Τῌ Ε ΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡ μῶν Σάββα τοῦ Ἡγιασμένου.

Σχετικά έγγραφα
5 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν άββα τοῦ Ἡγιασμένου

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

5 ΑΥΓΟΥΣΤΟΥ 2015 Προεόρτια τῆς Μεταμορφώσεως Εὐσιγνίου μάρτυρος ( 362). Εὐγενίου ὁσίου τοῦ Αἰτωλοῦ.

5 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν άββα τοῦ Ἡγιασμένου

13 ΑΥΓΟΥΣΤΟΥ 2019 Τῌ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ (12/8/19)

- 1 / 15 - ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

5 ΑΥΓΟΥΣΤΟΥ 2013 Προεόρτια τῆς Μεταμορφώσεως Εὐσιγνίου μάρτυρος ( 362). Εὐγενίου ὁσίου τοῦ Αἰτωλοῦ.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

20 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

17 ΙΑΝΟΥΑΡΙΟΥ 2013 Αντωνίου ὁσίου τοῦ μεγάλου ( 356). Αντωνίου ὁσίου τοῦ ἐν τῇ σκήτῃ τῆς Βεροίας, Γεωργίου νεομάρτυρος

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

Ο ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

δὲ τὸ πρόσωπον, τῇ αἴγλῃ ἐκείνου, Πάτερ καθωδήγησαι,

14 ΝΟΕΜΒΡΙΟΥ Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2018 ΣΑΒΒΑΤΟΝ +Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ χωρὶς Ἱερέα

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

17 ΙΑΝΟΥΑΡΙΟΥ Αντωνίου ὁσίου τοῦ μεγάλου ( 356). Αντωνίου ὁσίου τοῦ ἐν τῇ σκήτῃ τῆς Βεροίας, Γεωργίου νεομάρτυρος τοῦ ἐν Ιωαννίνοις ( 1838).

Τῌ Κ ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡ μῶν Εὐθυμίου τοῦ Μεγάλου. Ζαχαρίου νεομάρτυρος

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

7 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (06/08/12) Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

Τῌ ΚϚ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

18 ΟΚΤΩΒΡΙΟΥ Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Τῌ ΤΕΤΑΡΤῌ ΕΣΠΕΡΑΣ (17/10/12)

12 ΔΕΚΕΜΒΡΙΟΥ Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (7/8/15)

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

12 ΔΕΚΕΜΒΡΙΟΥ 2012 Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333).

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 2. Τριτη

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 3. Τεταρτη

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡ. 5 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ Ἀθανασίου τοῦ ἐν Ἄθω ( 1000) καὶ Λαμπαδοῦ ὁσίων. Ἦχος δ. Ἑωθινὸν ε. ἡμῶν.

26 ΙΟΥΛΙΟΥ 2019 Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ(25/7/19)

Κ Α Ν Ω Ν Π Α Ρ Α Κ Λ Η Τ Ι Κ Ο Σ Ε Ι Σ Τ Ο Ν Α Γ Ι Ο Ν Ι Ε Ρ Ο Μ Α Ρ Τ Υ Ρ Α Σ Ε Ρ Α Φ Ε Ι Μ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ 1 ΙΑΝΟΥΑΡΙΟΥ

15 ΣΕΠΤΕΜΒΡΙΟΥ Ηχος γ, ἑωθινὸν α. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (14/09/13)

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... Ἦχος πλ. δ. Ἑωθινὸν α. Τυπ. Πεντ

10 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γρηγορίου Ἐπισκόπου Νύσσης ( 395) καὶ Δομετιανοῦ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ὁ β χορός ὁ α χορός Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. ὁ β χορός ὁ α χορός

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

5 ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ὁσίοσ καί Θεουόροσ Πατρὸς ἡμῶν Ἀθανασίοσ τοῦ ἐν τῷ Ἄθῳ

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

12 ΔΕΚΕΜΒΡΙΟΥ 2011 Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Σπυρίδωνος, Επισκόπου Τριμυθοῦντος τοῦ Θαυματουργοῦ.

ΙΣΤ ΚΥΡΙΑΚΗ ( Γ ΛΟΥΚΑ) Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Θωμᾶ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

12 ΙΟΥΛΙΟΥ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

ΠΕΜΠΤΗ, 31 ΔΕΚΕΜΒΡΙΟΥ 2015 Ἀπόδοσις τῆς ἑορτῆς τῶν Χριστουγέννων. Μελάνης ὁσίας τῆς Ῥωμαίας ( 449), Ζωτικοῦ ὀρφανοτρόφου (δ αἰ.).

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι

Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

Κανὼν τοῦ Γερασίμου εἰδικὸς ἐπὶ ἐμπρησμοῖς δασῶν. βλ. Θεοτοκάριον Γερασίμου σελ.334

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΠΟΡΦΥΡΙΟΥ. Τῌ Β ΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡ μῶν Πορφυρίου τοῦ Καυσοκαλυβίτου, τοῦ διορατικοῦ

30 ΝΟΕΜΒΡΙΟΥ Ανδρέου ἀποστόλου τοῦ Πρωτοκλήτου ( 62), πολιούχου Πατρῶν. Φρουμεντίου ἐπισκόπου Ινδίας (Αἰθιοπίας) ( 380), Αλεξάνδρου Μηθύμνης

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

20 ΟΚΤΩΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

27 ΔΕΚΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

σου δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

25 ΙΟΤΛΙΟΤ Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (2/02/13)

8 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 Σάββατον. ΤΟ ΓΕΝΕΘΛΙΟΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (7/9/2012)

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Μεγαλο Αποδειπνο. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

29 ΙΟΥΝΙΟΥ 2018 τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου ( 64) καὶ Παύλου ( 67) * * * * *

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

31 ΑΥΓΟΥΣΤΟΥ Τὰ καταθέσια τῆς τιμίας ζώνης τῆς ὑπεραγίας Θεοτόκου ἐν τῷ ἐν Κων/πόλει ναῷ αὐτῆς τῷ ἐν τοῖς Χαλκοπρατείοις.

13 ΝΟΕΜΒΡΙΟΥ 2015 Ιωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ( 407)

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ Ἦχος πλ. βʹ.

6 ΔΕΚΕΜΒΡΙΟΥ 2012 Νικολάου ἀρχιεπισκόπου Μύρωμ τῆς Λυκίας τοῦ θαυματουργοῦ ( 330).

Transcript:

Τῌ Ε ΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡ μῶν Σάββα τοῦ Ἡγιασμένου. Διάταξις Ἀκολουθίας ἰσχύουσα αἰωνίως, πλὴν Κυριακῆς καὶ προκειμένου ἑσπερινοῦ. * * ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ καὶ ψάλλομεν Στιχηρὰ προσόμοια. Ἦχος α. Πανεύφημοι Μάρτυρες ὑμᾶς. Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Θεωρὸς γεγένησαι νοΐ, νοερῶν Δυνάμεων, ὡς πρακτικὸς θεῖα λόγια, διατιθέμενος, ἐν τῇ σῇ καρδίᾳ ἐν ᾗ καὶ ἀνάβασιν, ὡς κλίμακα ἐστήριξας Ὅσιε, Σάββα Πατὴρ ἡμῶν, καὶ πρεσβεύεις δωρηθῆναι ἡμῖν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Θεωρὸς γεγένησαι νοΐ, νοερῶν Δυνάμεων,... Στίχ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐ παινέσατε αὐτόν, πάντες οἱ λαοί. Σάββα ὁσιώτατε τὴν σήν, ἐκ παιδὸς ἀνέθηκας, ζωὴν Χριστῷ τῷ Θεῷ ἡμῶν ὑφ οὗ σθενούμενος, τῆς σαρκὸς τὰ πάθη, λογισμῷ ὑπέταξας, τὸ χεῖρον ὑποτάττων τῷ κρείττονι διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ ἡ μᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Θεόφρον Πατὴρ ἡμῶν φωστήρ, καθωράθης μέγιστος, φωταγωγῶν τὴν ὑφήλιον, θαυμάτων λάμψεσι, καὶ ἐνθέων ἔργων ὅθεν μετὰ κοίμησιν, τὸ ἄδυτόν σε φῶς ὑπεδέξατο διὸ ἱ κέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Δόξα. Ἦχος β. Ὅσιε Πάτερ, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας, ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος καὶ παρ αὐτοῦ λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τοὺς ἀνθρώπους, καταφρονεῖν τῶν ἡδέων νῦν δὲ τῷ θεί ῳ φωτί, καθαρώτερον ἐλλαμπόμενος, φώτισον καὶ ἡμῶν τὰς διανοίας, Σάββα Πατὴρ ἡ μῶν. Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ φύλαξόν με ὑπὸ τὴν σκέπην σου. Τό Φῶς ἱλαρόν, τὸ προκείμενον τῆς ἡμέρας Καταξίωσον Κύριε... καὶ τὰ πληρωτικά. Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β. Οἶκος τοῦ Ἐφραθᾶ. Ὤφθης ἐκ μητρικῶν, σπαργάνων Θεοφόρε, ἡ γιασμένον σκεῦος, Πατὴρ ἡμῶν καὶ οἶκος, τοῦ Παναγίου Πνεύματος. Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Φέρων ἐν ταῖς χερσί, σοῦ Σάββα τοῦ Κυρίου, Σταυρὸν τὰ τῶν δαιμόνων, φαντάσματα τελείως, Πατὴρ ἡμῶν ἠφάνισας. Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. Δόλους τῶν πονηρῶν, δαιμόνων θριαμβεύσας, τῇ τοῦ Σταυροῦ δυνάμει, ἐτράνωσας τὴν δόξαν, Χριστοῦ Σάββα Πατὴρ ἡμῶν. Δόξα. Δέσποινα ἀγαθή, τὰς ἁγίας σου χεῖρας, πρὸς τὸν Υἱόν σου ἆρον, τὸν φιλόψυχον Πλάστην, οἰκτειρῆσαι τοὺς δούλους σου. Νῦν ἀπολύεις, Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις. * * 1

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακόν, Συναπτὴ μεγάλη ὑπὸ τοῦ Διακόνου ΤΑ ΕΙΡΗΝΙΚΑ Ὁ διάκονος Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν κτλ. Οἱ δὲ χοροὶ εἰς ἑκάστην δέησιν τὸ Κύριε, ἐλέησον μέχρι καὶ τῆς Ἀντιλαβοῦ, σῶσον... Ὁ διάκονος Τῆς Παναγίας, ἀχράντου... Ὁ χορός Σοί, Κύριε. Ὁ ἱερεύς Ὅτι πρέπει σοι πᾶσα δόξα... Ὁ χορός Ἀμήν. Η ΣΤΙΧΟΛΟΓΙΑ ΤΟΥ ΨΑΛΤΗΡΙΟΥ Στιχολογοῦμεν τοῦ, Μακάριος ἀνήρ, τὴν α στάσιν. Εἶτα Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΟΙ ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ Ψαλμὸς ρμ (140). Ἦχος πλ. α. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δε ήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰσάκουσόν μου, Κύριε. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁ μαρτίαις, Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐρράγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. Ὅτι πρὸς σέ, Κύριε Κύριε, οἱ ὀφθαλμοί μου ἐ πὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω. Ψαλμὸς ρμα (141). Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Ἀπώλετο φυγὴ ἀπ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. 2

Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ἱστῶμεν στίχους Ϛ, καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου, δευτεροῦντες αὐτά. Ἦχος πλ. α. Ὅσιε Πάτερ. Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐ στιν. Σάββα θεόφρον, τῶν Ἀγγέλων ἰσοστάσιε, ὁ μόσκηνε Ὁσίων, συνόμιλε Προφητῶν, Μαρτύρων Ἀποστόλων συγκληρονόμε, φῶς τὸ ἀ νέσπερον, ὁ νῦν κατοικῶν, οὗ ταῖς φρυκτωρίαις, λαμπόμενος ταῖς θείαις, τῷ ἀκροτάτῳ τῶν ἐφετῶν, ὁ παρεστὼς παῤῥησίᾳ λελαμπρυσμένος, καὶ ἐνηδόμενος αὐτοῦ ταῖς θεωρίαις, καὶ ἐντρυφῶν αὐτοῦ, τῷ κάλλει ἀνενδότως, Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει Ὅ σιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην καὶ μέγα ἔλεος. Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Σάββα θεόφρον, τῶν Ἀγγέλων ἰσοστάσιε,... Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Σάββα παμμάκαρ, ἐγκρατείας λύχνος ἄσβεστος, φωστὴρ τῶν μοναζόντων ὁ διαυγέστατος, ἀγάπης φρυκτωρίαις λελαμπρυσμένος, πύργος ἀκλόνητος τῆς ὑπομονῆς, ἔρεισμα καὶ σθένος τῶν πίστει σε τιμώντων, τῶν ἰαμάτων ὁ θησαυρός, ὁ πολιστὴς τῆς ἐρήμου ὡς ἀληθῶς, ὁ ὡς Παράδεισον αὐτὴν ἔνθεον δείξας, θείους προσφέρουσαν, καρποὺς τῶν σῳζομένων, Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην καὶ μέγα ἔλεος. Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Σάββα παμμάκαρ, ἐγκρατείας λύχνος ἄσβεστος,... Στίχ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐ παινέσατε αὐτόν, πάντες οἱ λαοί. Σάββα θεόφρον, ἀρετῶν στῦλος ὁ πύρινος, πυρσὸς ὁ ἐκ θαλάσσης, τῆς κοσμικῆς τοὺς λαούς, λιμένα πρὸς τὸν θεῖον καθοδηγῶν πλάνης τὰ πνεύματα ὁ καταβαλών, Πνεύματος Ἁγίου τὸ καθαρὸν δοχεῖον, ὁ ποδηγέτης τῶν μοναστῶν, ἠκριβωμένη τε στάθμη τῆς ἐγκρατείας, τῆς ταπεινώσεως, περίβλεπτον τὸ ὕψος, κρήνη ἡ βρύουσα, ἰάσεων πελάγη, Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην καὶ μέγα ἔλεος. Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ ἡ μᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Σάββα θεόφρον, ἀρετῶν στῦλος ὁ πύρινος,... Δόξα. Ἦχος πλ. β. Τὸ κατ εἰκόνα τηρήσας ἀλώβητον, νοῦν ἡγεμόνα κατὰ παθῶν ὀλεθρίων, ἀσκητικῶς ἐνστησάμενος, εἰς τὸ καθ ὁμοίωσιν ὡς δυνατὸν ἀνελήλυθας ἀνδρικῶς γὰρ τὴν φύσιν ἐκβιασάμενος, ἔσπευσας τὸ χεῖρον καθυποτάξαι τῷ κρείττονι, καὶ τὴν σάρκα δουλῶσαι τῷ πνεύματι. Ὅθεν μοναζόντων, ἀνεδείχθης ἀ κρότης, πολιστὴς τῆς ἐρήμου, εὐδρομούντων ἀλείπτης, κανὼν ἀρετῆς ἀκριβέστατος. Καὶ νῦν ἐν οὐρανοῖς, τῶν ἐσόπτρων λυθέντων μακάριε, καθαρῶς ἐποπτεύεις, τὴν ἁγίαν Τρι άδα, ἐντυγχάνων ἀμέσως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων σε. Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι ἡ 3

μᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐ λεηθῆναι τὰς ψυχὰς ἡμῶν. ΕΙΣΟΔΟΣ ΕΠΙΛΥΧΝΙΟΣ ΕΥΧΑΡΙΣΤΙΑ Ψαλλομένου τοῦ Καὶ νῦν γίνεται ἡ εἴσοδος ὑ πὸ τοῦ ἱερέως καὶ τοῦ διακόνου. Ὁ διάκονος Σοφία ὀρθοί. Ὁ προεστὼς ἢ ὁ ἀναγνώστης τὴν ἐπιλύχνιον εὐχαριστίαν χῦμα Φῶς ἱλαρὸν ἁγίας δόξης, * ἀθανάτου Πατρός, * οὐρανίου, ἁγίου, μάκαρος, * Ἰησοῦ Χριστέ, * ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, * ἰδόντες φῶς ἑσπερινόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, * καὶ ἅ γιον Πνεῦμα, Θεόν. * Ἄξιόν σε ἐν πᾶσι καιροῖς * ὑμνεῖσθαι φωναῖς αἰσίαις, * Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς * διὸ ὁ κόσμος σὲ δοξάζει. Ἐὰν δὲ εἰσοδεύουν δύο ἢ περισσότεροι ἱερεῖς, ψάλλουν αὐτοὶ τὴν ἐπιλύχνιον εὐχαριστίαν. ΤΟ ΠΡΟΚΕΙΜΕΝΟΝ Ὁ διάκονος Ἑσπέρας προκείμενον. Τῇ Δευτέρᾳ ἑσπέρας. Ἦχος δ. Ψαλμὸς δ. Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. (δ 4) Στίχ. α. Ἐν τῷ ἐπικαλεῖσθαί με εἱσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου ἐν θλίψει ἐ πλάτυνάς με. Οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου. (δ 2) Στίχ. β. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω, ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ ἐλπίδι κατῴκισάς με. (δ 9) ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ 1 9). Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀ φρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔ ξοδος αὐτῶν, καὶ ἡ ἀφ ἡμῶν πορεία σύντριμμα οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀ θανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁ σίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε 15 23, στ 1 3). Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα ὀξυνεῖ δὲ ἀπότομον ὀργήν, εἰς ῥομφαίαν συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀ πὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁ λοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε μάθετε δικασταὶ περάτων γῆς ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄ χλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου. 4

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ 7 15). Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοί, ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐ κλεκτοῖς αὐτοῦ. ΑΙ ΔΕΗΣΕΙΣ Ὁ διάκονος τὴν ἐκτενῆ δέησιν Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς κτλ. Ὁ χορὸς εἰς ἑκάστην δέησιν τὸ Κύριε, ἐλέησον τρίς, εἰς δὲ τὴν τελευταίαν ἅπαξ. Ὁ ἱερεύς Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος... Ὁ χορός Ἀμήν. Ὁ προεστώς ἢ ὁ ἀναγνώστης Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγί ῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ χορός Ἀμήν. Ὁ διάκονος Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν... Ὁ χορός Κύριε, ἐλέησον. Ὁ διάκονος Ἀντιλαβοῦ, σῶσον... Ὁ χορός Κύριε, ἐλέησον. Ὁ διάκονος Τὴν ἑσπέραν πᾶσαν... Ὁ χορὸς εἰς ἑκάστην δέησιν Παράσχου, Κύριε. Ὁ διάκονος Τῆς Παναγίας, ἀχράντου... Ὁ χορός Σοί, Κύριε. Ὁ ἱερεύς Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ὁ χορός Ἀμήν. Ὁ ἱερεύς Εἰρήνη πᾶσι. Ὁ χορός Καὶ τῷ πνεύματί σου. Ὁ διάκονος Τὰς κεφαλὰς ἡμῶν... Ὁ χορός Σοί, Κύριε. Ὁ ἱερεὺς τὴν εὐχὴν τῆς κεφαλοκλισίας καὶ τὴν ἐκφώνησιν Εἴη τὸ κράτος τῆς βασιλείας σου... Ὁ χορός Ἀμήν. Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος β. Ἀσκητικὸν γυμνάσιον συγκροτήσας ἐπὶ γῆς, Ὅσιε Σάββα, τῶν παθῶν τὰς προσβολάς, ἐν τῇ ῥοῇ τῶν δακρύων σου, πάσας ἀπήμβλυνας. Κλῖμαξ θεία καὶ σεπτή, εἰς οὐρανοὺς ἀ νάγουσα, τοῖς πᾶσιν ἐγνωρίσθη, ὁ θεόληπτος βίος σου εὐσεβείας γὰρ καρποὺς ἐν αὐτῷ ἐνδειξάμενος, θεραπεύεις δι αὐτῶν τὰς ἀσθενείας τῶν παθῶν, τῶν πιστῶς ἐκβοώντων σοι Χαίροις τῆς Ἑῴας ἀστὴρ χρυσαυγέστατος, καὶ τῶν μοναζόντων λαμπαδοῦχε καὶ ποιμήν. Χαίροις ἀοίδιμε, τὸ τῆς ἐρήμου κάλλιστον θρέμμα, καὶ τῆς Ἐκκλησίας ἀκράδαντον ἔρεισμα. Χαίροις τῶν πλανωμένων ὁ μέγας ὁ δηγός. Χαίροις τὸ ἡμέτερον καύχημα, καὶ τῆς οἰκουμένης φαιδρὸν ἀγαλλίαμα. 5

Ὁ αὐτός. Τὸν ἐπὶ γῆς ἄγγελον, καὶ ἐν οὐρανοῖς ἄνθρωπον Θεοῦ, τοῦ κόσμου τὴν εὐκοσμίαν, τὴν τρυφὴν τῶν ἀγαθῶν καὶ τῶν ἀρετῶν, καὶ ἀ σκητῶν τὸ καύχημα, Σάββαν τιμήσωμεν πεφυτευμένος γὰρ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἐξήνθησε δικαίως, καὶ ὡσεὶ κέδρος ἐν ἐρήμῳ, ἐ πλήθυνε τὸ ποίμνιον Χριστοῦ, τῶν λογικῶν προβάτων, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Ἦχος ὁ αὐτός. Ὅσιε Πάτερ, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας, ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος καὶ παρ αὐτοῦ λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τοὺς ἀνθρώπους καταφρονεῖν τῶν ἡδέων νῦν δὲ τῷ φωτί, καθαρώτερον ἐλλαμπόμενος, φώτισον καὶ ἡμῶν τὰς διανοίας, Σάββα Πατὴρ ἡμῶν. Δόξα. Ἦχος ὁ αὐτός. Θεοφάνους. Τῶν ὑπὲρ νοῦν ἀγαθῶν δεξάμενος ἔρωτα, πάντα τὰ ἐν κόσμῳ τερπνὰ ὑπερεῖδες θεόληπτε ἐντεῦθεν γὰρ τῷ καρπῷ οὐχ ἑάλως, καθάπερ Ἀδάμ τὸν ὄφιν δὲ ἐναποκρουσάμενος δι ἐγκρατείας, ἀγγελικῶς τὸν βίον διήνυσας καὶ νῦν ἐν οὐρανοῖς αὐλίζῃ, ἐπαπολαύων τοῦ ξύλου τῆς ζωῆς, Θεὸν ἱλεούμενος ὑπὲρ ἡμῶν, τῶν πιστῶς ἐκτελούντων, ἡγιασμένε Σάββα τὴν μνήμην σου. Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ φύλαξόν με ὑπὸ τὴν σκέπην σου. Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α. Αὐτόμελον. Χαίροις ἀσκητικῶν ἀληθῶς, ἀγωνισμάτων τὸ εὐῶδες κειμήλιον σταυρὸν γὰρ ἐπ ὤμων ἄ ρας, καὶ τῷ Δεσπότῃ Χριστῷ, σεαυτὸν Παμμάκαρ ἀναθέμενος, σαρκὸς κατεπάτησας, τὸ χαμαίζηλον φρόνημα ταῖς ἀρεταῖς δέ, τὴν ψυχὴν κατελάμπρυνας, καὶ πρὸς ἔνθεον, ἀ νεπτέρωσας ἔρωτα. Ὅθεν τὴν παναγίαν σου, κυκλοῦντες πανεύφημε, λάρνακα Σάββα τῆς θείας, φιλανθρωπίας αἰτούμεθα, τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι τὸ μέγα ἔλεος. Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. Ἄνθραξ θεοφεγγὴς τῷ πυρί, προσομιλήσας Θεοφόρε τοῦ Πνεύματος, ἐδείχθης ἐν κόσμῳ Σάββα, καταλαμπρύνων ψυχάς, τῶν πιστῶς θεόφρον προσιόντων σοι, πρὸς φῶς ὁδηγῶν αὐτούς, τὸ ἀνέσπερον Ὅσιε, ἐρημικοὺς δέ, δροσιζόμενος ἄνωθεν, θείᾳ χάριτι, κατεμάρανας ἄνθρακας. Ὅθεν καὶ τὸν τῆς νίκης σοι, προδήλως δεδώρηται, στέφανον Πάτερ τῆς θείας, δικαιοσύνης ὁ πρύτανις, Χριστός ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Κλῖμαξ οὐρανομήκης σαφῶς, ἡ πολιτεία σου Θεόφρον γεγένηται, δι ἧς περ πρὸς ὕψος ἤρθης, καὶ τῷ Δεσπότῃ Χριστῷ, ὁμιλεῖν παμμάκαρ κατηξίωσαι, τὸν νοῦν ἐλλαμπόμενος, ταῖς ἐκεῖθεν ἐλλάμψεσι μαρμαρυγαῖς δέ, ταῖς αὐτοῦ φωτιζόμενος, τὴν ἰσάγγελον, ἐκομίσω φαιδρότητα ᾧ καὶ νῦν παριστάμενος, ἱ κέτευε Ὅσιε, τοὺς ἐκτελοῦντας τὴν θείαν, καὶ πανσεβάσμιον μνήμην σου, σὺν σοὶ παραστῆναι, καὶ τῷ κόσμῳ δωρηθῆναι, τὸ μέγα ἔ λεος. Δόξα. Ἦχος πλ. δ. Τῶν μοναστῶν τὰ πλήθη, τὸν Καθηγητήν σε τιμῶμεν, Σάββα Πατὴρ ἡμῶν διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔ γνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Δικαίων ὁμόσκηνε, καὶ Ὁσίων μεθ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πται 6

σμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς. Τό, Νῦν ἀπολύεις... τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον. Τοῦ Ὁσίου. Ἦχος πλ. δ. Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι, Σάβα πατὴρ ἡμῶν ὅ σιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Δόξα. Ὁ δι ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. Εὐλόγησις τῶν ἄρτων καὶ Ἀπόλυσις. Η ΑΠΟΛΥΣΙΣ Ὁ ἱερεύς Δόξα σοι, Χριστὲ ὁ Θεός... Ὁ ἀναγνώστης Δόξα, καὶ νῦν. Κύριε, ἐλέησον γ. Πάτερ ἅγιε, εὐλόγησον. Ὁ ἱερεύς Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν Δι εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν... Ὁ χορός Ἀμήν. * * ΜΕΣΟΝΥΚΤΙΚΟΝ Μετὰ τὸν ν ψαλμόν, τὰ διὰ τὴν λιτὴν ἰδιόμελα, τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον τοῦ Ἁγίου. Καὶ Ἀπόλυσις. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος δ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τοῦ Ὁσίου. Ἦχος πλ. δ. Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι, Σάβα πατὴρ ἡμῶν ὅ σιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Δόξα. Τὸ αὐτό. Ὁ δι ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον τῆς ἡμέρας καὶ ὁ πολυέλεος τοῦ ἁγίου] 7

Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Τὸν βίον εὐσεβῶς, ἐπὶ γῆς ἐκτελέσας, δοχεῖον καθαρόν, σὺ τοῦ Πνεύματος ὤφθης, φωτίζων τοὺς ἐν πίστει σοι, προσιόντας μακάριε ὅθεν αἴτησαι, τὸν σὸν Δεσπότην, φωτίσαι, τὰς ψυχὰς ἡμῶν, τῶν ἀνυμνούντων σε Σάββα, θεόφρον Πατὴρ ἡμῶν. Δόξα. Τὸ αὐτό. Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Τὸν Σταυρὸν τοῦ Κυρίου ἄρας σοφέ, καὶ αὐτῷ μέχρι τέλους ἀκολουθῶν, τὸν νοῦν οὐχ ὑπέστρεψας, ἐν τῷ κόσμῳ θεόσοφε ἐγκρατείᾳ καὶ πόνοις, τὰ πάθη ἐνέκρωσας, καὶ ναὸν ἡ τοίμασας, σαυτὸν τῷ Κυρίῳ σου ὅθεν χαρισμάτων, ἀμοιβὴν ἐκομίσω, ἰᾶσθαι νοσήματα, καὶ διώκειν τὰ πνεύματα, Θεοφόρε μακάριε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα. Τὸ αὐτό. Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐ κύησας, τὸν τὸν κόσμον κατέχοντα καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα συνέχοντα, τὸν τροφοδότην πάντων, καὶ πλάστην τῆς κτίσεως. Ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου. Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι καὶ γὰρ δύνασαι, ὅσα θέλεις Πανάμωμε. Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Τὰ ἐπίγεια πάντα καταλιπών, καὶ ἐν κόσμῳ ὑπάρχων σωματικῶς, τῷ πνεύματι γέγονας, τῶν Ἀγγέλων συμμέτοχος τὰ γὰρ παρόντα πάθη, νεκρώσας τοῦ σώματος, τῆς Τριάδος ἐ δείχθης, θεράπων μακάριε. Ὅθεν καὶ νοσούντων, θεραπεύεις τὰ πάθη, καὶ λόγῳ τὰ πνεύματα, ἀπελαύνεις τῇ χάριτι, Θεοφόρε Πατὴρ ἡμῶν. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα. Τὸ αὐτό. Τὴν οὐράνιον Πύλην καὶ Κιβωτόν, τὸ πανάγιον Ὄρος, τὴν φωταυγῆ, Νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον Κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα Κειμήλιον ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τοῦ κόσμου καὶ ἄφεσις, τῶν πολλῶν ἐγκλημάτων διὰ τοῦτο βοῶμεν αὐτῇ Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου. ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Οἱ Ἀναβαθμοί τὸ α Ἀντίφωνον τοῦ δ ἤχου. Ἐκ νεότητός μου * πολλὰ πολεμεῖ με πάθη * ἀλλ αὐτὸς ἀντιλαβοῦ, * καὶ σῶσον Σωτήρ μου. (δίς) Οἱ μισοῦντες Σιών, * αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου * ὡς χόρτος γάρ, πυρὶ * ἔσεσθε ἀπεξηραμένοι. (δίς) Δόξα. Ἁγίῳ Πνεύματι * πᾶσα ψυχὴ ζωοῦται, * καὶ καθάρσει ὑψοῦται, * λαμπρύνεται, * τῇ τριαδικῇ μονάδι * ἱεροκρυφίως. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, * ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, * ἀρδεύοντα, * ἅπασαν τὴν κτίσιν * πρὸς ζωογονίαν. 8

Προκείμενον. Ἦχος δ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΟΡΘΡΟΥ Ὁ διάκονος Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ ἱερεύς Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. Ὁ διάκονος Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Κύριε, ἐλέησον. (γ ) Ὁ διάκονος Σοφία ὀρθοί ἀκούσωμεν τοῦ ἁ γίου Εὐαγγελίου. Ὁ ἱερεύς Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. (στ 17 23) (Ὁσιακόν, τῆς ΙΖ Ἰανουαρίου, ὅπερ ζήτει τῇ Παρασκευῇ τῆς Β ἑβδομάδος Λουκᾶ). Ὁ διάκονος Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ ἱερεὺς ἀπὸ τῶν βημοθύρων ἀναγινώσκει τὸ Εὐαγγέλιον τοῦ Ὄρθρου. Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀ πὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅ τι δύναμις παρ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ. Εὐαγγέλιον Ὁσιακόν, καὶ ὁ Ν Ψαλμός. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης τὸν ν ψαλμόν, χύμα. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀ γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. 9

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Δόξα. Ἦχος β. Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον, ἐ ξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐ ξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Εἶτα τὸ Ἰδιόμελον. Ἦχος πλ. β. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παῤῥησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέησον (ιβ ). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ Ὁ Κανὼν τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου. Ὁ Κανὼν τῆς Θεοτόκου. ᾨδὴ α. Ἦχος πλ. δ. Ὁ εἱρμός. Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσά ποτε, μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα. (δίς) Τροπάρια. Τῶν λυπηρῶν ἐπαγωγαὶ χειμάζουσι τὴν ταπεινήν μου ψυχήν καὶ συμφορῶν νέφη, τὴν ἐμὴν καλύπτουσι, καρδίαν Θεονύμφευτε ἀλλ ἡ Φῶς τετοκυῖα, τὸ θεῖον καὶ προαιώνιον, λάμψον μοι τὸ φῶς τὸ χαρμόσυνον. Ἐξ ἀμετρήτων ἀναγκῶν καὶ θλίψεων, καὶ ἐξ ἐχθρῶν δυσμενῶν, καὶ συμφορῶν βίου, λυτρωθεὶς Πανάχραντε, τῇ κραταιᾷ δυνάμει σου, ἀνυμνῶ μεγαλύνω, τὴν ἄμετρόν σου συμπάθειαν, καὶ τὴν εἰς ἐμέ σου παράκλησιν. Νῦν πεποιθὼς ἐπὶ τὴν σὴν κατέφυγον, ἀντίληψιν κραταιάν, καὶ πρὸς τὴν σὴν σκέπην, ὁ λοψύχως ἔδραμον, καὶ γόνυ κλίνω Δέσποινα, καὶ θρηνῶ καὶ στενάζω, μή με παρίδῃς τὸν ἄ θλιον, τῶν Χριστιανῶν καταφύγιον. Οὐ σιωπήσω τοῦ βοᾶν τρανώτατα, τὰ μεγαλεῖα τὰ σά εἰμὴ γὰρ σύ, Κόρη, πάντοτε προΐστασο, ὑπὲρ ἐμοῦ πρεσβεύουσα, τῷ Υἱῷ καὶ 10

Θεῷ σου, τίς ἐκ τοσούτου με κλύδωνος καὶ δεινῶν κινδύνων ἐῤῥύσατο; Καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς Τὸν πανάριστον ἐν Ἀσκηταῖς Σάβαν* ἔξοχα μέλπω. Θεοφάνους. * Γράφεται τό, Σάβαν ἐνταῦθα δι ἑνὸς β, οὐχ ὡς ἁμάρτημα, ἀλλὰ διὰ τὸ μέτρον τοῦ στίχου ὅρα καὶ τὰ ἐφεξῆς τῆς Ἀκροστιχίδος Τροπάρια. ᾨδὴ α. Ἦχος πλ. δ. Ἁρματηλάτην Φαραώ. Τῇ φωταυγείᾳ τοῦ Ἁγίου Πνεύματος, Σάβα καταύγασον, τοὺς εὐσεβεῖς πόθῳ, ὕμνοις εὐφημοῦντάς σε, τῶν Ἀσκητῶν τὸ καύχημα, μοναζόντων τὸ κλέος, τὸν τῆς ἐρήμου κοσμήτορα, τὸν τῆς παρθενίας Διδάσκαλον. Ὅλον τὸν πόθον πρὸς Θεὸν ἀνέτεινας, ἀπὸ νεότητος καὶ πρὸς αὐτὸν ἔχων, πᾶσάν σου τὴν ἔφεσιν, τὰ τῆς σαρκὸς κινήματα, καὶ παθῶν τὰς ἐφόδους, δι ἐγκρατείας ἐνέκρωσας, Σάβα θεοφόρε πανεύφημε. Νενικηκὼς τὸν τῷ καρπῷ κρυπτόμενον, ὄφιν ἐπάτησας, καὶ τοὺς αὐτοῦ βρόχους, κούφως ὑπερβέβηκας, θεοσεβείας πτέρυξιν, ἀνιπτάμενος Πάτερ ζωὴν δὲ χαίρων ἐτρύγησας, ἀ πὸ τοῦ φυτοῦ τοῦ τῆς γνώσεως. Δόξα. Περιλαμπόμενος φωτὶ τῆς χάριτος, τὸ πῦρ εἰσέδραμες, ὥσπερ οἱ τρεῖς Παῖδες, μείνας ἀκατάφλεκτος, σὲ τοῦ Θεοῦ φυλάξαντος, καὶ μηνύσαντος πᾶσι, τὴν ἐσομένην σοι ὕστερον, Πάτερ προκοπὴν καὶ λαμπρότητα. Ἀκατασχέτοις καθ ἡμῶν ὁ θάνατος, ὁρμαῖς ἐκέχρητο ἀλλὰ τῷ σῷ τόκῳ, προσεγγίσας ὤ λετο, καὶ προσβαλὼν κατήργηται, Θεοτόκε Παρθένε ζωὴν γὰρ ὄντως ἀΐδιον, σεσωματωμένην γεγέννηκας. Καταβασία. Ἦχος α. Χριστὸς γεννᾶται δοξάσατε * Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε * Χριστὸς ἐπὶ γῆς ὑψώθητε. * ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, * καὶ ἐν εὐφροσύνῃ * ἀνυμνήσατε, λαοί, * ὅτι δεδόξασται. Τῆς Θεοτόκου. ᾨδὴ γ. Ἦχος πλ. δ. Ὁ εἱρμός. Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε Φιλάνθρωπε. (δίς) Τροπάρια. Ἀπορήσας ἐκ πάντων, ὀδυνηρῶς κράζω σοι πρόφθασον θερμὴ προστασία, καὶ σὴν βοήθειαν, δός μοι τῷ δούλῳ σου, τῷ ταπεινῷ καὶ ἀθλίῳ, τῷ τὴν σὴν ἀντίληψιν ἐπιζητοῦντι θερμῶς. Ἐθαυμάστωσας ὄντως, νῦν ἐπ ἐμοὶ Δέσποινα, τὰς εὐεργεσίας σου Κόρη, καὶ τὰ ἐλέη σου ὅθεν δοξάζω σε, καὶ ἀνυμνῶ καὶ γεραίρω, τὴν πολλὴν καὶ ἄμετρον κηδεμονίαν σου. Καταιγίς με χειμάζει, τῶν συμφορῶν Δέσποινα, καὶ τῶν λυπηρῶν τρικυμίαι καταποντίζουσιν ἀλλὰ προφθάσασα, χεῖρά μοι δὸς βοηθείας, ἡ θερμὴ ἀντίληψις καὶ προστασία μου. Ἀληθῆ Θεοτόκον, ὁμολογῶ Δέσποινα, σὲ τὴν τοῦ θανάτου τὸ κράτος ἐξαφανίσασαν ὡς γὰρ φυσίζωος ἐκ τῶν δεσμῶν τῶν τοῦ ᾅδου, πρὸς ζωὴν ἀνήγαγες, εἰς γῆν με ῥεύσαντα. Τοῦ Ἁγίου Σάββα. ᾨδὴ γ. Ἦχος πλ. δ. Ὁ στερεώσας κατ ἀρχάς. Νοῦν ἡγεμόνα τῶν παθῶν, πανόλβιε καταστήσας, βραβευτὴς δικαιοσύνης ἐδείχθης τῷ γὰρ κρείττονι σαφῶς, τὸ χεῖρον καθυπέτα 11

ξας ὅθεν ὡς φοῖνιξ Πάτερ, ἐν ταῖς ἐρήμοις ἐ ξήνθησας. Ἀκολουθῆσαι διαγνούς, τοῖς ἴχνεσι τοῦ Δεσπότου, μετανάστης τῆς πατρίδος ἐγένου καὶ τὴν ἔρημον οἰκῶν, τὸ τρόπαιον ἀνέστησας, κατὰ τῶν ἀντιπάλων, θείᾳ δυνάμει ῥωννύμενος. Ῥωμαλεότητι φρενῶν, παμμάκαρ ὠχυρωμένος, τὰς ποικίλας τοῦ ἐχθροῦ μεθοδείας, ἐ θριάμβευσας σοφέ, καὶ πᾶσιν ἐφανέρωσας, καὶ τὴν ὀφρὺν ἐκείνου, τὴν ἐπηρμένην κατέβαλες. Δόξα. Ἱλαρωτάτῃ σε ψυχῇ, καὶ προσηνεῖ διαθέσει, ἀρεταῖς κατακοσμούμενον βλέπων, ὁ λαμπρότατος φωστήρ, Εὐθύμιος ἐδέξατο, φωτιστικῶς θεσπίζων, τὴν σὴν παμμάκαρ φαιδρότητα. Σωτηριώδους δι ἡμᾶς, τοῦ Λόγου οἰκονομίας, φωτεινὴ σὺ Μητροπάρθενε πύλη, ἐγνωρίσθης ἀληθῶς σὺ γὰρ ἡμῖν εἰσήγαγες, τὴν νοητὴν ἀκτῖνα, τῆς ὑπερθέου Θεότητος. Καταβασία. Ἦχος α. Τῷ πρὸ τῶν αἰώνων * ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ * καὶ ἐπ ἐσχάτων ἐκ Παρθένου * σαρκωθέντι ἀσπόρως * Χριστῷ τῷ Θεῷ βοήσωμεν * Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν * ἅ γιος εἶ, Κύριε. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κάθισμα τοῦ Ἁγίου Σάββα. Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Τοὺς θορύβους τοῦ βίου καταλιπών, τὸν σταυρόν σου ἐπ ὤμων ἀναλαβών, ὅλον ἀνατέθεικας, σεαυτὸν τῷ Κυρίῳ σου καὶ σαρκὸς δὲ ἔξω, καὶ κόσμου γενόμενος, τοῦ Ἁγίου ἐγένου, συνόμιλος Πνεύματος ὅθεν καὶ πρὸς ζῆλον, τοὺς λαοὺς διεγείρων, τὰς πόλεις ἐκένωσας, καὶ ἐρήμους ἐπόλισας, θεοφόρε Πατὴρ ἡμῶν. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα. Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, ἀπὸ βρέφους μολύνας ὁ μιαρός, καὶ λόγοις καὶ πράξεσιν, ἐμαυτὸν κατεῤῥύπωσα καὶ οὐκ ἔ χω τί πράξω, ἢ ποῦ καταφεύξομαι, ἀλλ οὐδ ἄλλην ἐλπίδα, πλήν σου Κόρη ἐπίσταμαι. Φεῦ μοι ὁ ἀχρεῖος! διὰ τοῦτο ἱκέτης, πρὸς σὲ τὴν Πανάχραντον, νῦν προστρέχω καὶ δέομαι, ὁμολογῶν σοι τό, Ἥμαρτον, πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι εἰς σὲ γὰρ πάσας Παρθένε, τὰς ἐλπίδας ἀνέθηκα. Εἶτα αἱ δ, ε καὶ Ϛ ᾠδαὶ τῶν κανόνων. Τῆς Θεοτόκου. ᾨδὴ δ. Ἦχος πλ. δ. Ὁ εἱρμός. Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν πτωχείαν ἐπισκεψάμενος διὸ σὺν τῷ προφήτῃ Ἀββακοὺμ σοὶ κραυγάζω Τῇ Δυνάμει σου δόξα, φιλάνθρωπε. Τροπάρια. Καὶ ποῦ λοιπὸν ἄλλην εὑρήσω ἀντίληψιν; ποῦ προσφύγω; ποῦ δὲ καὶ σωθήσομαι; τίνα θερμὴν ἕξω βοηθόν, θλίψεσι τοῦ βίου, καὶ ζάλαις οἴμοι! κλονούμενος; Εἰς σὲ μόνην ἐλπίζω, καὶ θαῤῥῶ καὶ καυχῶμαι καὶ προστρέχω τῇ σκέπῃ σου, σῶσόν με. Τὸν ποταμόν, τὸν γλυκερὸν τοῦ ἐλέους σου, τὸν πλουσίαις, δωρεαῖς δροσίσαντα, τὴν παναθλίαν καὶ ταπεινήν, Πάναγνε ψυχήν μου, τῶν συμφορῶν καὶ τῶν θλίψεων, καμίνῳ 12

φλογισθεῖσαν, μεγαλύνω, κηρύττω καὶ προστρέχω τῇ σκέπῃ σου, σῶσόν με. Σὲ τὴν ἁγνήν, σὲ τὴν Παρθένον καὶ ἄσπιλον, μόνην φέρω, τεῖχος, ἀπροσμάχητον, καταφυγήν, σκέπην κραταιάν, ὅπλον σωτηρίας μή με παρίδῃς τὸν ἄσωτον, ἐλπὶς ἀπηλπισμένων, ἀσθενῶν συμμαχία, θλιβομένων χαρὰ καὶ ἀντίληψις. Πῶς ἐξειπεῖν, σοῦ κατ ἀξίαν δυνήσομαι, τοὺς ἀμέτρους, οἰκτιρμοὺς ὦ Δέσποινα, τοὺς τὴν ἐμὴν πάντοτε ψυχήν, δεινῶς πυρουμένην, ὡς ὕδωρ περιδροσίσαντας; ἀλλ ὢ τῆς σῆς προνοίας, καὶ τῆς εὐεργεσίας, ἧς ἀφθόνως αὐτὸς παραπήλαυσα! Τοῦ Ἁγίου Σάββα. ᾨδὴ δ. Ἦχος πλ. δ. Σύ μου ἰσχύς, Κύριε. Τὴν τῆς ψυχῆς, ἀνακαθαίρων κατάστασιν, καὶ πλατύνων, θείοις θεωρήμασι, χωρητικήν, ταύτην ἀληθῶς, θείων χαρισμάτων, εἰργάσω Θεομακάριστε ἁφῇ δὲ τῶν χειρῶν σου, ἀσθενοῦντας ἰάσω, μιμητὴς τοῦ Δεσπότου γενόμενος. Ὁ κατὰ σοῦ, Πάτερ δεινῶς θρασυνόμενος, κατεπόθη, ὡς Δαθὰν ὁ δείλαιος, ὡς Ἀβειρών, ἐξαφανισθείς σὲ γὰρ ἀοράτως, ἡ θεία χάρις ἐφύλαττε, πολλῶν προνοουμένη, διὰ σοῦ σῳζομένων, καὶ τοῖς σοῖς ἑπομένων διδάγμασι. Νόμῳ Θεοῦ, παιδαγωγήσας θεσπέσιε, τὰς αἰσθήσεις, πρὸς τὴν κατανόησιν, τῶν ἀσωμάτων καὶ νοητῶν, σοῦ ἐπιτηδείαν, κατέστησας τὴν διάνοιαν, προβαίνων ἀνενδότως, ἀπὸ δόξης εἰς δόξαν, ἐκ δυνάμεως Πάτερ εἰς δύναμιν. Δόξα. Εὐεργετεῖν, τοὺς ὁμοφύλους προθέμενος, ἐν ἐρήμῳ, πόλεις ᾠκοδόμησας, θεοπρεπεῖς, καὶ ψυχωφελεῖς, καὶ ἐν γῇ διψώσῃ, πηγὰς ὑδάτων ἐξήγαγες καὶ ὄμβρους οὐρανόθεν, παραδόξως Θεόφρον, ἐν ἀνύδροις χωρίοις κατήγαγες. Νεοθαλής, ἀθανασίας Παράδεισος, καὶ ὡραῖος, ὄντως ἀναδέδειξαι, ξύλον ζωῆς, ἐν σοὶ φυτευθέν, θεαρχικωτάτως, κυοφοροῦσα καὶ τίκτουσα, τὸ πᾶσιν ἀποστάζον ζωηφόρους ἐλπίδας, τοῖς πιστῶς Θεοτόκον φρονοῦσί σε. Καταβασία. Ἦχος α. Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ * καὶ ἄνθος ἐξ αὐτῆς, Χριστέ, * ἐκ τῆς Παρθένου ἀνεβλάστησας, * ἐξ ὄρους ὁ αἰνετὸς * κατασκίου δασέος * ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου * ὁ ἄυλος καὶ Θεός. * Δόξα τῇ δυνάμει σου, Κύριε. Τῆς Θεοτόκου. ᾨδὴ ε. Ἦχος πλ. δ. Ὁ εἱρμός. Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; ἀλλ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι. (δίς) Τροπάρια. Εὐχαρίστως βοῶ σοι, χαῖρε, Μητροπάρθενε χαῖρε, Θεόνυμφε χαῖρε θεία σκέπη χαῖρε, ὅ πλον καὶ τεῖχος ἀπόρθητον χαῖρε, προστασία, καὶ βοηθὲ καὶ σωτηρία, τῶν εἰς σὲ προστρεχόντων ἐκ πίστεως. Οἱ μισοῦντές με μάτην, βέλεμνα καὶ ξίφη καὶ λάκκον ηὐτρέπισαν, καὶ ἐπιζητοῦσι, τὸ πανάθλιον σῶμα σπαράξαι μου, καὶ καταβιβάσαι, πρὸς γῆν, Ἁγνὴ ἐπιζητοῦσιν ἀλλ ἐκ τούτων προφθάσασα, σῶσόν με. Ἀπὸ πάσης ἀνάγκης, θλίψεως καὶ νόσου, καὶ βλάβης με λύτρωσαι καὶ τῇ σῇ δυνάμει, ἐν τῇ σκέπῃ σου φύλαξον ἄτρωτον, ἐκ παντὸς κιν 13

δύνου, καὶ ἐξ ἐχθρῶν τῶν πολεμούντων καὶ μισούντων με, Κόρη πανύμνητε. Τί σοι δῶρον προσάξω, τῆς εὐχαριστίας, ἀνθ ὧνπερ ἀπήλαυσα, τῶν σῶν δωρημάτων, καὶ τῆς σῆς ἀμετρήτου χρηστότητος; Τοιγαροῦν δοξάζω, ὑμνολογῶ, καὶ μεγαλύνω, σοῦ τὴν ἄ φατον πρός με συμπάθειαν. Τοῦ Ἁγίου Σάββα. ᾨδὴ ε. Ἦχος πλ. δ. Ἵνα τί με ἀπώσω. Ἀκλινεῖ διανοίᾳ, πρὸς τὸν σὸν ποθούμενον ἀ νατεινόμενος, παρ αὐτοῦ τὴν χάριν, τῶν μεγίστων θαυμάτων τὴν ἄφθονον, ἐκομίσω Πάτερ, καὶ τοὺς πιστῶς προσερχομένους, συμπαθῶς ἐθεράπευσας Ὅσιε. Σαρκικῶν βαρημάτων, ὄγκον ἀποθέμενος, σκεῦος θεότευκτον, ἐκλογῆς ἐγένου, τοῦ Ἁγίου θεσπέσιε Πνεύματος, ἀποχῇ βρωμάτων, καὶ προσευχῇ καὶ καρτερίᾳ, καὶ ταπεινοφροσύνῃ κοσμούμενος. Κῆρυξ θείων δογμάτων, μεγαλοφωνότατος κεχειροτόνησαι τῶν Συνόδων Πάτερ, τῶν ἁ γίων συνήγορος γέγονας, βασιλεῖς σοφίζων, οἷς ἐμφανῶς χάριτι θείᾳ, τειχιζόμενος ὤφθης μακάριε. Δόξα. Ἡ θεόθεν δοθεῖσα, χάρις σοι θεόπνευστε διαβεβόηται διεδόθη πᾶσιν, εἰς τὰ τῆς οἰκουμένης ἀκρότατα, ἐναργεῖς ποιοῦσα, θεοπρεπῶς τὰς ἀποδείξεις, τῶν θαυμάτων τὴν θείαν ἐ νέργειαν. Τῶν πιστῶν ἡ προστάτις, τεῖχος ἀκατάλυτον τῶν εὐφημούντων σε, ἡ παντὶ τῷ γένει, τῶν ἀνθρώπων φανεῖσα σωτήριος, ὡς Θεὸν τεκοῦσα, σωματικῶς ἐπιφανέντα, τὴν ψυχήν μου διάσωσον Πάναγνε. Καταβασία. Ἦχος α. Θεὸς ὢν εἰρήνης, * Πατὴρ οἰκτιρμῶν, * τῆς μεγάλης βουλῆς σου τὸν ἄγγελον, * εἰρήνην παρεχόμενον, * ἀπέστειλας ἡμῖν * ὅθεν θεογνωσίας * πρὸς φῶς ὁδηγηθέντες, * ἐκ νυκτὸς ὀρθρίζοντες, * δοξολογοῦμέν σε, φιλάνθρωπε. Τῆς Θεοτόκου. ᾨδὴ Ϛ. Ἦχος πλ. δ. Ὁ εἱρμός. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀ παγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε. (δίς) Τροπάρια. Τὰ νέφη τῶν λυπηρῶν ἐκάλυψαν, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν, καὶ σκοτασμὸν ἐμποιοῦσί μοι, Κόρη, ἀλλ ἡ γεννήσασα Φῶς τὸ ἀπρόσιτον, ἀπέλασον ταῦτα μακράν, τῇ ἐμπνεύσει τῆς θείας πρεσβείας σου. Παράκλησιν ἐν ταῖς θλίψεσιν οἶδα, καὶ τῶν νόσων ἰατρόν σε γινώσκω, καὶ παντελῆ συντριμμὸν τοῦ θανάτου, καὶ ποταμὸν τῆς ζωῆς ἀνεξάντλητον, καὶ πάντων τῶν ἐν συμφοραῖς, ταχινὴν καὶ ὀξεῖαν ἀντίληψιν. Οὐ κρύπτω σου τὸν βυθὸν τοῦ ἐλέους, καὶ τὴν βρύσιν τῶν ἀπείρων θαυμάτων, καὶ τὴν πηγήν, τὴν ἀέναον ὄντως, τῆς πρὸς ἐμὲ συμπαθείας σου Δέσποινα ἀλλ ἅπασιν ὁμολογῶ, καὶ βοῶ καὶ κηρύττω καὶ φθέγγομαι. Ἐκύκλωσαν αἱ τοῦ βίου με ζάλαι, ὥσπερ μέλισσαι κηρίον Παρθένε, καὶ τὴν ἐμὴν κατασχοῦσαι καρδίαν, κατατιτρώσκουσι βέλει τῶν θλίψεων ἀλλ εὕροιμί σε βοηθόν, καὶ διώκτην καὶ ῥύστην Πανάχραντε. 14

Τοῦ Ἁγίου Σάββα. ᾨδὴ Ϛ. Ἦχος πλ. δ. Ἱλάσθητί μοι Σωτήρ. Ἀγάπην πρὸς τὸν Θεόν, καὶ τὸν πλησίον κτησάμενος, τοῦ Νόμου καὶ Προφητῶν, πληροῖς τὸ κεφάλαιον τὴν γὰρ ὑπερέχουσαν, πασῶν ἀσυγκρίτως, ἀρετὴν Πάτερ κατώρθωσας. Ἰσάγγελον ἐπὶ γῆς, σὺ πολιτείαν διήνυσας ἰ σάγγελον δὲ τιμήν, Χριστός σοι δεδώρηται, Ἁ γίων τὰ τάγματα, συνοδοιποροῦντα, τῇ ψυχῇ σου παρασχόμενος. Δόξα. Σοφίας γόνος ὀφθείς, ἀρχὴν σοφίας ἐπόθησας, τὸν φόβον τὸν τοῦ Θεοῦ ᾧ καὶ στοιχειούμενος, πρὸς τὴν τελειότητα, τὴν ἐνδεχομένην, τοῖς ἀνθρώποις Πάτερ ἔφθασας. Σωτῆρα καὶ Λυτρωτήν, Θεὸν τῶν ὅλων καὶ Κύριον, τεκοῦσα διὰ σαρκός, ἡμῖν ὁμιλήσαντα, διάσωσον Πάναγνε, τοὺς προσκαλουμένους, ἐκ κινδύνων σὲ τὴν Δέσποιναν. Καταβασία. Ἦχος α. Σπλάγχνων Ἰωνᾶν * ἔμβρυον ἀπήμεσεν * ἐ νάλιος θήρ, * οἷον ἐδέξατο * τῇ Παρθένῳ δὲ * ἐνοικήσας ὁ Λόγος * καὶ σάρκα λαβών, * διελήλυθε φυλάξας ἀδιάφθορον * ἧς γὰρ οὐχ ὑ πέστη ῥεύσεως, * τὴν τεκοῦσαν κατέσχεν ἀ πήμαντον. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον τοῦ Ἁγίου Σάββα. Ἦχος πλ. δ. Τῇ ὑπερμάχῳ. Ὡς ἀπὸ βρέφους τῷ Θεῷ θυσία ἄμωμος, προσενεχθεὶς δι ἀρετῆς, Σάββα μακάριε, τῷ σὲ πρὶν γεννηθῆναι ἐπισταμένῳ, ἐχρημάτισας ὁσίων ἐγκαλλώπισμα, πολιστής τε τῆς ἐρήμου ἀξιέπαινος διὸ κράζω σοι Χαίροις Πάτερ ἀοίδιμε. Ὁ Οἶκος. Σοφίας ὑπάρχων βλάστημα, Σάββα Ὅσιε, παιδιόθεν ἐπόθησας Σοφίαν τὴν ἐνυπόστατον ἣ συνοικήσασά σοι, ἀπὸ γῆς σε ἐχώρισε, καὶ πρὸς ὕψος ἀνήγαγεν, ἐξ ἀΰλων ἀνθέων πλέξασα στέφανον, καὶ τῇ σῇ ἐπιθεῖσα ἡγιασμένῃ κάρᾳ θεόφρον ᾧ περ κεκοσμημένος, ἐ ξιλέωσαι τὸ Θεῖον, τοῦ δοθῆναί μοι σοφίαν λόγου ἐπαξίως, ὅπως ἀνυμνήσω τὴν ἁγίαν σου κοίμησιν, ἣν ἐδόξασε Χριστὸς ὁ Θεὸς ἡ μῶν διὸ καὶ ἡμεῖς κράζομέν σοι Χαίροις Πάτερ ἀοίδιμε. Συναξάριον. Τῇ Ε τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Σάββα τοῦ Ἡγιασμένου. Στίχ. Ψυχὴν ὄπισθεν τοῦ Θεοῦ κολλῶν πάλαι, Ἔμπροσθεν αὐτοῦ νῦν παρίσταται Σάβας. Θεσπεσίοιο πόλου πέμπτῃ Σάβας ἐντὸς ἐσήχθη. Οὗτος ὑπῆρχεν ἐπὶ Θεοδοσίου τοῦ Μικροῦ, χώρας τῶν Καππαδοκῶν, κώμης λεγομένης Μουταλάσκης, γονέων Ἰωάννου καὶ Σοφίας. Εὐθὺς οὖν ἐν ἀρχῇ τοῦ βίου πρὸς τὴν μονήρη κατάστασιν προσδραμών, ἐν Μοναστηρίῳ Φλαβιαναῖς προσαγορευομένῳ, τοσοῦτον γέγονεν ἐκ πρώτης ἡλικίας ἐγκρατής, ὡς ἐν τῷ κήπῳ ἰ δόντα μῆλον καὶ εἰς ἐπιθυμίαν αὐτοῦ ἐλθόντα, ἐπειπεῖν Ὡραῖος ἦν εἰς ὅρασιν, καὶ καλὸς εἰς βρῶσιν ὁ ἐμὲ θανατώσας καρπός. Καὶ τοῦτο λαβεῖν μὲν ταῖς χερσί, μὴ φαγεῖν δέ, ἀλλὰ τοῖς ποσὶ συμπατῆσαι, καὶ ὅρον ἑ αυτῷ θέσθαι μὴ φαγεῖν ποτὲ μῆλον. Ἀλλὰ καὶ εἰς κλίβανον πυρὸς εἰσελθών, ἐξῆλθεν ἀβλαβής, μηδὲ τῶν ἱ ματίων αὐτοῦ τοῦ πυρὸς ἁψαμένου. Ἐν δὲ τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς αὐτοῦ ἡλικίας ἐμφανὴς καθίσταται τῷ Μεγάλῳ Εὐθυμίῳ, καὶ παρ αὐτοῦ πρὸς τὸν ὅσιον Θεόκτιστον ἐν τῷ Κοινοβίῳ πέμπεται. Τούτων ἁπάντων εἷς ἐτύγχανε, τοὺς τρόπους καὶ τὴν ἀρετὴν ἐκλαμβανόμενος καὶ ἀναμανθάνων. Ὃν ὁ Μέγας Εὐθύμιος ὁρῶν, διὰ τὴν ὑπερβάλλουσαν ἐν αὐτῷ πνευματικὴν κατάστασιν, Παιδαριογέροντα ἐκάλει. Συμπροϊούσης δὲ αὐτῷ τῆς ἡλικίας, ἐπηύξανε μᾶλλον τὴν ἀρετήν. Ὅθεν καὶ πολλὰ θαύματα κατειργάσατο καὶ ἐν ἀνύδροις τόποις διὰ προσευχῆς ὕδωρ ἐξήγαγε. Γέγονε δὲ καὶ πολλῶν μοναχῶν καθηγητής, καὶ διεπρεσβεύσατο δὶς ἐπὶ τὴν Κωνσταντίνου ἐλθών, παρακληθεὶς ὑπὸ τῶν κατὰ καιρὸν πατριαρχούντων ἐν Ἱεροσολύμοις, πρός τε τὸν βασιλέα Ἀναστάσιον καὶ Ἰουστινιανόν. Φθάσας δὲ εἰς τὸ ἀκρότατον τῆς κατὰ Χρι 15

στὸν ἡλικίας, ὡς ἐτῶν γενέσθαι τεσσάρων καὶ ἐνενήκοντα, πρὸς Κύριον ἐξεδήμησεν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Μάρτυρος Ἀναστασίου. Στίχ. Ἀναστάσιον τιμῶ ὡς σεβόμενον Τὴν Ἀνάστασιν τοῦ Χριστοῦ καὶ Θεοῦ μου. Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος Μάρτυς Διογένης, λιθοβοληθείς, τελειοῦται. Στίχ. Χαίρων ὑπ ἀνδρῶν ἐνδιδύσκεται πλάνων, Χιτῶνα Μάρτυς λάινον Διογένης. Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος Μάρτυς Ἀβέρκιος ξίφει τελειοῦται. Στίχ. Ἔπαθλον, Ἀβέρκιε, τομῆς σοι μέγα Οὐ γὰρ κότινος, οὐρανὸς δὲ τὸ στέφος. Τῇ αὐτῇ ἡμέρᾳ ὁ ὅσιος Νόννος ἐν εἰρήνῃ τελεοῦται. Στίχ. Φυγόντα Νόννον ἀντικειμένου πέδην, Πεδοῦσι νεκρὸν κείμενον ταῖς κειρίαις. Ὁ ὅσιος Γράτος ἐν εἰρήνῃ τελειοῦται. Στίχ. Ἠλπίζετο ζῶν ἄγγελος πεφυκέναι, Ἀλλ ἐκθανὼν ἄνθρωπος ἠλέγχθη Γράτος. Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Νεκταρίου, τοῦ ἐν τῷ Ἄθῳ. Στίχ. Ὁ Νεκτάριος πικρίαν πιὼν βίου, Νέκταρ πίνει νῦν ἀμβροσίας τῆς ἄνω. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. Εἶτα αἱ ζ καὶ η ᾠδαὶ τῶν κανόνων. Τῆς Θεοτόκου. ᾨδὴ ζ. Ἦχος πλ. δ. Ὁ εἱρμός. Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. (δίς) Τροπάρια. Φῶς ἡ τεκοῦσα, Θεοτόκε, σκοτισθέντα με νυκτὶ ἁμαρτημάτων, φωταγώγησον σύ, φωτὸς οὖσα δοχεῖον, τὸ καθαρὸν καὶ ἄμωμον, ἵνα πόθῳ σε δοξάζω. Σκέπη γενοῦ καὶ προστασία, καὶ ἀντίληψις καὶ καύχημα Παρθένε, γυμνωθέντι μοι νῦν, ἁπάσης βοηθείας, ἀβοηθήτων δύναμις, καὶ ἐλπὶς ἀπηλπισμένων. Ὅλῃ ψυχῇ καὶ διανοίᾳ καὶ καρδίᾳ σε καὶ χείλεσι δοξάζω, ἀπολαύσας τῶν σῶν, μεγάλων χαρισμάτων ἀλλ ὢ τῆς σῆς χρηστότητος, καὶ ἀπείρων σου θαυμάτων! Βλέψον ἱλέῳ ὄμματί σου, καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἣν ἔχω καὶ δεινῶν συμφορῶν, καὶ βλάβης καὶ κινδύνων, καὶ πειρασμῶν με λύτρωσαι, ἀμετρήτῳ σου ἐλέει. Τοῦ Ἁγίου Σάββα. ᾨδὴ ζ. Ἦχος πλ. δ. Θεοῦ συγκατάβασιν. Ἀπέθου τὰ πρόσκαιρα, τῶν αἰωνίων διαμειβόμενος σὺν Ἀγγέλοις χορεύεις, ὡς τῶν Ἀγγέλων πολιτευσάμενος, τὴν πολιτείαν μεθ ὧν καὶ συνέψαλλες Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Βοᾷ χαριστήρια, ἡ σὴ μεγίστη Λαύρα καὶ πάντιμος, οἰκιστήν σε καὶ κτίστην, καὶ πολιοῦχον προβαλλομένη σοφέ, καὶ καυχωμένη κραυγάζει πρὸς Κύριον Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Δόξα. Ἀπαύστως ἱκέτευε, Σάββα θεόφρον ὑπὲρ τῆς ποίμνης σου ἐκτενῶς τε δυσώπει, τοὺς σοὺς καμάτους διαιωνίζειν ἀεί, καρποφοροῦντας, τοὺς πόθῳ κραυγάζοντας Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Νυμφῶνα πανάχραντον, τῆς ὑπὲρ λόγον Λόγου σαρκώσεως, καὶ Παστάδα καὶ Θρόνον, ὀρθὰ φρονοῦντες σὲ ὀνομάζομεν, καὶ γεγηθότες, τῷ τόκῳ σου ψάλλομεν Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. 16

Καταβασία. Ἦχος α. Οἱ παῖδες εὐσεβείᾳ συντραφέντες, * δυσσεβοῦς προστάγματος καταφρονήσαντες, * πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, * ἀλλ ἐν μέσῳ τῆς φλογὸς * ἑστῶτες ἔψαλλον * Ὁ τῶν πατέρων Θεός, εὐλογητὸς εἶ. Τῆς Θεοτόκου. ᾨδὴ η. Ἦχος πλ. δ. Ὁ εἱρμός. Τὸν ἐν ὄρει, ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωϋσεῖ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τροπάρια. Διὰ σπλάγχνα, ἐλέους σου Παρθένε, μὴ παρίδῃς σεμνή, ποντούμενόν με σάλῳ βιωτικῶν κυμάτων ἀλλὰ δίδου μοι, χεῖρα βοηθείας, καταποντουμένῳ κακώσεσι τοῦ βίου. Περιστάσεις, καὶ θλίψεις, καὶ ἀνάγκαι εὕροσάν με Ἁγνή, καὶ συμφοραὶ τοῦ βίου, καὶ πειρασμοί με πάντοθεν ἐκύκλωσαν ἀλλὰ πρόστηθί μοι, καὶ ἀντιλαβοῦ μου τῇ κραταιᾷ σου σκέπῃ. Ἐν ταῖς ζάλαις, ἐφεῦρόν σε λιμένα ἐν ταῖς λύπαις, χαρὰν καὶ εὐφροσύνην, καὶ ἐν ταῖς νόσοις ταχινὴν βοήθειαν καὶ ἐν τοῖς κινδύνοις, ῥῦστιν καὶ προστάτιν ἐν τοῖς πειρατηρίοις. Χαῖρε, θρόνε, πυρίμορφε Κυρίου, χαῖρε, θεία καὶ μανναδόχε στάμνε χαῖρε, χρυσῆ λυχνία, λαμπὰς ἄσβεστε χαῖρε, τῶν παρθένων δόξα καὶ μητέρων ὡράϊσμα καὶ κλέος. Τοῦ Ἁγίου Σάββα. ᾨδὴ η. Ἦχος πλ. δ. Ἑπταπλασίως κάμινον. Ἐν εὐφροσύνῃ Ὅσιε, τῶν Ἁγίων τὰ τάγματα, τῆς καθαρωτάτης σου ψυχῆς προστρέχουσιν, εἰς τόπον ἀνέσεως, εἰς φωτεινὰ σκηνώματα, ἔνθα τῶν Ἁγίων, οἱ χοροὶ ποδηγοῦντες μεθ ὧν νῦν ἀναμέλπεις Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑ περυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ξένα τὰ σὰ θαυμάσια τοὺς γὰρ θῆρας ἡμέρωσας, προκατηρεμίσας τῶν παθῶν τὰ κύματα προλέγεις τὰ μέλλοντα, προφητικῷ χαρίσματι στίφη τῶν δαιμόνων, φυγαδεύων ἐ λαύνεις, εὐτόνοις ἀγρυπνίαις, προσευχαῖς καὶ νηστείαις, Σταυροῦ τε τῇ ἀμάχῳ, δυνάμει Θεοφόρε. Ὁ Μωυσῇ τὸ πρότερον, ἀπὸ στύλου φθεγγόμενος, στῦλον ἀπὸ γῆς εἰς οὐρανοὺς ὁλόφωτον, ἐκτείνας σοι ἔδειξεν, ἔνθα καὶ νῦν κατάκειται, τὸ καρτερικόν σου, καὶ πολύαθλον σῶμα ᾧ πίστει παρεστῶτες, εὐσεβῶς μελῳδοῦμεν Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Στίχ. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας. Χαρμονικῶς ἡ μνήμη σου, ἐκτελεῖται Πανεύφημε τὴν χαροποιὸν γὰρ ἀρετὴν ἐνδέδυσαι, τὸ ὄντως ἱμάτιον, τοῦ σωτηρίου καὶ καθαρόν, καὶ φωτοειδῆ τῆς εὐφροσύνης χιτῶνα ᾧ νῦν ὡραϊσμένος, μελῳδεῖς ἀνενδότως Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἀπειρογάμως τέτοκας, καὶ Παρθένος διέμεινας, καὶ τῷ ξένῳ τόκῳ σου συνῆψας ἅπαντα, τὸν χρόνιον πόλεμον, καὶ τὴν μακρὰν διάστασιν, λύσασα Χριστόν, τὸν τῆς εἰρήνης δοτῆρα, βαστάζουσα ἐν κόλποις ὃν πιστῶς εὐλογοῦντες, σὲ πόθῳ ἀνυμνοῦμεν, τὴν μόνην Θεοτόκον. 17

Καταβασία. Ἦχος α. Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον, ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος * ἐξεικόνισε κάμινος τύπον * οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, * ὡς οὐδὲ πῦρ * τῆς Θεότητος Παρθένου ἣν ὑπέδυ νηδύν * διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν * Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον * καὶ ὑπερυψούτω * εἰς πάντας τοὺς αἰῶνας. ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Χριστοῦ Γεννήσεως. (Ψάλλονται ἀπὸ 21ης Νοεμβρίου μέχρις 24ης Δεκεμβρίου μόναι αἱ πεζαί). ᾨδὴ α. Ἦχος α. Χριστὸς γεννᾶται δοξάσατε * Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε * Χριστὸς ἐπὶ γῆς ὑψώθητε. * ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, * καὶ ἐν εὐφροσύνῃ * ἀνυμνήσατε, λαοί, * ὅτι δεδόξασται. ᾨδὴ γ. Τῷ πρὸ τῶν αἰώνων * ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ * καὶ ἐπ ἐσχάτων ἐκ Παρθένου * σαρκωθέντι ἀσπόρως * Χριστῷ τῷ Θεῷ βοήσωμεν * Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν * ἅ γιος εἶ, Κύριε. ᾨδὴ δ. Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ * καὶ ἄνθος ἐξ αὐτῆς, Χριστέ, * ἐκ τῆς Παρθένου ἀνεβλάστησας, * ἐξ ὄρους ὁ αἰνετὸς * κατασκίου δασέος * ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου * ὁ ἄυλος καὶ Θεός. * Δόξα τῇ δυνάμει σου, Κύριε. ᾨδὴ ε. Θεὸς ὢν εἰρήνης, * Πατὴρ οἰκτιρμῶν, * τῆς μεγάλης βουλῆς σου τὸν ἄγγελον, * εἰρήνην παρεχόμενον, * ἀπέστειλας ἡμῖν * ὅθεν θεογνωσίας * πρὸς φῶς ὁδηγηθέντες, * ἐκ νυκτὸς ὀρθρίζοντες, * δοξολογοῦμέν σε, φιλάνθρωπε. ᾨδὴ στ. Σπλάγχνων Ἰωνᾶν * ἔμβρυον ἀπήμεσεν * ἐ νάλιος θήρ, * οἷον ἐδέξατο * τῇ Παρθένῳ δὲ * ἐνοικήσας ὁ Λόγος * καὶ σάρκα λαβών, * διελήλυθε φυλάξας ἀδιάφθορον * ἧς γὰρ οὐχ ὑ πέστη ῥεύσεως, * τὴν τεκοῦσαν κατέσχεν ἀ πήμαντον. ᾨδὴ ζ. Οἱ παῖδες εὐσεβείᾳ συντραφέντες, * δυσσεβοῦς προστάγματος καταφρονήσαντες, * πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, * ἀλλ ἐν μέσῳ τῆς φλογὸς * ἑστῶτες ἔψαλλον * Ὁ τῶν πατέρων Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος * ἐξεικόνισε κάμινος τύπον * οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, * ὡς οὐδὲ πῦρ * τῆς Θεότητος Παρθένου ἣν ὑπέδυ νηδύν * διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν * Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον * καὶ ὑπερυψούτω * εἰς πάντας τοὺς αἰῶνας. Ὁ διάκονος Τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύνομεν. Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ 18

εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Ἐκ τῶν κανόνων ἡ θ ᾠδή. Τῆς Θεοτόκου. ᾨδὴ θ. Ἦχος πλ. δ. Ὁ εἱρμός. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν. Τροπάρια. Πρὸς τίνα καταφύγω ἄλλην, Ἁγνή; ποῦ προσδράμω λοιπόν, καὶ σωθήσομαι; ποῦ πορευθῶ; ποίαν δὲ ἐφεύρω καταφυγήν; ποίαν θερμὴν ἀντίληψιν; ποίαν ἐν ταῖς θλίψεσι βοηθόν; Εἰς σὲ μόνην ἐλπίζω, εἰς σὲ μόνην καυχῶμαι, καὶ ἐπὶ σὲ θαῤῥῶν κατέφυγον. Οὐκ ἔστιν ἀριθμήσασθαι δυνατόν, μεγαλεῖα τὰ σὰ Θεονύμφευτε, καὶ τὸν βυθόν, τὸν ἀνεξερεύνητον ἐξειπεῖν, τῶν ὑπὲρ νοῦν θαυμάτων σου, τῶν τετελεσμένων διηνεκῶς, τοῖς πόθῳ σε τιμῶσι, καὶ πίστει προσκυνοῦσιν, ὡς ἀληθῆ Θεοῦ λοχεύτριαν. Ἐν ὕμνοις εὐχαρίστοις δοξολογῶ, καὶ γεραίρω τὸ ἄμετρον ἔλεος, καὶ τὴν πολλήν, δύναμίν σου πᾶσιν ὁμολογῶ, καὶ τὰς εὐεργεσίας σου, ἃς ὑπερεκένωσας εἰς ἐμέ, κηρύττω, μεγαλύνω, ψυχῇ τε καὶ καρδίᾳ, καὶ λογισμῷ, καὶ γλώσσῃ πάντοτε. Τὴν δέησίν μου δέξαι τὴν πενιχράν, καὶ κλαυθμὸν μὴ παρίδῃς καὶ δάκρυα, καὶ στεναγμόν ἀλλ ἀντιλαβοῦ μου, ὡς ἀγαθή, καὶ τὰς αἰτήσεις πλήρωσον δύνασαι γὰρ πάντα ὡς πανσθενοῦς, Δεσπότου Θεοῦ Μήτηρ, εἰ νεύσεις ἔτι μόνον, πρὸς τὴν ἐμὴν οἰκτρὰν ταπείνωσιν. Τοῦ Ἁγίου Σάββα. ᾨδὴ θ. Ἦχος πλ. δ. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός. Μυρίζει σου ἡ θήκη πνευματικήν, εὐωδίαν πλουσίως εὐφραίνουσα, τοὺς σοὺς υἱούς, σὲ περιεστῶτας εἰλικρινῶς, ἐνθυμουμένους Ὅ σιε, τὴν ἀγγελικήν σου διαγωγήν, καὶ τὴν σοὶ δεδομένην, λαμπρότητα καὶ δόξαν, καὶ τὴν ἀ ΐδιον τερπνότητα. Ἐῤῥάγη ἐν ἐρήμῳ ὕδωρ καὶ γῆ, ἡ διψῶσα εἰς ἕλη ἐγένετο, ταῖς προσευχαῖς, μετασκευασθεῖσα Πάτερ ταῖς σαῖς ἀσκητικαὶ γὰρ φάλαγγες, ταύτην κατοικοῦσι ποταμηδόν ἡ χώρα Ἰορδάνου, ἐξήνθησεν ὡς κρίνον, ἀρδευομένη τοῖς σοῖς δάκρυσιν. Λαμπρότης τῶν Ἁγίων ἐν οὐρανοῖς, ὡς δικαί ῳ σοι Πάτερ ἀνέτειλε τὸν γὰρ Χριστόν, τὴν δικαιοσύνην τὴν ἀληθῆ, περιφανῶς ἠγάπησας, οὗ τὴν πολιτείαν ἰχνηλατῶν, τὴν τούτου ζωηφόρον, παμμάκαρ ἐμιμήσω, ὡς δυνατόν σοι ἁγιότητα. 19