Ἀκολουθία Νεομάρτυρος ΑΝΑΣΤΑΣΙΟΥ τοῦ ἐκ Παραμυθίας, μ. Γερασίμου

Σχετικά έγγραφα
Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Ἀκολουθία Νεομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ ἐξ Ἀτταλείας

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Ἀκολουθία Ἱερομάρτυρος ΖΑΧΑΡΙΟΥ ἐπ. Κορίνθου

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου Ἄρτα 1989) ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

ΣΕΠΤΕΜΒΡΙΟΣ 23. ΝΙΚΟΛΑΟΣ ΝΕΟΜΑΡΤΥΣ ΠΑΝΤΟΠΩΛΗΣ ΑΚΟΛΟΥΘΙΑ

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΥΔΡΑΙΟΥ ΤΟΥ ΕΝ ΡΟΔῼ ΑΘΛΗΣΑΝΤΟΣ

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Ἀκολουθία Νεομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Πασγάνου

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

Ἀκολουθία Ἁγίων ΘΕΟΔΩΡΟΥ ἐπ. Ἐδέσσης καί Ὁσιομ. ΜΙΧΑΗΛ μ. Γερασίμου

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἀκολουθία Ὁσιομάρτυρος ΓΕΔΕΩΝ τοῦ Καρακαλληνοῦ. Ψαλλομένη τῇ 30η Νοεμβρίου

ΝΟΕΜΒΡΙΟΥ 27!! ΙΑΚΩΒΟΥ ΠΕΡΣΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΚΟΛΟΥΘΙΑ

Ἀκολουθία Μάρτυρος ΕΥΓΕΝΙΟΥ τοῦ ἐκ Τραπεζοῦντος

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΟΥ ΜΑΡΚΟΥ ΤΟΥ ΑΘΗΝΑΙΟΥ (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου ) ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΣ 11!! ΒΛΑΣΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΕΝ ΣΚΛΑΒΑΙΝΟΙΣ ΑΚΑΡΝΑΝΙΑΣ ΑΚΟΛΟΥΘΙΑ

Εἰς τήν Κυριακήν τοῦ Θωμᾶ.

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

ΟΚΤΩΒΡΙΟΣ 31!! ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΝΙΚΟΛΑΟΣ ΧΙΟΥ

Ἱστῶμεν στίχους δ, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου.

Κυριακή 2 Ἰουνίου 2019.

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 9 Δεκεμβρίου. Ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, τῆς μητρὸς τῆς Θεοτόκου καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων. Ἦχος β. Ἑωθινόν ε.

1 1 παυλος και σιλουανος και τιμοθεος

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

ΙΟΥΝΙΟΥ 24. ΤΗ ΚΔ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ. Ακολουθία του Αγίου ενδόξου και καλλινίκου νεομάρτυρος. Παναγιώτου του εκ Καισαρείας.

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

26 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

ΠΡΟΟΙΜΙΟ ΚΟΙΝΟ 1 Η αποκατάσταση των πάντων διά του Ιησού Χριστού

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΝΕΟΦΑΝΟΥΣ. Οὗ ἡ Μνήμη τῇ ΚΖ Αὐγούστου. Ποιηθεῖσα ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμην ἐπιτελοῦμεν τῶν ἀπ αἰῶνος κοιμηθέντων εὐσεβῶς ἐπ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

Η κάθοδος του Αγίου Πνεύματος (Κυριακή της Πεντηκοστής)

Κυριακὴ 8 Σεπτεμβρίου. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος β - Ἑωθινὸν ια.

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

Αγιολογία - Εορτολογία

Κυριακή 23 Ἰουνίου 2019.

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

Ἀκολουθία Ἀποστόλου ΚΛΕΟΠΑ ἐκ τῶν Ο', μ. Γερασίμου

ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Εἰς τήν Κυριακήν τῆς Σταυροπροσκυνήσεως (Γ Κυριακή τῶν Νηστειῶν).

10 ΦΕΒΡΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΝΟΕΜΒΡΙΟΣ 19!! ΙΛΑΡΙΩΝ ΟΣΙΟΣ ΙΒΗΡ ΑΚΟΛΟΥΘΙΑ

Ο Τριαδικός Θεός: οι γιορτές της Πεντηκοστής και του Αγίου Πνεύματος. Διδ. Εν. 14

Ἀκολουθία Νεομάρτυρος ΜΑΤΘΑΙΟΥ τοῦ ἐν Ῥεθύμνῃ

27 Φεβρουαρίου 5 Μαρτίου 2017 Ο άνθρωπος

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ψαλλομένη τῇ ιδ τοῦ μηνός Φεβρουαρίου

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

ΓΡΑΠΤΕΣ ΠΡΟΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΜΑΪΟΥ - ΙΟΥΝΙΟΥ 2017 ΜΑΘΗΜΑ: ΑΡΧΑΙΟΓΝΩΣΙΑ. ΤΑΞΗ: Α Γυμνασίου. ΗΜΕΡΟΜΗΝΙΑ: Τρίτη, 30 Μαΐου 2017

Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Ασματική Ακολουθία. Αγίου Μεγαλομάρτυρος Μερκουρίου

1-7 Ιανουαρίου 2018 Θεός

Ἀκολουθία Μεγαλομάρτυρος ΑΡΕΘΑ

ΑΠΟΛΥΤΙΚΙΑ ΕΟΡΤΩΝ κ ΑΓΙΩΝ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ

ΦΕΒΡΟΥΑΡΙΟΣ 26!! ΘΕΟΚΛΗΤΟΣ ΜΑΡΤΥΣ ΑΚΟΛΟΥΘΙΑ

ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΘΕΟΦΑΝΟΥΣ ΤΟΥ ΜΥΡΟΒΛΥΤΟΥ ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)

Ακολουθία Νεομάρτυρος ΘΕΟΔΩΡΟΥ τοῦ Βυζαντίου

Transcript:

Ἀκολουθία Νεομάρτυρος ΑΝΑΣΤΑΣΙΟΥ τοῦ ἐκ Παραμυθίας, μ. Γερασίμου Ψαλλομένη τῇ 18η Νοεμβρίου ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α. Ὢ τοῦ παραδόξου θαύματος. Ὢ τοῦ παραδόξου θαύματος! Ἐν ὑστέροις καιροῖς, ὡς ἀστὴρ νεόφωτος, ἀθλήσας ὑπὲρ Χριστοῦ, ἡμῖν ἐξέλαμψε, τῆς πίστεως τῷ φωτί, τῆς Ἐκκλησίας φαιδρύνων τὸ πλήρωμα, ὡς ἔνδοξος Ἀθλητής, ὁ Νεομάρτυς Χριστοῦ Ἀναστάσιος, ὁ Παραμυθίας γόνος, καὶ σεπτὸν ἀγλάϊσμα οὗ τὴν ἔνθεον μνήμην, ἑορτάσωμεν γηθόμενοι. Βαβαὶ τῆς Σῆς προμηθείας Χριστέ! Ὅτι ἀσθενείᾳ, φύσεως ἐνίσχυσας, ἀθλῆσαι ὑπὲρ τοῦ Σοῦ, Σῶτερ ὀνόματος, ἐσχάτοις ἐν τοῖς καιροῖς, καὶ τῶν Μαρτύρων τῶν πάλαι τὴν ἔνστασιν, μιμήσασθαι καρτερῶς, ἀκαταπλήκτῳ ψυχῆς παραστήματι, Ἀναστάσιον τὸν νέον, Ἀθλητήν Σου Κύριε οὗ πρεσβείαις Οἰκτίρμον, ἡμῖν δίδου τὰ ἐλέη Σου. Τὴν σὴν γεραίρομεν ἄθλησιν, δι ἧς στρατιώτης, τοῦ Χριστοῦ περίδοξος, καὶ Μάρτυς περιφανής, ὤφθης μακάριε, ἀθλήσας ὑπὲρ Αὐτοῦ, καὶ καταισχύνας τὴν πλάνην τὴν βέβηλον, καὶ δόξης μαρτυρικῆς, ἀπολαβὼν τὸν ἀμάραντον στέφανον ὅθεν ἡ Παραμυθία, ἡ πατρίς σου γάνυται, καὶ φαιδρῶς ἑορτάζει, Ἀναστάσιε τὴν μνήμην σου. [1]

Ἕτερα Προσόμοια. Ἦχος δ. Ὡς γενναῖον ἐν Μάρτυσιν. Ἐν νεότητι σώματος, τὸν ἀρχαῖον ἀλάστορα, Μάρτυς Ἀναστάσιε καταβέβληκας, καὶ τοῦ Σωτῆρος τὸ ὄνομα, λαμπρῶς ὡμολόγησας, ἐν στεῤῥότητι ψυχῆς, καὶ ἀνδρείῳ φρονήματι, καὶ τὸ αἷμά σου, δι Αὐτὸν προθυμότατα ἐκχέας, ἐπαξίως ἠξιώθης, τῆς τῶν Μαρτύρων λαμπρότητος. Οὔτε ἄνθος νεότητος, οὔτε δώρων ὑπόσχεσις, οὐ ποιναὶ οὐ θάνατος Μάρτυς ἴσχυσαν, τῆς τοῦ Χριστοῦ ἀγαπήσεως, χωρίσαι σε Ἅγιε, ἀλλ ἐβόας εὐθαρσῶς τοῦ Χριστοῦ μου τὸ ὄνομα, οὐκ ἀρνήσομαι καὶ τμηθεὶς τὸν αὐχένα οὐρανίου, εὐκληρίας ἠξιώθης, ὡς ἀληθῶς Αναστάσιε. Ὤσπερ βλάστημα ἔνθεον, καὶ λαμπρὸν ἐγκαλλώπισμα, καὶ μεσίτην μέγιστον πρὸς τὸν Κύριον, Παραμυθία γεραίρει σε, στεῤῥὲ Ἀναστάσιε, καὶ βοᾷ σοι ἐν χαρᾷ σύ μου κλέος καὶ καύχημα πέλεις Ἅγιε, καὶ τῇ σῇ καυχωμένη προστασίᾳ, χαρμοσύνως μακαρίζω, τὴν μακαρίαν σου ἄθλησιν. Δόξα. Ἦχος πλ. β. Μαρτυρικὴν ἐπιδειξάμενος ἀνδρείαν, ὑπὲρ Χριστοῦ νομίμως ἠγωνίσω, Ἀθλητὰ Ἀναστάσιε ὅθεν ἡ Ἐκκλησία τοῦ Θεοῦ, λαμπρυνομένη τῇ ἀθλήσει σου, τὴν σὴν ἑορτάζει μνήμην, ἐν ἀγαλλιάσει βοῶσα χαίροις, ὁ τῇ ἀνωθεν ἰσχύϊ, τῶν πάλαι Μαρτύρων, ἀναζωγραφήσας τὴν ἀρετήν χαίροις, ὁ τῇ κλήσει προσφόρως, λαμπρὰ ἀναστήσας τρόπαια, κατὰ τῶν ἀντικειμένων χαίροις, τῆς Παραμυθίας εὐωδέστατον ἄνθος, καὶ πρὸς Χριστὸν πρεσβευτὴς θερμότατος. ᾯ πρέσβευε δεόμεθα Μάρτυς, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι ἡμᾶς οὐκ εἰς δυάδα προσώπων [2]

τεμνόμενος, ἀλλ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ 9-14). Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; Ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός καὶ ὁ παῖς, ὃν ἐξελεξάμην ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός ὅτι ἀπ ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ 1-9). Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ ἡμῶν πορεία σύντριμμα οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν [3]

Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ Αὐτόν, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε 15-23, στ 1-3). Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ, πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ αὐτῶν ὕδωρ θαλάσσης ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε μάθετε δικασταὶ περάτων γῆς ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου. Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α. Εὐφραίνου ἐν Κυρίῳ, Παραμυθία ἡ πόλις, Ἀναστάσιον τὸν Νέον Ἀθλητήν, θεοπρεπῶς βλαστήσασα θείῳ γὰρ ἔρωτι τρωθείς, πάντα σκύβαλα ἡγήσατο, καὶ ὑπὲρ Χριστοῦ προθύμως, θανεῖν ᾑρετίσατο καὶ ἀθλητικῶς ἀγωνισάμενος, τὴν καλὴν ὁμολογίαν, τῇ ἐκχύσει τοῦ αἵματος, λαμπρῶς ἐδόξασεν ὅθεν, κατ ἀξίαν δοξασθείς, παραμυθίαν πᾶσι [4]

παρέχει, καὶ χάριν καὶ ἔλεος αἰτεῖται, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τοῦ Θεοῦ ἡμῶν. Ὁ αὐτός. Τῷ τῆς πίστεως πυρί, ἀναφλεχθεὶς τὴν ψυχήν, εὐθαρσῶς ἐχώρησας, πρὸς τὸ σκάμμα τῆς ἀθλήσεως καὶ ἐν ἀνδρείᾳ πολλῇ, τοῖς διώκταις ἀντιταξάμενος, τοῖς πᾶσιν ὑπέδειξας, τῆς εὐσεβείας τὴν δύναμιν, Νεομάρτυς Ἀναστάσιε ὅτι τῇ σῇ ἀθλήσει, τῶν κλονουμένων ὤφθης στηριγμός, καὶ τῶν πεσόντων ἀνάστασις, πρὸς τὴν θείαν ἀγάπησιν, πάντων πτερώσας τὸ φρόνημα. Ἀλλὰ πρέσβευε τῷ Κυρίῳ, Ἀθλητὰ παμμακάριστε, τῷ θείῳ ἑδράζεσθαι φόβῳ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ἦχος β. Νεανικὴν ὑπεριδὼν ἡλικίαν, ἐν θεοσδότῳ φρονήσει, καὶ τυραννικὴν ἐκφαυλίσας ἀπάτην, ἐν τῷ ζήλῳ τοῦ κρείττονος, ἀθλητικὸν ὑπῆλθες στάδιον, ἐν ὑστέροις καιροῖς, Ἀναστάσιε ἔνδοξε. Τῶν γὰρ παθῶν τοῦ Κυρίου, κατὰ Παύλου ἐκοινώνησας, καὶ τῆς Ἀναστάσεως Αὐτοῦ, φερωνύμως τὰς ἐλλάμψεις ἐδέξω, ἐν τῇ ἀπολαύσει τῆς ἄνω Βασιλείας ἧς καὶ ἡμεῖς ἀξιωθείημεν, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου. Δόξα. Ἦχος δ. Τὸν νέον τοῦ Χριστοῦ Ἀθλητήν, Ἀναστάσιον τὸν ἔνδοξον, φιλομαρτύρων οἱ δῆμοι, μαρτυρικοῖς ἐπαίνοις στέψωμεν, ὅτι νομίμως ἠγωνίσατο, τὸν καλὸν τῆς εὐσεβείας ἀγῶνα, καὶ νίκης μέγα τρόπαιον, κατὰ τῶν ἀντιπάλων ἀνέστησε. Τῶν γὰρ πάλαι Μαρτύρων, τὸν ζῆλον ἀνεμάξατο, καὶ μιμητὴς αὐτῶν ἐδείχθη, ἀθλητικῇ παραστάσει, καὶ τῇ ἐκχύσει τοῦ αἵματος. Καὶ νῦν, ἰσοστάσιος αὐτῶν γενόμενος, ἐν δόξῃ καὶ τιμῇ οὐρανίῳ, πρεσβεύει σὺν αὐτοῖς τῇ Τριάδι, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. [5]

Καὶ νῦν. Θεοτοκίον. Νεῦσον παρακλήσει Σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα Σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν Σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, Σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν Σοὶ πιστῶς βοώντων χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν. Εἰς τὸν Στίχον. Ἦχος πλ. α. Χαίροις ἀσκητικῶν. Χαίροις, ὁ Νεομάρτυς Χριστοῦ, νεοπαγὲς τῆς εὐσεβείας προπύργιον, ἡ πτῶσις τῆς ἀσεβείας, ὁ τῶν πιστῶν στηριγμός, τῶν πάλαι Μαρτύρων ὁ ἰσότιμος. Αὐτῶν γὰρ τοῖς ἴχνεσιν, ἀνενδότῳ φρονήματι, ἀκολουθήσας, θεοφρόνως ἠρίστευσας, καὶ κατήσχυνας, τῆς ἀπάτης τὸ φρύαγμα ὅθεν ὑπερκοσμίων σε, βραβείων ἠξίωσεν, ὁ στεφοδότης ὁ μέγας, ὡς ἀληθῶς Ἀναστάσιε, Χριστός, Ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. Στ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Χαίρων, ἀκαταπλήκτῳ ψυχῇ, ὁμολογήσας τοῦ Σωτῆρος τὸ ὄνομα, μαστίγων ὑπέστης πεῖραν, καὶ ἐν εἱρκτῇ ζοφερᾷ, καθειρχθεὶς θεόφρον ἐκαρτέρησας ἐντεῦθεν οὐράνιοι, ἐπιστάντες σοι Ἄγγελοι, λευκῇ ἐσθῆτι, πρὸς ἀγῶνα τὸν μέγαν σε, ἐνεθάῤῥυνον, ὡς τεθέαται Ἅγιε ὅθεν καὶ ἀγαλλόμενος, τμηθεὶς τὸν αὐχένα σου, τροπαιοφόρος ἀνῆλθες, πρὸς τὸν Χριστὸν Ἀναστάσιε, ἀπαύστως πρεσβεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. Στ. Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς Αὐτοῦ ἐξανθήσει. Χαίρει, Παραμυθία ἐν σοί, ἡ μακαρία σου πατρὶς Ἀναστάσιε, καὶ πόθῳ πανηγυρίζει, τὴν σὴν φαιδρὰν ἑορτήν, ἀγαλλιωμένη τῇ ἀθλήσει σου. Προστάτην γὰρ μέγιστον, καὶ θερμὸν ἀντιλήπτορα, ἔχει σε Μάρτυς, καὶ θερμῶς τῇ πρεσβείᾳ σου, [6]

καταφεύγουσα, ἐκ βαθέων κραυγάζει σοι σκέπη ἔσο μοι Ἅγιε, καὶ πρέσβυς πρὸς Κύριον, πάσης ἀνάγκης καὶ βλάβης, καὶ συμφορᾶς με λυτρούμενος, αἰτούμενος πᾶσιν, εὐφροσύνην καὶ εἰρήνην, καὶ μέγα ἔλεος. Δόξα. Ἦχος πλ. δ. Τῷ ζήλῳ τῆς πίστεως, σαὐτὸν ἀπαρνησάμενος, ὑπὲρ τῆς ἀληθείας τὸ αἷμά σου ἐξέχεας, Νεομάρτυς Ἀναστάσιε. Καὶ ὡς θῦμα ἄμωμον, καὶ ἱερεῖον λογικόν, προσενεχθεὶς τῷ Χριστῷ, τῆς τῶν Μαρτύρων στάσεως, παρ Αὐτῷ μετέσχηκας. Οὗ νῦν τῆς δόξης ἀπολαύων, ὡς καλλίνικος Ἀθλητής, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε. Καὶ νῦν. Θεοτοκίον. Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς. Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Ἐναθλήσας νομίμως Νεομάρτυς περίδοξος, ὤφθης ἐν ὑστέροις τοῖς χρόνοις, Ἀθλητὰ Ἀναστάσιε διὸ Παραμυθία εὐσεβῶς, ὡς θεῖον μακαρίζει σε βλαστόν, καὶ ὡς ἔνθεον μεσίτην πρὸς τὸν Χριστόν, τιμᾷ σε ἀνακράζουσα δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ, ἡμῖν χάριν καὶ ἔλεος. Δόξα. Ἕτερον. Ἦχος δ. Ταχὺ προκατάλαβε. Τὴν πλάνην κατήσχυνας τῶν δυσσεβῶν ἀνδρικῶς, ἐκχύσει τοῦ αἵματος ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, καὶ πόνοις ἀθλήσεως ὅθεν τῆς ἀφθαρσίας, δεδεγμένος τὸ στέφος, πρέσβευε τῷ Κυρίῳ, Ἀναστάσιε Μάρτυς, λυτροῦσθαι πολυτρόπων ἡμᾶς περιστάσεων. [7]

Καὶ νῦν. Θεοτοκίον. Τὸ ἀπ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ Σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Ἀπόλυσις. [8]

ΟΡΘΡΟΣ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος α. Τὸν τάφον Σου, Σωτήρ. Ὡς ἄνθος νοητόν, Ἀθλητῶν τῷ λειμῶνι, ἐξήνθησας σοφέ, Ἀναστάσιε Μάρτυς, εὐφραίνων τὰς ψυχὰς ἡμῶν, ταῖς ὀδμαῖς τῶν χαρίτων σου ὅθεν σήμερον, τὴν σὴν γεραίροντες, μνήμην, εὐφημοῦμέν σε, ὡς στρατιώτην γενναῖον, Χριστοῦ τοῦ Παντάνακτος. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὡς Μήτηρ τοῦ Θεοῦ, καὶ βοήθεια πάντων, τῶν πίστει ἀῤῥαγεῖ, προσιόντων Σοι Κόρη, βοήθει ἡμῖν πάντοτε, ἐν κινδύνοις καὶ θλίψεσι, καὶ ἀπότρεπε, τὴν καθ ἡμῶν τοῦ δολίου, πᾶσαν πρόθεσιν, τῇ κραταιᾷ Σου πρεσβείᾳ, Παρθένε Πανάμωμε. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος δ. Ὁ ὑψωθείς. Παραμυθία ὡς βλαστόν σε ὡραῖον, ἀναβλαστήσασα σκιρτᾷ καθορῶσα, τὴν θαυμαστήν σου δόξαν καὶ λαμπρότητα σὺ γὰρ ὡς ἀσώματος, ἠγωνίσω ἀνδρείως, καὶ Χριστὸν ἐδόξασας, τῇ στεῤῥᾷ σου ἀθλήσει, καὶ δοξασθεὶς ἀξίως παρ Αὐτοῦ, χάριν παρέχεις, ἡμῖν Ἀναστάσιε. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Πεποικιλμένη δωρεαῖς ἀποῤῥήτοις, καὶ λαμπομένη τῆς ἁγνείας τῷ κάλλει, ὑπερφυῶς Χριστὸν ἐκυοφόρησας, κόσμον διασώζοντα, τῆς ἀρχαίας κατάρας, καὶ πρὸς τὴν παλίνζωον, ἐπανάγοντα δόξαν, τοὺς ὀρθοδόξῳ πίστει Σε ἀεί, Θεογεννήτρια, Κόρην κηρύττουσι. Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Τῶν Μαρτύρων ζηλώσας τὰ κατορθώματα, Νεομάρτυς ἐδείχθης Χριστοῦ ἀήττητος, Ἀναστάσιε στεῤῥὲ ἀθλήσας [9]

ἄριστα, καὶ αἱμάτων τοῖς κρουνοῖς, τὸν ἀρχέκακον ἐχθρόν, ἐπόντισας Ἀθλοφόρε ἡμῖν δὲ πᾶσι βλυστάνεις, τὸν γλυκασμὸν τῆς θείας χάριτος. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Τὸν Δεσπότην τῶν ὅλων κυοφορήσασα, διὰ ἔλεος μέγα σῶσαι θελήσαντα, τὸν ἀπάτῃ τοῦ ἐχθροῦ πεσόντα ἄνθρωπον, τῶν Ἀγγέλων χαρμονή, καὶ ἀνθρώπων προσφυγή, σωτήριος ἀνεδείχθης, Θεογεννῆτορ Παρθένε διὸ κηρύττομεν τὴν δόξαν Σου. Εἶτα, οἱ Ἀναβαθμοί τὸ α Ἀντίφωνον τοῦ δ ἤχου. Προκείμενον. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Στ. Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς Αὐτοῦ ἐξανθήσει. Εὐαγγέλιον Μαρτυρικόν. Ὁ Ν Ψαλμός. Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου... Ἰδιόμελον. Ἦχος πλ. β. Στ. Ἐλέησόν με ὁ Θεός... Τοῦ μαρτυρίου ὑπελθὼν τὸν ἀγῶνα, ἀθλητικῶς ἠνδραγάθησας, Νεομάρτυς Ἀναστάσιε. Καὶ τῶν πιστῶν ἀναστήσας τὸ φρόνημα, πεπτωκὸς τῇ συνοχῇ τῆς μακρᾶς δουλείας, νικηφόρος Ἀθλητής, τῆς εὐσεβείας ὤφθης, ἐν ἐσχάτοις χρόνοις. Ἀλλ ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, ἀδιαλείπτως ἱκέτευε, σώζεσθαι ἡμᾶς πάσης θλίψεως. Εἶτα, οἱ Κανόνες τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Παραμυθίας τὸν γόνον μέλπω. Γερασίμου. ᾨδὴ α. Ἦχος πλ. δ. Ἁρματηλάτην Φαραώ. [10]

Πεποικιλμένος μαρτυρίου χάρισι, καὶ τῷ ἀδύτῳ φωτί, τῆς ἀΰλου δόξης, καταλαμπρυνόμενος, θεόφρον Ἀναστάσιε, φωτισμόν μοι παράσχου, μαρτυρικῇ παῤῥησίᾳ σου, ὅπως ἀνυμνήσω τὴν μνήμην σου. Ἀνενδοιάστῳ πίστει Ἀναστάσιε, καὶ θεολήπτῳ ψυχῇ, καὶ θερμῇ ἀγάπῃ, πρὸς Χριστὸν τὸν Κύριον, πρὸς τὸν ἀγῶνα ἔνδοξε, μαρτυρίου χωρήσας, περιφανῶς ἠνδραγάθησας, κατὰ τοῦ δολίου ἀλάστορος. Ῥώμην τὴν θείαν σύμμαχον κτησάμενος, λαμπρῶς ἠρίστευσας, καὶ στεῤῥὸς ὁπλίτης, ὤφθης τοῦ Παντάνακτος, νεότητι μὲν σώματος, ψυχικῇ δὲ ἀνδρείᾳ, καταβαλὼν τὸν πολέμιον, Μάρτυς Ἀθλητὰ Ἀναστάσιε. Θεοτοκίον. Ἀπειρογάμως τὸν Θεὸν ἐκύησας, τὸν δι ἡμᾶς καθ ἡμᾶς, πλούτῳ εὐσπλαγχνίας, ἄνθρωπον γενόμενον, εὐλογημένη Πάναγνε, Θεοτόκε Παρθένε διό Σε πάντες δοξάζομεν, οἱ τῇ Σῇ πρεσβείᾳ σωζόμενοι. Ὠδὴ γ. Ὁ στερεώσας κατ ἀρχάς. Μὴ δειλιάσας τῶν ἐχθρῶν, τὴν δυναστείαν θεόφρον, ἀπτοήτῳ παῤῥησίᾳ ἐβόας τὸν Χριστόν μου καὶ Θεόν, οὐδόλως ἀπαρνήσομαι δι Ὃν καὶ χαίρων θνήσκων, ἵνα καὶ ζήσω αἰώνια. Ὑπὲρ Χριστοῦ σφαγιασθείς, ἀκαταπλήκτῳ καρδίᾳ, Ἀναστάσιε Αὐτῷ προσηνέχθης, ὥσπερ θῦμα καθαρόν, καὶ προσφορὰ εὐπρόσδεκτος, καὶ τῶν Μαρτύρων δήμοις, συνηριθμήθης γηθόμενος. Θείᾳ ἀγάπῃ πτερωθείς, τὸ τῆς νεότητος ἄνθος, μεγαλόφρονι παρέδραμες γνώμῃ, καὶ τὸν θάνατον Χριστοῦ, ζηλώσας Ἀναστάσιε, μαρτυρικῆς εὐκλείας, θεουργικῶς κατηξίωσαι. [11]

Θεοτοκίον. Ἱεροφθόγγων Προφητῶν, φωναί Σε Παρθενομῆτορ, προεκήρυττον συμβόλοις καὶ τύποις ἀλλ ἡμεῖς Σε τὸν Θεόν, κυήσασαν ἐπέγνωμεν, ὅτι τῇ Σῇ κυήσει, τῆς καταδίκης ἐῤῥύσθημεν. Κάθισμα. Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Μαρτυρήσας νομίμως ὑπὲρ Χριστοῦ, καὶ τὴν πλάνην αἰσχύνας τῶν δυσσεβῶν, χαρᾶς πολλῆς ἔπλησας τῶν πιστῶν τὰ συστήματα, ἰδόντα τῆς ψυχῆς σου τὸ ἄτρεπτον φρόνημα, καὶ πλεῖον στηριχθέντα πρὸς πίστιν τὴν ἔνθεον ὅθεν καὶ ἀνδρείως, ἐκτμηθεὶς τὸν αὐχένα, ἐδέξω τῆς νίκης σου τὸν πολύτιμον στέφανον, Ἀθλητὰ Ἀναστάσιε πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Τὸν Θεὸν συλλαβοῦσα ὑπερφυῶς, καὶ τεκοῦσα Παρθένε δίχα φθορᾶς, παθῶν καὶ χειρώσεως τοῦ θανάτου λελύτρωσαι, καὶ χαλεπῶν δακρύων, καὶ θρήνων καὶ θλίψεων, τοὺς ἀνυμνοῦντας Κόρη, τὸν ἄσπορον τόκον Σου ὅθεν σωτηρίας, ἀπαρχήν Σε εἰδότες, ᾠδὴν χαριστήριον, τῇ Σῇ δόξῃ προσάδομεν, καὶ συμφώνως βοῶμέν Σοι πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς καταφεύγουσι Κόρη, τῇ Σῇ ἀγαθότητι. ᾨδὴ δ. Σύ μου ἰσχύς. Ἀθλητικήν, ἐπιδειξάμενος ἔνστασιν, ἐν ὑστέροις, χρόνοις Ἀναστάσιε, τῶν Ἀθλητῶν ὤφθης κοινωνός, τοῦ Χριστοῦ δοξάσας, τὸ ὑπερύμνητον ὄνομα καὶ νῦν τῆς θείας δόξης, ἀπολαύων κραυγάζεις τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε. Στόμα τὸ σόν, ἀνοίξας Μάρτυς ὡς γέγραπται, τὴν σοφίαν, εἵλκυσας τὴν ἄνωθεν, καὶ πρὸ βημάτων τυραννικῶν, εὐθαρσῶς ἐβόας Χριστιανὸς εἰμὶ ἄνομοι, Χριστοῦ μου τῆς ἀγάπης, οὐδείς με ἀποστήσει, οὐ θυμὸς οὐδὲ πῦρ οὔτε θάνατος. [12]

Τυραννικήν, ἀποτομίαν ἐφαύλισας, εὐσεβείας, σθένει δυναμούμενος, καὶ παροχὰς πλείστων δωρεῶν, καὶ ἐπαγγελίας, ἀπατηλῶν χορηγήσεων, παρεῖδες θεοφρόνως, πρὸς τὰ ἄφθαρτα κάλλη, ἀνυψώσας τὸν νοῦν Ἀναστάσιε. Θεοτοκίον. Ὅλος ἐν Σοί, ὁ τοῦ Πατρὸς Λόγος σύνθρονος, ἐνοικήσας, μὴ ἐκστὰς τῆς φύσεως, μηδὲ τραπεὶς Κόρη ὅπερ ἦν, ἄνθρωπος ἐτέχθη, ἐκ τῶν ἀχράντων αἱμάτων Σου, διπλοῦς μὲν τῇ οὐσίᾳ, ἐν μιᾷ ὑποστάσει, καὶ ἡμᾶς Θεοτόκε διέσωσε. ᾨδὴ ε. Ἵνα τί με ἀπώσω. Νεανίας ὡραῖος, φύσεως λαμπρότητι καλλωπιζόμενος, πέλων Νεομάρτυς, πολλῷ πλέον λαμπρότερος πέφηνας, στρατευθεὶς Κυρίῳ, καὶ δι Αὐτὸν προθύμῳ γνώμῃ, τὸ σὸν αἷμα ἐκχέας μακάριε. Γνόντες Μάρτυς τὸν τόνον, καὶ τὸ ἀπερίτρεπτον τῆς διανοίας σου, οἱ σοὶ ἐπελθόντες, ἀσεβείας συνήγοροι Ἅγιε, ἔτυπτον εὐτόνως, τὸ σὸν σαρκίον ἀλλ οὐδόλως, τῆς ἀγάπης Χριστοῦ σε ἐχώρησαν. Ὁλικῇ διανοίᾳ, Μάρτυς Ἀναστάσιε ἀνατεινόμενος, πρὸς τὸ θεῖον κάλλος, τὴν ζοφώδη εἱρκτὴν χαίρων ἔφερες, ἔνθα παρουσίας, τῆς τῶν Ἀγγέλων ἠξιώθης, ὡς ἰσάγγελος ὢν τῷ φρονήματι. Θεοτοκίον. Νεκρωθεὶς τῇ κακίᾳ, τοῦ Θεοῦ ἐμάκρυνα ὁ ἀσυνείδητος, ἀλλὰ Σὺ Παρθένε, μὴ εἰς τέλος παρίδῃς με δέομαι, ὅτι τῇ Σῇ σκέπῃ, καὶ προστασίᾳ καταφεύγω, ἵνα εὕρω ὃ πρώην ἀπώλεσα. ᾨδὴ στ. Ἱλάσθητί μοι Σωτήρ. Ὁ Νεομάρτυς Χριστοῦ, καὶ Ἀθλητὴς Ἀναστάσιος, ὑμνείσθω χρεωστικῶς, ὡς νέον ἀγλάϊσμα, πιστῶν καὶ ἑδραίωμα, καὶ Παραμυθίας, ἄνθος ὄντως εὐωδέστατον. [13]

Νέος ὡράθης ἀστήρ, ὡς ἀληθῶς Ἀναστάσιε, τῇ Ἐκκλησίᾳ Χριστοῦ, ἀθλήσας στεῤῥότατα, ἐσχάτοις ἐν ἔτεσι, καὶ καταπυρσεύεις, Ὀρθοδόξων τὰ πληρώματα. Μαρτύρων τῶν τοῦ Χριστοῦ, ὤφθης ἰσότιμος Ἅγιε, τὴν ἄθλησιν ἑαυτῶν, καλῶς μιμησάμενος, Μάρτυς Ἀναστάσιε, μεθ ὧν ἐκδυσώπει, ὑπὲρ πάντων τῶν τιμώντων σε. Θεοτοκίον. Ἐκύησας ἐν σαρκί, τὸν ὑπερούσιον Κύριον, δίχα τροπῆς καὶ φυρμοῦ, ἀφράστως δι ἔλεος, καὶ κόσμον διέσωσας, τῆς πάλαι κατάρας, Θεοτόκε ἀειπάρθενε. Κοντάκιον. Ἦχος δ. Ὁ ὑψωθείς. Ὑπὲρ Χριστοῦ μαρτυρικῶς ἐναθλήσας, τῆς τῶν Μαρτύρων ἠξιώθης εὐκλείας, ἐν τοῖς ἐσχάτοις χρόνοις Ἀναστάσιε ἄνθος γὰρ νεότητος, παριδὼν θεοφρόνως, ἀνδρικῶς ὑπέμεινας, τὴν τομὴν τοῦ αὐχένος καὶ αἰωνίου δόξης μετασχών, Χριστὸν δυσώπει, ὑπὲρ τῶν τιμώντων σε. Ὁ Οἶκος. Νέος ὑπάρχων κομιδῇ, ἐν φύσεως εὐχροίᾳ, καὶ καλλονῇ σωματικῇ, καὶ πίστεως ἀγάπῃ, καὶ τρόποις καὶ ἤθεσι σεμνοῖς, ἀρίστως διαπρέπων, προθύμῳ γνώμῃ καὶ ψυχῇ, πρὸς τὸ μαρτύριον στεῤῥέ, νομίμως ἀπεδύσω. Καὶ ἐν ἀθλητικῷ παραστήματι, Χριστοῦ κηρύξας τὸ σωτήριον ὄνομα, μαστίγων πεῖραν ὑπέστης, καὶ εἱρκτῆς ζοφώδους κάθειρξιν, ἀγαλλομένῃ καρδίᾳ δοξάζων, τὸν σὲ ἐνισχύσαντα, Ἀναστάσιε Κύριον. Καὶ εὐτόλμως ἀνακράζων Χριστιανός εἰμί καὶ ἔσομαι, χαίρων ὑπέκλινας τῷ ξίφει τὸν αὐχένα σου, καὶ τῆς τῶν Μαρτύρων δόξης καὶ ἀγλαΐας, ἐν οὐρανοῖς ἠξίωσαι. Μεθ ὧν Χριστὸν δυσώπει, ὑπὲρ τῶν τιμώντων σε. Συναξάριον. [14]

Τῇ ΙΗ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἀναστασίου, τοῦ ἐκ Παραμυθίας Θεσπρωτίας. Στίχοι Ἀναστάσιος ὑπὲρ Χριστοῦ ἀθλήσας, Νέος Μάρτυς πέφηνεν, ἴσος τῶν πάλαι. Ἀναστασίοιο δεκάτῃ ὀγδοάτῃ κάρην κέρσαν. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν. ᾨδὴ ζ. Θεοῦ συγκατάβασιν. Λαμπρῶς ἠνδραγάθησας, κατὰ τῆς πλάνης ἐσχάτοις ἔτεσιν, ἐν νεότητος ὥρᾳ, καὶ τὸν ἀρχαῖον ἐχθρὸν κατέβαλες, ἀναβοῶν τῷ Χριστῷ, Ἀναστάσιε εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Πηγῇ προσεπέλασας, τῆς ἀφθαρσίας ἀγαλλιώμενος, ἐκτμηθεὶς τὸν αὐχένα, καὶ τοῦ ἀδύτου φωτὸς πεπλήρωσαι, ἀναβοῶν ἐν χαρᾷ, Ἀναστάσιε εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ὡς εἶδεν ἑστῶτά σε, ἐγκεκλεισμένον εἱρκτῇ μακάριε, νεανιῶν ἐν μέσῳ, ἐν ἀστραπτούσαις ὄντως ἐσθήσεσιν, ὁ ταῦτα βλέπων ἐξέστη τῷ θαύματι, καὶ τὴν ἐν σοὶ τοῦ Χριστοῦ, δόξαν ἐθαύμασε. Θεοτοκίον. Γενοῦ μοι Πανάμωμε, καὶ προστασία καὶ ἱλαστήριον, τῷ ἐν πόνοις ποικίλοις, καὶ ἁμαρτίαις συνεχομένῳ δεινῶς, καὶ τὴν ζωήν μου βελτίωσον δέομαι, τῇ εὐσπλαγχνίᾳ τῇ Σῇ, οἷα πιστῶν προσφυγή. ᾨδὴ η. Ἑπταπλασίως κάμινον. Ἐν τῇ σεπτῇ ἀθλήσει σου, Ἀθλητὰ Ἀναστάσιε, ἡ Παραμυθίας πόλις ἐπαγάλλεται βλαστὸν γάρ σε ἅγιον, καὶ [15]

καύχημα ἐκτήσατο, καὶ τὴν ἱεράν σου, ἑορτάζουσα μνήμην, βοᾷ ἐν εὐφροσύνῃ Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ῥείθροις τοῖς τῶν αἱμάτων σου, Ἀθλητὰ Ἀναστάσιε, τὴν τῆς Ἐκκλησίας χλαῖναν θεοΰφαντον, ἐνθέως ἐφοίνιξας, καὶ λαμπροτέραν ἔδειξας ὅθεν σου τὴν μνήμην, ἑορτάζει βοῶσα οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἀθλητικῶς ἠγώνισαι, ἐν ὑστέροις τοῖς ἔτεσι, καὶ τῆς ἀσεβείας ᾔσχυνας τὸ φρύαγμα, πιστῶν δὲ τὸ φρόνημα, πρὸς τὸν Χριστὸν ἐθέρμανας, θλίψεσι ψυγέν, καὶ μακροτάτῃ δουλείᾳ, Ἀγγέλων συμπολῖτα, Ἀναστάσιε Μάρτυς, Νεομαρτύρων κλέος, καὶ εὐσθενούντων σθένος. Θεοτοκίον. Σωματικῶς ἐκύησας, τὸν ὑπέρθεον Κύριον, καὶ ἐν ταῖς ἀγκάλαις ταῖς Σαῖς περιέφερες, τὸν ἅπαντα φέροντα, παντοδυνάμῳ νεύματι, Κόρη Παναγία, Θεοτόκε Μαρία διό Σε χαρμοσύνως, ἀνυμνοῦμεν βοῶντες χαῖρε Εὐλογημένη, εἰς πάντας τοὺς αἰῶνας. ᾨδὴ θ. Ἐξέστη ἐπὶ τούτῳ. Ἰσχὺν ἐνδεδυμένος τὴν θεϊκήν, τὸ ἀνίσχυρον θράσος κατέβαλες, τοῦ δυσμενοῦς, Μάρτυς Ἀναστάσιε ἀνδρικῶς, καὶ τὸν καλὸν ἀγῶνά σου, ἤνυσας νομίμως καὶ καρτερῶς διὸ τῆς ἄνω δόξης, ἀξίως ἠξιώθης, μετὰ Μαρτύρων ἀγαλλόμενος. Μὴ πτήξας τῶν τυράννων τὰς ἀπειλάς, στεῤῥοτάτῳ θεόφρον φρονήματι, μὴ ταῖς πολλαῖς, τούτων ὑποσχέσεσιν ἑλκυσθείς, τῷ ξίφει καθυπέκλινας, χαίρων τὸν αὐχένα σου ἀνδρικῶς, καὶ ἤρθης πρὸς τὰ ἄνω, σκηνώσεις τροπαιοῦχος, Χριστοῦ ὁπλίτης Ἀναστάσιε. [16]

Ὁ Νέος Ἀθλοφόρος καὶ εὐκλεής, τοῦ Σωτῆρος Χριστοῦ Ἀναστάσιε, τῆς Ἀθλητῶν, δόξης ὁ συνόμιλος καὶ τιμῆς, ὁ ἀναστήσας τρόπαια, κατὰ τῶν ἀπίστων περιφανῆ, ἀνάστησον τὸν νοῦν μου, παθῶν ἀπὸ κοπρίας, καὶ τὸν παρόντα δέξαι ὕμνον μου. Θεοτοκίον. Ὑψίστου ἡ καθέδρα ἡ ὑψηλή, ὁ πυρίμορφος θρόνος καὶ ἔμψυχος, τοῦ Ποιητοῦ, κεχαριτωμένη Κόρη ἁγνή, οἶκον κἀμὲ ἀνάδειξον, ὕλης ἐκκαθάρασα γεηρᾶς, τῆς θείας ἐνεργείας, τῇ Σῇ ἐπιστασίᾳ, ἵνα ῥυσθῶ ῥοπῆς τοῦ χείρονος. Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις. Ὁ τοῦ Χριστοῦ ὁπλίτης, καὶ Ἀθλητὴς νεοφανής, ὑμνείσθω ᾄσμασι θείοις, ὡς θριαμβεύσας τὸν ἐχθρόν, ὁ Ἀναστάσιος ἤδη, Παραμυθίας ὁ γόνος. Θεοτοκίον. Ὁ Ποιητὴς τῶν ὅλων, σωματωθεὶς ὑπερφυῶς, ἐκ τῶν ἁγνῶν Σου αἱμάτων, Σὲ προστασίαν τοῦ κόσμου, ἀνέδειξε Θεοτόκε διό Σε ἀνευφημοῦμεν. Αἶνοι. Ἦχος α. Πανεύφημοι Μάρτυρες. Πανεύφημε Μάρτυς τοῦ Χριστοῦ, τὴν ἀκαταγώνιστον, περιζωσάμενος δύναμιν, γενναίως ἤθλησας, καὶ ἀντηγωνίσω, τὸν ἐχθρὸν τὸν ἄσαρκον διὸ μαρτυρικῆς δόξης σύσκηνος, λαμπρῶς γενόμενος, Ἀναστάσιε πανεύφημε, ἐκδυσώπει, ὑπὲρ τῶν τιμώντων σε. Νεότητος ὥραν παριδών, γνώμῃ οὐρανόφρονι, μαρτυρικῶς ἠκολούθησας, Χριστοῦ τοῖς ἴχνεσι, καὶ τοῦ μαρτυρίου, ἤνυσας τὰ σκάμματα, ὡς Μάρτυς Ἀναστάσιε ἔνθεος διὸ τῆς νίκης σε, τῷ στεφάνῳ ἐστεφάνωσεν, Οὗ τὸ μέγα, ὄνομα ἐδόξασας. [17]

Τυράννων ὑποίσας τὰς ὁρμάς, ἀνενδότως Ἅγιε, τῆς ἀσεβείας διέλυσας, ἅπαντα σύνδεσμον, καὶ τμηθεὶς τῷ ξίφει, ῥείθροις τῶν αἱμάτων σου, Χριστοῦ τὴν Ἐκκλησίαν κατήρδευσας, θάλλειν ἐν Πνεύματι διὰ τοῦτο Ἀναστάσιε, εὐφημεῖ σου, τὴν ἔνδοξον ἄθλησιν. Ἀγάλλεται σήμερον φαιδρῶς, τῇ ἁγίᾳ μνήμῃ σου, Παραμυθία ἡ πόλις σου, ἡ σὲ βλαστήσασα, ὡς εὐῶδες ἄνθος, Μάρτυς Ἀναστάσιε, καὶ ὕμνον ἐπινίκιον ᾄδει σοι, ᾗ δίδου πάντοτε, Νεομάρτυς τῆς πρεσβείας σου, οὐρανόθεν, τὰ θεῖα δωρήματα. Δόξα. Ἦχος πλ. α. Τὴν τοῦ Σωτῆρος ἀγάπην, ἐν τῇ ψυχῇ ταμιεύσας, ἀθλητικῶς ἠνδραγαθήσας, Νεομάρτυς Ἀναστάσιε. Σὲ γὰρ οὐ νεότητος τερπνότης, οὐ πλουσίων ἐπαγγελιῶν δωρεαί, οὐκ ἀπειλαὶ, οὐ θάνατος, τοῦ θεμελίου τῆς πίστεως παρασαλεῦσαι δεδύνηνται ὅθεν ἀπτοήτῳ ψυχῇ, τὸν θάνατον δεξάμενος, τῆς ἀθανάτου λήξεως ἐπέβης, μαρτυρικῶς μεγαλυνθείς. Ἀλλ ὡς ἔχων παῤῥησίαν, πρέσβευε μακάριε, ὑπὲρ τῶν τιμώντων σε. Καὶ νῦν. Θεοτοκίον. Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις. Μεγαλυνάριον. Τῆς Παραμυθίας τερπνὸς βλαστός, καὶ πάσης Ἠπείρου, νέον κλέος ὤφθης σοφέ ὅθεν σου τὴν μνήμην, τελοῦμεν τὴν ἁγίαν, χαρμονικῶς τιμῶντές σε Ἀναστάσιε. [18]