Romanos Melodos, On Elijah (= Romanus Melodus in TLG 2881.001 = Romanos le Mélode: Hymnes, ed. J. Grosdidier de Matons. Sources chrétiennes 99. Paris: Cerf, 1964) 7. (t.) Μηνὶ τῷ αὐτῷ εἰς τὴν κʹ, τοῦ ἁγίου προφήτου Ἠλίου, κονδάκιον ἰδιόμελον, ἦχος βʹ οἱ οἶκοι φέροντες ἀκροστιχίδα τήνδε τὸν προφήτην Ἠλίαν ὁ Ῥωμανὸς ἀνευφημεῖ (pro.) Προοίμιον (t) Προφῆτα καὶ προόπτα τῶν μεγαλουργιῶν τοῦ Θεοῦ ἡμῶν, (1) Ἠλία μεγαλώνυμε, ὁ τῷ φθέγματί σου στήσας τὰ ὑδατόρρυτα νέφη, πρέσβευε ὑπὲρ ἡμῶν τὸν μόνον φιλάνθρωπον. (1.) Τὴν πολλὴν τῶν ἀνθρώπων ἀνομίαν, τοῦ Θεοῦ δὲ πολλὴν φιλανθρωπίαν θεασάμενος ὁ προφήτης ἐταράττετο Ἠλίας θυμούμενος, καὶ λόγους ἀσπλαγχνίας πρὸς τὸν εὔσπλαγχνον ἐκίνησεν «Ὀργίσθητι, βοήσας, ἐπὶ τοὺς σὲ ἀθετήσαντας νῦν, κριτὰ δικαιότατε.» Ἀλλὰ τὰ σπλάγχνα τοῦ ἀγαθοῦ οὐδὲ ὅλως παρεκίνησε (5) πρὸς τὸ τιμωρήσασθαι τοὺς αὐτὸν ἀθετήσαντας ἀεὶ γὰρ τὴν μετάνοιαν τῶν πάντων ἀναμένει ὁ μόνος φιλάνθρωπος. (2.) Ὅτε πᾶσαν τὴν γῆν ἐν ἀσεβείαις ἐθεάσατο τότε ὁ προφήτης, τὸν δὲ ὕψιστον οὐδὲ ὅλως ὀργιζόμενον, ἀλλὰ ἀνεχόμενον, κινεῖται πρὸς μανίαν καὶ μαρτύρεται τὸν εὔσπλαγχνον «Ἐγὼ καταυθεντήσω καὶ κολάσω τὴν ἀσέβειαν τῶν παροργιζόντων σε τῆς γὰρ πολλῆς σου ἀνοχῆς οὗτοι πάντες κατεφρόνησαν (5) καὶ οὐκ ἐλογίσαντο σὲ πατέρα τὸν εὔσπλαγχνον αὐτὸς δέ, ὡς φιλότεκνος, οἰκτείρεις τοὺς υἱούς σου, ὁ μόνος φιλάνθρωπος. (3.) Νῦν δικάσω ἐγὼ ὑπὲρ τοῦ κτίστου, ἀσεβεῖς δὲ τῆς γῆς ἐξολοθρεύσω καὶ ψηφίσομαι τιμωρίαν, ἀλλὰ δέδοικα τὴν θείαν χρηστότητα ὀλίγοις γὰρ δακρύοις δυσωπεῖται ὁ φιλάνθρωπος. Τί οὖν νῦν ἐννοήσω πρὸς τοσαύτην ἀγαθότητα καὶ στήσω τὸν ἔλεον; Τὴν ψῆφον ὅρκῳ βεβαιῶν, ἵνα τοῦτον δυσωπούμενος (5) μὴ λύσῃ ὁ δίκαιος τὴν τοιαύτην ἀπόφασιν, ἀλλὰ καὶ βεβαιώσῃ μου τὴν κρίσιν ὡς δυνάστης ὁ μόνος φιλάνθρωπος.» (4.) Προτερεύει τῆς κρίσεως ὁ ὅρκος καὶ προοίμιον ἦν τῶν ψηφισθέντων ἀλλ εἰ βούλεσθε, πρὸς τὴν βίβλον ἀναδράμωμεν καὶ γνῶμεν τὰ ῥήματα. Φησὶ γὰρ ὁ προφήτης ὀργιζόμενος, ὡς γέγραπται «Ζῇ Κύριος, οὐ δρόσος οὐδὲ ὄμβρος κατελεύσεται εἰ μὴ διὰ τοῦ λόγου μου.» Ἀλλὰ εὐθέως ὁ βασιλεὺς τῷ Ἠλίᾳ ἀπεκρίνατο (5) «Ἂν ἴδω μετάνοιαν καὶ πηγάζοντα δάκρυα, μὴ χορηγεῖν οὐ δύναμαι τὰ σπλάγχνα τοῖς ἀνθρώποις ὁ μόνος φιλάνθρωπος.» (5.) Ῥητορεύει εὐθέως ὁ προφήτης καὶ προβάλλει τὸ δίκαιον τοῦ ὅρκου «Κατὰ σοῦ, φησίν, τοῦ Θεοῦ τῶν ὅλων, ὤμοσα πανάγιε δέσποτα, τοὺς ὄμβρους μὴ δοθῆναι εἰ μὴ πάλιν διὰ λόγου μου ἡνίκα γὰρ κατίδω τὸν λαὸν μεταμελούμενον, ἐγὼ ἱκετεύσω σε. Οὐκ ἔστι τοίνυν ἐν τῇ σῇ ἐξουσίᾳ, δικαιότατε, (5) κωλῦσαι τὴν κόλασιν ἐκ τοῦ ὅρκου οὗ τέθεικα ὃν φύλαξον καὶ σφράγισον, συστέλλων σου τὰ σπλάγχνα, ὁ μόνος φιλάνθρωπος.» (6.) Ὁ λιμὸς οὖν τὴν γῆν ἐπολιόρκει, κατεφθείροντο δὲ οἱ ἐνοικοῦντες
2 ὀδυρόμενοι καὶ τὰς χεῖρας ἀνατείνοντες πρὸς τὸν πανοικτίρμονα. Συνείχετο δὲ τούτοις ὁ δεσπότης ἑκατέρωθεν τὰ σπλάγχνα μὲν ἀνοίγων τοῖς αὐτὸν καθικετεύουσι καὶ σπεύδων πρὸς τὸν ἔλεον, τὸν δὲ προφήτην ἐρυθριῶν καὶ τὸν ὅρκον ὅνπερ ὤμοσε, (5) τοὺς ὄμβρους οὐ δίδωσιν, ἀλλ ἐσκεύασε πρόφασιν συνέχουσαν καὶ θλίβουσαν ψυχὴν τὴν τοῦ προφήτου ὁ μόνος φιλάνθρωπος. (7.) Φυσιούμενον βλέπων ὁ δεσπότης κατὰ τῶν ὁμοφύλων τὸν Θεσβίτην, ἐδικαίωσε τῷ λιμῷ συντιμωρήσασθαι τοῖς ἄλλοις τὸν δίκαιον, ἵνα τῇ ἀτροφίᾳ πιεζόμενος βουλεύσηται περὶ τῆς ἐνωμότου ἀποφάσεως φιλάνθρωπα καὶ παύσῃ τὴν κόλασιν ἔστι γὰρ ὄντως φοβερὸν τῆς γαστρὸς τὸ ἀπαραίτητον, (5) καὶ ἕκαστον ἔμψυχον λογικόν τε καὶ ἄλογον σοφίᾳ <τῆς> θεότητος διὰ τροφῆς φυλάττει ὁ μόνος φιλάνθρωπος. (8.) Ἡ γαστὴρ μὲν τὴν φύσιν συνηγόρει καὶ τοὺς νόμους τῆς φύσεως λαβοῦσα ἐπετίθετο τῷ πρεσβύτῃ μεθοδεύουσα τὸ μεταβουλεύσασθαι αὐτὸς δὲ ὥσπερ λίθος ἀναίσθητος ἐνίστατο τὸν ζῆλον κεκτημένος ἀντὶ πάσης ἑστιάσεως καὶ τούτῳ ἀρκούμενος ὃν θεωρήσας ὁ κριτὴς ἐπεκούφισε λιμώττοντι (5) τῷ φίλῳ τὴν ἔνδειαν, οὐχ ἡγούμενος δίκαιον σὺν ἀδίκοις καὶ ἀνόμοις τὸν δίκαιον λιμώττειν ὁ μόνος φιλάνθρωπος. (9.) Τὴν τροφὴν οὖν αὐτῷ ὁ πανοικτίρμων μετὰ πάσης σοφίας εὐτρεπίζει τοῖς γὰρ κόραξι τοῖς ἀσπλάγχνοις ἐγκελεύεται τροφὴν χορηγεῖν αὐτῷ κοράκων δὲ τὸ γένος εὐσπλαγχνίας ἐστὶν ἄμοιρον, τροφὴν μὴ χορηγοῦντα νεοσσοῖς ὡς τέκνοις πώποτε, ἀλλ ἄνωθεν τρέφονται. Ἐπειδὴ τοίνυν καὶ αὐτὸς μισοτέκνου ἀνελάβετο (5) καὶ τρόπους καὶ ἔννοιαν, μισοτέκνοις ἐχρήσατο πρὸς τοῦτον ὡς μισάνθρωπον τοῖς κόραξι πανσόφως ὁ μόνος φιλάνθρωπος. (10.) «Ἡ πολλή σου, φησίν, φιλοθεΐα», ὁ Θεὸς τῷ Ἠλίᾳ διελέχθη, «μὴ μισάνθρωπον ἐπενέγκῃ σοι διάθεσιν ἀλλ ὅρα τοὺς κόρακας οἱ γὰρ πρὸς τοὺς ἰδίους νεοσσοὺς ἀεὶ μισότεκνοι αἰφνίδιον, ὡς βλέπεις, περὶ σέ εἰσι φιλότιμοι καὶ νῦν μεταβέβληνται τῆς εὐσπλαγχνίας τῆς ἐμῆς ὑπηρέται ἀνεδείχθησαν (5) τροφήν σοι κομίζοντες ὡς ὁρῶ δέ, οὐ δύναμαι τὴν φύσιν ἐκβιάζεσθαι τὴν σὴν πρὸς τοὺς ἀνθρώπους, ὁ μόνος φιλάνθρωπος. (11.) Νῦν αἰδεῖσθαι ὀφείλεις, ὦ προφῆτα, καὶ μιμεῖσθαι ἀλόγων εὐπειθίαν πῶς τὰ ἄσπλαγχνα αἰδεσθέντα με τὸν εὔσπλαγχνον εὐθὺς μετεβλήθησαν; Τιμῶ σου τὴν φιλίαν καὶ οὐ λύω τὴν ἀπόφασιν οὐ δύναμαι δὲ φέρειν ὀδυρμὸν καὶ θλῖψιν πάνδημον ἀνθρώπων ὧν ἔπλασα τῶν δὲ νηπίων τὴν κραυγὴν πῶς ἐνέγκω καὶ τὰ δάκρυα, (5) κτηνῶν δὲ τὸν ἄσημον μυκηθμὸν ἐπερχόμενον; Ἐγὼ γὰρ τούτοις ἅπασιν ὡς πλάστης συμπαθήσω ὁ μόνος φιλάνθρωπος. (12.) Ἠγριοῦτο ἐν τούτοις ὁ προφήτης ἀπεκρίθη τότε τῷ δεσπότῃ «Μηδὲ κόρακας ὑπηρέτας πρὸς τὸ θρέψαι με προτρέψῃ, ὦ δέσποτα λιμῷ διαφθαρῆναι ἐπιλέξομαι, πανάγιε, καὶ μόνον ἀσεβοῦντας τιμωρήσομαι, καὶ ἔσται μοι μεγάλη ἀνάπαυσις συναπολέσθαι οὐκ ὀκνῶ πᾶσι τοῖς ἀπαρνουμένοις σε (5) μὴ οὖν οἰκτειρήσῃς με, μὴ λιμώττοντος φείσῃ μου, καὶ μόνον ἐξολόθρευσον τῆς γῆς τοὺς ἀσεβοῦντας, ὁ μόνος φιλάνθρωπος.» (13.) Λόγους τούτους ὡς ἤκουσεν ὁ κτίστης, μεθιστᾷ τὸν προφήτην ἐκ τοῦ τόπου
3 ἐντειλάμενος πετεινοῖς μὴ χορηγεῖν αὐτῷ τροφὴν ὡς τὸ πρότερον, καὶ πέμπει ἐν Σαρέφθοις πρὸς τὴν χήραν τὸν λιμώττοντα, εἰπὼν ὡς «ἐντελοῦμαι γυναικὶ τοῦ διαθρέψαι σε», σοφὰ βουλευόμενος. Ἦν γὰρ καὶ χήρα καὶ ἐθνικὴ ἡ γυνὴ πρὸς ἣν ἀπέσταλτο (5) καὶ τέκνων ἠνείχετο, ἵν ἀκούων ὁ δίκαιος τῆς ἐθνικῆς τὸ ὄνομα βοήσῃ «Δὸς τοὺς ὄμβρους, ὁ μόνος φιλάνθρωπος.» (14.) Ἰουδαίοις ἀθέμιτον ὑπῆρχε συνεσθίειν ποτὲ τοῖς ἀλλοέθνοις διὰ τοῦτο οὖν τὸν Ἠλίαν πρὸς ἀλλόφυλον γυναῖκα ὡδήγησεν, ἵνα τὴν παρ ἐκείνης βδελυττόμενος ἑστίασιν εὐθὺς περὶ τῶν ὄμβρων δυσωπήσῃ τὸν φιλάνθρωπον ἀλλ οὐκ ἐλογίσατο τὴν πρὸς τὰ ἔθνη ἀποφυγήν, ἀλλὰ τρέχει πρὸς τὸ γύναιον, (5) τροφὴν ἀπαιτῶν αὐτὴν μετὰ πάσης τραχύτητος «Ἐμοί, φησίν, προσέταξεν εἰσπρᾶξαί σε, ὦ γύναι, ὁ μόνος φιλάνθρωπος.» 15.) Ἀλλὰ ταῦτα ἀκούσασα ἡ χήρα ἐν σπουδῇ τῷ προφήτῃ ἀπεκρίθη ὡς «οὐκ ἔστι μοι ἐγκρυφίας, ἀλλ ἢ ἄλευρον δρακός, ὅπερ βούλομαι ποιῆσαι εἰσελθοῦσα, ἵνα φάγω σὺν τοῖς τέκνοις μου οὐδὲν δὲ τῆς δρακός μοι πλέον τι περιλείπεται ἢ μόνος ὁ θάνατος.» Πρὸς δὲ τῆς χήρας τὴν φωνὴν ἐκινεῖτο καὶ συνέπασχε (5) διαλογιζόμενος ὡς «ἐμοῦ πλέον τήκεται καὶ τῷ λιμῷ ἐκθλίβεται ἡ χήρα, εἰ μὴ φθάσει ὁ μόνος φιλάνθρωπος. (16.) Νῦν στενά μοι, φησί, τὰ τοῦ γυναίου κἂν πεινῶ γὰρ ἐγώ, ὑπάρχω μόνος, μετὰ τέκνων δὲ ἐκλιμώττει ἡ χηρεύουσα πρὸς ἣν παραγέγονα. Μὴ γένωμαι ὁ ξένος τοῦ θανάτου ταύτης πρόξενος, μηδὲ τῇ ξενοδόχῳ τεκνοκτόνος λογισθήσομαι, ἀλλ ἴδω νῦν πρὸς ἔλεον πρὸς πάντας ἔσχον ἀπαθῶς, πρὸς δὲ ταύτην μεταβάλλομαι (5) ἐκθήσω τὴν φύσιν μου οἰκτιρμοῖς συναγάλλεσθαι οἰκτίρμων γὰρ καθέστηκεν ὁ αἴτιος τῶν πάντων, ὁ μόνος φιλάνθρωπος.» (17.) Ὁ προφήτης τῇ χήρᾳ ἀπεκρίθη «Δρὰξ μέν ἐστιν ἀλεύρου σοι, ὡς ἔφης οὐκ ἐκλείψει <σοι> ἡ ὑδρία, ὁ καμψάκης δὲ τὸ ἔλαιον βλύσει σοι.» Καὶ λόγοις μὲν Ἠλίας εὐλογίαν ἐχαρίσατο, ὁ κτίστης δὲ εὐθέως ὡς φιλότιμος καὶ εὔσπλαγχνος τὸ ἔργον ἐπήγαγε τοῦ μὲν προφήτου τὸν σκοπὸν ἐκπληρῶν, φησίν, ὁ πάνσοφος, (5) τὸ δὲ ἀληθέστερον τῆς καλλίστης προφάσεως δραξάμενος, χαρίζεται τὸ ἄφθονον τῇ χήρᾳ ὁ μόνος φιλάνθρωπος. (18.) Ῥήμασι <4Θεὸ>4ς προφήτου ἐπεκάμφθη καὶ τροφὴν παρεῖχε τούτῳ καὶ τῇ χήρᾳ ὁ Ἠλίας δὲ οὐδὲ ὅλως ἐσπλαγχνίζετο, ἀλλ ἔμενεν ἄκαμπτος. Ὁ εὔσπλαγχνος δὲ βλέπων τὸν λαὸν διαφθειρόμενον καὶ τοῦτον ἀπειθοῦντα, ἐφ ἑτέραν τέχνην πάνσοφον μετῆλθεν ὡς δίκαιος. Τὸν γὰρ τῆς χήρας ὑϊὸν τελευτήσαντα ἀπέδειξεν, (5) ἵνα κἂν τὰ δάκρυα καὶ τὴν ἄλλην περίστασιν τῆς χήρας θεασάμενος βοήσῃ «Δὸς τοὺς ὄμβρους, ὁ μόνος φιλάνθρωπος.» (19.) Ὡς οὖν εἶδεν ἡ χήρα νεκρωθέντα τὸν υἱόν, ἐπανέστη τῷ προφήτῃ, «εἴθε, λέγουσα, τῷ λιμῷ προαποτέθνηκα πρὶν ἤ σε θεάσωμαι συνέφερε γὰρ πάλαι τελευτῆσαί με λιμώττουσαν καὶ μὴ τὸν ὑϊόν μου θεωρεῖν με νεκρὸν κείμενον ἐν τῇ παρουσίᾳ σου. Οὐχ οὗτοί εἰσιν οἱ μισθοὶ τῆς καλλίστης δεξιώσεως (5) ὑπῆρχον γὰρ εὔτεκνος πρὶν ἐλθεῖν σε, ὦ ἄνθρωπε ἐλθὼν δὲ ἀτεκνίαν μοι παρέσχες ὀνομάσας τὸν μόνον φιλάνθρωπον.» (20.) Μάλα μὲν ἐκρατεῖτο ὑπὸ χήρας ὁ κρατήσας νεφῶν τε καὶ τῶν ὄμβρων
4 καὶ συνείχετο ὑπὸ μίας ὁ τοὺς ἅπαντας συνέχων <4διὰ>4 ῥήματος γυνὴ δὲ παναθλία, πάσης ἄμοιρος δυνάμεως, τὸν λόγῳ καὶ δυνάμει οὐρανοὺς κρατεῖν νομίζοντα κρατεῖ ὡς κατάδικον, καὶ συμπλακεῖσα μανικῶς ὡς φονέα εἰς κριτήριον (5) καθεῖλκε κραυγάζουσα «Δός μοι γόνον ὃν ἔκτεινας οὐ χρῄζω τοῦ ἀλεύρου σου μὴ θρέψῃ με νομίζων <γενέσθαι φιλάνθρωπος.> (21.) Ἄρτους ἐν τῇ γαστρί μου κατασπείρας τὸν καρπὸν τῆς γαστρός μου καὶ τὸν κλάδον ἐξερρίζωσας, καὶ πωλεῖς μοι < > τὰ δῶρα τὰ βρώσιμα ψυχὴν ἀντὶ ἀλεύρου καὶ ἐλαίου ἐμεθόδευσας ἐγὼ δὲ δυσωπῶ σε ἀνατρέψαι τὸ συνάλλαγμα καὶ δοῦναι ὃ ἔλαβες ἢ τοῖς θανάτοις τοῦ λαοῦ οὐκ ἠρκέσθης, ἀλλ ἐσπούδασας (5) τοῦ οἴκου μου ἅψασθαι; Τὴν ψυχὴν τοῦ παιδίου μου ἀπόλυσον καὶ κόμισον ψυχήν μου ἀντ ἐκείνης, καὶ γενοῦ φιλάνθρωπος.» (22.) Νυγεὶς τούτοις ὡς κέντροις ὁ Ἠλίας, αἰσχυνόμενος κράζουσαν τὴν χήραν ὑποπτεύουσαν ὡς αὐτὸς ἐξεβιάσατο ψυχὴν τοῦ υἱοῦ αὐτῆς, καὶ θέλων ταύτην πεῖσαι διὰ λόγων οὐκ ἠδύνατο εἰδὼς ὡς ἠπιστεῖτο παρ αὐτῆς ἀπολογούμενος, ἐθρήνει γὰρ ἄπαυστα. Ἀλλ ἀτενίσας εἰς οὐρανούς «Οἴμοι, Κύριε, ἐβόησεν, (5) ὁ μάρτυς ὁ ἄμεμπτος τῆς λαβούσης με σύνοικον, σὺ ταύτην παρεκίνησας ἀπαιτεῖν με τὸ τέκνον, ὁ μόνος φιλάνθρωπος. (23.) Οὐ πιστεύω, σωτήρ», παντοδυνάμῳ τῷ Θεῷ ὁ προφήτης ἀνεβόα, «ὡς ὁ θάνατος τῷ παιδίῳ ἐκ τῆς φύσεως, ὡς πᾶσι, συμβέβηκεν ἀλλ ἔστι τοῦτο τέχνῃ τῆς σοφίας σο<4υ, ἀ>4ναμάρτητε, καὶ πάντως μηχανᾶσαι κατ ἐμοῦ ἀνάγκην εὔσπλαγχνον, ἵνα ὅταν αἰτήσω σε ὅτι τῆς χήρας τὸν υἱὸν νεκρωθέντα <ἐξ>ανάστησον, (5) εὐθὺς ἀντιφθέγξῃ μοι «Τὸν υἱόν μου τὸν Ἰσραὴλ ἐλέησον θλιβόμενον καὶ πάντα τὸν λαόν μου», ὁ μόνος φιλάνθρωπος.» (24.) Σῶσαι θέλων τὴν γῆν ὁ πανοικτίρμων τῷ Ἠλίᾳ εὐθέως ἀπεκρίθη «Νῦν τοὺς λόγους μου ἐνωτίζου φανερώτερον κα<4ὶ ἄ>4κουέ μου λέγοντος. Ὠδίνω καὶ σπουδάζω πρὸς τὴν λύσιν τῆς κολάσεως, ἐπείγομαι τοῦ δοῦναι πᾶσι <τὴν> τροφὴν λιμώττουσιν ὑπάρχω γὰρ εὔσπλαγχνος τοὺς τῶν δακρύων ὀχετοὺς βλέπων, ὡς πατὴρ συγκάμπτομαι, (5) οἰκτείρω ἐκλείποντας ὑπὸ πείνης καὶ θλίψεως ἁμαρτωλοὺς γὰρ βούλομαι τοῦ σῴζειν μετανοίᾳ, ὁ μόνος φιλάνθρωπος. (25.) Ἄκουε οὖν, προφῆτα, παρρησίᾳ καὶ γὰρ πάνυ εἰδέναι σε σπουδάζω ὡς χειρόγραφον εὐσπλαγχνίας με κατέχουσιν οἱ ἄνθρωποι ἅπαντες, ἐν ᾧπερ συνεθέμην ὡς οὐ βούλομαι τὸν θάνατον ἰδεῖν τῶν πλημμελούντων, ἀλλὰ μᾶλλον τὴν ζωὴν αὐτῶν. Μὴ οὖν ἀποδείξῃς με ὡς ψευδολόγον παρ αὐτοῖς ἀλλὰ δέξαι μου τὴν αἴτησιν (5) πρεσβείαν προσφέρω σοι σὲ γὰρ μόνα τὰ δάκρυα τῆς χήρας συνετάραξαν, ἐγὼ δὲ περὶ πάντας ὑπάρχω φιλάνθρωπος.» (26.) Νοῦν καὶ φρένα τοῖς λόγοις τοῦ ὑψίστου ὁ Ἠλίας ὑπέθηκε καὶ ὦτα, καὶ ὑπέταξε τὴν ψυχὴν καὶ ἐκαλλώπισεν αὐτὴν ἐν τοῖς ῥήμασι, καὶ εἶπε «Γενηθήτω <οὖν> τὸ θέλημά σου, δέσποτα παράσχου καὶ τοὺς ὄμβρους καὶ ζωὴν τῷ τελευτήσαντι, καὶ ζώωσον τὰ σύμπαντα ζωὴ ὑπάρχων ὁ Θεὸς καὶ ἀνάστασις καὶ λύτρωσις, (5) παράσχου τὴν χάριν σου τοῖς ἀνθρώποις καὶ κτήνεσιν αὐτὸς γὰρ μόνος δύνασαι τὰ πάντα περισῴζειν, ὁ μόνος φιλάνθρωπος.» (27.) Εὐθὺς ταῦτα εἰπόντος τοῦ προφήτου, ἀπεκρίθη πρὸς τοῦτον ὁ οἰκτίρμων
5 «Τὴν προαίρεσιν ἐδεξάμην καὶ ἐπῄνεσα, καὶ σπεύδω τιμῆσαί σε. Ἐγὼ ὑπὲρ ἐκείνων παρὰ σοῦ τὴν χάριν ἔλαβον γενοῦ δὲ σὺ μεσίτης καὶ χορήγησον τὴν χάριν μου οὐδὲ γὰρ ἀνέχομαι καταλλαγῆναι χωρὶς σοῦ, ἀλλὰ βάδισαι καὶ μήνυσον (5) τῶν ὄμβρων τὸ χάρισμα, ἵνα πάντες κραυγάσωσιν ὅτι ὁ πρώην ἄσπλαγχνος ἐφάνη νῦν ἐξαίφνης πρὸς πάντας φιλάνθρωπος. (28.) Ὕπαγε οὖν ταχέως, ὦ προφῆτα, καὶ ὀφθεὶς Ἀχαὰβ εὐαγγελίζου, καὶ ἐντέλλομαι ταῖς νεφέλαις καὶ ποτίσουσι τὴν γῆν ἐν τοῖς ὕδασι τὴν τούτων χορηγίαν σὺ ἀπόφηναι, ὦ φίλε μου ἐγὼ δὲ ὑπογράψω ταῖς τοιαύταις ἀποφάσεσι, τιμῶν σου τὸ εὔγνωμον.» Ἀκούσας ταῦτα παρευθὺ προσεκύνησε τὸν ὕψιστον, (5) βοῶν τῷ οἰκτίρμονι «Πολυέλεον οἶδά σε γινώσκω ὡς μακρόθυμος ὑπάρχεις, ὁ Θεός μου, ὁ μόνος φιλάνθρωπος.» (29.) Φοβηθεὶς οὖν τὸ πρόσταγμα ἐκτρέχει <τότε> πρὸς τὸν Ἀχαὰβ ὁ προφήτης κα<4ὶ ε>4ὐαγγέλια πρὸς ἐκεῖνον ἀποφθέγγεται ὡς εἶπεν ὁ εὔσπλαγχνος. Εὐθὺς δὲ αἱ νεφέλαι τῇ προστάξει τοῦ ποιήσαντος ἐγκύμονες ὑδάτων τὸν ἀέρα ἐπενήξαντο, τοὺς ὄμβρους πηγάζουσαι ἠγαλλιάσατο δὲ ἡ γῆ καὶ ἐδόξαζε τὸν Κύριον (5) τὸν παῖδα μὲν ἔλαβεν ἀναστάντα τὸ γύναιον σὺν πᾶσιν <δ > ἐπευφραίνετο Ἠλίας κα<4ὶ ἀ>4νευφήμει τὸν μόνον φιλάνθρωπον. (30.) Ἤδη χρόνου τοσούτου προϊόντος τῶν ἀνθρώπων ἑώρα τὴν κακίαν κα<4ὶ ἐ>4μελέτησε βαρυτέραν ἀποφήνασθαι Ἠλίας τὴν κόλασιν. Ἰδὼν δὲ ὁ οἰκτίρμων τῷ προφήτῃ ἀπεκρίνατο «Τὸν ζῆλον ὅνπερ ἔχεις πρὸς τὸ δίκαιον ἐπίσταμαι, καὶ οἶδα τὴν πρόθεσιν ἀλλὰ συμπάσχω ἁμαρτωλοῖς ὅταν ἄμετρα κολάζωνται (5) ὀργίζει ὡς ἄμεμπτος καὶ οὐ δύνῃ ἀνέχεσθαι; Ἐγὼ δὲ οὐκ ἀνέχομαι οὐδένα ἀπολέσθαι ὡς μόνος φιλάνθρωπος.» (31.) Μετὰ ταῦτα δὲ βλέπων ὁ δεσπότης ὡς ἀπότομος οὗτος πρὸς ἀνθρώπους, προὐνοήσατο τοῦ γένους, καὶ ἐχώρισεν Ἠλίαν τῆς γῆς αὐτῶν, «Χωρίζου, λέγων, φίλε, τῆς ἀνθρώπων κατοικήσεως ἐγὼ δὲ πρὸς ἀνθρώπους ὡς οἰκτίρμων καταβήσομαι, γενόμενος ἄνθρωπος. Ἀνέρχου τοίνυν ἀπὸ τῆς γῆς ὡς ἐνέγκαι μὴ δυνάμενος (5) ἀνθρώπων τὰ πταίσματα ἀλλ ἐγὼ ὁ οὐράνιος ἁμαρτωλοῖς συνέσομαι καὶ ῥύσομαι πταισμάτων, ὁ μόνος φιλάνθρωπος. (32.) Εἰ οὐ δύνῃ, ὡς εἶπον, ὦ προφῆτα, συνοικεῖν τοῖς ἀνθρώποις πλημμελοῦσι, δεῦρο μέτελθε καὶ κατοίκει ἀναμάρτητα χωρία τῶν φίλων μου ἐγὼ δὲ καταβαίνω ὁ τὸ πρόβατον δυνάμενος τὸ ἐκπεπλανημένον ἐν τοῖς ὤμοις <αἴρειν> φέρειν τε καὶ κράζειν τοῖς πταίουσι δρομαῖοι πάντες ἁμαρτωλοί, δεῦτε πρός με, ἀναπαύεσθε (5) ἐγὼ γὰρ ἐλήλυθα, οὐ κολάσαι οὓς ἔπλασα, ἀλλὰ τοὺς ἁμαρτήσαντας ἁρπάσαι ἀσεβείας, ὁ μόνος φιλάνθρωπος.» (33.) Ἰδοὺ τύπος Ἠλίας τῶν μελλόντων ἐν τῷ ὕψει στελλόμενος ἐδείχθη. Ὁ Θεσβίτης γὰρ ἀνελήφθη ἐπὶ ἅρματος πυρός, καθὼς γέγραπται Χριστὸς δὲ ἀνελήφθη ἐν νεφέλαις καὶ δυνάμεσι. Ἀλλ οὗτος Ἐλισσαίῳ μηλωτὴν ἐξ ὕψους ἔπεμψεν ὁ Χριστὸς δὲ κατέπεμψε τοῖς ἀποστόλοις τοῖς ἑαυτοῦ τὸν παράκλητον καὶ ἅγιον (5) ὃν πάντες ἐλάβομεν οἱ τὸ βάπτισμα ἔχοντες, δι οὗ ἁγιαζόμεθα, ὡς πάντας ἐκδιδάσκει ὁ μόνος φιλάνθρωπος.