ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ. Εἰς τὸν Ὅσιον καὶ Θεοφόρον Πατέρα Ἡμῶν Νεῖλον τὸν Μυροβλύτην. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.

Σχετικά έγγραφα
ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ

Κανών Παρακλητικός. εις τους Οσίους και Θεοφόρους Πατέρας ημών. Διονύσιον τον Ρήτορα και Μητροφάνην

Παράκλησις ἁγ. ΝΙΚΟΛΑΟΥ Καβάσιλα

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΜΕΛΕΤΙΟΝ ΤΟΝ ΕΝ YΨΕΝΗι. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

Παρακλητικός κανόνας εις τον εν Αγίοις πατέρα ημών Μύρωνα επίσκοπον Κρήτης τον θαυματουργόν.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Παρακλητικός Κανών εις τον Απόστολον Παύλον

Παρακλητικός Κανών εις τον Οσιον Δαβίδ τον εν Θεσσαλονίκη

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΝ ΤΟΝ ΘΕΟΛΟΓΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟ Π Α Τ Α Π Ι Ο Ν

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΦΑΝΟΥΡΙΟΝ. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου.

Παράκλησις Παναγίας ΚΟΥΤΣΟΥΡΙΩΤΙΣΣΗΣ

Παράκλησις ἁγ. ΙΕΡΟΘΕΟΥ ἐπ. Ἀθηνῶν. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΜΑΡΤΥΡΑ ΑΣΤΕΡΙΟΝ ΚΑΙ ΤΟΥΣ ΑΔΕΛΦΟΥΣ ΑΥΤΟΥ. (Γερασίμου Μοναχού του Μικραγιαννανίτου)

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Παράκλησις Παναγίας ΜΑΛΕΒΗΣ

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ

ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου

Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων

Παρακλητικός Κανών στον Άγιο Δημήτριο τον Μυροβλύτη

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΝΙΚΩΝ ΤΟΥ ΜΕΤΑΝΟΕΙΤΕ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ. ΠΑΤΕΡΑ ΗΜΩΝ ΜΕΛΕΤΙΟΝ ΤΟΝ ΕΝ YΨΕΝΗι

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα.

ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μόνη ελπίδα, είσαι εσύ για μας, για να σωθούμε, να βρούμε ειρήνευση. ΚΑΝΟΝΑ. Ἦχος πλ. δ.

Παρακλητικός Κανών Ὁσίου ΓΕΡΑΣΙΜΟΥ τοῦ ἐν Κεφαλληνίᾳ

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΟΣΙΟΥ ΜΕΛΕΤΙΟΥ ΤΟΥ ΝΕΟΥ (ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου) Ψαλμός ρμβ (142)

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

Παρακλητικός Κανών εις τον Όσιον Ακάκιον του εν τη Κλιμάκι

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Παρακλητικός Κανών στην Αγία Οσιομάρτυρα Θεοδώρα την εν Βάστα Πελοποννήσου

Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Παρακλητικός Κανών του Αγίου Μάρτυρος Νέστωρ

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Παρακλησις κοινή εις τον Ιωάννη Προδρομο, Αικατερίνη κ Αγαθής μαρτύρων

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

ΠΑΡΑΚΛΗΣΗ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΝΙΚΟΛΑΟΥ ΕΚ ΜΕΤΣΟΒΟΥ. (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

ΟΣΙΟΣ ΣΥΜΕΩΝ Ο ΜΟΝΟΧΙΤΩΝ ΚΑΙ ΑΝΥΠΟΔΙΤΟΣ ΠΑΡΑΚΛΗΣΗ

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Παράκλησις ἁγ. ΑΝΑΡΓΥΡΩΝ ΚΟΣΜΑ καί ΔΑΜΙΑΝΟΥ

Ε υ _ λο _ γη _ τος _ ει _ Κυ _ ρι _ ε _ δι _ δα _ ξον _ με _ τ α_ δι _. Τ ων _ α _ γι _. ων _ ο _ χο _ ρος _ ευ _ ρε _ π η_ γη _ ην _ τ ης_

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

Παρακλητικό Κανών εἰ τόν Ἅγιον Νεκτάριον Μητροπολίτην Πενταπόλεω, ὡ ψάλλεται ἐν τῷ καθεδρικῷ Ἱερῷ Ναῷ Ἀποστόλου Παύλου Κορίνθου, τὴν Τετάρτην ἐκάστη

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΥΜΩΝ ΠΑΙΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

Ο ΑΓΙΟΣ ΣΑΒΒΑΣ Ο ΝΕΟΣ Ο ΕΝ ΚΑΛΥΜΝΩ

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

Παρακλητικός Κανών στον Άγιο Σάββα τον Ηγιασμένο

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ «ΤΣΑΜΠΙΚΑ»

ΟΙΚΟΙ ΕΙΚΟΣΙΤΕΣΣΑΡΕΣ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΑΝΤΩΝΙΟΝ ΤΟΝ ΜΕΓΑΝ

Παναγία Παντάνασσα. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

Παρακλητικός Κανών στον Όσιο Δαβίδ τον εν Ευβοίας

Παρακλητικός Κανών στον Άγιο Σάββα τον Ηγιασμένο

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ

Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη.

Αγιολογία - Εορτολογία

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ. Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν.

-134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Εὐχετήρια-Κοινωνικὰ Γράμματα πρὸς τὸν Πρόεδρον τῆς Ἱερᾶς Συνόδου τῶν Ἐνισταμένων

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Παρακλητικός Κανών εις τη Παναγία Γλυκοφιλούσα

Παναγία Παραμυθία. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α

Η αγάπη του λαού την ονόμασε Γιάτρισσα

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)

Εἰς τήν Κυριακήν τῆς Σταυροπροσκυνήσεως (Γ Κυριακή τῶν Νηστειῶν).

Κυριακή 19 Μαΐου 2019.

ΧΡΙΣΤΙΑΝΙΚΗ ΗΘΙΚΗ. Ενότητα 14: ΟΙ ΕΝΤΟΛΕΣ ΤΟΥ ΘΕΟΥ ΩΣ ΘΕΙΕΣ ΕΝΕΡΓΕΙΕΣ. ΜΑΡΙΑ Κ. ΚΑΡΑΜΠΕΛΙΑ Τμήμα Ιερατικών Σπουδών

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

Transcript:

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ Εἰς τὸν Ὅσιον καὶ Θεοφόρον Πατέρα Ἡμῶν Νεῖλον τὸν Μυροβλύτην Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου. Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ ὃ τὸ Θεὸς Κύριος ὡς συνήθως καὶ τὸ ἑξῆς: Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ὡς δοξασθεὶς παρὰ Θεοῦ ἐπαξίως, αὐτὸν δυσώπει ἐκτενῶς Πάτερ Νεῖλε, ἁμαρτιῶν συγχώρησιν δωρήσασθαι, καὶ παθῶν τὴν ἴασιν, καὶ παντοίων κινδύνων, τὴν ταχεῖαν λύτρωσιν, καὶ χαρὰν καὶ εἰρήνην, τοῖς τῷ ναῷ σου σπεύδουσι θερμῶς, καὶ ἐξαιτοῦσι, τὴν θείαν πρεσβείαν σου. Δόξα, τὸ αὐτό. Καὶ νῦν. Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ σοὺς γὰρ δούλους σώζει ἀεὶ ἐκ παντοίων δεινῶν. Ὁ Ν καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς «Ἔσο ἡμῖν προστάτης ὦ Νεῖλε. Γερασίμου». ᾨδὴ α. Ἦχος πλ. δ. Ὑγρὰν διοδεύσας. Ἐπίβλεψον ὄμματι ἱλαρῷ, Νεῖλε θεοφόρε, τοῖς προστρέχουσιν εὐλαβῶς, τῇ σῇ προστασίᾳ Μυροβλύτα, καὶ τὰς αἰτήσεις ἡμῶν Πάτερ πλήρωσον. Σωμάτων ὀδύνας τὰς χαλεπάς, καὶ ψυχῶν τὰς θλίψεις, τῇ πρεσβείᾳ σου πρὸς Χριστόν, θεράπευσον Νεῖλε Μυροβλύτα, τῶν προσιόντων πιστῶς τῇ σῇ χάριτι. Ὀλόφωτος Πάτερ ὥσπερ ἀστήρ, τῇ σῇ ἐπιλάμψει, τῶν παθῶν μου τὸν σκοτασμόν, διάλυσον Νεῖλε θεοφόρε, καὶ εὐρωστίας μοι φῶς θεῖον αὔγασον. Ἡ μόνη τεκοῦσα ὑπερφυῶς, τὸν πάντων Δεσπότην, ἀναπλάττοντα τὸν Ἀδάμ, Κεχαριτωμένη Θεοτόκε, τῆς τοῦ ἐχθροῦ με κακίας ἁπάλλαξον.

ᾨδὴ γ. Οὐρανίας ἁψῖδος. Μυριπνόοις ὀδμαῖς σου, ὡς ἀληθῶς Ὅσιε, οἷα θαυμαστὸς Μυροβλύτης, τοῦ Παντοκράτορος, πόῤῥω ἀπέλασον, τὴν τῶν παθῶν δυσωδίαν, Νεῖλε τὴν συνέχουσαν, ἡμᾶς καὶ θλίβουσαν. Ἴδε Πάτερ ὑψόθεν, ἐν πατρικῷ βλέμματι, τοὺς τῷ σῷ ναῷ προσελθόντας, ψυχῆς θερμότητι, καὶ δίδου ἅπασιν, χάριν, ὑγείαν καὶ ῥῶσιν, καὶ πᾶν ἄλλο δώρημα, Νεῖλε οὐράνιον. Νέος ἥλιος ὤφθης, ταῖς ἀρεταῖς Ὅσιε, κόσμῳ ἐκ τοῦ Ἄθω ἐκλάμψας, καὶ νέμεις πάντοτε, ἐν ταῖς ψυχαῖς ἡμῶν, φῶς ἀληθοῦς μετανοίας, καὶ ἀκτῖνα χάριτος, θείας χρηστότητος. Παραμύθιον κόσμου, καὶ ἀῤῥαγὲς στήριγμα, καὶ ἁμαρτανόντων προστάτις, τῶν πεποιθότων σοι, δὸς τῇ καρδίᾳ μου, τῇ τεθλιμμένῃ Παρθένε, τῇ σῇ ἀγαθότητι, χάριν καὶ ἔλεος. Διάσωσον Ὅσιε Νεῖλε θεόληπτε Μυροβλύτα, τῶν ἐν βίῳ πολυειδῶν περιστάσεων, τοὺς αἰτουμένους τὴν θείαν σου προστασίαν. Ἐπίβλεψον ἐν εὐμενείᾳ Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β. Πρεσβεία θερμή. Προστάτης θερμός, γενοῦ καὶ καταφύγιον, τοῖς πίστει θερμῇ, προστρέχουσι τῇ σκέπῃ σου, αὐτοῖς ἀεὶ δωρούμενος, αἰτημάτων τὴν πλήρωσιν ἄνωθεν, ταῖς πρὸς τὸν Κτίστην θείαις σου λιταῖς, ὦ Νεῖλε Μυροβλυτῶν ἀγλάϊσμα. ᾨδὴ δ. Εἰσακήκοα Κύριε. Ῥῶσιν δίδου καὶ ἴασιν, τὴν κατὰ ψυχὴν καὶ σῶμα ἑκάστοτε, Πάτερ Νεῖλε τοῖς προσπίπτουσι, τῷ σεπτῷ λειψάνῳ σου ἐκ πίστεως. Οἱ τῷ θείῳ τεμένει σου, Μυροβλύτα Νεῖλε προθύμως σπεύδοντες, πᾶσαν ὄνησιν κομίζονται, ἐκ τῆς σοὶ δοθείσης Πάτερ χάριτος. Σωτηρίαν ἐξαίτησαι, καὶ ἀπαλλαγὴν κινδύνων καὶ θλίψεων, καὶ εἰρήνην ἀστασίαστον, Πάτερ τοῖς προστρέχουσι τῇ σκέπῃ σου.

Τῇ ἀῤῥήτῳ κυήσει σου, τὸν Ἀδὰμ ἐῤῥύσῳ τῆς κατακρίσεως ὅθεν ῥῦσαί με Πανάμωμε, πάσης τοῦ Βελίαρ ἐπιθέσεως. Ὠδή ε. Φώτισον ἡμᾶς. Ἄνωθεν ἡμῖν, δίδου Νεῖλε παμμακάριστε, τῆς εὐνοίας σου τὰς θείας δωρεάς, ὡς ἂν βίον διανύωμεν γαλήνιον. Τὶς τῷ σῷ ναῷ, καταφεύγων οὐ κομίζεται, ἅπερ ηὔξατο καρδίᾳ ἀληθεῖ; σὺ γὰρ πάντων βοηθὸς πέλει θερμότατος. Ἤσχυνας ἔχθρόν, τῇ ἀσκήσει σου τὸν ἄσαρκον, οὗ κακίας καὶ μανίας τῆς πικρᾶς, Πάτερ Νεῖλε τοὺς ἱκέτας σου ἀπάλλαξον. Σύντριψον Ἁγνή, τὸν ἐχθρὸν τὸν δολιότροπον, τὸν ἀεὶ ἐπιτιθέμενον ἡμῖν, καὶ τὸν βίον ἡμῶν ἄλυπον περίεπε. ᾨδὴ ς. Τὴν δέησιν ἐκχεῶ. Ὡς πλήρης, τῶν ἐκ Θεοῦ χαρισμάτων, ὡς Κυρίου θεοφόρος θεράπων, πολλὴν πλουτεῖς πρὸς αὐτὸν παῤῥησίαν ὅθενδυσώπει εἰρήνην δωρήσασθαι, καὶ εὐπραγίαν ἀληθῆ, Πάτερ Νεῖλε τοῖσ σὲ μακαρίζουσι. Ναῷ σου, τῷ ἱερῷ πᾶσα τάξις, τῶν ἀνθρώπων εὐλαβῶς προσιόντες, καθαγιάζονται Πάτερ προσψαύσει, τοῦ παναγίου λειψάνου σου Ὅσιε, καὶ λύσιν τὴν τῶν δυσχερῶν, τῇ πρεσβείᾳ σου Νεῖλε λαμβάνουσι. Ἐν πίστει, τὴν φωτοφόρον σου μνήμην, ὁ λαὸς ὁ εὐσεβὴς ἑορτάζει, καὶ πανταχόθεν τῷ θείῳ ναῷ σου, Πάτερ συῤῥέων ὀσμῆς τῆς τοῦ μύρου σου, ἐπισκιάσει σου σεπτῇ, τὰς καρδίας πληροῦται ἐν Πνεύματι. Ἰλύος, τῆς τῶν παθῶν τὴν ψυχήν μου, ἀποκάθαρον τῇ σῇ μεσιτείᾳ, καὶ καθαρὰν αὐτὴν ἔργασαι Κόρη, καθαρτικοῖς τῆς σῆς χάριτος νάμασι, καὶ σῶσόν με ἐκ τῆς φθορᾶς, Θεοτόκε Παρθένε, ὡς εὔσπλαγχνος. Διάσωσον Ὅσιε Νεῖλε θεόληπτε Μυροβλύτα, τῶν ἐν βίῳ πολυειδῶν περιστάσεων, τοὺς αἰτουμένους τὴν θείαν σου προστασίαν. Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον

Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β. Ταῖς τῶν αἱμάτων σου. Ὡς μυροθήκη τῆς θείας χρηστότητος, καὶ εὐωδίας ἀΰλου ἀλάβαστρον, ἡμῶν τὰς ψυχὰς εὐωδίασον, καὶ τῶν σωμάτων τὰς νόσους θεράπευσον, ὦ Νεῖλε Μυροβλῦτα Ὅσιε. Προκείμενον Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον Εὐαγγέλιον κατὰ Ματθαῖον (ια 27-30) Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν Ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι. Σκεῦος εὐωδέστατον, τῆς θεἱκῆς ἐπιπνίας, Μυροβλύτα Ὅσιε, Ὄρους Ἄθω καύχημα ἱερώτατον, χαλεπῶν θλίψεων, ἀναγκῶν παντοίων, νοσημάτων καὶ κακώσεων, ἀτρώτους φύλαττε, τοὺς εἰλικρινῶς σε γεραίροντας, καὶ δίδου ἡμῖν πάντοτε, ἄλυπον ζωὴν ταῖς πρεσβείαις σου, καὶ πταισμάτων λῦσιν, καὶ πάσης ἁμαρτίας ἀποχήν, τοῖς εὐλαβῶς καταφεύγουσι, Νεῖλε τῇ σῇ χάριτι. Σῶσον ὁ Θεὸς τὸν λαόν σου ᾨδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας. Λῦσιν πάσης ἐν βίῳ χαλεπῆς ἐπηρείας καὶ περιστάσεως, χαρὰν δὲ καὶ ὑγείαν, καὶ πᾶσαν εὐλογίαν, ἡμῖν αἴτει ἑκάστοτε, Νεῖλε θεράπων Χριστοῦ, παμμάκαρ Μυροβλῦτα.

Ἐν τῷ θείῳ ναῷ σου, ἐν καιρῷ τῆς ἀνάγκης Πάτερ προσφεύγοντες, λυτρούμεθα ταχέως, τῇ σῇ ἐπιστασίᾳ, ἐπελθούσης στενώσες ὅτι προστάτην ἡμῶν, πλουτοῦμέν σε καὶ ῥύστην. Γαληνῶς διανύειν, τὰς ἡμέρας τοῦ βίου ἡμᾶς ἀξίωσον, ἐν πάσῃ εὐπραγίᾳ, καὶ ἀρετῶν τῇ κτήσει, καὶ ἠθῶν κοσμιότητι, τῇ ἀντιλήψει τῇ σῇ, ὦ Μυροβλῦτα Νεῖλε. Ἐξ ὁδοῦ ἀπωλείας, πρὸς ὁδὸν σωτηρίας Κόρη με ἕλκυσον, καὶ λάμπρυνον τὸν νοῦν μου, φωτὶ τῆς μετανοίας, συμπαθεῖ σου χρηστότητι, ὡς ἂν τοῦ ἄνω φωτός, ἴδω τὰς ἐπιλάμψεις. ᾨδὴ η. Τὸν Βασιλέα. Ῥείθροις ἐνθέοις, τῶν ἡδυπνόων σου μύρων, εὐωδίασον ἡμῶν τὰς διανοίας, Νεῖλε Μυροβλῦτα, Ὁσίων μέγα κλέος. Ἀσθενημάτων, καὶ πάσης ἄλλης ἀνάγκης, ἐλευθέρωσον τοὺς πίστει προσιόντας, Νεῖλε Μυροβλῦτα, τῇ θείᾳ σου πρεσβείᾳ. Σκανδάλων ἅπαν, καὶ πᾶσαν βλάβην καὶ λύπην, ἀποδίωξον ἐξ οἰκιῶν ταχέως, Νεῖλε Μυροβλῦτα, τῶν σὲ ὑμνολογούντων. Ἴασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, καὶ παράσχου μοι δάκρυα μετανοίας, ἵνα ἀποπλύνω, τὸν ῥῦπον τῶν παθῶν μου. ᾨδὴ θ. Κυρίως Θεοτόκον. Μυρίπνοον ὡς κρίνον, πάντοτε εὐφραίνεις, τοὺς προσιόντας σοι Νεῖλε ἐκ πίστεως, καὶ τὴν ὀσμὴν τῆς κακίας διώκεις Ἅγιε. Ὀδύνης τὴν ψυχήν μου, ῥῦσαι ὀλεθρίου, καὶ ῥῶσιν δὸς μοι τῷ σώματι Ὅσιε, καὶ τῷ νοΐ μου τὸν φόβον Νεῖλε τὸν κρείττονα. Ὑψόθεν μὴ ἐλλείπεις, Πάτερ προστατεύων, τῶν ἀδιστάκτων ψυχῇ προσιόντων σοι, πᾶσι παρέχων ἐν βίῳ τὴν σὴν ἀντίληψιν. Ὑπέρφωτον δοχεῖον, τοῦ Παμβασιλέως, τοῦ προελθόντος ἀφράστως ἐκ μήτρας σου, τὴν σκοτισθεῖσαν ψυχήν μου Παρθένε λάμπρυνον.

Το Ἄξιον ἐστὶ, καὶ τὰ μεγαλυνάρια. Χαίροις Μυροβλύτα Νεῖλε σοφέ, ἱερέων δόξα, καὶ Ὁσίων ὑπογραμμός χαίροις Ὄρους Ἄθω, τὸ παντευῶδες ἄνθος, καὶ πρέσβυς ἡμῶν μέγας, πρὸς τὸν Φιλάνθρωπον. Ἤσκησας ἐν Ἄθῳ ὑπερφυῶς, καὶ ἐμεγαλύνθης, τῇ τοῦ Πνεύματος δωρεᾷ μύρα γὰρ εὐώδη, ἀνέβλυσας ὁσίως, ὦ Νεῖλε θεοφόρε, ἀπὸ τοῦ τάφου σου. Χαίροις μυροθήκη ἡ νοητή, ἀρετῶν ἁγίων, καὶ ἀσκήσεως ἱερᾶς, χαίροις ἡσυχίας, καὶ ἀπαθείας ῥόδον, εὐφραῖνον Πάτερ Νεῖλε, ἡμᾶς τῷ βίῳ σου. Τοὺς προσερχομένους πίστει θερμῇ, τῷ σεπτῷ ναῷ σου, καὶ προσπίπτοντας εὐλαβῶς, Νεῖλε Μυροβλῦτα, τῷ θείῳ σου λειψάνῳ, ἐξ ἀναγκῶν τοῦ βίου, ἀτρώτους φύλαττε. Ἴασιν σωμάτων ῥῶσιν ψυχῶν, ἄφεσιν πταισμάτων, καὶ οὐράνιον χαρμονήν, δίδου Μυροβλῦτα, τοῖς πόθῳ ἐξαιτοῦσι, τὴν θείαν σου πρεσβείαν, πρὸς τὸν Φιλάνθρωπον. Χαίροις Ἐκκλησίας νέος ἀστήρ, χαίροις Ὄρους Ἄθω, ἐγκαλλώπισμα ἱερόν χαίροις Ὀρθοδόξων, ὁ ῥύστης καὶ προστάτης, ὦ Νεῖλε Μυροβλῦτα, ἀκιοθαύμαστε. Πᾶσαι τῶν Ἀγγέλων Τὸ Τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις, μεθ ὧν ψάλλομεν τὸ ἑξῆς. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Νεῖλε Μυροβλῦτα θαυμαστέ, μύστα καὶ θεράπον Κυρίου, καὶ φίλε γνήσιε, σκέπε καὶ διάσωζε, ἐκ πάσης θλίψεως, τοὺς πιστῶς καταφεύγοντας, τῇ σῇ ἀντιλήψει ἔχεις παῤῥησίαν γάρ, μεγίστην Ἅγιε, θρόνῳ παρεστὼς τοῦ Δεσπότου, ὃν ἀεὶ δυσώπει διδόναι, ἄφεσιν πταισμάτων τοῖς τιμῶσίσε. Δέσποινα πρόσδεξαι Τὴν πᾶσαν ἐλπίδα μου Δίστιχον. Ὀσμῇ νοητῇ τῶν μύρων σου ᾦ Νεῖλε Γεράσιμον εὔφρανον τὸν σὲ ὑμνοῦντα.