24 ΦΕΒΡΟΥΑΡΙΟΥ 2018 Σάββατον τῆς Α Ἑβδομάδος τῶν Νηστειῶν Μνήμη τοῦ διά τῶν κολλύβων θαύματος τοῦ Ἁγίου καί ἐνδόξου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος. Τιμίου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, ἐπὶ τῇ α καὶ β εὑρέσει τὴς ἱερᾶς κεφαλῆς αὑτοῦ. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος β. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ τὸ Ἀπολυτίκιον τοῦ Τιμίου Προδρόμου. Ἦχος δ. Ἐκ γῆς ἀνατείλασα ἡ τοῦ Προδρόμου Κεφαλή, ἀκτῖνας ἀφίησι τῆς ἀφθαρσίας, πιστοῖς τῶν ἰάσεων, ἄνωθεν συναθροίζει, τὴν πληθὺν τῶν Ἀγγέλων κάτωθεν συγκαλεῖται, τῶν ἀνθρώπων τὸ γένος, ὁμόφωνον ἀναπέμψαι δόξαν Χριστῷ τῷ Θεῷ. Δόξα. τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου Θεοδώρου. Ἦχος β. Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο, πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα τὰ σὰ Θεοτόκε Μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν τοῦ Τιμίου Προδρόμου Ἦχος δ. Ταχὺ προκατάλαβε. Ὡς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τῇ γῇ, Χριστὸς ἀπεκάλυψε τὴν Κεφαλήν σου ἡμῖν, Προφῆτα καὶ Πρόδρομε. Πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτης εὑρέσει, ᾄσμασι θεηγόροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σῴζοντα ἡμᾶς ἐκ φθορᾶς ταῖς ἱκεσίαις σου. Δόξα. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ἀναδοθεῖσα ὡς χρυσὸς ἐκ μετάλλων, ἡ ἱερά σου Κεφαλὴ παραδόξως, ἐκ τῶν ἀδύτων γῆς ἐπλούτισε, Χριστοῦ Βαπτιστά, πάντας τοὺς προστρέχοντας, ἐν τῇ ταύτης εὑρέσει, ὕμνοις μεγαλύνον 1
τας, τὸν Σωτῆρα καὶ Κτίστην, τούτοις διδόντα μάκαρ διὰ σοῦ, λύσιν πταισμάτων, καὶ πλούσιον ἔλεος. Καὶ νῦν. Θεοτοκίον. Οὐ σιωπήσομέν ποτὲ Θεοτόκε, τοῦ εὐχαρίστως ἀνυμνεῖν ἐκ καρδίας, τὰ σὰ ἐλέη Δέσποινα οἱ δοῦλοί σου, κράζοντες καὶ λέγοντες Παναγία Παρθένε, πρόφθασον καὶ λύτρωσαι, ἐξ ἐχθρῶν ἀ οράτων, καὶ ἀναγκῶν καὶ πάσης ἀπειλῆς, σὺ γὰρ ὑπάρχεις, ἡμῶν ἡ ἀντίληψις. Μετὰ τὴν β Στιχολογίαν τοῦ Ἁγίου Θεοδώρου Ἦχος γ. Θείας πίστεως. Ζέων πίστεως ὀρθοδοξίᾳ, πλάνην ἔσβεσας κακοδοξίας, καταργήσας τῶν εἰδώλων τὸ ἄθεον, καὶ ὁλοκαύτωμα θεῖον γενόμενος, θαυματουργίαις δροσίζεις τὰ πέρατα. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα. Ὅμοιον. Θεῖον δῶρόν σε πρὸς σωτηρίαν, πάσῃ δέδωκε τῇ οἰκουμένῃ, ὁ ἐν τοῖς ᾄθλοις δυναμώσας σε Κύριος, τὰς ψυχικὰς ἡμῶν νόσους ἰώμενος, καὶ τῶν σωμάτων τὰ πάθη τροπούμενος. Μάρτυς Θεόδωρε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Καὶ νῦν. Θεοτοκίον. Ἡ τὸν ἀχώρητον, Θεὸν ἐν μήτρᾳ σου, Παρθένε ἄχραντε, κυοφορήσασα, τὸν πρὸ αἰώνων ἐκ Πατρὸς ἀῤῥεύστως ἀνατείλαντα, Λόγον ἐνυπόστατον, καὶ Υἱὸν ὁμοούσιον, τοῦτον ἐκδυσώπησον, σὺν Προφήταις καὶ Μάρτυσιν, Ὁσίοις, Ἀσκηταῖς, καὶ Δικαίοις, δοῦναι ἡμῖν λύσιν πλημμελημάτων. Εἰς τὸν Πολυέλεον τοῦ Τιμίου Προδρόμου Ἦχος δ. Ἐπεφάνης σήμερον. Ὁ Ἡρώδης Πρόδρομε, παρανομήσας, τὴν τιμίαν Κάραν σου, ξίφει ἀπέτεμε δεινῶς, ὡς ἔκφρων οἴστρῳ ὁ δείλαιος ἥν περ ἐκ πόθου, πιστοὶ ἀσπαζόμεθα. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Μωϋσῆς ἑώρακε, πυρφόρον βάτον, σὲ τὸ πῦρ βαστάσασαν, τὸ τὰς ψυχὰς φωταγωγοῦν, καὶ μὴ φλεχθεῖσαν Πανάμωμε, δρόσου δὲ μᾶλλον, πλησθεῖσαν τῆς χάριτος. ΟΙ ΑΝΑΒΑΘΜΟΙ ΚΑΙ ΤΟ ΠΡΟΚΕΙΜΕΝΟΝ τὸ α Ἀντίφωνον τοῦ δ ἤχου Ἀντίφωνον Α. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη ἀλλ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς) Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμένοι. (δίς) Δόξα. Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ Τριαδικῇ Μονάδι ἱ εροκρυφίως. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Προκείμενον. Ἦχος δ. Ψαλμὸς ρλα. Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου. Στίχ. Μνήσθητι, Κύριε τοῦ Δαυΐδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ. Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ.. ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΤΟΥ ΟΡΘΡΟΥ 2
ὁ διάκονος ΤΤοοῦῦ Κυυρρί ίίοουυ δδεεηηθθῶμμεενν... Κύριε, ἐλέησον. ὁ ἱερεύς Ὅττι ιι ἅἅγγι ιιοοςς εεἶ ἶἶ,,, ὁὁ Θεεὸὸςς ἡἡμμῶνν,,,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ὁ διάκονος Κααὶ ὶὶ ὑὑππὲὲρρ ττοοῦῦ κκααττααξξι ιιωθθῆῆννααι ἡἡμμᾶᾶςς ττῆῆςς ἀἀκκρροοάάσσεεωςς ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ Κύύρρι ιιοονν ττὸὸνν Θεεὸὸνν ἡἡ μμῶνν ἱἱκκεεττεεύύσσωμμεενν. ἱ.. Κύριε, ἐλέησον. (γ ) ὁ διάκονος Σοοφί ίίαα ὀὀρρθθοοί ίί ἀἀκκοούύσσω μμεενν ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ... ὁ ἱερεύς ΕΕἰ ἰἰρρήήννηη ππᾶᾶσσι ιι... Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς ἘἘκκ ττοοῦῦ κκααττὰὰ ΛΛοουυκκᾶᾶνν ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ ττὸὸ ἀἀννάάγγννωωσσμμαα... ὁ διάκονος Πρρόόσσχχωμμεενν... Δόξα σοι, Κύριε, δόξα σοι. ὁ ἱερεὺς ἀπὸ τῶν βημοθύρων ἀναγινώσκει τὸ Εὐαγγέλιον τοῦ Ὄρθρου ΕΥΑΓΓΕΛΙΟΝ Ἐκ τοῦ κατὰ Λουκᾶν (ζ 17 30) Τῷ καιρῷ ἐκείνῳ, ἐξῆλθεν ὁ λόγος τοῦ Ἰησοῦ ἐν ὅλῃ τῇ Ἰουδαίᾳ καὶ ἐν πάσῃ τῇ περιχώρῳ. Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης ἔπεμψε πρὸς τὸν Ἰησοῦν λέγων Σύ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον Ἰωάννης ὁ βαπτιστὴς ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων σύ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσε πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ βλέπειν. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Ἀπελθόντων δὲ τῶν μαθητῶν Ἰωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου Τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; προφήτην ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. οὗτός ἐστι περὶ οὗ γέγραπται, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. λέγω γὰρ ὑ μῖν, μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μείζων αὐτοῦ ἐστι. καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν Θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ αὐτοῦ. Δόξα σοι, Κύριε, δόξα σοι. ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης τὸν Ν ψαλμόν, χύμα Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. 3
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Δόξα. Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. καὶ τὸ Ἰδιόμελον. Ἦχος πλ. β. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἡ τῶν θείων ἐννοιῶν πανσεβάσμιος θήκη, καὶ τῆς ἀῤῥήτου οὐσίας τρανῶς ἡ προβλέψασα, τὸ μυστήριον Κάρα σου, ὡς ἐκ λαγόνων μητρικῶν, ἐκ τῶν ταμείων τῆς γῆς, σήμερον ἀνατέταλκεν, Ἰωάννη πανεύφημε καὶ εὐωδίασε πᾶσαν τὴν ὑφήλιον, ἁγιασμοῦ προχέουσα μύρον, καὶ νοητῶς κηρύττουσα μετανοίας ὁδόν, καὶ τῷ Σωτῆρι τῶν ὅλων πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. ΟΙ ΚΑΝΟΝΕΣ ὁ τοῦ Προδρόμου καὶ ὁ α τοῦ ἁγίου Θεοδώρου ᾨδὴ α. Κανὼν τοῦ Τιμίου Προδρόμου Ἦχος πλ. β. Ὁ Εἱρμός. «Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν». Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Δεῦτε εὐφήμῳ τῇ γλώττῃ καὶ πανσθενεῖ, κροτουμένῃ Πνεύματι, ἐκ χειλέων εὐαγῶν, τὴν τοῦ Λόγου Πρόδρομον φωνήν, ἐν ᾠδαῖς πνευματικαῖς, πιστοὶ δοξάσωμεν. Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Εἰρηνικῇ καταστάσει γαληνιᾷ, καὶ ἀπείροις πλήθεσιν, Ἐκκλησία ἡ Χριστοῦ, εὐσταθῶς ποιμαίνεται τῶν σοί, τὴν ἐτήσιον ᾠδήν, βοώντων Πρόδρομε. Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τὴν πρὸς Θεοῦ δεδομένην ὡς θησαυρόν, ἡμῖν ἀναφαίρετον, θεοφόρον κορυφήν, τοῦ Προδρόμου ἅπαντες ᾠδαῖς, ἐπαξίως πανδημεί, πιστοὶ τιμήσωμεν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τὸν σεαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα. 4
Κανὼν α τοῦ Ἁγίου Θεοδώρου ποίημα τοῦ ὁσίου Ἰωάννου Μητροπολίτου Εὐχαΐτων, ἔχων Ἀκροστιχίδα, ἐν μὲν τοῖς πρώτοις Τροπαρίοις ὁ Ἰωάννης, ἐν δὲ τοῖς λοιποῖς Τήρων ὁ κλεινός, δόξα πρώτῳ Σαββάτῳ Ἦχος δ. Ἀνοίξω τὸ στόμα μου. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὁ πάντων ἐπέκεινα, σὲ τὴν ἀῤῥήτως γεννήσασαν, ἁπάντων προέθηκε, τῶν ἑαυτοῦ ἐκλεκτῶν ὅ θεν σήμερον, τὸν τούτου στεφανίτην, ὑμνοῦντες Πανύμνητε, σοὶ προεξάρχομεν. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τὸν μέγαν ἐν Μάρτυσι, τὸν ἀθλητὴν τὸν ὑπέρλαμπρον, τὸν ὀνομαστότατον καὶ περιβόητον, τὸν ἐν θαύμασιν, ἀπ ἄκρων γῆς εἰς ἄκρα, ἐπίσημον ᾄσματι μέλψω Θεόδωρον. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἡμέρα εὐφρόσυνος, ἐν ταῖς πενθίμοις ἀνέτειλε, καὶ τὴν σκυθρωπότητα, τούτων ἐφαίδρυνε προεόρτια, προοίμια μακρόθεν, ἐκλάμψασα χάριτι, τοῦ θείου Μάρτυρος. Δόξα. Ῥαντίζει καθάρσια, τὴν Ἐκκλησίαν τοῖς αἵμασι, τὸ ἅγιον σφάγιον, ὃ προσελάβετο, ὁ τεθυμένος, καὶ θῦμα δεδεγμένος, τὸν ὑπεραθλήσαντα, τῆς θείας δόξης αὐτοῦ. Καὶ νῦν. Θεοτοκίον Ὡραῖον κἄν ἄωρον, τὸ ἑορτάζειν νενόμισται ἡ γὰρ ὡραΐσασα, τὰ πάντα Δέσποινα, καὶ νῦν ἔδειξε, τῆς μνήμης κοινωνοῦσα, τῷ προκινδυνεύοντι ταύτης δι αἵματος. ᾨδὴ γ. Κανὼν τοῦ Τιμίου Προδρόμου Ἦχος πλ. β. Ὁ Εἱρμός. «Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου». Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Γαστὴρ στειρεύουσα βλαστόν, σὲ προσήνεγκε θεῖον, τῆς ἐθνῶν Ἐκκλησίας, εὐκλεῆ Νυμφαγωγόν, Χριστῷ τῷ ὄντως Θεῷ, καὶ Νυμφίῳ, ταύτην μνηστευόμενον. Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τὴν σὴν θεόφθογγον φωνήν, Πρόδρομε Ἰωάννη, οὐδὲ ξίφει ἐπέσχεν, ἡ ἀθλία μοιχαλίς τὴν θείαν γάρ σου ἡμῖν, ἐμφανίζεις, Κάραν τὴν ὑπόγαιον. Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Πανηγυρίζουσα φαιδρῶς, ἡ ποθοῦσά σε πόλις, εὐωχεῖται ὡς ὄλβον, εὑραμένη μυστικόν, καὶ κρήνην ἀνελλιπῆ, ἰαμάτων Πρόδρομε τὴν Κάραν σου. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τοῦ θείου τόκου σου Ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις Ἀειπάρθενος. ὁ τοῦ Ἁγίου Θεοδώρου Ἦχος δ. Τοὺς σοὺς ὑμνολόγους. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἰδεῖν τὴν ἡμέραν τοῦ Υἱοῦ σου, ποθῶν ὁ χριστώνυμος λαός, εἰς τύπον ταύτης Δέσποινα, τανῦν προεορτάζουσι, σὲ φέρουσαν ὑπόθεσιν, καὶ τὸν κλεινὸν Ἀθλοφόρον σου. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Νικᾷ πᾶσι τρόποις τὰ βελτίω ὁ μέγιστος γὰρ ἐν ἀθληταῖς, εἰς εὐφροσύνην ἤμειψε, τὴν τοῦ καιροῦ κατήφειαν, τῆς εὐαγοῦς τὸ σύντονον, νηστείας τρέψας εἰς ἄνεσιν. 5
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Οἰκεῖον καὶ πρέπον σοι τὸ δῶρον καὶ γὰρ ἐξ οἰκείων Ἀθλητά οὓς γὰρ αὐτὸς κατῴκισας, ἐν ταύτῃ τῇ μερίδι σου, περιχαρῶς τὰ δῶρά σοι, τὰ τῶν ἐπαίνων προσάγομεν. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Καλλίστην κρηπῖδα κατεβάλου, ταῖς σαῖς ἀριστείαις Ἀριστεῦ, τὸν θῆρα τὸν ὀλέθριον, τὸν πῦρ καὶ φόνον πνέοντα, καταβαλὼν ὡς πάρεργον, ὑπερφυοῦς γενναιότητος. Δόξα. Λυττήσας ὁ νέος ἀποστάτης, κατ ἴσον δεινῶς τῷ παλαιῷ, καθάρματα τοῖς βρώμασιν, ὥσπερ ἰῷ συνέφυρεν ἀλλὰ ψευσθεὶς ὁ δείλαιος, κατεσοφίσθη τῷ Μάρτυρι. Καὶ νῦν. Θεοτοκίον Ἐπλήσθην μὲν σύμπασα Παρθένε, τοῦ γνῶναι τὸν Κύριον ἡ γῆ, ἐκ σοῦ τῷ κόσμῳ φάναντα ἀλλὰ τοῖς θείοις Μάρτυσι, χάρις πολλὴ κρατύνασι, δι ἑαυτῶν τὴν ἀλήθειαν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὺὺ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κοντάκιον τοῦ Προδρόμου. Ἦχος β. Τὰ ἄνω ζητῶν. Προφῆτα Θεοῦ, καὶ Πρόδρομε τῆς Χάριτος, τὴν Κάραν τὴν σήν, ὡς ῥόδον ἱερώτατον, ἐκ τῆς γῆς εὑράμενοι, τὰς ἰάσεις πάντοτε λαμβάνομεν, καὶ γὰρ πάλιν ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν. ὁ Οἶκος Ἐκ τοῦ Κυρίου τὴν μαρτυρίαν εἰληφὼς Ἰωάννη, ὑπὲρ πάντας βροτοὺς ὑπέρτερος ἐχρημάτισας ὅθεν ἐπαίνους τῶν ἐγκωμίων προσενέγκαί σοι δέδοικα ἀλλὰ πόθῳ ἐκβιασθείς, τῇ ᾠδῇ ἐγχειρῆσαι τετόλμηκα διὸ μὴ ἀπαξιώσῃς συνεργός μοι γενέσθαι Πανεύφημε, ἵνα ἰσχύσω στεφανῶσαί σου κορυφὴν τὴν ἁγίαν τρισόλβιε, καὶ γὰρ σὺ ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν. Καθίσματα τοῦ Τιμίου Προδρόμου Ἦχος δ. Τὸ προσταχθὲν μυστικῶς. Ὡς ἐν ταμείῳ θησαυρὸς ἐναπόθετος, ἡ τοῦ Προδρόμου Κεφαλὴ ἐφυλάττετο, ἐν ὑδρίᾳ κρυβεῖσα, ἡ φωνὴ τοῦ Λόγου, ὡς σῖτος καταχωσθεῖσα εἰς βάθος γῆς, ἀνῆκε καρποφοροῦσα θείαν ζωήν. Ταύτης πάντες τιμήσωμεν, τὴν εὕρεσιν, τὸν Χριστόν, δοξάζοντες τὸν δόντα αὐτῇ χάριν, βρύειν ἰάματα. Ἕτερον, ὅμοιον. Τοῦ Βαπτιστοῦ ἡ Κεφαλὴ κατεκρύπτετο, ὡς μαργαρίτης ὑπὸ γῆν ἐν τῇ ὑδρίᾳ, καὶ ὡς λύχνος θεόφωτος ἀγλαϊζομένη, ἐκλάμπει θαυματουργοῦσα κόσμῳ παντί, ὡς ὄρθρος ἐξανατέλλων πανευπρεπής, τοῦ Ἡλίου ὁ Πρόδρομος, καὶ ἀνεσπέρῳ φωτί, μηνύων πάλιν ἡμῖν, Ἴδε κραυγάζει ὁ Ἀ μνὸς τοῦ Θεοῦ. Δόξα. τοῦ Ἁγίου Θεοδώρου Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Θεϊκὴν παντευχίαν ἀναλαβών, καὶ εἰδώλων τὴν πλάνην καταβαλών, Ἀγγέλους διήγειρας, εὐφημεῖν τοὺς ἀγῶνάς σου τῷ γὰρ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, τοῦ ἐν πυρὶ θανάτου, στεῤῥῶς κατεφρόνησας ὅθεν φερωνύμως, τοῖς αἰτοῦσί σε νέμεις, τὰ θεῖα δωρήματα, ἰαμάτων χαρίσματα. Ἀθλοφόρε Θεόδωρε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον. Ὡς πανάμωμος Νύμφη τοῦ Ποιητοῦ, ὡς ἀπείρανδρος Μήτηρ τοῦ Λυτρωτοῦ, δοχεῖον ὡς ὑπάρ 6
χουσα, τοῦ Ὑψίστου Πανύμνητε, ἀνομιῶν με ὄντα, αἰσχρὸν καταγώγιον, καὶ ἐν γνώσει γενόμενον, τοῖς δαίμοσι παίγνιον Σπεῦσον καὶ τῆς τούτων, κακουργίας με ῥῦσαι, λαμπρὸν οἰκητήριον, δι ἀρετῆς ἀπαρτίσασα Φωτοδόχε ἀκήρατε, δίωξον τὸ νέφος τῶν παθῶν, καὶ τῆς ἄνω λαμπρότητος ἀξίωσον, καὶ ἀκιβδήλου αἴγλης, φωτὸς ἀνεσπέρου σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺὺ γγὰὰρρ εεἶ ἶἶ ὁὁ ΒΒαασσι ιιλλεεύύςς....... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τοῦ Τριῳδίου Κοντάκιον. Αὐτόμελον. Ἦχος πλ. δ. Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας πολύαθλε, καὶ στέφει οὐρανίῳ ἐστέφθης αἰωνίως, ὡς ἀήττητος. ὁ Οἶκος Τὸν ἐν θρόνῳ φωτὸς ἐποχούμενον, εὐχαρίστως ἐν πίστει ὑμνοῦμέν σε ὅτι δώρημα θεῖον δεδώρησαι, τὸν γενναῖον τοῖς ᾄθλοις Θεόδωρον, τὸν ἐν τῷ βίῳ τρισμακάριστον, ὡς ὑπέρμαχον ὄντα τῆς ἀληθείας εὐσεβεῖ λογισμῷ κεκτημένος Χριστόν, ἀνεδείχθη κραταιὸς νικητὴς κατὰ τοῦ δολεροῦ, ὡς ἀήττητος. Συναξάριον. Τῇ ΚΔ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Α καὶ Β εὑρέσεως τῆς τιμίας κεφαλῆς τοῦ Τιμίου Ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Στίχοι Ἐκ γῆς προφαίνει Πρόδρομος σεπτὴν Κάραν, Καρποὺς παραινῶν ἀξίους ποιεῖν πάλιν. Ὁ Βαπτίσας πρὶν ὑδάτων πηγαῖς ὄχλους, Γῆθεν φανεὶς βάπτιζε πηγαῖς θαυμάτων. Εἰκοστὴν Προδρόμοιο φάνη Κάρη ἀμφὶ τετάρτην. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων Μοντανοῦ, Λουκίου, Ἰουλιανοῦ, Βικτωρικίου καὶ Φλαβιανοῦ καὶ τῶν σὺν αὐτοῖς, ἐν Καρθαγένῃ τῆς Ἀφρικῆς ἀθλησάντων. Στίχοι Ὤ! συνασπισμὸς Μαρτύρων Καρθαγένης, Τοῦ πληρώσαντος μονὰς τοῦ Παραδείσου! Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Θεριστοῦ, τοῦ ἐν Καλαβρίᾳ ἀσκήσαντος. Στίχοι Θερίζων πάντων ἀπορουμένων τὰς ἀρούρας Ψυχὰς συνάγει εἰς ἅλωνα τῆς μετανοίας. καὶ τὸ Ὑπόμνημα τοῦ Τριῳδίου Τῇ αὐτῇ ἡμέρᾳ, Σαββάτῳ τῆς πρώτης Ἑβδομάδος τῶν Νηστειῶν, τὸ διὰ τῶν Κολλύβων παράδοξον θαῦμα τοῦ ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος ἑορτάζομεν. Στίχοι Τροφῇ κολλύβων, ἑστιᾷ Τήρων πόλιν, Τροφὴν τιθεὶς ἄπρακτον, ἠλιγισμένην. Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, Χριστὲ ὁ Θεός, ὡς καὶ τῶν Ἁγίων σου λιταῖς καὶ προστασίαις, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ τῆς Θεοτόκου ᾨδὴ α. Ἦχος δ. 7
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί καὶ ὀφθήσομαι φαιδρῶς πανηγυρίζων καὶ ᾄσω γηθόμενος ταύτης τὰ θαύματα. ᾨδὴ γ. Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον καὶ ἐν τῇ θείᾳ δόξῃ σου... στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ. Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν τῆς ἐκ τῆς Παρθένου σαρκώσεως σοῦ τοῦ ὑψίστου ὁ προφήτης Ἀββακοὺμ κατανοῶν ἐκραύγαζε Δόξα τῇ δυνάμει σου, Κύριε. ᾨδὴ ε. Ἐξέστη τὰ σύμπαντα ἐπὶ τῇ θείᾳ δόξῃ σου σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεὸν καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε σωτηρίαν βραβεύοντα. ᾨδὴ ς. Τὴν θείαν ταύτην καὶ πάντιμον τελοῦντες ἑορτὴν οἱ θεόφρονες τῆς Θεομήτορος δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. ᾨδὴ ζ. Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες παρὰ τὸν Κτίσαντα ἀλλὰ πυρὸς ἀπειλὴν ἀνδρείως πατήσαντες χαίροντες ἔψαλλον Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος καὶ Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος νῦν δὲ ἐ νεργούμενος τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. ὁ διάκονος ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττόόςς,,, ἐἐνν ὕὕμμννοοι ιιςς ττι ιιμμῶννττεεςς μμεεγγααλλύύννοομμεενν... Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος δ. Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέ 8
ρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. Ἅπας γηγενὴς σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος πανηγυριζέτω δὲ ἀΰλων νόων φύσις, γεραίρουσα τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω Χαίροις, παμμακάριστε Θεοτόκε ἁγνή, ἀειπάρθενε. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι ππᾶᾶσσααι ιι ααἱ ἱἱ δδυυννάάμμεει ιιςς....... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Τοῖς Μαθηταῖς συνέλθωμεν. Λαμπροφανὴς ἀνέτειλεν, ἡ τιμία σου Κάρα, ἐκ τῶν ἀδύτων κόλπων γῆς, Πρόδρομε Ἰωάννη, λύχνε φωτὸς τοῦ ἀΰλου ἧς τὴν εὕρεσιν πόθῳ, τελοῦντες δυσωποῦμέν σε, τῶν δεινῶν εὑρεῖν λύσιν, καὶ τὸν καιρόν, εὐμαρῶς ἀνύσαι τῆς ἐγκρατείας, πρεσβείαις σου πανεύφημε, Βαπτιστὰ τοῦ Σωτῆρος. τοῦ Ἁγίου Θεοδώρου Ἦχος β. Τοῖς Μαθηταῖς συνέλθωμεν. Στεφανηφόρος Ἅγιε, παρεστὼς σὺν Ἀγγέλοις, τῷ τοῦ Χριστοῦ νῦν Βήματι, καὶ φωτὸς τοῦ ἐκεῖθεν, πληρούμενος Ἀθλοφόρε, τὴν εἰρήνην τῷ Κόσμῳ, ἀδιαλείπτως πρέσβευε, καὶ ἡμῖν σωτηρίαν τοῖς εὐσεβῶς, τὴν φωσφόρον μνήμην σου ἐκτελοῦσι, Θεόδωρε πανόλβιε, Μάρτυς ἠγλαϊσμένε. Θεοτοκίον Ἐν τῇ γαστρί σου Κύριος, ἀπολλύμενον κόσμον, φθορᾶς ἀνακαλέσασθαι, βουληθεὶς ὥσπερ οἶδεν, ἐσκήνωσε Θεοτόκε. Σωτηρίαν οὖν πάντες, εὑρόντες ἐκβοῶμέν σοι Χαῖρε τὸ τοῦ Ἀγγέλου, πανευκλεές, γυναιξὶν ἐν πάσαις εὐλογημένη, καὶ γὰρ χαρὰν ἐκύησας, πάσῃ τῇ οἰκουμένῃ. ΑΙΝΟΙ Ἦχος α. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ μνος τῷ Θεῷ. τοῦ Τιμίου Προδρόμου Ἦχος δ. Ἔδωκας σημείωσιν. Στίχ. α. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ἤνοιξε προπύλαια, τῆς ἐγκρατείας ἡ πάνσεμνος, Κεφαλή σου Πανεύφημε, καὶ τρυφὴν προέθηκεν, ἡδυτάτην πᾶσι, θείων χαρισμάτων ὧν περ μετέχοντες πιστῶς, τὸ τῆς νηστείας τραχὺ γλυκαίνομεν, καὶ πίστει εὐφημοῦμέν σε, καὶ ἐκβοῶμεν Χριστῷ τῷ Θεῷ Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Στίχ. β. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Μύρα ὥσπερ νάματα, ἡ κεφαλὴ ἀποστάζουσα, τοῦ Προδρόμου ἀέναα, καὶ τραπέζῃ σήμερον, ἀ ποτεθειμένη, μυστικῇ καὶ θείᾳ, εὐωδιάζει νοητῶς, καὶ ἀηδίαν ἐλαύνει θλίψεων, καὶ εὐφροσύνης ἅπαντας, πληροῖ τοὺς πόθῳ κραυγάζοντας Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Ἔτεμεν ἡ Κάρα σου, καθάπερ ξίφος τομώτατον, κεφαλὰς ἀνομούντων ἐχθρῶν, καὶ νάματα ἔ 9
βλυσεν, εὐνομοῦσι πᾶσι, τῶν θείων χαρίτων καὶ διὰ τοῦτό σε πιστῶς, ἀνευφημοῦμεν φίλον καὶ Πρόδρομον, Ἰωάννη τοῦ Κτίσαντος, καὶ ἐκβοῶμεν αὐτῷ ἐκτενῶς Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Θεοδώρου Ἦχος α. Τῶν οὐρανίων ταγμάτων. Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τὸν ἀριστέα τῆς ἄνω, στρατολογίας πιστοί, ὡς καρτερὸν ὁπλίτην, τῆς ἡμῶν εὐσεβείας, συμφώνως συνελθόντες, ᾠδαῖς μυστικαῖς, εὐφημήσωμεν λέγοντες Ἀξιοθαύμαστε Μάρτυς τοῦ Ἰησοῦ, εὔχου ὑπὲρ τῶν τιμώντων σε. Στίχ. ε. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Τῇ φερωνύμῳ σου κλήσει, δῶρον Θεοῦ ἀληθῶς, τοῖς θλιβομένοις πᾶσι, θυμηδία ἐδόθης, Θεόδωρε τρισμάκαρ πᾶς γὰρ τῷ σῷ, προσπελάζων Ναῷ ἀληθῶς, μετ εὐφροσύνης λαμβάνων τὰς ἀ μοιβάς, τῶν θαυμάτων σου γεραίρει Χριστόν. Στίχ. Ϛ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνο ὴ αἰνεσάτω τὸν Κύριον. Τῆς εὐσεβείας τὸν πλοῦτον, καὶ τὴν λαμπρότητα ἀθλητικοῖς καμάτοις, σεαυτῷ θησαυρίσας, πᾶσαν τὴν ἰσχύν σου, δῶρον δεκτόν, τῷ Θεῷ προσενήνοχας, ἀναπληρῶν ἐν τοῖς ἄθλοις μετὰ σπουδῆς, θεοδώρητόν σου πρόσκλησιν. Δόξα. Ἰδιόμελον. Ἦχος πλ. β. Τὴν πανσεβάσμιον Κάραν, τοῦ Βαπτιστοῦ σου Κύριε, φανερωθεῖσαν σήμερον ἐκ γῆς, μετὰ φωνῆς αἰνέσεως, ἀρυσάμενοι πιστῶς, εἰς πρεσβείαν φιλάνθρωπε, οἱ ἐπταικότες δοῦλοι σου, προσάγοντες αἰτούμεθα, δι αὐτῆς ἐπιτυχεῖν ἐν ἡμέρᾳ κρίσεως, παρὰ σοῦ τὸν ἱλασμὸν καὶ τὸ μέγα ἔλεος. Καὶ νῦν. Θεοτοκίον Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. 10
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. (γ ) Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα. Καὶ νῦν. Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. τὸ Ἀπολυτίκιον τοῦ Τιμίου Προδρόμου. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ἐκ γῆς ἀνατείλασα ἡ τοῦ Προδρόμου Κεφαλή, ἀκτῖνας ἀφίησι τῆς ἀφθαρσίας, πιστοῖς τῶν ἰάσεων, ἄνωθεν συναθροίζει, τὴν πληθὺν τῶν Ἀγγέλων κάτωθεν συγκαλεῖται, τῶν ἀνθρώπων τὸ γένος, ὁμόφωνον ἀναπέμψαι δόξαν Χριστῷ τῷ Θεῷ. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ τὰ Ἀντίφωνα Καθημερινῶν Ἀντίφωνον Α. Ἦχος β. (Ψαλμὸς Ϟα ) Στίχ. α. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Ὅτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β. Ἦχος β. (Ψαλμὸς Ϟβ ) Στίχ. α. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Στίχ. β. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Στίχ. γ. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. 11
Στίχ. δ. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ. Ἦχος β. (Ψαλμὸς Ϟδ ) Στίχ. α. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι Ἀλληλούϊα. Στίχ. β. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός... Στίχ. γ. Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός... ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός,.. ψάλλοντάς σοι, Ἀλληλούϊα. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ἐκ γῆς ἀνατείλασα ἡ τοῦ Προδρόμου Κεφαλή, ἀκτῖνας ἀφίησι τῆς ἀφθαρσίας, πιστοῖς τῶν ἰάσεων, ἄνωθεν συναθροίζει, τὴν πληθὺν τῶν Ἀγγέλων κάτωθεν συγκαλεῖται, τῶν ἀνθρώπων τὸ γένος, ὁμόφωνον ἀναπέμψαι δόξαν Χριστῷ τῷ Θεῷ. τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου Θεοδώρου. Ἦχος β. Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο, πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον. Ἦχος β. Αὐτομελον. Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁ μαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ τοῦ Τριῳδίου (τοῦ Ἁγίου Θεοδώρου) Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς ξγ. Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ καὶ ἐλπιεῖ ἐπ αὐτόν, καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς 12
τῇ καρδίᾳ. Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου ἐν τῷ δέεσθαί με πρὸς σέ, ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου. Πρὸς Τιμόθεον Β Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (β 1 10) Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ Χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον, ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος ἀλλ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι, τῆς ἐν Χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου. Ἀλληλούϊα. (γ ) Ἦχος δ. Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Στίχ. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν. ΕΥΑΓΓΕΛΙΟΝ τοῦ Τιμίου Προδρόμου Ἐκ τοῦ κατὰ Ματθαῖον (ια 2 15) Τῷ καιρῷ ἐκείνῳ, ἀκούσας ὁ Ἰωάννης ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας δύο τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ Σύ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Τούτων δὲ πορευομένων ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου Τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. οὗτος γάρ ἐστι περὶ οὗ γέγραπται ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου ἐπροφήτευσαν καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. Δόξα σοι Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου Εἰς τό Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούια. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες αὕτη γὰρ ἡμᾶς ἔσωσεν. 13
Εἰς τό Πάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶὶ ἀἀεεί ίί Ἦχος β. Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. ΕΥΛΟΓΗΣΙΣ ΤΩΝ ΚΟΛΛΥΒΩΝ Ἀπολυτίκιον. Ἦχος β. Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, ὁ Ἅ γιος Μάρτυς Θεόδωρος ἠγάλλετο πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα. Κοντάκιον. Αὐτόμελον. Ἦχος πλ. δ. Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας Πολύαθλε, καὶ στέφει οὐρανίῳ ἐστέφθης αἰωνίως, ὡς ἀήττητος. Καὶ νῦν. Θεοτοκίον. Ἦχος α. Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν ἁγίων καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων. ὁ διάκονος Τοῦ Κυρίου δεηθῶμεν. ὁ Ἱερεὺς τὴν Εὐχήν Ὁ πάντα τελεσφορήσας τῷ λόγῳ σου, Κύριε, καὶ κελεύσας τῇ γῇ παντοδαποὺς ἐκφύειν καρποὺς εἰς ἀπόλαυσιν καὶ τροφὴν ἡμετέραν ὁ τοῖς σπέρμασι, τοὺς τρεῖς παῖδας καὶ Δανιὴλ τῶν ἐν Βαβυλῶνι ἁβροδιαίτων λαμπροτέρους ἀναδείξας αὐτός, Πανάγαθε Βασιλεῦ, καὶ τὰ σπέρματα ταῦτα σὺν τοῖς διαφόροις καρποῖς εὐλόγησον καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας ἁγίασον ὅτι εἰς δόξαν σὴν καὶ εἰς τιμὴν καὶ μνήμην τοῦ ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος ταῦτα προετέθησαν παρὰ τῶν σῶν δούλων καὶ εἰς μνημόσυνον τῶν ἐν εὐσεβεῖ τῇ πίστει τελειωθέντων. Παράσχου δέ, Ἀγαθέ, τοῖς τε εὐτρεπίσασι ταῦτα καὶ τοῖς τὴν μνήμην ἐπιτελοῦσι πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ τῶν αἰωνίων σου ἀγαθῶν τὴν ἀπόλαυσιν πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τοῦ ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος, οὗ τὴν μνήμην τοῦ διὰ Κολλύβων θαύματος αὐτοῦ ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων. Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοί τὴν δόξαν ἀ ναπέμπομεν σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εἶτα Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις ««Χρρι ιισσττόόςς,,, ὁὁ ἀἀλληηθθι ιιννὸὸςς Θεεὸὸςς ἡἡμμῶνν,,,.........»» Δι εὐχῶν... Ἀμήν. * * Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο 14
http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. Σημείωσις. Ἰστέον ὅτι κατ ἀρχαίαν παράδοσιν, ἥ τις ὑπονοεῖται ἐν τῷ ἰσχύοντι Τυπικῷ, προτίθενται σήμερον πρὸς εὐλόγησιν εἰδικὰ ἑόρτια Κόλλυβα ἐπὶ τῇ μνήμῃ τοῦ ἑορταζομένου Μεγαλομάρτυρος καὶ εἰς ἀνάμνησιν τοῦ ὑπ αὐτοῦ διὰ κολλύβων τελεσθέντος θαύματος, περὶ οὗ ἡ ἐν τῷ Τριῳδίῳ σχετικὴ ἱερὰ Ἀκολουθία διαλαμβάνει. Ἐπειδὴ ὑ πάρχει ἐπίσης ἡ συνήθεια παρὰ τοῖς πιστοῖς, νὰ προσάγωνται σήμερον κόλλυβα διὰ τοὺς κεκοιμημένους καὶ νὰ τελῆται νεκρώσιμον Τρισάγιον ἂν καὶ δὲν εἶναι Ψυχοσάββατον θεωρεῖται ὀρθὸν πρῶτον μὲν μετὰ τὴν ὀπισθάμβωνον εὐχὴν νὰ εὐλογηθοῦν τὰ πρὸς τιμὴν τοῦ ἁγίου Θεοδώρου ἑόρτια κόλλυβα, μετὰ δὲ τὸ «Δι εὐχῶν» τῆς Λειτουργίας ὁ ἱερεὺς εὐθὺς νὰ βάλῃ «Εὐλογητὸς» καὶ νὰ τελέσῃ κατὰ τὰ εἰωθότα τὸ νεκρώσιμον Τρισάγιον ἐπὶ τῶν ἄλλων κολλύβων, «ἵνα μὴ συμψάλλωνται τὰ χαρμόσυνα τοῖς πενθίμοις». 15