05 ΝΟΕΜΒΡΙΟΥ 2017 Κυριακὴ Ε Λουκᾶ Γαλακτίωνος καὶ Ἐπιστήμης τῶν Μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν ΙΑ.

Σχετικά έγγραφα
12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

+Κυριακῇ ΣΤ ἑβδομάδος Ματθαίου

Ὅτι σὸν τὸ κράτος. Ἦχος πλ. α.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

28 ΙΟΥΛΙΟΥ 2019 Κυριακὴ Ϛ Ματθαίου Προχόρου, Νικάνορος, Τίμωνος, Παρμενᾶ, Ὁσίας Εἰρήνης Χρυσοβαλάντου. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

4 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

12 ΜΑΡΤΙΟΥ 2017 Κυριακὴ Β Νηστειῶν. Ἦχος πλ. α. Ἑωθινὸν Ε. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

03 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

19 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Κυριακὴ ΙΒ Λουκᾶ Μακαρίου ὁσίου, Μάρκου Ἐφέσου τοῦ Εὐγενικοῦ. Ἦχος πλ. α. Ἑωθινὸν Η.

29 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Θ Ματθαίου Μάρτυρος Καλλινίκου, Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Θ.

02 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΔ Λουκᾶ Ἀββακοὺμ τοῦ Προφήτου, Μυρόπης Μάρτυρος. Ἦχος β. Ἑωθινὸν Ε.

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

31 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ. ΜΑΤΘΑΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Εὐδοκίμου, καὶ Προεόρτια τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ.

Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φιλανθρωπίαν

21 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Δ Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ. Ἦχος γ. Ἑωθινὸν Δ.

03 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ ΙΔ Λουκᾶ Σοφονίου Προφήτου, Ἀγγελῆ Νεομάρτυρος τοῦ Ἀργείου ἐν Χίῳ. Ἦχος α. Ἑωθινὸν Δ.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

21 ΙΑΝΟΥΑΡΙΟΥ 2018 Κυριακὴ ΙΕ Λουκᾶ (Ζακχαίου) Μαξίμου Ὁσίου τοῦ Ὁμολογητοῦ, Μαξίμου τοῦ Γραικοῦ, Ἁγνῆς παρθενομάρτυρος. Ἦχος πλ. δ. Ἑωθινὸν ΙΑ.

Κ Υ Ρ Ι Α Κ Η Ε Τ Ο Υ Λ Ο Υ Κ Α

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

10 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ Ι Λουκᾶ Μηνᾶ Καλλικελάδου, Ἑρμογένους, Εὐγράφου Μαρτύρων, Ὁσίου Θωμᾶ Δεφουρκινοῦ. Ἦχος β. Ἑωθινὸν Ε.

04 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ Ζ Ματθαίου Τῶν ἁγίων Ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

25 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 Κυριακὴ A Λουκᾶ Ὁσίας Εὐφροσύνης, Παφνουτίου, Σεργίου τοῦ Ῥαντονέζ. Ἦχος πλ. α. Ἑωθινὸν Γ.

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

16 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Ϛ Ματθαίου Ἀθηνογένους Πηδαχθόης καὶ τῶν σὺν αὐτῷ, Θεοφόρων Πατέρων τῆς Δ Οἰκουμενικῆς Συνόδου. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

23 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Ζ Ματθαίου Ἀνακομιδὴ Ἱερομ. Φωκᾶ, Ἱεζεκιὴλ τοῦ Προφήτου, Ἀπολλιναρίου Ῥαβέννης, Ὁσίας Πελαγίας ἐν Τήνῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

16 ΟΚΤΩΒΡΙΟΥ 2016 Κυριακὴ Δ Λουκᾶ Λογγίνου τοῦ ἑκατοντάρχου, Θεοφόρων Πατέρων τῆς Ζ Οἰκουμενικῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Ϛ.

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

15 ΙΑΝΟΥΑΡΙΟΥ 2017 Κυριακὴ ΙΒ Λουκᾶ Παύλου ὁσίου τοῦ Θηβαίου καὶ Ἰωάννου τοῦ καλυβίτου. Γερασίμου (Παλλαδᾶ) Πατριάρχου Ἀλεξανδρείας

30 ΣΕΠΤΕΜΒΡΙΟΥ 2018 Κυριακὴ B Λουκᾶ Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας, Γαϊανῆς καὶ Ῥιψιμίας Μαρτύρων. Ἦχος α. Ἑωθινὸν Ζ.

27 ΟΚΤΩΒΡΙΟΥ 2013 Κυριακὴ Ζ Λουκᾶ Νέστορος Μάρτυρος. Ἦχος α. Ἑωθινὸν Ζ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. 22 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Δ Νηστειῶν Ὁσ.Ἰωάννου τῆς Κλίμακος. Βασιλείου πρεσβ.ἀγκυρανῶν.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

08 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Β Νηστειῶν Γρηγορίου Ἀρχιεπ. Θεσσαλονίκης τοῦ Παλαμᾶ Θεοφυλάκτου Νικομηδείας, Παύλου Πλουσιάδος. Ἦχος πλ. β. Ἑωθινὸν Ϛ.

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

21 ΙΟΥΛΙΟΥ 2019 Κυριακὴ Ε Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ, Παρθενίου Ἐπισκόπου Ραδοβισδίου Ἄρτης. Ἦχος δ. Ἑωθινὸν Ε.

08 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Ϛ Ματθαίου Προκοπίου μεγαλομάρτυρος, Θεοφίλου ὁσίου τοῦ ἐκ Ζίχνης, Ἀναστασίου νέου ἱερομάρτυρος ἐξ Ἰωαννίνων

11 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις. 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

14 ΑΠΡΙΛΙΟΥ 2019 Κυριακὴ Ε Νηστειῶν. Ἦχος πλ. α. Ἑωθινὸν Β. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. 26 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Κυριακὴ ΙΕ Λουκᾶ Ξενοφῶντος ὁσίου καὶ συνοδείας, Κλήμεντος ὁσίου

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

20 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ. Ἠλιοὺ προφήτου τοῦ Θεσβίτου. Ηχος πλ. α, ἑωθινὸν ϛ.

Ἦχος πλ. α. Ἑωθινὸν η. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

07 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Β Ματθαίου Κυριακῆς Παρθενομάρτυρος, Θωμᾶ Ὁσίου ἐν Μαλεῷ. Ἦχος α. Ἑωθινὸν Β.

1 ΙΟΥΛΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Δ ΜΑΤΘΑΙΟΥ Κοσμᾶ καὶ Δαμιανοῦ τῶν ἀναργύρων τῶν ἐν Ῥώμῃ ( 284). Ἦχος γ. Ἑωθινὸν δ.

Ὅτι σὸν τὸ κράτος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα. Ἦχος πλ. α.

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

+Κυπιακῇ ΣΤ ἑβδξμάδξρ Ματθαίξυ +Μμήμη τξῦ Ἁγίξυ καὶ ἐμδόνξυ Μεγαλξμάπτυπξρ Ππξκξοίξυ.

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

11 ΔΕΚΕΜΒΡΙΟΥ 2016 Κυριακὴ ΙΑ Λουκᾶ Δανιὴλ τοῦ Στυλίτου, Λουκᾶ τοῦ νέου Στυλίτου, Λεοντίου τοῦ ἐν Ἀχαΐα, τῶν Ἁγίων Προπατόρων. Ἦχος πλ. δ. Ἑωθινὸν Γ.

Ὅτι πρέπει σοι πᾶσα δόξα. Ὅτι σὸν τὸ κράτος

20 ΙΑΝΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΒ Λουκᾶ Ὁσίου Εὐθυμίου Κοινοβιάρχου, Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος α. Ἑωθινὸν Α.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

07 ΑΠΡΙΛΙΟΥ 2019 Κυριακὴ Δ Νηστειῶν. Ἦχος δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

11 ΝΟΕΜΒΡΙΟΥ 2018 Κυριακὴ Η Λουκᾶ Μηνᾶ, Βίκτωρος καὶ Βικεντίου, Θεοδώρου τοῦ Στουδίτου. Ἦχος βαρύς. Ἑωθινὸν Β.

29 ΣΕΠΤΕΜΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΔ (Β ΛΟΥΚΑ). Κυριακοῦ ὁσίου ( 556). Πετρωνίας μάρτυρος. Ηχος πλ. α ἑωθινὸν γ

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

17 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Μαρίας ὁσίας τῆς Αἰγυπτίας».

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ.

16 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΑ Λουκᾶ Ἁγίων Προπατόρων Ἀγγαίου τοῦ Προφήτου, Μοδέστου Ἱεροσολύμων, Θεοφανοῦς Βασιλίσσης. Ἦχος δ. Ἑωθινὸν Ζ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

25 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΔ (Α ΛΟΥΚΑ) Εὐφροσύνης ὁσίας καὶ Παφνουτίου τοῦ πατρὸς αὐτῆς (ε αἰ.). Ἦχος πλ. α. Ἑωθινὸν γ.

Ὅτι σὸν τὸ κράτος Ἦχος Β Ἑωθινόν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

18 ΜΑΡΤΙΟΥ 2018 Κυριακὴ Δ Νηστειῶν Ὁσ.Ἰωάννου τῆς Κλίμακος, Κυρίλλου Ἱεροσολύμων, Τροφίμου καὶ Εὐκαρπίωνος Μαρτύρων. Ἦχος πλ. δ. Ἑωθινὸν Η.

09 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Ε Ματθαίου Παγκρατίου Ἐπισκ.Ταυρομενίου, Διονυσίου Ῥήτορος καὶ Μητροφάνους Μικραγιαννανιτῶν, τῶν ἐν Κύπρῳ Νεομαρτύρων τοῦ 1821

21 ΜΑΪΟΥ Ἦχος πλ. α. Ἑωθινὸν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

03 ΝΟΕΜΒΡΙΟΥ 2013 Κυριακὴ Ε Λουκᾶ Ἁγ.Γεωργίου Ἀνακομιδή, Ἀκεψιμᾶ, Ἀειθαλᾶ. Ἦχος β. Ἑωθινὸν Η.

Transcript:

05 ΝΟΕΜΒΡΙΟΥ 2017 Κυριακὴ Ε Λουκᾶ Γαλακτίωνος καὶ Ἐπιστήμης τῶν Μαρτύρων Ἦχος πλ. α. Ἑωθινὸν ΙΑ. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος πλ. α. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀ νυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐτοῦ. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ Χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε. Δόξα. Κύριε νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ αἰῶνος νεκροὺς ἐξανέστησας. Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι. 1

Καὶ νῦν. Θεοτοκίον. Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν. Μετὰ τὴν β Στιχολογίαν. Ἦχος πλ. α. Κύριε, μετὰ τὴν τριήμερόν σου ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι Γυναῖκες ἀπετόλμησαν, κἀγὼ ἐδειλίασα Λῃστὴς ἐθεολόγησε, κἀγὼ ἠρνησάμην σε ἆρα καλέσεις με τοῦ λοιποῦ μαθητήν; ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσόν με. Δόξα. Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὦ Ἐλεῆμον ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος ἔ δραμον γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν ἔγερσιν Ὑπερυψούμενε Σωτήρ, ὃν ὑ μνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι. Καὶ νῦν. Θεοτοκίον. Ἀπειρόγαμε νύμφη Θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαροποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς, ἐκ τῆς ἀρχαίας ἀρᾶς καὶ νῦν δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἡμᾶς. ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τῶν ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν σε ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δέ, Σωτήρ, τὴν ἰ σχὺν καθελόντα καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα συμπαθῶς τοῖς δάκρυσιν, ὦ μαθήτριαι, κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ ἄγγελος προσεφθέγγετο ταῖς μυροφόροις Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωῒ μυροφόροι ἔδραμον πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι ἀλλ ἐπέστη πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε Θρήνου ὁ καιρὸς πέπαυται μὴ κλαίετε τὴν ἀνάστασιν δὲ ἀποστόλοις εἴπατε. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο ἀγγέλου πρὸς αὐτὰς φθεγγομένου Τί μετὰ νεκρῶν τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γὰρ ἐξανέστη τοῦ μνήματος. Δόξα. Προσκυνοῦμεν Πατέρα καὶ τὸν τούτου Υἱόν τε καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἁγίαν Τριάδα ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφεὶμ κράζοντες τὸ Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε. Καὶ νῦν. Ζωοδότην τεκοῦσα, ἐλυτρώσω, Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύπης παρέσχες ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δὲ ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι ὁ Θεός. (γ ) Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ηηὐὐλλόόγγηηττααί ίί Σοουυ....... 2

ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ ἡ Ὑπακοή. Ἦχος πλ. α. Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος. οἱ Ἀναβαθμοί. Ἦχος πλ. α. Ἀντίφωνον Α. Ἐν τῷ θλίβεσθαί με δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας. Τοῖς ἐρημικοῖς, ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε, σὺν τοῖς ἀοράτοις αὐτοκρατὲς γὰρ ὄν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως. Ἀντίφωνον Β. Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν δεῦρο ἐκεῖσε, ὅθεν βοήθεια ἥκει. Δεξιά σου χεὶρ κἀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, θεολογοῦντες φῶμεν Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας. Ἀντίφωνον Γ. Ἐπὶ τοῖς εἰρηκόσι μοι Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου χαρᾶς πολλῆς πλησθείς, εὐχὰς ἀναπέμπω. Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῶον ἐμψυχοῦται, ὡς ἐν Πατρί, ἅμα τε καὶ Λόγῳ. Προκείμενον. Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας. (δίς) Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Ἀνάστηθι Κύριε ὁ Θεός μου... ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ ὁ διάκονος ΤΤοοῦῦ Κυυρρί ίίοουυ δδεεηηθθῶμμεενν... Κύριε, ἐλέησον. ὁ ἱερεύς Ὅττι ιι ἅἅγγι ιιοοςς εεἶ ἶἶ,,, ὁὁ Θεεὸὸςς ἡἡμμῶνν,,,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοή πᾶσα τὸν Κύριον. ὁ διάκονος Κααὶ ὶὶ ὑὑππὲὲρρ ττοοῦῦ κκααττααξξι ιιωθθῆῆννααι ἡἡμμᾶᾶςς ττῆῆςς ἀἀκκρροοάάσσεεωςς ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ Κύύρρι ιιοονν ττὸὸνν Θεεὸὸνν ἡἡ μμῶνν ἱἱκκεεττεεύύσσωμμεενν. ἱ.. Κύριε, ἐλέησον. (γ ) ὁ διάκονος Σοοφί ίίαα ὀὀρρθθοοί ίί ἀἀκκοούύσσωμμεενν ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ... ὁ ἱερεύς ΕΕἰ ἰἰρρήήννηη ππᾶᾶσσι ιι... Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς ἘἘκκ ττοοῦῦ κκααττὰὰ ἸἸωάάννννηηνν ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ ττὸὸ ἀἀννάάγγννωσσμμαα... ὁ διάκονος Πρρόόσσχχωμμεενν... Δόξα σοι, Κύριε, δόξα σοι. ὁ Ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον Ἑωθινὸν ΙΑ Ἐκ τοῦ κατὰ Ἰωάννην (κ 15 25) Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν καὶ λέγει τῷ Σίμωνι Πέτρῳ Σίμων Ἰω 3

νᾶ, ἀγαπᾷς με πλεῖον τούτων; Λέγει αὐτῷ Ναί, Κύριε σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ Βόσκε τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν δεύτερον Σίμων Ἰωνᾶ, ἀγαπᾷς με; Λέγει αὐτῷ Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ Ποίμαινε τὰ πρόβατά μου. Λέγει αὐτῷ τὸ τρίτον Σίμων Ἰωνᾶ, φιλεῖς με; Ἐλυπήθη ὁ Πέτρος, ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με, καὶ εἶπεν αὐτῷ Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ ὁ Ἰησοῦς Βόσκε τὰ πρόβατά μου. Ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ᾖς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ Ἀκολούθει μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε Κύριε, τίς ἐ στιν ὁ παραδιδούς σε; Τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ Κύριε, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ Ἰησοῦς Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Σὺ ἀκολούθει μοι. Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει, ἀλλ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν. Δόξα σοι, Κύριε, δόξα σοι. ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον Ἦχος β. Ἐλεῆμον, Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐ ξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς 4

οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ ἐλέησόν με, ὁ Θεός. Δόξα. Ταῖς τῶν Ἀποστόλων πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. Σῶσσοονν,,, ὁὁ Θεεόόςς,,, ττὸὸνν λλααόόνν Σοουυ....... Κύριε, ἐλέησον. (ιβ ) ἘἘλλέέεει ιι κκααὶ ὶὶ οοἰ ἰἰκκττι ιιρρμμοοῖ ῖῖςς....... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ ὁ Ἀναστάσιμος καὶ ὁ τῶν Ἁγίων ᾨδὴ α. ὁ Ἀναστάσιμος ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ Ἦχος πλ. α. Ὁ Εἱρμός. Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν Εὐεργέτα, πρὸς σὲ φυλάξασα μητρικήν, Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἤγειράς με πεσόντα, τῷ βόθρῳ ἐπικλυσθείς, Ζωοδότα ἀπτώτως καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ με εὐωδίασας. Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται ἡ γὰρ εὐλογημένη, καὶ Κεχαριτωμένη πιστοῖς, χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν, ἀνθηφοροῦσα Χριστὸν τοῖς πέρασι. καὶ τῶν Ἁγίων ὁ παρών, Ἦχος πλ. β. Ὡς ἐν ἠπείρῳ πεζεύσας. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Τοὺς ἀνεσπέρους φωστῆρας τοὺς λογικούς, οὐρανοὺς τοὺς λάμψαντας, ὑπὲρ ἥλιον ἐν γῇ, τοῦ Χριστοῦ τοὺς θείους ἀθλητάς, ἐν ᾠδαῖς πνευματικαῖς πίστει τιμήσωμεν. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ἑλληνικῆς ἀπὸ ῥίζης στειρωτικῆς, εὐθαλὴς ἐβλάστησας θεοδώρητος βλαστός, Γαλακτίων κόσμῳ τοὺς καρπούς, προβαλλόμενος τῆς σῆς ἀτρέπτου πίστεως. Δόξα. Ἐπιστημόνως τὴν πίστιν τὴν πρὸς Χριστόν, ἐκζητοῦσα ἔδραμες, πρὸς ἐπίγνωσιν αὐτοῦ καὶ τυχοῦσα θείας δωρεᾶς, Ἐπιστήμη νυμφικῶς τούτῳ νενύμφευσαι. 5

Καὶ νῦν. Θεοτοκίον Κατεποντίσθην ὁ τάλας ἐν τῷ βυθῷ, τῶν πολλῶν μου πράξεων, καὶ πρὸς σὲ τὴν ἀγαθήν, καταφεύγω Μῆτερ τοῦ Θεοῦ δός μοι χεῖρα βοηθείας καὶ διάσωσον. ᾨδὴ γ. ὁ Ἀναστάσιμος Ἦχος πλ. α. Ὁ Εἱρμός. Ὁ πήξας ἐπ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀ σάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσενηνόχασι Χριστέ, ὄξος δ ἀντὶ τοῦ μάννα, εὐεργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὸν κατέθεντο ἀλλ αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχε, τὴν μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν. Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κηρύττομεν. τῶν Ἁγίων Ἦχος πλ. β. Οὐκ ἔστιν ἅγιος ὡς σύ. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ἐφέσει κρείτονος ζωῆς, καὶ τρυφῆς ἀνεκφράστου, τῶν φθαρτῶν ὑπερεῖδες, καὶ ῥευστῶν πάντα τερπνά, σὺν Ἐπιστήμῃ Χριστῷ Γαλακτίων, εὐπειθῶς ἑπόμενος. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ῥυσθέντες βρόχων σαρκικῶν, καὶ παθῶν πολυπλόκων, ἐν ἀσκήσει τῷ πόθῳ, συνεδέθητε Χριστοῦ θυσία δὲ καθαρά, ἐν ἀθλήσει, τούτῳ προσηνέχθητε. Δόξα. Τῷ θείῳ πόθῳ τοῦ Χριστοῦ, ἀρνησάμενοι κόσμον, συνεδέθητε μᾶλλον, τῷ Πνεύματι ἀθληταί, καὶ διὰ πόνων πολλῶν, βασιλείας, θείας ἠξιώθητε. Καὶ νῦν. Θεοτοκίον Οὐκ ἔστιν ὅστις πρὸς τὴν σήν, καταπέφευγε σκέπην, καὶ οὐκ ἔτυχε Κόρη, τῶν πολλῶν σου οἰκτιρμῶν διὸ δέομαι τῆς σῆς, ὅπως τύχω, Κόρη ἀντιλήψεως. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὺὺ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Καθίσματα τῶν Ἁγίων Ἦχος δ. Ταχὺ προκατάλαβε. 6

Ἀσκήσει λαμπρύνας σου, τὸ ὀπτικὸν τῆς ψυχῆς, ἀκτῖσιν ἀθλήσεως, φωταγωγεῖς τοὺς πιστούς, Γαλακτίων μακάριε ὅθεν σου τὴν ἁγίαν, καὶ φωσφόρον ἡμέραν, πίστει ἐπιτελοῦμεν, εὐσεβῶς σοι βοῶντες Ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, πρέσβευε σωθῆναι ἡμᾶς. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Παρθένε πανάμωμε, τὸν ὑπερούσιον, Θεὸν ἡ κυήσασα, σὺν Ἀσωμάτοις αὐτόν, ἀπαύστως ἱκέτευε, ἄφεσιν τῶν πταισμάτων, καὶ διόρθωσιν βίου, δοῦναι ἡμῖν πρὸ τέλους, τοῖς ἐν πίστει καὶ πόθῳ, ὑμνοῦσί σε κατὰ χρέος, μόνη Πανύμνητε. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺὺ γγὰὰρρ εεἶ ἶἶ ὁὁ ΒΒαασσι ιιλλεεύύςς....... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος πλ. α. Μιμητὴς ὑπάρχων. Πρὸς τὸν ᾅδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς θανόντας ὡς κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰμ τῆς κατάρας ἐῤῥύσω Φιλάνθρωπε διὸ πάντες σοι κράζομεν Σῶσον ἡμᾶς Κύριε. ὁ Οἶκος Ἀκούσασαι αἱ γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν ἀνάστασιν ἔβλεπον καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς, λέγων τό, Χαίρετε θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐῤῥυσάμην σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ χώρᾳ Γαλιλαίᾳ τοῦ κηρῦξαι διὸ πάντες σοι κράζομεν Σῶσον ἡμᾶς Κύριε. Συναξάριον Τῇ Ε τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἅγίων ἐνδόξων Ὁσιομαρτύρων καὶ ἀσυνδυάστων συζύγων Γαλακτίωνος καὶ Ἐπιστήμης. Ἀσυνδυάστους συζύγους κτείνει ξίφος, Τὴν ψυχικὴν σύζευξιν ἠγαπηκότας. Τμήθη Ἐπιστήμη Γαλακτίων τ ἐνὶ πέμπτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων ἐνδόξων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα Ἑρμᾶ, Πατρόβα, Λίνου, Γαΐου καὶ Φιλολόγου. Ἑρμᾶς, Πατρόβας καὶ Γάϊος τρεῖς ἅμα, Ἀπόστολοι θνῄσκουσιν, οἷς Τριὰς φίλη. Καθεὶς Ἰησοῦς γνώσεως θείας λίνον, Ζωγρεῖ σε, Λίνε, καὶ μεθιστᾷ τοῦ βίου. Φιλόλογος φιλῶν σὲ τὸν Θεὸν Λόγον, Πληροῖ λόγους σούς, καὶ θανὼν σύνεστί σοι. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Μάρτυρος Δομνίνου, πυρὶ τελειωθέντος. Ἀνασκοπῶν πῦρ τῆς γεέννης Δομνῖνος, Τὸ τῇ δὲ πῦρ ἔφριττεν οὔμενουν ὅλως. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἔνδοξοι Μάρτυρες Τιμόθεος, Θεόφιλος καὶ Θεότιμος, πυγμαῖς τελειοῦνται. Τὸν Τιμόθεον, καὶ συναθλητὰς δύο Κτείνουσι πυγμαί, καὶ Θεὸς τιμᾷ Λόγος. 7

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Μάρτυρος Δωροθέου, θηρίοις ἐκδοθέντος καὶ τελειωθέντος. Ὁ Δωρόθεος, ἐκδοθεὶς τοῖς θηρίοις, Δῶρον προσήχθη τῷ Θεῷ προσδεκτέον. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἔνδοξοι Μάρτυρες του Χριστοῦ Εὐψύχιος καὶ Καρτέριος, τὰ αἰδοῖα τμηθέντες, τελειοῦνται. Αἰδοῖα Καρτέριος ἐκτετμημένος, Σὺν Εὐψυχίῳ καρτεροψύχως φέρει. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς Σιλβανός, εἰς μέταλλα βληθείς, τελειοῦται. Ἐν τοῖς μετάλλοις Σιλβανὸς βεβλημένος, Λείπει μέταλλα καὶ μεταλλάττει βίον. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς Πάμφιλος, ξεσθεὶς καὶ φυλακισθείς, τελειοῦται. Φρουρᾷ δαμασθείς, καὶ πρὸ τῆς φρουρᾶς ξέσει, Διπλοῦν λάβοι Πάμφιλος εἰκότως στέφος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις θεοφόρου Πατρὸς ἡμῶν Γρηγορίου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας, τοῦ Ὁμολογητοῦ. Κοίμησιν εἰδὼς τοῦ Γρηγορίου γράφω, Τοῦ πάντων ἐκμάξαντος ἀρετὰς λέγω. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς τοῦ Χριστοῦ Ἀγαθάγγελος, ξίφει τελειοῦται. Χριστάγγελός τις ψῆφος Ἀγαθαγγέλῳ, Ἡ τῆς τελευτῆς ψῆφος ἦν ἐκ τοῦ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου ἹεροΜάρτυρος Κάστορος τοῦ Ἐπισκόπου. Οὐκ εἰς μακράν σου τοῦ πυρός, Κάστορ, λύσις. Τί τοῦ λόγου δηλοῦντος; ἐγγὺς τὸ στέφος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Ἰωνᾶ, Ἀρχιεπισκόπου Νόβγκοροντ (Νοβογοροδίας), Ῥώσσου, τοῦ θαυματουργοῦ. Νέας οὗτος οὐ Παλαιᾶς Διαθήκης, Ἰωνᾶς ποιμὴν Νόβγοροντ θαυματοφόρος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Κανονικῆς, θυγατρὸς πρίγκηπός τινος τῆς Κωνσταντινουπόλεως, ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου ἀσκησάσης. Ὡς φιλέρημος τρυγὼν παρ Ἰορδάνῃ Κανονικὴ ἤσκησεν ὑπὲρ τὴν φύσιν. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ τῆς Θεοτόκου ᾨδὴ α. Ἦχος δ. Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί καὶ 8

ὀφθήσομαι φαιδρῶς πανηγυρίζων καὶ ᾄσω γηθόμενος ταύτης τὰ θαύματα. ᾨδὴ γ. Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον καὶ ἐν τῇ θείᾳ δόξῃ σου... στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ. Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν τῆς ἐκ τῆς Παρθένου σαρκώσεως σοῦ τοῦ ὑψίστου ὁ προφήτης Ἀββακοὺμ κατανοῶν ἐκραύγαζε Δόξα τῇ δυνάμει σου, Κύριε. ᾨδὴ ε. Ἐξέστη τὰ σύμπαντα ἐπὶ τῇ θείᾳ δόξῃ σου σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεὸν καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε σωτηρίαν βραβεύοντα. ᾨδὴ ς. Τὴν θείαν ταύτην καὶ πάντιμον τελοῦντες ἑορτὴν οἱ θεόφρονες τῆς Θεομήτορος δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. ᾨδὴ ζ. Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες παρὰ τὸν Κτίσαντα ἀλλὰ πυρὸς ἀπειλὴν ἀνδρείως πατήσαντες χαίροντες ἔψαλλον Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος καὶ Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος νῦν δὲ ἐ νεργούμενος τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. ὁ διάκονος ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττόόςς,,, ἐἐνν ὕὕμμννοοι ιιςς ττι ιιμμῶννττεεςς μμεεγγααλλύύννοομμεενν... Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος δ. Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. 9

Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. Ἅπας γηγενὴς σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος πανηγυριζέτω δὲ ἀΰλων νόων φύσις, γεραίρουσα τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω Χαίροις, παμμακάριστε Θεοτόκε ἁγνή, ἀειπάρθενε. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι ππᾶᾶσσααι ιι ααἱ ἱἱ δδυυννάάμμεει ιιςς....... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον ΙΑ. Ἦχος β. Τοῖς Μαθηταῖς συνέλθωμεν. Μετὰ τὴν θείαν ἔγερσιν, τρὶς τῷ Πέτρῳ Φιλεῖς με; πυθόμενος ὁ Κύριος, τῶν ἰδίων προβάτων, προβάλλεται ποιμενάρχην ὃς ἰδών, ὃν ἠγάπα, ὁ Ἰησοῦς ἑπόμενον, ἤρετο τὸν Δεσπότην Οὗτος δὲ τί; Ἐὰν θέλω, ἔφησε, μένειν τοῦτον, ἕως καὶ πάλιν ἔρχομαι, τί πρὸς σὲ φίλε Πέτρε; Θεοτοκίον Ὢ φοβερὸν μυστήριον! ὢ παράδοξον θαῦμα! διὰ θανάτου θάνατος, παντελῶς ἠφανίσθη. Τίς οὖν μὴ ἀνυμνήσει σου, καὶ τίς μὴ προσκυνήσει σου, τὴν ἀνάστασιν Λόγε, καὶ τὴν ἁγνῶς, ἐν σαρκὶ τεκοῦσάν σε Θεοτόκον; Ἧς ταῖς πρεσβείαις ἅπαντας, λύτρωσαι τῆς γεένης. ΑΙΝΟΙ Ἦχος πλ. α. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ μνος τῷ Θεῷ. Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. α. Στίχ. α. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν ἐν πίστει τὸ μυστήριον ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος. Στίχ. β. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαῤῥήξας, τοῦ μνήματος ἀνέστης, καταλιπών σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς, τριημέρου ταφῆς σου καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ! Ἐλέησον ἡμᾶς. Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 10

Κύριε, αἱ γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι ἡμᾶς παθόντα καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων Ἀνέστη ὁ Κύριος εἴπατε τοῖς Μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν. Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς Μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας. Ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ! Ἐλέησον ἡμᾶς. Ἕτερα Στιχηρά, Ἀνατολικά. Στίχ. ε. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Κύριε, ὁ βασιλεὺς τῶν αἰώνων, καὶ ποιητὴς τῶν ἁπάντων, ὁ δι ἡμᾶς σταύρωσιν, καὶ ταφὴν σαρκὶ καταδεξάμενος, ἵνα ἡμᾶς τοῦ ᾅδου ἐλευθερώσῃς πάντας, σὺ εἶ ὁ Θεὸς ἡμῶν ἐκτός σου ἄλλον οὐκ οἴδαμεν. Στίχ. Ϛ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Κύριε, τὰ ὑπερλάμποντά σου θαύματα τίς διηγήσεται; ἢ τίς ἀναγγελεῖ τὰ φρικτά σου μυστήρια; ἐνανθρωπήσας γὰρ δι ἡμᾶς, ὡς αὐτὸς ἠθέλησας, τὸ κράτος ἐφανέρωσας τῆς δυνάμεώς σου ἐν γὰρ τῷ Σταυρῷ σου τῷ λῃστῇ Παράδεισον ἤνοιξας, καὶ ἐν τῇ ταφῇ σου, τοὺς μοχλοὺς τοῦ ᾅδου συνέτριψας, καὶ ἐν τῇ ἀναστάσει σου, τὰ σύμπαντα ἐπλούτισας. Εὔσπλαγχνε δόξα σοι. Στίχ. ζ. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. Μυροφόροι γυναῖκες, τὸν τάφον σου καταλαβοῦσαι, λίαν πρωΐ, ἐπεζήτουν σε μυρίσαι τὸν ἀθάνατον Λόγον καὶ Θεόν καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι, ὑπέστρεφον ἐν χαρᾷ, τοῖς Ἀ ποστόλοις μηνῦσαι ἐμφανῶς ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ παρέχεις τῷ κόσμῳ ἱλασμόν, καὶ τὸ μέγα ἔλεος. Στίχ. η. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Τοῦ θεοδέγμονος τάφου, πρὸς τοὺς Ἰουδαίους οἱ φύλακες ἔλεγον Ὤ, τῆς ὑμῶν ματαιόφρονος συμβουλῆς! φυλάττειν τὸν ἀπερίγραπτον δοκιμάσαντες, μάτην ἐκοπιάσατε κρῦψαι τὴν ἀνάστασιν τοῦ σταυρωθέντος βουλόμενοι, τρανῶς ἐφανερώσατε. Ὤ, τοῦ ὑμῶν ματαιόφρονος συνεδρίου! Τί πάλιν κρῦψαι συμβουλεύεσθε, ὃ οὐ κρύπτεται; Μᾶλλον δὲ παρ ἡμῶν ἀκούσατε, καὶ πιστεῦσαι θελήσατε, τῶν γενομένων τὴν ἀλήθειαν. Ἄγγελος ἀστραπηφόρος, οὐρανόθεν κατελθών, τὸν λίθον ἀπεκύλισεν, οὗ τῷ φόβῳ νεκρώσει συνεσχέθημεν καὶ φωνήσας ταῖς κραταιόφροσι Μυροφόροις, ἔλεγε γυναιξί Οὐχ ὁρᾶτε τῶν φυλάκων τὴν νέκρωσιν, καὶ τῶν σφραγίδων τὴν διάλυσιν, τοῦ ᾅδου τε τὴν κένωσιν; Τί τὸν τὸ νῖκος τοῦ ᾅδου καταργήσαντα, καὶ τοῦ θανάτου τὸ κέντρον συντρίψαντα, ὡς θνητὸν ἐπιζητεῖτε; Εὐαγγελίσασθε δὲ ταχὺ πορευθεῖσαι, τοῖς Ἀποστόλοις τὴν Ἀνάστασιν, ἀφόβως κραυγάζουσαι Ὄντως ἀνέστη ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος. Δόξα. Ἑωθινὸν ΙΑ. Ἦχος πλ. δ. Φανερῶν σεαυτόν, τοῖς Μαθηταῖς σου Σωτήρ, μετὰ τὴν ἀνάστασιν, Σίμωνι δέδωκας τὴν τῶν προβάτων νομήν, εἰς ἀγάπης ἀντέκτισιν, τὴν τοῦ ποιμαίνειν φροντίδα αἰτῶν διὸ καὶ ἔλεγες Εἰ φιλεῖς με Πέτρε, ποίμαινε τὰ ἀρνία μου, ποίμαινε τὰ πρόβατά μου. Ὁ δὲ εὐθέως ἐνδεικνύμενος τὸ φιλόστοργον, περὶ τοῦ ἄλλου μαθητοῦ ἐπυνθάνετο. Ὧν ταῖς πρεσβείαις Χριστέ, τὴν ποίμνην σου διαφύλαττε, ἐκ λύκων λυμαινομένων αὐτήν. Καὶ νῦν. Θεοτοκίον. 11

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν διὸ ἀνυμνοῦντες βοῶμεν Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. (γ ) Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα. Καὶ νῦν. Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β. Ἀναστὰς ἐκ τοῦ μνήματος καὶ τὰ δεσμὰ διαῤῥήξας τοῦ ᾅδου, ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου, Κύριε, πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος ἐμφανίσας σεαυτὸν τοῖς ἀποστόλοις σου ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα καὶ δι αὐτῶν τὴν εἰρήνην παρέσχες τῇ οἰκουμένῃ, μόνε πολυέλεε. ἢ τὸ ἕτερον ἀναστάσιμον τροπάριον. Ἦχος δ. Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡ 12

μῶν καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον τὸ νῖκος ἔδωκεν ἡμῖν καὶ τὸ μέγα ἔλεος. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ἀντίφωνα τῶν Κυριακῶν Ἀντίφωνον Α. Ἦχος β. (Ψαλμὸς ρβ ) Στίχ. α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β. Ἦχος β. (Ψαλμὸς ρμε ) Στίχ. α. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑ πάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς... Στίχ. γ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς... Στίχ. δ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς... Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ. Ἦχος πλ. α. (Ψαλμὸς ριζ ) Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀ νυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐτοῦ. Στίχ. β. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Στίχ. γ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. 13

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. α. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀ νυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐτοῦ. Ἀπολυτίκιον τῶν Ἁγίων. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Ἐν ἀσκήσει τὰ πάθη ἀπονεκρώσαντες, καὶ ἐν ἀθλήσει βασάνους καθυπομείναντες, μέχρι θανάτου καρτερῶς, παμμακάριστοι, ὁσιομάρτυρες Χριστοῦ, Γαλακτίων φαεινὲ καὶ πάνσεμνε Ἐπιστήμη, ὅθεν παρὰ Χριστοῦ λαβόντες διπλοῦς στεφάνους, αὐτῷ πρεσβεύσατε. Εἶτα τὸ ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁ μαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον ὡς ἀγαθὴ εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι Τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ (Κυριακῆς τῆς ΚΒ Ἑβδομάδος) Προκείμενον. Ἦχος πλ. α. (Ψαλμὸς ια ) Σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς. Στίχ. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος. Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Γαλ. στ 11 18) Ἀδελφοί, ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί ἀμήν. 14

Ἀλληλούϊα. (γ ) Ἦχος πλ. α. (Ψαλμὸς πη ). Στίχ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι. Στίχ. Ὅτι εἶπας Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται. ΕΥΑΓΓΕΛΙΟΝ Κυριακῆς Ε Λουκᾶ Ἐκ τοῦ κατὰ Λουκᾶν Ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. (ιϛ 19 31) Εἶπεν ὁ Κύριος Ἄνθρωπός τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ ἡμέραν λαμπρῶς. Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ. Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. Καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. Καὶ αὐτὸς φωνήσας εἶπε πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Εἶπε δὲ Ἀβραάμ τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. Εἶπε δέ ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου Ἔχω γὰρ πέντε ἀδελφούς ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. Λέγει αὐτῷ Ἀβραάμ ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας ἀκουσάτωσαν αὐτῶν. Ὁ δὲ εἶπεν οὐχί, πάτερ Ἀβραάμ, ἀλλ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν. Εἶπε δὲ αὐτῷ εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου Εἰς τό Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό Πάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶὶ ἀἀεεί ίί Ἦχος β. Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Ὁ ἀἀνναασσττὰὰςς ἐἐκκ ννεεκκρρῶνν....... Δι εὐχῶν... Ἀμήν. * * 15

Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων Ἕτερον Ἀπολυτίκιον τῶν Ἁγίων. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Ἀρετῶν ταῖς χορείαις καλλωπιζόμενος, μαρτυρίου τῷ στέφει ὡραϊσθεὶς ἀθλητά, Γαλακτίων ὡς φωστὴρ καταυγάζεις νῦν ἡμᾶς, ταῖς τῶν θαυμάτων ἀστραπαῖς, σὺν Ἐπιστήμῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων τὴν θείαν μνήμην ὑμῶν. Ἕτερον Ἀπολυτίκιον τῶν Ἁγίων. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τὴν λαμπρὰν ξυνωρίδα τῶν Μαρτύρων τιμήσωμεν, ὥσπερ συζυγίαν ἀρίστην, καὶ κλυτὴν καὶ θε όφρονα, τὸν θεῖον Γαλακτίωνα πιστοί, ὁμοῦ σὺν Ἐπιστήμῃ τῇ σεμνῇ, δι ἀσκήσεως γὰρ πόνων, ἀθλητικὴν ἐξήνθησαν φαιδρότητα Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι ὑμῶν πᾶσιν ἰάματα. Ἀπολυτίκιον τοῦ Ἀποστόλου. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Συνεργὲ θείου Παύλου, οὐρανοφάντορος, τῆς οἰκουμένης φωστῆρος, Πατρόβα, Ῥώμης σεπτὸν ἐγκαλλώπισμα καὶ πίστεως θησαύρισμα ὡς ἑβδομήκοντα λαμπρῶν Ἀποστόλων σε πυρσὸν τιμῶντες καὶ Ποτιόλων ἱεροφάντορα θεῖον ἀπεκδεχόμεθα σὴν εὔνοιαν. Ἀπολυτίκιον τοῦ Ἁγ.Λίνου πάπα Ῥώμης. (Ἱερομ.Ἀθανασίου Σιμωνοπετρίτου) Ἦχος γ. Θείας πίστεως. Θείοις δόγμασι, τῶν Κορυφαίων, ἀνατέθραψαι, παμμάκαρ Λίνε, καὶ τὴν Ῥώμης Ἐκκλησίαν διῴκησας, τῷ μαρτυρίῳ ἐνδόξως κατέστεψαι, καὶ τῷ Χριστῷ νῦν στεφθεὶς συμπαρίστασαι Αὐτὸν ἐκτενῶς ἱκέτευε, ἀπόστολε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 16