterlijk geven einde VW-1011-a-15-1-b 7 / 7 lees verder