0345-0399 - Evagrius Ponticus - Rerum monachalium rationes This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia, the Director of the Center, has expressly authorized www.documentacatholicaomnia.eu to post it into our site. Cooperatorum Veritatis Societas thanks the prof. Pantelia, the Center, and the University of California, Irvine, of having granted the opportunity to make publicly available this text of high quality, serial number '4110 010 '. Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances. Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas. Rerum monachalium rationes [00001] ΕΥΑΓΡΙΟΥ ΜΟΝΑΧΟΥ, ΤΩΝ ΚΑΤΑ ΜΟΝΑΧΩΝ ΠΡΑΓΜΑΤΩΝ ΤΑ ΑΙΤΙΑ, ΚΑΙ Η ΚΑΘ' ΗΣΥΧΙΑΝ ΤΟΥΤΩΝ ΠΑΡΑΘΕΣΙΣ [00002] Αʹ. [00003] Ἐν τῷ Ἱερεµίᾳ εἵρηται τὸ, «Καὶ σὺ µὴ λάβῃς σεαυτῷ γυναῖκα ἐν τῷ τόπῳ τούτῳ [00004] ὅτι τάδε λέγει Κύριος περὶ τῶν υἱῶν καὶ τῶν θυγατέρων τῶν [40.1253] γεννωµένων ἐν τῷ τόπῳ τούτῳ [00005] Ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται.». [00006] Τοῦτο δεικνύντος τοῦ λόγου, ὅτι κατὰ τὸν Ἀπόστολον, «ὁ γαµήσας ἄνθρωπος µεριµνᾷ τὰ τοῦ κόσµου, πῶς ἀρέσει τῇ γυναικὶ, καὶ µεµέρισται [00007] καὶ ἡ γαµήσασα γυνὴ µεριµνᾷ τὰ τοῦ κόσµου, πῶς ἀρέσει τῷ ἀνδρί.». [00008] Καὶ δῆλον, ὡς οὐ µόνον περὶ τῶν κατὰ τὸν γαµικὸν βίον ἐσοµένων υἱῶν καὶ θυγατέρων ἐν τῷ προφήτῃ εἴρηται τὸ, «Ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται» ἀλλὰ καὶ περὶ τῶν ἐν καρδίᾳ αὐτῶν γεννωµένων υἱῶν καὶ θυγατέρων, τουτέστι σαρκικῶν λογισµῶν καὶ ἐπιθυµιῶν, ὡς ἐν τῷ νοσερῷ καὶ ἀσθενεῖ καὶ ἐκλύτῳ φρονήµατι τοῦ κόσµου τούτου ἀποθανοῦνται καὶ οὗτοι, καὶ οὐ τῆς ἐπουρανίου καὶ αἰωνίου ζωῆς τεύξονται. [00009] «Ὁ δὲ ἄγαµος,» φησὶ, «µεριµνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ,» καὶ τοὺς ἀειθαλεῖς καὶ ἀθανάτους τῆς οὐρανίου ζωῆς ποιήσει καρπούς. [00010] Βʹ. [00011] Τοιοῦτος ὁ µοναχὸς, καὶ οὕτως χρὴ εἶναι τὸν µοναχὸν, ἀπεχόµενον ἀπὸ γυναικὸς, µὴ ποιοῦντα υἱὸν ἢ θυγατέρα ἐν τῷ τόπῳ τῷ προειρηµένῳ [00012] οὐ µὴν δὲ ἀλλὰ καὶ Χριστοῦ στρατιώτην ἄϋλον, ἀµέριµνον ὑπάρχειν, πάσης πραγµατευτικῆς ἐννοίας τε καὶ πράξεως ἐκτὸς, ὡς καὶ ὁ Ἀπόστολός φησιν [00013] «Οὐδεὶς στρατευόµενος ἐµπλέκεται ταῖς τοῦ βίου πραγµατείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.». [00014] Ἐν τούτοις ἴτω ὁ µοναχὸς µάλιστα ὁ πᾶσαν ὕλην τοῦ κόσµου τούτου καταλιπὼν, καὶ ἐπὶ τὰ ὡραῖα καὶ καλὰ τῆς ἡσυχίας ἀποτρέχων τρόπαια. [00015] Ὡς ὡραία γὰρ καὶ καλὴ τῇ ἡσυχίᾳ ἡ ἄσκησις, ὡς ὡραία ὄντως καὶ καλή! Ἔστι γὰρ ὁ χρηστὸς ὁ ταύτης ζυγὸς, καὶ τὸ φορτίον ἐλαφρόν [00016] ἡδὺς ὁ βίος, ἡ πρᾶξις στέρνη. [00017] Γʹ. [00018] Βούλει τοιγαροῦν, ἀγαπητὲ, τὸν µονήρη βίον ὡς ἔστιν ἀναλαβεῖν, καὶ ἐπὶ τὰ τῆς ἡσυχίας ἀποτρέχειν τρόπαια; [00019] ἄφες ἐκεῖ τοῦ κόσµου τὰς φροντίδας, τάς τε ἐπὶ τούτων ἀρχάς τε καὶ ἐξουσίας [00020] τουτέστιν ἄϋλος ἔσο, ἀπαθὴς, πάσης ἐπιθυµίας ἐκτός [00021] ἵνα τῆς ἐκ τούτων περιστάσεως ἀλλότριος γενόµενος, δυνηθῇς ἡσυχάσαι καλῶς. [00022] Εἰ µὴ γάρ τις τούτων ἑαυτὸν ὑπεξάρῃ, οὐκ ἂν δυνηθῇ ταύτην αὐτὴν κατορθῶσαι τὴν πολιτείαν. [00023] Τροφῶν βραχέων ἀντέχου καὶ εὐκαταφρονήτων, µὴ πολλῶν καὶ εὐπερισπάστων. [00024] Ἐὰν δὲ καὶ ὡς φιλοξενίας χάριν περὶ τὰ πολυτελῆ λογισµὸς γένηται, ἄφες τοῦτον ἐκεῖ, µὴ ὅλως προσθῇς αὐτῷ [00025] ἐνεδρεύει γάρ σε διὰ τούτου ὁ ὑπεναντίος, ἐνεδρεύει τοῦ ἀποστῆσαι τῆς ἡσυχίας. [00026] Ἔχεις τὸν Κύριον Ἰησοῦν µεµφόµενόν πως τὴν τὰ τοιαῦτα σπουδάζουσαν ψυχὴν Μάρθαν, καὶ λέγοντα [00027] Τί «περὶ πολλὰ» εἶ, καὶ «θορυβάζῃ; [00028] ἑνός ἐστι χρεία,» τοῦ τὸν θεῖον, φησὶ, λόγον ἀκούειν, καὶ µετὰ τοῦτο ἀκµητὶ παντὸς τοῦ εὑρισκοµένου. 1/19
[00029] ιὸ καὶ εὐθὺς ἐπιφέρει λέγων [00030] «Μαρία» γὰρ «τὴν ἀγαθὴν µερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς.». [00031] Ἔχεις δὲ καὶ τῆς ἐν Σαρεφθοῖς χήρας τὸ ὑπόδειγµα, ἐν τίσιν αὐτὴ τὸν προφήτην ἐξένισε. [00032] Κἂν ἄρτον µόνον ἔχῃς, κἂν [40.1256] ὕδωρ, δύνασαι ἐν τούτοις τῆς φιλοξενίας ποιῆσαι τὸν µισθόν [00033] κἂν δὲ µὴ ταῦτα ἔχῃς, µόνον δὲ προθέσει ἀγαθῇ ὑποδέξῃ τὸν ξένον, καὶ λόγον εὔχρηστον αὐτῷ ἀποδῷς, ὡσαύτως δύνασαι τῆς φιλοξενίας πορίσαι τὸν µισθόν [00034] ἀγαθὸν γὰρ εἴρηται λόγος ὑπὲρ δόµα. [00035] ʹ. [00036] Τοιαῦτα ἐπὶ τῆς ἐλεηµοσύνης σε δεῖ φρονεῖν. [00037] Ἅρα οὖν µὴ ἐπιθυµήσῃς πλοῦτον ἔχειν πρὸς διάδοσιν τῶν πενήτων. [00038] Ἔστι γὰρ καὶ αὐτὴ ἀπάτη τοῦ πονηροῦ, πρὸς κενοδοξίαν πολλάκις προσερχοµένη, καὶ εἰς πολυπραγµοσύνης αἰτίας ἐµβάλλουσα τὸν νοῦν. [00039] Ἔχεις ἐν τῷ Εὐαγγελίῳ ὑπὸ τοῦ Κυρίου Ἰησοῦ µαρτυρουµένην χήραν, διὰ δύο µόνων λεπτῶν τὴν τῶν πλουσίων ὑπερβεβηκυῖαν προαίρεσίν τε καὶ δύναµιν. [00040] «Ἐκεῖνοι µὲν γὰρ,» φησὶν, «ἐκ τοῦ περισσεύµατος ἔβαλον ἐν τῷ γαζοφυλακίῳ, αὕτη δὲ ἅπασαν ἑαυτῆς τὴν ὕπαρξιν.». [00041] Περὶ δὲ ἱµατίων, µὴ ἐπιθυµήσῃς περισσὰ ἔχειν ἱµάτια, τὰ ἀρκοῦντα τῇ ἀνάγκῃ τοῦ σώµατος προνοοῦ. [00042] Ἐπίῤῥιψον µᾶλλον ἐπὶ Κύριον τὴν µέριµνάν σου, καὶ αὐτός σου προνοήσει. [00043] Αὐτῷ γὰρ, φησὶ, µέλει περὶ ἡµῶν. [00044] Ἐὰν δέῃ τροφῶν ἢ ἱµατίων, µὴ αἰσχυνθῇς τὰ παρ' ἑτέρων σοι προσφερόµενα λαβεῖν. [00045] Τοῦτο γάρ ἐστιν ὑπερηφανίας εἶδος. [00046] Ἐὰν δὲ καὶ αὐτὸς ἐν τούτοις περισσεύῃς, δίδου τῷ ὑστερουµένῳ. [00047] Οὕτως ὁ Θεὸς τοὺς ἑαυτοῦ παῖδας οἰκονοµεῖσθαι βούλεται. [00048] ιὰ τοῦτο καὶ ὁ Ἀπόστολος πρὸς Κορινθίους γράφων, περὶ τῶν ὑστερουµένων ἔλεγε [00049] «Τὸ ὑµῶν περίσσευµα εἰς τὸ ἐκείνων ὑστέρηµα, ἵνα καὶ τὸ ἐκείνων περίσσευµα γένηται εἰς τὸ ὑµῶν ὑστέρηµα, ὅπως γένηται ἰσότης, καθὰ γέγραπται [00050] Ὁ τὸ πολὺ, οὐκ ἐπλεόνασε, καὶ ὁ τὸ ὀλίγον, οὐκ ἠλαττόνησεν.». [00051] Ἔχων τοίνυν τοῦ ἐνεστῶτος καιροῦ τὰ δέοντα, εἰς τὸν µέλλοντα µὴ µεριµνήσῃς καιρόν [00052] οἷον, ἡµέρας µιᾶς, ἢ ἑβδοµάδος, ἢ ἐνιαυτοῦ, ἢ µηνῶν. [00053] Ἐνεστηκότος γὰρ τοῦ τῆς αὔριον καιροῦ, αὐτὸς ὁ καιρὸς ἐπιχορηγήσει τὰ δέοντα, ζητοῦντός σου µάλιστα τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ τὴν δικαιοσύνην τοῦ Θεοῦ. [00054] «Ζητειτε» γὰρ, φησὶν ὁ Κύριος, «τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑµῖν.». [00055] Εʹ. [00056] Μὴ κτήσῃ παῖδα [00057] µήποτέ σοι ὁ ὑπεναντίος διὰ τούτου κινήσῃ σκάνδαλόν τι, καὶ ἐκθορυβήσῃ σου τὸ φρόνηµα τῶν πολυτελεστάτων τροφῶν φροντίζειν. [00058] Οὐ γὰρ δυνήσῃ µόνος ἔτι σεαυτοῦ φροντίζειν [00059] κἂν ὡς πρὸς σωµατικὴν ἀνάπαυσιν ἐπέλθῃ ὁ λογισµὸς, ἀλλὰ τὸ κρεῖττον ἐννόει [00060] λέγω δὴ τὴν πνευµατικὴν ἀνάπαυσιν [00061] κρείττων γάρ ἐστιν ὡς ἀληθῶς ἡ πνευµατικὴ ἀνάπαυσις τῆς σωµατικῆς. [00062] Κἂν ὠφελείας τοῦ παιδὸς χάριν προσβάλλῃ τῇ γνώµῃ, µὴ πεισθῇς αὐτῷ [00063] οὐ γάρ ἐστι τοῦτο ἡµέτερον ἔργον 2/19
[00064] ἑτέρων ἐστὶ τῶν ἐν κοινοβίῳ ἁγίων πατέρων. [00065] Σεαυτοῦ µόνου τῆς ὠφελείας φρόντιζε, καὶ τὸν τῆς ἡσυχίας περιποιοῦ τρόπον. [00066] Μὴ ἀγαπήσῃς οἰκῆσαι µετὰ ἀνθρώπων ὑλικῶν καὶ ἐµπεριστάτων [00067] ἢ µόνος οἴκει, ἢ µετὰ ἀδελφῶν τῶν ἀΰλων καὶ ὁµοφρόνων σου. [00068] Ὁ [40.1257] γὰρ µετὰ ἀνθρώπων ὑλικῶν καὶ ἐµπεριστάτων οἰκῶν, πάντως κοινωνήσει καὶ αὐτὸς τῇ τούτων περιστάσει, καὶ δουλεύσει ἀνθρωπίναις ἐπιταγαῖς, λαλιαῖς τε µαταίαις, καὶ τοῖς ἄλλοις ἅπασι δεινοῖς, ὀργῇ, λύπῃ, µανίᾳ τῶν ὑλῶν, φόβῳ, τῷ σκανδάλῳ. [00069] Γονικαῖς µερίµναις ἢ συγγενικαῖς φιλίαις µὴ συναπαχθῇς [00070] ἀλλὰ γὰρ καὶ πρὸς τούτους αὐτοὺς συνεχεῖς συντυχίας παραιτοῦ, µήποτέ σε ἀποσυλήσωσι τῆς ἐν τῷ κελλίῳ ἡσυχίας, καὶ περὶ τὰς ἑαυτῶν περιστάσεις ἀγάγωσιν. [00071] «Ἄφες,» φησὶν ὁ Κύριος, «τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς [00072] σὺ δὲ δεῦρο ἀκολούθει µοι.». [00073] Ἐὰν δὲ καὶ τὸ κελλίον ἐν ᾧ καθέζῃ εὐπερίστατον ᾖ, φεῦγε, καὶ αὐτοῦ µὴ φείσῃ, µὴ ἐκλυθῇς εἰς ἀγάπην αὐτοῦ [00074] πάντα ποίει, πάντα πρᾶττε, πῶς δυνηθῇς ἡσυχάσαι καὶ σχολάσαι, καὶ σπουδάσαι γενέσθαι ἐν τοῖς τοῦ Θεοῦ θελήµασι, καὶ ἐν τῇ πάλῃ τῶν ἀοράτων. [00075] ʹ. [00076] Εἰ µὴ δύνασαι ῥᾳδίως ἡσυχάσαι ἐν τοῖς σοῖς µέρεσι, δός σου ἐπὶ ξενιτείαν τὴν πρόθεσιν, καὶ ἐπὶ ταύτην αὐτὴν κατάσπευδέ σου τὸν λογισµόν. [00077] Γενοῦ καθάπερ τις πραγµατευτὴς ἄριστος, τὰ πάντα πρὸς ἡσυχίαν δοκιµάζων, καὶ τὰ πρὸς ταύτην ἥσυχα καὶ χρήσιµα διὰ πάντων κατέχων. [00078] Πλὴν λέγω σοι, ξενιτείαν ἀγάπα [00079] ἀπαλλάττει γάρ σε τῶν κατὰ τὴν ἰδίαν χώραν περιστάσεων, καὶ τῆς κατὰ τὴν ἡσυχίαν ὠφελείας µόνον ἀπολαύειν ποιεῖ. [00080] Τὰς ἐν πόλει διατριβὰς φεῦγε, καὶ τὰς ἐν ἐρηµίᾳ καρτέρησον. [00081] «Ἰδοὺ» γὰρ, φησὶν ὁ ἄγιος, «ἐµάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήµῳ.». [00082] Εἰ δυνατὸν, τὸ καθόλου εἰς πόλιν µὴ ἀπαντήσῃς [00083] οὐδὲν γὰρ εὔχρηστον, οὐδὲν χρήσιµον, οὐδὲν ὠφέλιµον τῇ πολιτείᾳ σου ἐκεῖ θεάσῃ. [00084] «Εἶδον,» φησὶ πάλιν ὁ ἅγιος, «ἀνοµίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει.». [00085] Τοὺς οὖν ἰδίους καὶ ἀπερισπάστους δίωκε τόπους, µὴ δειλιάσῃς εἶχον αὐτῶν. [00086] Ἐὰν δὲ καὶ δαιµόνων φαντασίας ἐκεῖ θεάσῃ, µὴ πτοηθῇς; [00087] µηδὲ ἀποφύγῃς τὸ στάδιον τῆς ἡµετέρας ὠφελείας [00088] ἀφόβως ὑπόµεινον, καὶ ὄψει τοῦ Θεοῦ τὰ µεγαλεῖα, τὴν ἀντίληψιν, τὴν κηδεµονίαν, τὴν ἄλλην ἅπασαν ἐπὶ σωτηρίᾳ πληροφορίαν. [00089] «Προσεδεχόµην» γὰρ, φησὶν ὁ µακάριος ἀνὴρ, «τὸν σώζοντά µε ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος.». [00090] Μή σου νικήσῃ ῥέµβους ἐπιθυµία τὴν προαίρεσιν [00091] «Ῥεµβασµὸς» γὰρ «µετὰ ἐπιθυµίας, µεταλλεύει νοῦν ἄκακον.». [00092] Πολλοὶ διὰ τοῦτο πειρασµοί. [00093] Φοβοῦ τὸ πταῖσµα, καὶ ἐν τῷ κελλίῳ σου ἑδραῖος ἔσο. [00094] Ζʹ. [00095] Ἐὰν φίλους ἔχῃς, φεῦγε τούτων τὰς συνεχεῖς συντυχίας [00096] διὰ µακροῦ γὰρ αὐτοῖς συντυγχάνων εὔχρηστος ἔσῃ. [00097] Ἐὰν δὲ καὶ κατανοήσῃς διὰ τούτων αὐτῶν βλάβην σοι γινοµένην, µηδὲ ὅλως ἐγγίσῃς. [00098] Φίλους γὰρ ἔχειν σε χρὴ τοὺς ὠφελίµους καὶ συµβαλλοµένους σου τῇ πολιτείᾳ. 3/19
[00099] Φεῦγε καὶ τῶν πονηρῶν ἀνδρῶν καὶ µαχίµων τὰς συντυχίας [00100] µηδενὶ τούτων συνοικήσῃς [00101] ἀλλὰ γὰρ καὶ τὰς φαύλας αὐτῶν προθέσεις παραιτοῦ [00102] οὔτε γὰρ Θεῷ προσοι [40.1260] κειῶνται, οὔτε µὴν παραµένουσιν. [00103] Ἄνδρες εἰρηνικοὶ ἔστωσαν φίλοι σοι, ἀδελφοὶ πνευµατικοὶ, Πατέρες ἅγιοι. [00104] Τούτους γὰρ οὕτως καὶ ὁ Κύριος ἀπεκάλει λέγων [00105] «Μήτηρ µου καὶ ἀδελφοί µου καὶ πατέρες οὗτοί εἰσιν, οἱ ποιοῦντες τὸ θέληµα τοῦ Πατρός µου τοῦ ἐν τοῖς οὐρανοῖς.». [00106] Μετὰ περισπωµένων µὴ συναυλίζου, µηδὲ συµπορευθῇς εἰς συµπόσιον µετ' αὐτῶν [00107] µήποτέ σε περὶ τὰς ἑαυτῶν ἀπάτας ἑλκύσωσι, καὶ τῆς κατὰ τὴν ἡσυχίαν ἐπιστήµης ἀπαγάγωσιν [00108] ἔστι γὰρ τὸ πάθος τοῦτο ἐν αὐτοῖς [00109] µὴ ἐκκλίνῃς τὸ οὖς σου εἰς τοὺς λόγους αὐτῶν, καὶ ἐννοίας καρδίας αὐτῶν µὴ παραδέξῃ. [00110] Εἰσὶ γὰρ ὄντως ἐπιζήµιοι. [00111] Ἐπὶ τοὺς πιστοὺς τῆς γῆς ἔστω σοι ὁ πόθος, καὶ ὁ πόνος τῆς καρδίας σου εἰς ζῆλον πένθους αὐτῶν. [00112] «Οἱ ὀφθαλµοί µου» γὰρ «ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς µετ' ἐµοῦ.». [00113] Ἐὰν δέ τις καὶ τῶν κατὰ τὴν ἀγάπην τοῦ Θεοῦ πορευοµένων, ἐλθὼν πρὸς σὲ ἐπὶ τὸ φαγεῖν προσκαλέσηταί σε, καὶ θέλεις ὑπάγειν, ὕπαγε µὲν, τάχιον δὲ ἐν τῷ κελλίῳ σου ὑπόστρεφε. [00114] Εἰ δυνατὸν, ἐκτὸς τούτου µὴ καθευδήσῃς ποτέ [00115] ἵνα διαπαντός σοι παραµείνῃ τῆς ἡσυχίας ἡ χάρις, καὶ τῆς ἐν αὐτῷ προθέσεως ἀνεµπόδιστον ἕξεις τὴν λατρείαν. [00116] Ηʹ. [00117] Μὴ γίνου ἐπιθυµητὴς βρωµάτων καλῶν, καὶ τῶν κατὰ τὴν σπατάλην ἀπατῶν. [00118] «Ἡ γὰρ σπαταλῶσα, ζῶσα τέθνηκεν,» ὡς καὶ ὁ Ἀπόστολός φησι. [00119] Μὴ χορτάσῃς τὴν κοιλίαν σου ἐν βρώµασιν ἀλλοτρίων, ἵνα µὴ πόθος σοι τούτων γένηται, καὶ περὶ τὰς ἔξω τραπέζας ἐµποιήσῃ σοι τὸν πόθον. [00120] Εἴρηται γάρ [00121] «Μὴ ἀπατᾶσθε χορτασίᾳ κοιλίας.». [00122] Ἐὰν δὲ καὶ συνεχῶς ἔξω τοῦ κελλίου σου θεάσῃ σεαυτὸν προσκαλούµενον, παραιτοῦ. [00123] Ἔστι γὰρ ἐπιζήµιος ἡ ἔξω τοῦ κελλίου σου συνεχὴς διατριβή [00124] ἀφαιρεῖται τὴν χάριν, σκοτοῖ τὸ φρόνηµα, µαραίνει τὸν πόθον. [00125] Ἴδε µοι κεράµιον οἴνου πλεῖστον ἐγχρονίσαν ἐν τῷ τόπῳ, καὶ κείµενον ἀσάλευτον, πῶς παρασκευάζει τὸν οἶνον λαµπρὸν, καθιστάµενον, εὐώδη [00126] ἐὰν δὲ ὧδε κἀκεῖσε περιφέρηται, τεταραγµένον, στυγνὸν, πάσης ὁµοῦ τῆς ἐκ τῆς τρυγίας κακίας τὴν ἀηδίαν ἐπιδεικνύµενον. [00127] Τοιγαροῦν τούτῳ παραπλησιάσας σεαυτὸν, πειρῶ τῆς ὠφελείας, κόπτε τῶν πολλῶν τὰς σχέσεις, µή σου ὁ νοῦς περισπαστικὸς γένηται, καὶ τὸν τῆς ἡσυχίας ταράξῃ τρόπον. [00128] Ἐργασίας χειρῶν φρόντιζε, καὶ τοῦτο αὐτὸ, εἰ δυνατὸν, νυκτὸς καὶ ἡµέρας, πρὸς τὸ µὴ ἐπιβαρῆσαί τινα, µᾶλλον δὲ καὶ εἰς τὸ µεταδιδόναι, καθάπερ καὶ παραινεῖ λέγων ὁ ἱερὸς ἀπόστολος Παῦλος [00129] ἵνα δὴ καὶ ἐν τούτῳ τὸν τῆς ἀκηδίας καταπαλαίσῃς δαίµονα, καὶ τὰς ἄλλας πάσας ἐπιθυµίας τοῦ ἐχθροῦ διάρῃς. [00130] Ἐπίκειται γὰρ τῇ ἀργίᾳ ὁ τῆς ἀκηδίας δαίµων, καὶ ἐν ἐπιθυµίαις ἐστὶν, ὥς φησιν. [00131] Ἀποδόσεως καὶ λήψεως οὐκ ἐκφεύξῃ ἁµαρτίαν. [00132] Εἴτε οὖν πωλεῖς, εἴτε ἀγοράζεις, µικρόν τι τοῦ ἴσου ζηµίωσον σεαυτόν 4/19
[00133] µὴ τοῖς κατ' ἀκρίβειαν ἢ τοῖς περὶ τὴν τιµὴν φιλοκερδείας ἐπενεχθεὶς τρόποις, ἐπὶ τὰ βλαβερὰ τῶν τῆς ψυχῆς αἰτιῶν καταπέσῃς, φιλο [40.1261] νεικίας, ἐπιορκίας, ταῖς τῶν λόγων σου ἐναλλαγαῖς, καὶ ἐν τοῖς τοιούτοις τὴν ἔντιµον τῆς ἡµετέρας προθέσεως ἀτιµάσῃς καὶ καταισχύνῃς ἀξίαν. [00134] Οὕτως καὶ αὐτὸς ἐννοῶν ἀποδόσεώς σου καὶ λήψεώς σου φυλάσσου. [00135] Εἰ δὲ τὸ κρεῖττον αἱρῇ, καὶ ἔστι σοι τοῦτο δυνατὸν, ἐπὶ ἕτερόν τινα πιστὸν ἄνδρα παράῤῥιψόν σου τὴν φροντίδα, ὅπως οὕτως εὔθυµος γενόµενος, χρηστὰς καὶ ἐπιχαρεῖς ἕξεις τὰς ἐλπίδας. [00136] Θʹ. [00137] Ταῦτά σοι οὕτως παραινεῖν οἶδε τὰ χρήσιµα ὁ τῆς ἡσυχίας τρόπος. [00138] Φέρε δὴ καὶ τῶν ἑξῆς ἐπιφεροµένων ἐν αὐτῇ πραγµάτων παραθήσοµαί σοι τὸν νοῦν [00139] σὺ δέ µοι ἄκουε, καὶ ποίει ἃ ἐντέλλοµαί σοι. [00140] Καθεζόµενος ἐν τῷ κελλίῳ σου. [00141] συνάγαγέ σου τὸν νοῦν [00142] µνήσθητι ἡµέρας θανάτου [00143] ἴδε τότε τοῦ σώµατος τὴν νέκρωσιν [00144] ἐννόει τὴν συµφοράν [00145] λάβε τὸν πόνον [00146] κατάγνωθι τῆς ἐν τῷ κόσµῳ τούτῳ µαταιότητος [00147] ἐπιµέλησαι τῆς τε ἐπιεικείας καὶ τῆς σπουδῆς, ἵνα δυνηθῇς διαπαντὸς µένειν τῇ αὐτῇ προθέσει τῆς ἡσυχίας. [00148] καὶ µὴς ἀσθενήσας. [00149] Μνήσθητι δὲ καὶ τῆς ἐν τῷ ᾅδῃ νυνὶ καταστάσεως [00150] λογίζου τὸ πῶς ἄρα εἰσὶν ἐκεῖ αἱ ψυχαὶ, ἐν ποίᾳ πικροτάτῃ σιωπῇ, ἢ ἐν ποίῳ δεινοτάτῳ στεναγµῷ, ἡλίκῳ φόβῳ ἢ ἀγωνίᾳ, ἢ τίνι προσδοκίᾳ [00151] τὴν ἄπαυστον ὀδύνην, τὸ ψυχικὸν καὶ ἀπέραντον δάκρυον. [00152] Ἀλλὰ καὶ ἡµέρας ἀναστάσεως καὶ παραστάσεως µνήσθητι τῆς πρὸς τὸν Θεόν [00153] φαντάζου τὸ φοβερὸν καὶ φρικῶδες ἐκεῖνο κρῖµα [00154] ἄγε εἰς µέσον τὰ ἀποκείµενα τοῖς ἁµαρτάνουσιν, αἰσχύνην τὴν κατενώπιον Θεοῦ καὶ Χριστοῦ αὐτοῦ, ἀγγέλων, ἀρχαγγέλων, ἐξουσιῶν, καὶ πάντων ἀνθρώπων [00155] τά τε κολαστήρια πάντα, τὸ πῦρ αἰώνιον, τὸν σκώληκα τὸν ἀτελεύτητον, τὸν τάρταρον, τὸ σκότος, τὸν ἐπὶ πᾶσι τούτοις τῶν ὀδόντων βρυγµὸν, τοὺς φόβους καὶ τὰς βασάνους. [00156] Ἄγε δὴ καὶ τὰ τοῖς δικαίοις ἀποκείµενα ἀγαθὰ, παῤῥησίαν τὴν µετὰ Θεοῦ Πατρὸς καὶ Χριστοῦ αὐτοῦ, ἀγγέλων, ἀρχαγγέλων, ἐξουσιῶν, καὶ παντὸς τοῦ δήµου, βασιλείαν καὶ τὰ ταύτης δωρήµατα, τὴν χαρὰν καὶ τὴν ἀπόλαυσιν [00157] ἑκατέρων τούτων τὴν µνήµην ἄγε σεαυτῷ [00158] καὶ ἐπὶ µὲν τῇ τῶν ἁµαρτωλῶν κρίσει στέναζε, δάκρυε, πένθους ἔνδυσαι τὴν ἰδέαν, φοβούµενος µὴ καὶ σὺ αὐτὸς ἐν τούτοις γένῃ [00159] ἐπὶ δὲ τοῖς δικαίοις ἀποκειµένοις ἀγαθοῖς χαῖρε καὶ ἀγαλλία καὶ εὐφραίνου [00160] καὶ τούτων µὲν σπούδασον ἀπολαῦσαι, ἐκείνων δὲ ἀλλοτριοῦσθαι [00161] ὅρα µὴ ἐπιλάθῃ τούτων ποτὲ, κἂν ἔνδον ἐν τῷ κελλίῳ σου τυγχάνῃς, κἂν ἔξω που, τῆς ἐκ τούτων µνήµης µὴ παραῤῥίψῃς σου τὸ φρόνηµα [00162] ὅπως κἂν διὰ τούτων τοὺς ῥυπαροὺς καὶ βλαβεροὺς ἐκφεύξῃ λογισµούς. [00163] Ιʹ. [00164] Νηστεία σοι ἔστω ὅση δύναµις κατενώπιον Κυρίου. [00165] Αὕτη σου τὰς ἀνοµίας καὶ τὰς ἀµαρτίας περικαθαριεῖ, σεµνύνει τὴν ψυχὴν, ἀγιάζει τὸ φρόνηµα, δαίµονας ἀπελαύνει, Θεὸν ἐγγὺς εἶναι παρασκευάζει. [00166] Ἅπαξ δὲ τῆς ἡµέρας φαγὼν, εἰς δεύτερον µὴ ἐπιποθήσῃς, ἵνα µὴ πολυδάπανος γένῃ, καὶ ἐκθορυβήσῃ σου τὸ φρόνηµα. 5/19
[00167] Ἔνθεν εὐπορῆσαι δυνήσῃ ἐπὶ τὰ τῆς εὐποιίας ἔργα, καὶ αὐτοῦ δὲ τοῦ σώµατος νεκρῶσαι τὰ πάθη. [00168] Ἐὰν δὲ ἀπάντησις ἀδελφῶν γένηται, καὶ ἔστι χρεία, ὥστε καὶ δεύτερόν σε καὶ τρίτον φαγεῖν, µὴ στυγνάσῃς µηδὲ κατηφήσῃς [00169] χαῖρε δὲ µᾶλλον, ὑπήκοος τῆς χρείας γινόµενος [00170] καὶ τὸ δεύτερον ἢ τρίτον φαγὼν, εὐχαρίστει τῷ Θεῷ, ὅτι νόµον ἀγάπης πε [40.1264] πλήρωκας, καὶ ὡς ὅτι δήπερ αὐτὸν τὸν Θεὸν ἕξεις τῆς ἡµετέρας ζωῆς οἰκονόµον. [00171] Ἔστι δ' ὅτε καὶ ἀῤῥωστία σώµατος συµβαίνει, καὶ δέῃ, ὥστε καὶ δεύτερον καὶ τρίτον καὶ πολλάκις φαγεῖν, οὕτω ἔστω σοι λελυµένος ὁ λογισµός. [00172] Οὐδὲ γὰρ τοὺς σωµατικοὺς τῆς πολιτείας πόνους, καὶ ἐν ταῖς ἀῤῥωστίαις ἐπικρατεῖν χρή [00173] ἀλλ' ὑπενδιδόναι τισὶν, ἵνα τάχιον ἐπὶ τὴν εὐρωστίαν ἐπανελθὼν, πάλιν τοῖς αὐτοῖς τῆς πολιτείας ἐγγυµνάζηται πόνοις. [00174] Περὶ δὲ ἀποχῆς βρωµάτων, οὐκ ἐκώλυσέ τι µὴ φαγεῖν ὁ θεῖος λόγος, ἀλλ' εἶπεν [00175] «Ἰδοὺ δέδωκα ὑµῖν πάντα ὡς λάχανα χόρτου. [00176] Ἐσθίετε µηδὲν ἀνακρίνοντες» καὶ, «Οὐ τὰ εἰσερχόµενα εἰς τὸ στόµα κοινοῖ τὸν ἄνθρωπον.». [00177] Τὸ οὖν ἀπέχεσθαι βρωµάτων, τοῦτο τῆς ἡµετέρας προαιρέσεως ἂν εἴη καὶ ψυχῆς πόνος. [00178] ΙΑʹ. [00179] Τὴν χαµευνίαν καὶ τὴν ἀγρυπνίαν καὶ τὰς ἄλλας πάσας κακοπαθείας ἡδέως φέρε, ἀποβλέπων εἰς τὴν µέλλουσαν ἀποκαλυφθῆναί σοι δόξαν σὺν πᾶσι τοῖς ἁγίοις. [00180] «Οὐ» γὰρ «ἄξια τὰ παθήµατα,» φησὶ, «τοῦ νῦν καιροῦ πρὸς τὴν µέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡµᾶς.». [00181] Ἐὰν ἀθυµῇς, προσεύχου, καθὰ γέγραπται [00182] προσεύχου δὲ ἐµφόβως, ἐντρόµως, ἐµπόνως, νηφαλίως τε καὶ ἐγρηγορότως. [00183] Οὕτω προσεύχεσθαι δεῖ, µάλιστα διὰ τοὺς κακοτρόπους καὶ κακοσχόλους, ἐπηρεάζειν ἡµᾶς θέλοντας ἐν τούτῳ τοὺς ἀοράτους ἡµῶν ἐχθρούς. [00184] Ὁπηνίκα οὗτοι ἴδωσιν ἡµᾶς προσευχῇ παρισταµένους, τότε δὴ καὶ αὐτοὶ σπουδαίως ἐφίστανται ἡµῖν, ἐκεῖνα ἡµῖν τῷ νῷ ὑποβάλλοντες, ἃ µὴ δεῖ ἐν καιρῷ τοῦ προσεύχεσθαι ἐνθυµεῖσθαι ἢ ἐννοεῖν, ἵνα αἰχµάλωτον ἡµῶν τὸν νοῦν ἀπαγάγωσι, καὶ ἀργὴν καὶ µάταιον καὶ ἀνωφελῆ τὴν ἀπὸ τῆς προσευχῆς δέησίν τε καὶ ἱκετηρίαν ποιήσωσι. [00185] Μάταιος γὰρ ὄντως καὶ ἀνωφελὴς ἡ προσευχὴ καὶ ἡ δέησις καὶ ἡ ἱκετηρία τυγχάνει, ὅταν µὴ, ὡς προείρηται, ἐν φόβῳ καὶ ἐν τρόµῳ νηφαλίως τε καὶ ἐγρηγορότως διατελῆται. [00186] Εἶτα ἀνθρώπῳ µὲν βασιλεῖ προσερχόµενός τις, µετὰ φόβου καὶ τρόµου καὶ νήψεως, οὕτως τὴν δέησιν ἀποτελεῖ [00187] οὐ πολλῷ µᾶλλον Θεῷ τῷ εσπότῃ τῶν ὅλων, καὶ Χριστῷ Βασιλεῖ τῶν βασιλευόντων καὶ Ἄρχοντι τῶν ἀρχόντων ὁµοίως παρίστασθαι δεῖ, καὶ ὡσαύτως τὴν δέησιν καὶ ἱκετηρίαν ποιεῖσθαι; [00188] Ὅτι τῷ Θεῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. [00189] Ἀµήν. 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur. 0345-0399 - Evagrius Ponticus - Rerum monachalium rationes Litterarum Omnium Conspectus: 126 Litterae, quae repetitae sunt in 12,410 occasionibus α 0945 901 Α 0913 19 β 0946 57 Β 0914 3 γ 0947 201 Γ 0915 5 δ 0948 206 Δ 0916 0 ε 0949 578 Ε 0917 14 ζ 0950 32 Ζ 0918 2 6/19
η 0951 150 Η 0919 3 θ 0952 132 Θ 0920 18 ι 0953 521 Ι 0921 8 κ 0954 398 Κ 0922 19 λ 0955 292 Λ 0923 0 µ 0956 344 Μ 0924 15 ν 0957 999 Ν 0925 8 ξ 0958 37 Ξ 0926 0 ο 0959 794 Ο 0927 14 π 0960 413 Π 0928 11 ρ 0961 468 Ρ 0929 3 ς 0962 550 0930 0 σ 0963 498 Σ 0931 5 τ 0964 975 Τ 0932 21 υ 0965 278 Υ 0933 5 φ 0966 110 Φ 0934 4 χ 0967 121 Χ 0935 7 ψ 0968 16 Ψ 0936 0 ω 0969 178 Ω 0937 4 ῤ 8164 6 0 ῥ 8165 9 Ῥ 8172 1 ά 8049 156 έ 8051 143 ή 8053 72 ί 8055 226 ό 8057 144 ύ 8059 98 ώ 8061 21 ὰ 8048 122 ὲ 8050 45 ὴ 80852 117 ὶ 8054 225 ὸ 8056 129 ὺ 8058 34 ὼ 8060 5 ᾶ 8118 14 0 ῆ 8134 75 ῖ 8150 89 0 ῦ 8166 115 ῶ 8182 91 ἀ 7936 138 ἐ 7952 169 ἠ 7968 1 ἰ 7984 43 ὀ 8000 6 ὐ 8016 74 ὠ 8032 7 ἁ 7937 5 ἑ 7953 14 ἡ 7969 47 ἱ 7985 15 ὁ 8001 33 ὑ 8017 28 ὡ 8033 17 ἂ 7938 10 ἒ 7954 0 ἢ 7970 14 ἲ 7986 0 ὂ 8002 0 ὒ 8018 0 ὢ 8034 0 ἃ 7939 2 ἓ 7955 0 ἣ 7971 0 ἳ 7987 0 ὃ 8003 0 ὓ 8019 0 ὣ 8035 0 ἄ 7940 23 ἔ 7956 29 ἤ 7972 0 ἴ 7988 12 ὄ 8004 4 ὔ 8020 7 ὤ 8036 0 ἅ 7941 5 ἕ 7957 4 ἥ 7973 2 ἵ 7989 11 ὅ 8005 14 ὕ 8021 15 ὥ 8037 3 ἆ 7942 0 0 ἦ 7974 0 ἶ 7990 10 0 ὖ 8022 5 ὦ 8038 0 7/19
ἇ 7943 0 0 ἧ 7975 0 ἷ 7991 1 0 ὗ 8023 3 ὧ 8039 1 ᾀ 8064 0 0 ᾐ 8080 0 0 0 ῧ 8167 0 ᾠ 8096 0 ᾁ 8065 0 0 ᾑ 8081 0 0 0 ΰ 8163 1 ᾡ 8097 0 ᾂ 8066 0 0 ᾒ 8082 0 0 0 0 ᾢ 8098 0 ᾃ 8067 0 0 ᾓ 8083 0 0 0 0 ᾣ 8099 0 ᾄ 8068 0 0 ᾔ 8084 0 0 0 0 ᾤ 8100 0 ᾅ 8069 1 0 ᾕ 8085 0 0 0 0 ᾥ 8101 0 ᾆ 8070 0 0 ᾖ 8086 1 0 0 0 ᾦ 8102 0 ᾇ 8071 0 0 ᾗ 8087 0 0 0 0 ᾧ 8103 1 ᾳ 8115 14 0 ῃ 8131 66 0 0 0 ῳ 8179 35 ᾴ 8116 0 0 ῄ 8132 0 0 0 0 ῴ 8180 0 ᾷ 8119 3 0 ῇ 8135 32 0 0 0 ῷ 8183 46 Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur. 0345-0399 - Evagrius Ponticus - Rerum monachalium rationes Verborum Omnium Conspectus: 1,156Verba, quae repetita sunt in 497,943 occasionibus ἃ [00139] [00184] Α [00002] ἀγάγωσιν [00070] ἀγαθὰ [00156] ἀγαθῇ [00033] ἀγαθὴν [00030] ἀγαθοῖς [00159] ἀγαθὸν [00034] ἀγαλλία [00159] ἄγαµος [00009] ἀγάπα [00078] ἀγάπην [00073] [00113] ἀγάπης [00170] ἀγαπήσῃς [00066] ἀγαπητὲ [00018] ἀγγέλων [00154] [00156] ἄγε [00154] [00157] Ἄγε [00156] ἀγιάζει [00165] ἅγιοι [00103] ἁγίοις [00179] ἄγιος [00081] ἅγιος [00084] ἁγίων [00064] ἀγοράζεις [00132] ἀγρυπνίαν [00179] ἀγωνίᾳ [00150] ἀδελφοὶ [00103] ἀδελφοί [00105] ἀδελφῶν [00067] [00168] ᾅδῃ [00149] ἀειθαλεῖς [00009] ἀηδίαν [00126] ἀθανάτους [00009] ἀθυµῇς [00181] αἱ [00150] αἱρῇ [00135] αἰσχύνην [00154] αἰσχυνθῇς [00044] ΑΙΤΙΑ [00001] αἰτίας [00038] αἰτιῶν [00133] αἰχµάλωτον [00184] αἰῶνας [00188] αἰώνιον [00155] αἰωνίου [00008] ἄκακον [00091] ἀκηδίας [00129] [00130] ἀκµητὶ [00028] ἀκολούθει [00072] ἄκουε [00139] ἀκούειν [00028] 8/19
ἀκρίβειαν [00133] ἀληθῶς [00061] ἀλλ [00173] [00174] ἀλλὰ [00008] [00012] [00059] [00070] [00101] Ἀλλὰ [00152] ἄλλας [00129] [00179] ἄλλην [00088] ἄλλοις [00068] ἀλλότριος [00021] ἀλλοτριοῦσθαι [00160] ἀλλοτρίων [00119] ἁµαρτάνουσιν [00154] ἁµαρτίαν [00131] ἀµαρτίας [00165] ἁµαρτωλῶν [00158] ἀµέριµνον [00012] Ἀµήν [00189] ἂν [00022] [00177] ἀνάγκῃ [00041] ἀνακρίνοντες [00176] ἀναλαβεῖν [00018] ἀνάπαυσιν [00059] [00060] ἀνάπαυσις [00061] ἀναστάσεως [00152] ἄνδρα [00135] Ἄνδρες [00103] ἀνδρί [00007] ἀνδρῶν [00099] ἀνεµπόδιστον [00115] ἀνὴρ [00089] ἀνθρωπίναις [00068] ἄνθρωπον [00176] ἄνθρωπος [00006] ἀνθρώπῳ [00186] ἀνθρώπων [00066] [00068] [00154] ἀνοµίαν [00084] ἀνοµίας [00165] ἀντέχου [00023] ἀντίληψιν [00088] ἀντιλογίαν [00084] ἀνωφελῆ [00184] ἀνωφελὴς [00185] ἄξια [00180] ἀξίαν [00133] ἀοράτους [00183] ἀοράτων [00074] ἀπ [00030] ἀπαγάγωσι [00184] ἀπαγάγωσιν [00107] ἀπαθὴς [00020] ἀπαλλάττει [00079] ἀπαντήσῃς [00082] ἀπάντησις [00168] Ἅπαξ [00166] ἅπασαν [00040] [00088] ἅπασι [00068] ἀπάτας [00107] ἀπατᾶσθε [00121] ἀπάτη [00038] ἀπατῶν [00117] ἄπαυστον [00151] ἀπεκάλει [00104] ἀπελαύνει [00165] ἀπέραντον [00151] ἀπερισπάστους [00085] ἀπέχεσθαι [00177] ἀπεχόµενον [00011] ἀποβλέπων [00179] ἀποδόσεώς [00134] Ἀποδόσεως [00131] ἀποδῷς [00033] ἀποθανοῦνται [00005] [00008] [00008] ἀποκαλυφθῆναί [00179] ἀποκαλυφθῆναι [00180] ἀποκείµενα [00154] [00156] ἀποκειµένοις [00159] ἀπολαύειν [00079] ἀπολαῦσαι [00160] ἀπόλαυσιν [00156] ἀποστῆσαι [00025] Ἀπόστολον [00006] ἀπόστολος [00128] Ἀπόστολός [00012] [00118] Ἀπόστολος [00048] ἀποσυλήσωσι [00070] ἀποτελεῖ [00186] ἀποτρέχειν [00018] ἀποτρέχων [00014] ἀποφύγῃς [00087] ἀποχῆς [00174] ἄρα [00150] Ἅρα [00037] ἀργὴν [00184] ἀργίᾳ [00130] ἀρέσει [00006] [00007] [00009] ἀρέσῃ [00013] ἄριστος [00077] ἀρκοῦντα [00041] ἀῤῥωστία [00171] ἀῤῥωστίαις [00172] ἄρτον [00032] ἀρχαγγέλων [00154] [00156] ἀρχάς [00019] Ἄρχοντι [00187] ἀρχόντων [00187] ἀσάλευτον [00125] ἀσθενεῖ [00008] ἀσθενήσας [00148] ἄσκησις [00015] ἀτελεύτητον [00155] ἀτιµάσῃς [00133] ἄϋλον [00012] ἄϋλος [00020] ἀΰλων [00067] αὔριον [00053] Αὕτη [00165] 9/19
αὐτὴ [00031] [00038] αὐτῇ [00138] [00147] αὕτη [00040] αὐτὴν [00022] [00076] αὐτῆς [00030] αὐτὸ [00128] αὐτοὶ [00184] αὐτοῖς [00096] [00108] [00173] αὐτὸν [00170] αὐτὸς [00046] [00053] [00068] [00134] [00158] αὐτός [00042] αὐτοῦ [00054] [00073] [00073] [00154] [00156] [00167] αὐτοὺς [00070] [00112] Αὐτῷ [00043] αὐτῷ [00024] [00033] [00062] [00115] αὐτῶν [00008] [00085] [00097] [00101] [00106] [00109] [00109] [00111] ἀφαιρεθήσεται [00030] ἀφαιρεῖται [00124] ἄφες [00019] [00024] Ἄφες [00071] ἀφόβως [00088] Β [00010] βασάνους [00155] Βασιλεῖ [00187] βασιλεῖ [00186] βασιλείαν [00053] [00054] [00156] βασιλευόντων [00187] βίον [00008] [00018] βίος [00016] βίου [00013] βλαβερὰ [00133] βλαβεροὺς [00162] βλάβην [00097] Βούλει [00018] βούλεται [00047] βραχέων [00023] βρυγµὸν [00155] βρώµασιν [00119] βρωµάτων [00117] [00174] [00177] Γ [00017] γαζοφυλακίῳ [00040] γαµήσας [00006] γαµήσασα [00007] γαµικὸν [00008] γὰρ [00015] [00015] [00030] [00034] [00038] [00040] [00043] [00053] [00054] [00058] [00068] [00070] [00081] [00083] [00089] [00091] [00096] [00098] [00101] [00102] [00104] [00108] [00110] [00112] [00118] [00123] [00130] [00172] [00180] [00185] γάρ [00022] [00025] [00045] [00061] [00063] [00079] [00120] γέγραπται [00049] [00181] γενέσθαι [00074] γένῃ [00158] [00166] γένηται [00024] [00049] [00049] [00119] [00127] [00168] γεννωµένων [00004] [00008] γενόµενος [00021] [00135] Γενοῦ [00077] γῆς [00111] [00112] γινοµένην [00097] γινόµενος [00169] γίνου [00117] γνώµῃ [00062] Γονικαῖς [00069] γράφων [00048] γυναῖκα [00003] γυναικὶ [00006] γυναικὸς [00011] γυνὴ [00007] [00035] δ [00171] δαίµονα [00129] δαίµονας [00165] δαιµόνων [00086] δαίµων [00130] δάκρυε [00158] δάκρυον [00151] δὲ [00009] [00012] [00024] [00031] [00033] [00033] [00040] [00041] [00046] [00072] [00073] [00086] [00097] [00113] [00122] [00126] [00128] [00135] [00149] [00159] [00160] [00166] [00167] [00168] [00169] [00174] [00182] δέ [00113] [00139] δέδωκα [00175] δέῃ [00044] [00171] δέησίν [00184] δέησιν [00186] [00187] δέησις [00185] δεῖ [00036] [00183] [00184] [00187] δεικνύντος [00006] δειλιάσῃς [00085] δεινοῖς [00068] δεινοτάτῳ [00150] δέοντα [00051] [00053] εσπότῃ [00187] δεῦρο [00072] δεύτερόν [00168] δεύτερον [00166] [00170] [00171] δὴ [00060] [00129] [00138] [00156] [00184] δῆλον [00008] δήµου [00156] δήπερ [00170] ιὰ [00048] διὰ [00025] [00039] [00057] [00077] [00092] [00096] [00097] [00162] [00183] διάδοσιν [00037] διαπαντὸς [00147] διαπαντός [00115] διάρῃς [00129] διατελῆται [00185] διατριβὰς [00080] διατριβή [00123] δίδου [00046] δικαίοις [00156] [00159] δικαιοσύνην [00053] [00054] ιὸ [00029] 10/19
δίωκε [00085] δοκιµάζων [00077] δόµα [00034] δόξα [00188] δόξαν [00179] [00180] δός [00076] δουλεύσει [00068] δύναµιν [00039] δύναµις [00164] δύνασαι [00032] [00033] [00076] δυνατὸν [00082] [00114] [00128] [00135] δυνηθῇ [00022] δυνηθῇς [00021] [00074] [00147] δυνήσῃ [00058] [00167] δύο [00039] δωρήµατα [00156] Ε [00055] ἐὰν [00126] Ἐὰν [00024] [00044] [00046] [00073] [00086] [00095] [00097] [00113] [00122] [00168] [00181] ἑαυτῆς [00040] ἑαυτὸν [00022] ἑαυτοῦ [00047] ἑαυτῶν [00070] [00071] [00107] ἔβαλον [00040] ἑβδοµάδος [00052] ἐγγίσῃς [00097] ἐγγυµνάζηται [00173] ἐγγὺς [00165] ἐγρηγορότως [00182] [00185] ἐγχρονίσαν [00125] ἑδραῖος [00093] Εἰ [00022] [00076] [00082] [00114] [00135] εἰ [00128] εἶ [00027] Εἶδον [00084] εἶδος [00045] εἴη [00177] εἶναι [00011] [00165] εἶπεν [00174] εἰρηνικοὶ [00103] Εἴρηται [00120] εἴρηται [00008] [00034] εἵρηται [00003] εἰς [00038] [00049] [00049] [00051] [00073] [00082] [00106] [00109] [00111] [00128] [00154] [00166] [00176] [00179] [00180] [00188] εἰσερχόµενα [00176] Εἰσὶ [00110] εἰσὶν [00150] εἰσιν [00105] Εἶτα [00186] Εἴτε [00132] εἴτε [00132] εἶχον [00085] ἐκ [00021] [00040] [00126] [00161] ἑκατέρων [00157] ἐκεῖ [00019] [00024] [00083] [00086] [00150] ἐκεῖνα [00184] ἐκεῖνο [00153] Ἐκεῖνοι [00040] ἐκείνων [00049] [00049] [00160] ἐκθορυβήσῃ [00057] [00166] ἐκκλίνῃς [00109] ἐκλυθῇς [00073] ἐκλύτῳ [00008] ἐκτὸς [00012] [00114] ἐκτός [00020] ἐκφεύξῃ [00131] [00162] ἐκώλυσέ [00174] ἐλαφρόν [00015] ἔλεγε [00048] ἐλεηµοσύνης [00036] ἐλθὼν [00113] ἑλκύσωσι [00107] ἐλπίδας [00135] ἐµάκρυνα [00081] ἐµβάλλουσα [00038] ἐµοῦ [00112] ἐµπεριστάτων [00066] [00068] ἐµπλέκεται [00013] ἐµποιήσῃ [00119] ἐµπόνως [00182] ἐµφόβως [00182] ἐν [00003] [00004] [00008] [00008] [00008] [00011] [00031] [00031] [00032] [00039] [00040] [00046] [00064] [00070] [00073] [00074] [00074] [00076] [00080] [00080] [00081] [00084] [00093] [00105] [00108] [00113] [00115] [00119] [00125] [00129] [00130] [00133] [00138] [00140] [00146] [00149] [00150] [00150] [00158] [00161] [00172] [00183] [00184] [00185] [00185] Ἐν [00003] [00005] [00008] [00014] ἐναλλαγαῖς [00133] ἔνδον [00161] ἔνδυσαι [00158] ἐνεδρεύει [00025] [00025] Ἐνεστηκότος [00053] ἐνεστῶτος [00051] Ἔνθεν [00167] ἐνθυµεῖσθαι [00184] ἐνιαυτοῦ [00052] ἐννόει [00059] [00144] ἐννοεῖν [00184] ἐννοίας [00012] [00109] ἐννοῶν [00134] ἑνός [00028] ἐντέλλοµαί [00139] ἔντιµον [00133] ἐντρόµως [00182] ἕξεις [00115] [00135] [00170] ἐξελέξατο [00030] ἐξένισε [00031] ἑξῆς [00138] ἐξουσίας [00019] ἐξουσιῶν [00154] [00156] ἔξω [00119] [00122] [00123] [00161] ἐπανελθὼν [00173] ἐπέλθῃ [00059] ἐπενεχθεὶς [00133] ἐπηρεάζειν [00183] ἐπὶ [00014] [00018] [00019] [00036] [00042] [00076] [00076] [00088] [00112] [00113] [00133] [00135] [00155] [00158] [00159] [00167] [00173] 11/19
Ἐπὶ [00111] ἐπιβαρῆσαί [00128] ἐπιδεικνύµενον [00126] ἐπιεικείας [00147] ἐπιζήµιοι [00110] ἐπιζήµιος [00123] ἐπιθυµήσῃς [00037] [00041] ἐπιθυµητὴς [00117] ἐπιθυµία [00090] ἐπιθυµίαις [00130] ἐπιθυµίας [00020] [00091] [00129] ἐπιθυµιῶν [00008] Ἐπίκειται [00130] ἐπικρατεῖν [00172] ἐπιλάθῃ [00161] ἐπιµέλησαι [00147] ἐπιορκίας [00133] ἐπιποθήσῃς [00166] Ἐπίῤῥιψον [00042] ἐπιστήµης [00107] ἐπιταγαῖς [00068] ἐπιφέρει [00029] ἐπιφεροµένων [00138] ἐπιχαρεῖς [00135] ἐπιχορηγήσει [00053] ἐπλεόνασε [00050] ἐπουρανίου [00008] ἔργα [00167] Ἐργασίας [00128] ἔργον [00063] ἐρηµίᾳ [00080] ἐρήµῳ [00081] ἔσῃ [00096] Ἐσθίετε [00176] ἔσο [00020] [00093] ἐσοµένων [00008] ἐστὶ [00064] ἐστι [00028] [00063] ἔστι [00108] [00135] [00168] Ἔστι [00015] [00038] [00123] [00171] ἐστὶν [00130] ἐστιν [00045] [00061] ἔστιν [00018] ἔστω [00111] [00164] [00171] ἔστωσαν [00103] ἕτερόν [00135] ἑτέρων [00044] [00064] ἔτι [00058] Εὐαγγελίῳ [00039] ΕΥΑΓΡΙΟΥ [00001] εὔθυµος [00135] εὐθὺς [00029] εὐκαταφρονήτων [00023] εὐπερισπάστων [00023] εὐπερίστατον [00073] εὐποιίας [00167] εὐπορῆσαι [00167] εὑρισκοµένου [00028] εὐρωστίαν [00173] εὐφραίνου [00159] εὐχαρίστει [00170] εὔχρηστον [00033] [00083] εὔχρηστος [00096] εὐώδη [00125] ἐφίστανται [00184] ἔχειν [00037] [00041] [00098] Ἔχεις [00026] [00031] [00039] ἔχῃς [00032] [00033] [00095] ἐχθροῦ [00129] ἐχθρούς [00183] Ἔχων [00051] Ζ [00094] ζῆλον [00111] ζηµίωσον [00132] Ζητειτε [00054] ζητοῦντός [00053] ζυγὸς [00015] ζωῆς [00008] [00009] [00170] ζῶσα [00118] ἡ [00007] [00015] [00016] [00061] [00115] [00123] [00185] [00185] [00185] [00188] ἢ [00011] [00044] [00052] [00052] [00052] [00067] [00067] [00069] [00133] [00150] [00150] [00150] [00170] [00184] Ἡ [00118] ᾖ [00073] Η [00001] [00116] ἡδέως [00179] ἡδὺς [00016] ἠλαττόνησεν [00050] ἡλίκῳ [00150] ἡµᾶς [00180] [00183] [00184] ἡµέρας [00052] [00128] [00142] [00152] [00166] ἡµετέρας [00087] [00133] [00170] [00177] ἡµέτερον [00063] ἡµῖν [00184] [00184] ἡµῶν [00043] [00183] [00184] ἥσυχα [00077] ἡσυχάσαι [00021] [00074] [00076] ἡσυχίᾳ [00015] ἡσυχίαν [00077] [00079] [00107] ΗΣΥΧΙΑΝ [00001] ἡσυχίας [00014] [00018] [00025] [00065] [00070] [00115] [00127] [00137] [00147] ἥτις [00030] ηὐλίσθην [00081] Θ [00136] θανάτου [00142] θανάτῳ [00005] [00008] θάψαι [00071] θεάσῃ [00083] [00086] [00122] 12/19
θεῖον [00028] θεῖος [00174] θέλεις [00113] θέληµα [00105] θελήµασι [00074] θέλοντας [00183] Θεὸν [00165] [00170] Θεόν [00152] Θεὸς [00047] Θεοῦ [00053] [00054] [00074] [00088] [00113] [00154] [00156] Θεῷ [00102] [00170] [00187] [00188] θορυβάζῃ [00027] θυγατέρα [00011] θυγατέρων [00004] [00008] [00008] Ι [00163] ΙΑ [00178] ἴδε [00143] Ἴδε [00125] ἰδέαν [00158] ἰδίαν [00079] ἰδίους [00085] Ἰδοὺ [00081] [00175] ἴδωσιν [00184] Ἱερεµίᾳ [00003] ἱερὸς [00128] Ἰησοῦ [00039] Ἰησοῦν [00026] ἱκετηρία [00185] ἱκετηρίαν [00184] [00187] ἱµάτια [00041] ἱµατίων [00041] [00044] ἵνα [00013] [00021] [00049] [00115] [00119] [00129] [00147] [00166] [00173] [00184] ἰσότης [00049] ἴσου [00132] ἴτω [00014] ΚΑΘ [00001] καθὰ [00049] [00181] καθάπερ [00077] [00128] καθέζῃ [00073] Καθεζόµενος [00140] καθευδήσῃς [00114] καθιστάµενον [00125] καθόλου [00082] καιρόν [00051] καιρὸς [00053] καιροῦ [00051] [00053] [00180] καιρῷ [00184] κἀκεῖσε [00126] κακίας [00126] κακοπαθείας [00179] κακοσχόλους [00183] κακοτρόπους [00183] καλὰ [00014] καλὴ [00015] καλή [00015] καλῶν [00117] καλῶς [00021] Κἂν [00032] [00062] κἂν [00032] [00033] [00059] [00161] [00161] [00162] καρδίᾳ [00008] καρδίας [00109] [00111] καρπούς [00009] καρτέρησον [00080] κατ [00133] κατάγνωθι [00146] καταιγίδος [00089] καταισχύνῃς [00133] καταλιπὼν [00014] κατανοήσῃς [00097] καταπαλαίσῃς [00129] καταπέσῃς [00133] κατάσπευδέ [00076] καταστάσεως [00149] κατενώπιον [00154] [00164] κατέχων [00077] κατηφήσῃς [00168] κατορθῶσαι [00022] κείµενον [00125] κειῶνται [00102] κελλίον [00073] κελλίου [00122] [00123] κελλίῳ [00070] [00093] [00113] [00140] [00161] κενοδοξίαν [00038] κεράµιον [00125] κηδεµονίαν [00088] κινήσῃ [00057] κοιλίαν [00119] κοιλίας [00121] κοινοβίῳ [00064] κοινοῖ [00176] κοινωνήσει [00068] κολαστήρια [00155] κόπτε [00127] Κορινθίους [00048] κόσµου [00006] [00007] [00008] [00014] [00019] κόσµῳ [00146] κρεῖττον [00059] [00135] κρείττων [00061] κρῖµα [00153] κρίσει [00158] κτήσῃ [00056] Κύριον [00026] [00042] Κύριος [00004] [00054] [00071] [00104] Κυρίου [00009] [00039] [00164] Κυρίῳ [00009] λάβε [00145] λαβεῖν [00044] 13/19
λάβῃς [00003] λαλιαῖς [00068] λαµπρὸν [00125] λατρείαν [00115] λάχανα [00175] λέγει [00004] λέγοντα [00026] λέγω [00060] [00078] λέγων [00029] [00104] [00128] λελυµένος [00171] λεπτῶν [00039] λήψεώς [00134] λήψεως [00131] λογίζου [00150] λογισµόν [00076] λογισµὸς [00024] [00059] λογισµός [00171] λογισµούς [00162] λογισµῶν [00008] λόγον [00028] [00033] λόγος [00034] [00174] λόγου [00006] λόγους [00109] λόγων [00133] λύπῃ [00068] µακάριος [00089] µακροῦ [00096] µάλιστα [00014] [00053] [00183] µᾶλλον [00042] [00128] [00169] [00187] µανίᾳ [00068] µαραίνει [00124] Μάρθαν [00026] Μαρία [00030] µαρτυρουµένην [00039] µαταίαις [00068] µάταιον [00184] Μάταιος [00185] µαταιότητος [00146] µαχίµων [00099] µε [00089] µεγαλεῖα [00088] µέλει [00043] µέλλοντα [00051] µέλλουσαν [00179] [00180] µεµέρισται [00006] µεµφόµενόν [00026] µὲν [00040] [00113] [00158] [00160] [00186] µένειν [00147] µέρεσι [00076] µερίδα [00030] µεριµνᾷ [00006] [00007] [00009] µερίµναις [00069] µέριµνάν [00042] µεριµνήσῃς [00051] µέσον [00154] µετ [00106] [00112] µεταδιδόναι [00128] µεταλλεύει [00091] µηδὲ [00087] [00097] [00106] [00168] µηδὲν [00176] µηδενὶ [00100] µὴν [00012] [00102] µηνῶν [00052] µήποτέ [00057] [00070] [00107] µὴς [00148] Μήτηρ [00105] µιᾶς [00052] µικρόν [00132] µισθόν [00032] [00033] µνήµην [00157] µνήµης [00161] Μνήσθητι [00149] µνήσθητι [00142] [00152] µοι [00072] [00125] [00139] µοναχὸν [00011] µοναχὸς [00011] [00014] ΜΟΝΑΧΟΥ [00001] ΜΟΝΑΧΩΝ [00001] µονήρη [00018] µόνον [00008] [00032] [00033] [00079] µόνος [00058] [00067] µόνου [00065] µόνων [00039] µου [00105] [00105] [00105] [00112] νεικίας [00133] νεκροὺς [00071] νεκρούς [00071] νεκρῶσαι [00167] νέκρωσιν [00143] Νηστεία [00164] νηφαλίως [00182] [00185] νήψεως [00186] νικήσῃ [00090] νόµον [00170] νοσερῷ [00005] [00008] [00008] νοῦν [00038] [00091] [00138] [00141] [00184] νοῦς [00127] νυκτὸς [00128] νῦν [00180] νυνὶ [00149] νῷ [00184] ξενιτείαν [00076] [00078] ξένον [00033] ὁ [00006] [00011] [00012] [00014] [00014] [00015] [00015] [00016] [00025] [00047] [00048] [00050] [00053] [00054] [00057] [00059] [00071] [00081] [00084] [00089] [00104] [00111] [00111] [00118] [00127] [00128] 14/19
[00130] [00137] [00171] [00174] Ὁ [00009] [00050] [00068] ὀδόντων [00155] ὀδύνην [00151] Οἱ [00112] οἱ [00105] οἶδε [00137] οἴκει [00067] οἰκῆσαι [00066] οἰκονοµεῖσθαι [00047] οἰκονόµον [00170] οἰκῶν [00068] οἶνον [00125] οἴνου [00125] οἷον [00052] ὀλίγον [00050] ὀλιγοψυχίας [00089] ὅλων [00187] ὅλως [00024] [00097] ὁµοίως [00187] ὁµοῦ [00126] ὁµοφρόνων [00067] ὄντως [00015] [00110] [00185] Ὁπηνίκα [00184] ὅπως [00049] [00135] [00162] ὅρα [00161] ὀργῇ [00068] ὅση [00164] ὅταν [00185] ὅτε [00171] ὅτι [00004] [00006] [00170] [00170] Ὅτι [00188] Οὐ [00058] [00176] [00180] οὐ [00008] [00008] [00012] [00063] [00187] Οὐδὲ [00172] Οὐδεὶς [00013] οὐδὲν [00083] [00083] [00083] οὐκ [00022] [00030] [00050] [00050] [00131] [00174] οὖν [00037] [00085] [00132] [00177] οὐρανίου [00009] οὐρανοῖς [00105] οὐρανῶν [00053] οὖς [00109] οὔτε [00102] [00102] οὗτοί [00105] οὗτοι [00008] [00184] Οὕτω [00183] οὕτω [00171] Οὕτως [00047] [00134] οὕτως [00011] [00104] [00135] [00137] [00186] ὀφθαλµοί [00112] ὄψει [00088] πάθη [00167] παθήµατα [00180] πάθος [00108] παῖδα [00056] παῖδας [00047] παιδὸς [00062] πάλῃ [00074] πάλιν [00084] [00173] πάντα [00054] [00074] [00074] [00077] [00155] [00175] παντὸς [00028] [00156] πάντων [00077] [00154] πάντως [00068] παρ [00044] παραδέξῃ [00109] ΠΑΡΑΘΕΣΙΣ [00001] παραθήσοµαί [00138] παραινεῖ [00128] παραινεῖν [00137] παραιτοῦ [00070] [00101] [00122] παραµείνῃ [00115] παραµένουσιν [00102] παραπλησιάσας [00127] παραῤῥίψῃς [00161] παράῤῥιψόν [00135] παρασκευάζει [00125] [00165] παραστάσεως [00152] παρισταµένους [00184] παρίστασθαι [00187] παῤῥησίαν [00156] πᾶσαν [00014] πάσας [00129] [00179] πάσης [00012] [00020] [00126] πᾶσι [00155] [00179] Πατέρες [00103] πατέρες [00105] πατέρων [00064] Πατρὸς [00156] Πατρός [00105] Παῦλος [00128] πε [00170] πειρασµοί [00092] πειρῶ [00127] πεισθῇς [00062] πενήτων [00037] πένθους [00111] [00158] Περὶ [00041] [00174] περὶ [00004] [00008] [00008] [00024] [00027] [00043] [00048] [00070] [00107] [00119] [00133] περικαθαριεῖ [00165] περιποιοῦ [00065] περισπαστικὸς [00127] περισπωµένων [00106] περισσὰ [00041] περισσεύῃς [00046] περίσσευµα [00049] [00049] περισσεύµατος [00040] περιστάσει [00068] περιστάσεις [00070] περιστάσεων [00079] περιστάσεως [00021] περιφέρηται [00126] πικροτάτῃ [00150] 15/19
πιστὸν [00135] πιστοὺς [00111] [00112] πλεῖστον [00125] Πλὴν [00078] πληροφορίαν [00088] πλήρωκας [00170] πλουσίων [00039] πλοῦτον [00037] πνευµατικὴ [00061] πνευµατικὴν [00060] πνευµατικοὶ [00103] πόθον [00119] [00124] πόθος [00111] [00119] ποίᾳ [00150] ποίει [00074] [00139] ποιεῖ [00079] ποιεῖσθαι [00187] ποιῆσαι [00032] ποιήσει [00009] ποιήσωσι [00184] ποιοῦντα [00011] ποιοῦντες [00105] ποίῳ [00150] πόλει [00080] [00084] πόλιν [00082] πολιτείᾳ [00083] [00098] πολιτείαν [00022] πολιτείας [00172] [00173] πολλὰ [00027] πολλάκις [00038] [00171] Πολλοὶ [00092] πολλῷ [00187] πολλῶν [00023] [00127] πολὺ [00050] πολυδάπανος [00166] πολυπραγµοσύνης [00038] πολυτελεστάτων [00057] πολυτελῆ [00024] πονηροῦ [00038] πονηρῶν [00099] πόνοις [00173] πόνον [00145] πόνος [00111] [00177] πόνους [00172] πορευοµένων [00113] πορίσαι [00033] ποτὲ [00161] ποτέ [00114] που [00161] πραγµατείαις [00013] πραγµατευτὴς [00077] πραγµατευτικῆς [00012] ΠΡΑΓΜΑΤΩΝ [00001] πραγµάτων [00138] πράξεως [00012] πρᾶξις [00016] πρᾶττε [00074] προαιρέσεως [00177] προαίρεσίν [00039] προαίρεσιν [00090] προειρηµένῳ [00011] προείρηται [00185] προθέσει [00033] [00147] προθέσεις [00101] προθέσεως [00115] [00133] πρόθεσιν [00076] προνοήσει [00042] προνοοῦ [00041] πρὸς [00037] [00038] [00048] [00059] [00070] [00077] [00077] [00113] [00128] [00152] [00180] προσβάλλῃ [00062] προσδοκίᾳ [00150] Προσεδεχόµην [00089] προσερχοµένη [00038] προσερχόµενός [00186] προσεύχεσθαι [00183] [00184] προσευχὴ [00185] προσευχῇ [00184] προσευχῆς [00184] προσεύχου [00181] [00182] προσθῇς [00024] προσκαλέσηταί [00113] προσκαλούµενον [00122] προσοι [00102] προστεθήσεται [00054] προσφερόµενα [00044] προφήτῃ [00008] προφήτην [00031] πταῖσµα [00093] πτοηθῇς [00086] πῦρ [00155] πωλεῖς [00132] πῶς [00006] [00007] [00009] [00074] [00125] [00150] πως [00026] ῥᾳδίως [00076] Ῥεµβασµὸς [00091] ῥέµβους [00090] ῥυπαροὺς [00162] Σαρεφθοῖς [00031] σαρκικῶν [00008] σὲ [00113] σε [00025] [00036] [00070] [00079] [00098] [00107] [00113] [00168] σεαυτὸν [00122] [00127] σεαυτόν [00132] Σεαυτοῦ [00065] σεαυτοῦ [00058] σεαυτῷ [00003] [00157] σεµνύνει [00165] σιωπῇ [00150] σκάνδαλόν [00057] σκανδάλῳ [00068] 16/19
σκοτοῖ [00124] σκότος [00155] σκώληκα [00155] σοι [00044] [00057] [00078] [00097] [00103] [00111] [00115] [00119] [00119] [00135] [00137] [00138] [00139] [00164] [00171] [00179] σοῖς [00076] σου [00042] [00042] [00053] [00057] [00067] [00076] [00076] [00083] [00090] [00093] [00098] [00109] [00111] [00113] [00119] [00122] [00123] [00127] [00133] [00134] [00134] [00135] [00140] [00141] [00161] [00161] [00165] [00166] σπατάλην [00117] σπαταλῶσα [00118] σπουδάζουσαν [00026] σπουδαίως [00184] σπουδάσαι [00074] σπούδασον [00160] σπουδῆς [00147] στάδιον [00087] στεναγµῷ [00150] στέναζε [00158] στέρνη [00016] στόµα [00176] στρατευόµενος [00013] στρατιώτην [00012] στρατολογήσαντι [00013] στυγνάσῃς [00168] στυγνὸν [00126] σὺ [00003] [00072] [00139] [00158] συγγενικαῖς [00069] συγκαθῆσθαι [00112] συµβαίνει [00171] συµβαλλοµένους [00098] συµπορευθῇς [00106] συµπόσιον [00106] συµφοράν [00144] σὺν [00179] συνάγαγέ [00141] συναπαχθῇς [00069] συναυλίζου [00106] συνεχεῖς [00070] [00095] συνεχὴς [00123] συνεχῶς [00122] συνοικήσῃς [00100] συντυγχάνων [00096] συντυχίας [00070] [00095] [00099] σχέσεις [00127] σχολάσαι [00074] σώζοντά [00089] σωµατικὴν [00059] σωµατικῆς [00061] σωµατικοὺς [00172] σώµατος [00041] [00143] [00167] [00171] σωτηρίᾳ [00088] ΤΑ [00001] τὰ [00006] [00007] [00009] [00014] [00018] [00024] [00026] [00041] [00044] [00051] [00053] [00077] [00077] [00088] [00133] [00137] [00154] [00156] [00156] [00167] [00167] [00176] [00180] τά [00155] τάδε [00004] ταῖς [00013] [00133] [00172] ταράξῃ [00127] τάρταρον [00155] Τὰς [00080] τὰς [00019] [00070] [00080] [00095] [00099] [00101] [00107] [00119] [00127] [00129] [00135] [00155] [00165] [00165] [00179] τάς [00019] Ταῦτά [00137] ταῦτα [00033] [00054] ταύτην [00022] [00076] [00077] ταύτης [00015] [00156] τάχιον [00113] [00173] τε [00012] [00019] [00019] [00039] [00068] [00147] [00155] [00182] [00184] [00185] τέθνηκεν [00118] τεταραγµένον [00126] τεύξονται [00008] τῇ [00006] [00015] [00041] [00062] [00068] [00074] [00081] [00083] [00084] [00098] [00130] [00147] [00158] Τὴν [00179] τὴν [00022] [00026] [00030] [00039] [00040] [00042] [00053] [00053] [00054] [00054] [00060] [00076] [00079] [00079] [00088] [00088] [00088] [00090] [00107] [00113] [00115] [00117] [00119] [00124] [00126] [00133] [00133] [00135] [00143] [00144] [00151] [00154] [00156] [00156] [00156] [00157] [00158] [00165] [00173] [00179] [00179] [00180] [00184] [00186] [00187] τῆς [00008] [00009] [00014] [00018] [00021] [00025] [00031] [00032] [00033] [00036] [00053] [00061] [00065] [00065] [00070] [00079] [00087] [00107] [00111] [00111] [00112] [00115] [00115] [00126] [00126] [00127] [00127] [00129] [00130] [00133] [00133] [00137] [00146] [00147] [00147] [00147] [00149] [00152] [00161] [00166] [00167] [00169] [00170] [00172] [00173] [00177] [00184] Τί [00027] τι [00057] [00132] [00174] τιµὴν [00133] τινα [00128] [00135] τίνι [00150] τις [00022] [00077] [00113] [00186] τίσιν [00031] τισὶν [00173] Τὸ [00049] [00177] τὸ [00003] [00008] [00015] [00031] [00049] [00049] [00049] [00050] [00050] [00057] [00059] [00073] [00082] [00087] [00093] [00105] [00108] [00109] [00113] [00124] [00128] [00128] [00135] [00150] [00151] [00153] [00155] [00155] [00161] [00165] [00166] [00170] [00176] Τοιαῦτα [00036] τοιαῦτα [00026] Τοιγαροῦν [00127] τοιγαροῦν [00018] τοίνυν [00051] τοιούτοις [00133] Τοιοῦτος [00011] τοῖς [00068] [00074] [00076] [00105] [00133] [00133] [00133] [00154] [00156] [00159] [00173] [00179] τὸν [00006] [00008] [00011] [00018] [00026] [00028] [00031] [00032] [00033] [00033] [00038] [00051] [00065] [00076] [00089] [00119] [00124] [00125] [00127] [00129] [00138] [00141] [00145] [00152] [00155] [00155] [00155] [00155] [00170] [00176] [00184] τόπους [00085] τόπῳ [00003] [00004] [00011] [00125] τότε [00143] [00184] τοῦ [00006] [00006] [00007] [00008] [00009] [00013] [00014] [00019] [00025] [00028] [00028] [00038] [00039] [00040] [00041] [00051] [00053] [00053] [00054] [00062] [00074] [00088] [00105] [00105] [00112] [00113] [00122] [00123] [00129] [00132] [00143] [00156] [00167] [00180] [00184] Τοὺς [00085] τοὺς [00009] [00047] [00071] [00071] [00098] [00109] [00111] [00112] [00155] [00162] [00172] [00183] [00183] [00188] τουτέστι [00008] τουτέστιν [00020] Τοῦτο [00006] [00045] τοῦτο [00028] [00048] [00063] [00092] [00108] [00128] [00135] [00177] τούτοις [00014] [00032] [00046] [00155] [00158] τοῦτον [00024] τούτου [00008] [00014] [00025] [00057] [00114] Τούτους [00104] τούτους [00070] τούτῳ [00003] [00004] [00127] [00129] [00146] [00183] 17/19
ΤΟΥΤΩΝ [00001] τούτων [00019] [00021] [00022] [00068] [00095] [00097] [00100] [00119] [00157] [00160] [00161] [00161] [00162] τραπέζας [00119] τρίτον [00168] [00170] [00171] τρόµου [00186] τρόµῳ [00185] τρόπαια [00014] [00018] τρόποις [00133] τρόπον [00065] [00127] τρόπος [00137] Τροφῶν [00023] τροφῶν [00044] [00057] τρυγίας [00126] τυγχάνει [00185] τυγχάνῃς [00161] τῷ [00003] [00003] [00004] [00007] [00008] [00008] [00009] [00011] [00011] [00013] [00039] [00040] [00046] [00068] [00070] [00093] [00113] [00125] [00140] [00146] [00149] [00161] [00170] [00184] [00187] [00188] ΤΩΝ [00001] τῶν [00004] [00004] [00004] [00008] [00008] [00037] [00039] [00048] [00053] [00057] [00064] [00067] [00068] [00074] [00079] [00099] [00113] [00117] [00127] [00133] [00133] [00138] [00155] [00158] [00187] [00187] [00187] ὕδωρ [00032] υἱὸν [00011] υἱῶν [00004] [00008] [00008] ὕλην [00014] ὑλικῶν [00066] [00068] ὑλῶν [00068] ὑµῖν [00054] [00175] ὑµῶν [00049] [00049] ὕπαγε [00113] ὑπάγειν [00113] ὕπαρξιν [00040] ὑπάρχειν [00012] ὑπεναντίος [00025] [00057] ὑπενδιδόναι [00173] ὑπεξάρῃ [00022] ὑπὲρ [00034] ὑπερβεβηκυῖαν [00039] ὑπερηφανίας [00045] ὑπήκοος [00169] ὑπὸ [00039] ὑποβάλλοντες [00184] ὑπόδειγµα [00031] ὑποδέξῃ [00033] ὑπόµεινον [00088] ὑπόστρεφε [00113] ὑστέρηµα [00049] [00049] ὑστερουµένῳ [00046] ὑστερουµένων [00048] φαγεῖν [00113] [00168] [00171] [00174] φαγὼν [00166] [00170] φαντάζου [00153] φαντασίας [00086] φαύλας [00101] φείσῃ [00073] Φέρε [00138] φέρε [00179] Φεῦγε [00099] φεῦγε [00073] [00080] [00095] φησὶ [00009] [00028] [00043] [00084] [00180] φησι [00118] φησὶν [00040] [00054] [00071] [00081] [00089] φησιν [00012] [00130] φιλίαις [00069] φιλο [00133] φίλοι [00103] φιλοκερδείας [00133] φιλοξενίας [00024] [00032] [00033] Φίλους [00098] φίλους [00095] φοβερὸν [00153] Φοβοῦ [00093] φόβου [00186] φοβούµενος [00158] φόβους [00155] φόβῳ [00068] [00150] [00185] φορτίον [00015] φρικῶδες [00153] φρονεῖν [00036] φρόνηµα [00057] [00124] [00161] [00165] [00166] φρονήµατι [00008] φροντίδα [00135] φροντίδας [00019] φρόντιζε [00065] [00128] φροντίζειν [00057] [00058] φυγαδεύων [00081] φυλάσσου [00134] χαῖρε [00159] [00169] χαµευνίαν [00179] χαρὰν [00156] χάριν [00024] [00062] [00124] χάρις [00115] χειρῶν [00128] χήραν [00039] χήρας [00031] χορτάσῃς [00119] χορτασίᾳ [00121] χόρτου [00175] χρεία [00028] [00168] χρείας [00169] χρὴ [00011] [00098] χρή [00172] χρήσιµα [00077] [00137] χρήσιµον [00083] χρηστὰς [00135] χρηστὸς [00015] Χριστοῦ [00012] [00154] [00156] Χριστῷ [00187] χώραν [00079] 18/19
ψυχαὶ [00150] ψυχὴν [00026] [00165] ψυχῆς [00133] [00177] ψυχικὸν [00151] ᾧ [00073] ὧδε [00126] ὡραία [00015] [00015] ὡραῖα [00014] ὡς [00008] [00008] [00012] [00015] [00018] [00024] [00059] [00061] [00118] [00170] [00175] [00185] ὥς [00130] Ὡς [00015] ὡσαύτως [00033] [00187] ὥστε [00168] [00171] ὠφελείας [00062] [00065] [00079] [00087] [00127] ὠφέλιµον [00083] ὠφελίµους [00098] 19/19