Ἀκολουθία Ἁγίων Ἰσαποστόλων ΚΥΡΙΛΛΟΥ καί ΜΕΘΟΔΙΟΥ

Σχετικά έγγραφα
Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Αγιολογία - Εορτολογία

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

1 1 παυλος και σιλουανος και τιμοθεος

Κυριακὴ 9 Δεκεμβρίου. Ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, τῆς μητρὸς τῆς Θεοτόκου καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων. Ἦχος β. Ἑωθινόν ε.

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Κυριακὴ 8 Σεπτεμβρίου. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος β - Ἑωθινὸν ια.

Κυριακὴ 13 Ἀπριλίου Κυριακὴ τῶν Βαΐων. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Μαρτίνου Πάπα Ῥώμης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΚΟΛΟΥΘΙΑ ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Ἀναγνωστικό Κατήχησης

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

31 Ιουλίου 6 Αυγούστου 2017 Πνεύμα

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Εἰς τήν Κυριακήν τοῦ Θωμᾶ.

ΑΚΟΛΟΥΘΙΑ ΠΑΝΤΩΝ ΤΩΝ ΕΝ ΡΟΔΩι ΔΙΑΛΑΜΨΑΝΤΩΝ ΑΓΙΩΝ

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Προσκυνούμεν Σου τα Πάθη Χριστέ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

Μέτρο για όλα ο άνθρωπος; (Μέρος 2o)

Ο Τριαδικός Θεός: οι γιορτές της Πεντηκοστής και του Αγίου Πνεύματος. Διδ. Εν. 14

Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ

ΜΑΘΗΜΑ 11 Ο Η ΑΝΑΣΤΑΣΗ ΤΟΥ ΧΡΙΣΤΟΥ

28 Αυγούστου 3 Σεπτεμβρίου 2017 Άνθρωπος

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Περιεχόμενα. Β Ἐκκλησιαστική κρίση

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΚΑΤΑΛΟΓΟΣ ΕΚΔΟΣΕΩΝ

Εὐχετήρια-Κοινωνικὰ Γράμματα πρὸς τὸν Πρόεδρον τῆς Ἱερᾶς Συνόδου τῶν Ἐνισταμένων

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

ΜΗΝ ΜΑΪΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

Κυριακή 23 Ἰουνίου 2019.

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

1-7 Ιανουαρίου 2018 Θεός

Τῇ αὐτῇ ἡμέρᾳ μνήμην ἐπιτελοῦμεν τῶν ἀπ αἰῶνος κοιμηθέντων εὐσεβῶς ἐπ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Cirillus Alexandrinus - De synagogae defectu

Η κάθοδος του Αγίου Πνεύματος (Κυριακή της Πεντηκοστής)

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

Ἀκολουθία ἁγ. Μυροφόρων ΜΑΡΘΑΣ καί ΜΑΡΙΑΣ

Τι είναι το Άγιο Πνεύμα. Διδ. Εν. 8

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

Μητρ. Καστορίας: Γιατί επικρατεί αυτό το σκότος σήμερα;

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ (Β1, 1-4) Διττῆς δὴ τῆς ἀρετῆς οὔσης, τῆς μὲν διανοητικῆς τῆς δὲ ἠθικῆς,

Κυριακή 10 Μαρτίου 2019.

Η καταλλαγή των πάντων εις Χριστόν (Κολ 1, 15-20)

Κυριακή 3 Μαρτίου 2019.

ΕΥΧΕΣ ΑΠΟΛΥΣΗΣ ΣΤΟ ΤΕΛΟΣ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΑΙ ΔΕΗΣΕΙΣ ΕΠΙ ΤΟΥ ΛΑΟΥ. Α. Στις Ακολουθίες Περιόδου

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

Σάββατο 18 Φεβουαρίου Σαββάτῳ πρὸ τῆς Ἀποκρεω. Μνήμη τοῦ ὁσίου πατρὸς ἠμῶν Λέοντος, Πάπα Ῥώμης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

1. Η Αγία Γραφή λέει ότι ο Χριστός είναι η μόνη δυνατότητα σωτηρίας. 2. Ο Θεός φανερώνεται στην Παλαιά Διαθήκη πάντα με κεραυνούς και αστραπές.

Κυριακή 2 Ἰουνίου 2019.

τῷ Κρήτης ποιμάντορι, ὁ Σιγριανῆς ἡγέτης Θεοφάνης Ὅσιος, καὶ σεμνὴ Θεοκτίστη οὕς ἐν ᾄσμασι γεραίρομεν. Σήμερον σκιρτᾶ τῷ πνεύματι ὡς

Το Σύμβολο τησ Πίςτεωσ

Transcript:

Ἀκολουθία Ἁγίων Ἰσαποστόλων ΚΥΡΙΛΛΟΥ καί ΜΕΘΟΔΙΟΥ Ψαλλομένη τῇ 11 η Μαΐου Ποίημα Μητροπολίτου Ῥόδου Κυρίλλου ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ Μετά τόν Προοιμακόν, εἰς τό Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ηχος α. Τῶν οὐρανίων ταγμάτων. Τῶν αὐταδέλφων ἐν ὕμνοις, δεῦτε φιλέορτοι, τελέσωμεν τὴν μνήμην, τῇ παρούσῃ ἡμέρᾳ, Μεθόδιε βοῶντες, Πάτερ σοφέ, καὶ σὺ Κύριλλε ἔνδοξε, ὑπὲρ ἡμῶν ἱκετεύετε ἐκτενῶς, τὸν Θεὸν τὸν Πολυέλεον. Τῶν Ἀποστόλων τὸν ζῆλον, καταπλουτήσαντες, ἐν χώραις χερσωθείσαις, τῇ εἰδωλολατρείᾳ, τῆς πίστεως τὸν σπόρον, τῆς διδαχῆς, τῷ ἀρότρῳ ἐσπείρατε, καρποφορίαν πρὸς κρείττονα ἀρετῶν, Ἰσαπόστολοι αὐτάδελφοι. Σλάβων ἀλλότρια ἔθνη, καθυποτάξαντες, Χριστῷ τῷ ἐπὶ πάντων, Βασιλεῖ καὶ Δεσπότῃ, ῥομφαίᾳ ἀμφιστόμῳ τῆς διδαχῆς, σὺν Κυρίλλῳ Μεθόδιε, ζωῆς τὸ στέφος ἐδέξασθε παρ Αὐτοῦ, καὶ ἀξίως ἐδοξάσθητε. Εὐαγγελίου τῷ λόγῳ, λαοὺς φωτίσαντες, Κύριλλε θεομάκαρ, καὶ Μεθόδιε θεῖε, Ἀπόστολοι [1]

ὡς ἄλλοι, νῦν τῷ Φωτί, τῷ μεγάλῳ παρίστασθε, τὸν φωτισμὸν ἐξαιτούμενοι ταῖς ψυχαῖς, τῶν τιμώντων ὑμᾶς ᾄσμασιν. Δόξα. Ηχος β. Ἀποστολικὴν πορείαν διανύσαντες, καὶ ἔθνη Χριστῷ μαθητεύσαντες, εἰς τὴν ἀχειροποίητον πόλιν, τὴν ἄνω Ἱερουσαλήμ, ἀσάλευτον τὴν ἀνάπαυσιν ἐκτήσασθε, Κύριλλε καὶ Μεθόδιε, Πατέρες οὐρανόφρονες. Διὸ πρεσβεύετε ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Τῆς Ἑορτῆς. Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ηχος πλ. β. Τριήμερος ἀνέστης. Ἀπόστολοι ὡς ἄλλοι Χριστοῦ, πρὸς ἔθνη ἐξωρμήσατε τὰ τῶν Σλάβων, ὡς ὑπήκοοι Αὐτοῦ, γενόμενοι τῷ λόγῳ, Αὐτάδελφοι καὶ ταῦτα, τῇ Ἐκκλησίᾳ συνηρμόσασθε. Στ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Πλησθέντες Παρακλήτου πνοῆς, Μεθόδιε καὶ Κύριλλε τὰς καρδίας, ἐξηρεύξασθε ζωῆς, ῥήματα αἰωνίου, καὶ τὰς μωρολογίας, εἰδώλων πλάνης κατηργήσατε. Στ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Πρεσβεύετε ἀπαύστως Χριστῷ, Μεθόδιε καὶ Κύριλλε θεοφόροι, ἵνα ῥύσηται πυρός, γεέννης αἰωνίου, τοὺς πόθῳ ἐκτελοῦντας, ὑμῶν τὴν μνήμην τὴν ὑπέρτιμον. Δόξα. Ηχος δ. [2]

Δεῦτε πιστοί, τὴν ἱερὰν ξυνωρίδα, τῶν Αὐταδέλφων εὐφημήσωμεν, Κυρίλλου καὶ Μεθοδίου, Πατέρων θεοφόρων, καὶ Ἰσαποστόλων Διδασκάλων Εὐαγγελίου γὰρ τὸν λόγον, ἀμυήτοις ἀνθρώποις ἐκήρυξαν, καὶ ἐδίδαξαν ἔθνη προσκυνεῖν, Τριάδα Ἁγίαν ὁμοούσιον, ἐν μιᾷ Θεότητι. Καὶ νῦν. Τῆς Ἑορτῆς. Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις. ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ Μετὰ τὸν Προοιμιακόν τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ καὶ [3]

ψάλλομεν Στιχηρὰ Προσόμοια. Ηχος α. Ω τοῦ παραδόξου θαύματος. Ὤ τοῦ παραδόξου θαύματος, ὡς βολίδες φωτός, Κωνσταντινουπόλεως, καθέδρας ἐκ τῆς λαμπρᾶς, ἐξεπορεύθησαν, Αὐτάδελφοι οἱ σοφοί, σὺν τῷ Κυρίλλῳ ὁ θεῖος Μεθόδιος, καὶ Σλάβων πᾶσαν τὴν γῆν, Εὐαγγελίου τῇ αἴγλῃ ἐφώτισαν. Ὅθεν τούτους κατὰ χρέος, οἱ πιστοὶ γεραίροντες, τὴν Ἁγίαν Τριάδα, ὀρθοδόξως μεγαλύνωμεν. Βαβαὶ τῆς Σῆς προμηθείας Χριστέ Σὺ γὰρ ἀληθείας, τοῦ Εὐαγγελίου Σου, τῷ ἔθνει τῷ Σλαβικῷ, ἔπεμψας κήρυκας, Μεθόδιον τὸν κλεινόν, καὶ τῆς σοφίας τὸ ὄργανον Κύριλλον, Βαπτίσματος τῷ λουτρῷ, ἀναγεννῶντας πολλοὺς διὰ πίστεως. Ὅθεν ἐν ἀγαλλιάσει, τὴν φιλανθρωπίαν Σου, Ζωοδότα αἰνοῦμεν, δι ἧς σῴζεις τοὺς πιστεύοντας. Χριστοῦ τὸν λόγον ἐδράμετε, πρὸς τὴν Μοραβίαν, εὐαγγελιζόμενοι, Μεθόδιε θαυμαστέ, καὶ θεῖε Κύριλλε, καὶ τούτῳ ὡς ἀληθῶς, κατασυντρίψαντες πλάνης τὰ ξοάνα, τὸ τρόπαιον τοῦ Σταυροῦ, ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων ὑψώσατε. Ὅθεν Ἀποστόλων δόξης, ὡς κατατρυφήσαντες, τὸν Θεὸν δυσωπεῖτε, ἡμᾶς σῶσαι ὡς φιλάνθρωπος. Ἕτερα. Ηχος β. Ποίοις εὐφημιῶν στέμμασιν. Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τοὺς Διδασκάλους; τοὺς ἐκ τῶν ταμείων τῆς χάριτος, θησαυροὺς σοφίας συλήσαντας, διὰ πολιτείας ἐναρέτου Φωτίῳ, τῷ θεηγόρῳ τοὺς [4]

φοιτήσαντας, καὶ Σλάβοις, Χριστοῦ τὸν λόγον τοὺς κηρύξαντας Ἰσαποστόλους τοὺς θείους, Κύριλλον τὸν μέγαν, καὶ Μεθόδιον τὸν σοφόν, Θεὸς οὕς ἐδόξασεν, ὁ ἔχων τὸ ζῆν ἀθάνατον. Ποίοις ὑμνῳδιῶν κάλλεσι, στεφανώσωμεν τοὺς Χριστομύστας; τοὺς ἐκ τῆς ἀνάσσης τῶν πόλεων, πρὸς Βοῤῥᾶν πορείαν ποιήσαντας, ὡς Εὐαγγελίου μυστολέκτες τοὺς ἔθνη, τὰ ἀγνοοῦντα τὴν εὐσέβειαν, πρὸς δρόμον, θεογνωσίας ὁδηγήσαντας τοὺς Μαθητὰς τοῦ Δεσπότου, Κύριλλον τὸν θεῖον, καὶ Μεθόδιον σὺν αὐτῷ Χριστῷ γὰρ πρεσβεύουσι, δοθῆναι ἡμῖν συγχώρησιν. Ποίοις μελῳδικοῖς ἔπεσι, μακαρίσωμεν τοὺς Αὐταδέλφους; Κύριλλον σοφίας τὸ ὄργανον, καὶ τὸν θεοφόρον Μεθόδιον, τοὺς τρισκαιδεκάτους Ἀποστόλους τὰ κρίνα, Θεσσαλονίκης τὰ μυρίπνοα, καὶ ῥόδα, τῆς Κωνσταντίνου τὰ πανεύοσμα τῆς Ἐκκλησίας φωστῆρας, τοὺς πεπληρωμένους, τῆς ἀκτίστου μαρμαρυγῆς, καὶ κόσμον φωτίζοντας, ἀκτῖσι Θεοῦ τῆς χάριτος. Δόξα. Ηχος πλ. β. Ὡς Ἰσαποστόλους κήρυκας, τοῦ Εὐαγγελίου τῆς χάριτος, καὶ μεγάλους φωστῆρας τῆς οἰκουμένης, συνελθόντες σήμερον, μακαρίζομεν ὑμᾶς, Κύριλλε καὶ Μεθόδιε, Αὐταδέλφων δυάδα τὴν σύμψυχον τοῦ Παρακλήτου γὰρ τὴν πνοήν, ὡς καθαροὶ τῇ ψυχῇ ὑποδεξάμενοι, καὶ ταύτην ἔνοικον κρατήσαντες, πρὸς ἔθνη τὰ μακρὰν [5]

ἀπεστάλητε, λύτρωσιν εὐαγγελιζόμενοι, καὶ τοὺς ἀλλοτρίους Θεῷ, πρὸς πίστιν ὁδηγοῦντες, καὶ λαὸν Ἐκκλησίας κατεργαζόμενοι. Ἀλλ ὡς ἔχοντες παῤῥησίαν, πρὸς τὸν φιλάνθρωπον Θεόν, τὴν εἰρήνην τῷ κόσμῳ αἰτεῖσθε, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Καὶ νῦν. Τῆς Ἑορτῆς. Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα. Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ι, 7,6 γ, 13-15 η,6,34,35,4,12, 14,17,5-9 κβ,21, 19 ιε, 4). Μνήμη δικαίου μετ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάξεται αὐτῇ οὐδὲν πονηρόν εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῇ, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν εἰσακούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων Ὅτι ἐγὼ ἡ σοφία κετεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε, τοίνυν ἄκακοι, πανουργίαν, οἱ δὲ [6]

ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲ ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλιῶδες πάντα ἐνώπια τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐπὶ Κύριον ἡ ἐλπὶς ὑμῶν καὶ πλησθήσεσθε Πνεύματος. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ, 1-9). Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ ἡμῶν πορεία σύντριμμα οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. [7]

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε, 15-6,3). Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε μάθετε δικασταὶ περάτων γῆς ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου. Εἰς τήν Λιτήν. Ηχος α. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἐπὶ τῇ μνήμῃ τῶν Ἰσαποστόλων, οἱ φιλέορτοι σήμερον. [8]

Οὗτοι γὰρ ἐκ νεότητος, ταῖς ἀρεταῖς διαπρέψαντες, τῆς ἄνωθεν σοφίας, τοὺς θησαυροὺς ἀπεκόμισαν, καὶ αὐτοὺς διανοίξαντες, λύτρωσιν αἰωνίαν, καὶ υἱοθεσίας θείας οἰκείωσιν, τοῖς ἐν ἀγνωσίᾳ λαοῖς ἐδωροφόρησαν. Ὅθεν αὐτοὺς εὐφημοῦντες, ὁμοφώνως βοήσωμεν Αὐτάδελφοι θεόφρονες, Κύριλλε Πάτερ καὶ Μεθόδιε, πρεσβεύετε τῷ ἐν Τριάδι Θεῷ, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. Ηχος β. Ἐκ ῥίζης περιφανοῦς, ἄνθη εὐωδέστατα, χάριτι ἐξανθήσαντες, καὶ τὴν μυστικὴν εὐωδίαν, τῆς πίστεως διαπνεύσαντες, εὐωδίαν ἁγίαν Θεῷ, ψυχὰς ἀνθρώπων πλήθους, ἀποστολικῶς ἐποιήσατε, Κύριλλε καὶ Μεθόδιε, Ἰσαπόστολοι μακάριοι. Ἀλλ ὡς ἐν οὐρανοῖς δοξασθέντες, πρεσβεύετε ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ηχος γ. Οἱ θεόκτιστοι πύργοι, τῆς εὐσεβείας ἀνυμνείσθωσαν, Εὐαγγελίου τὰ ὄργανα, Κύριλλος καὶ Μεθόδιος, ἡ τῶν Αὐταδέλφων δυάς, καὶ ξυνωρὶς ἰσαπόστολος. Οὗτοι γὰρ φοιτήσαντες, τῷ θεηγόρῳ Φωτίῳ, καὶ αὐτῷ μυσταγωγούμενοι, ὡς ἄλλοι Ἀπόστολοι, τῶν Σλάβων τοῖς λαοῖς ἐπεδήμησαν, τῇ τοῦ Σωτῆρος διδαχῇ, μεταπλάττοντες αὐτούς, πρὸς πίστιν τὴν σωτήριον νῦν δὲ ἀποστολικῆς εὐκλείας, ἐν οὐρανοῖς ἀξιούμενοι, καὶ τῷ φωτὶ τῆς θεώσεως πληρούμενοι, ἐν παῤῥησίᾳ πολλῇ, τὸν φωτισμὸν ἡμῖν αἰτοῦνται, καὶ τὸ θεῖον ἔλεος. Δόξα. Ἦχος δ. [9]

Ἐν εὐφημίαις ᾀσμάτων, σήμερον πιστοί, τοὺς Ἰσαποστόλους κήρυκας, τοῦ Εὐαγγελίου μακαρίσωμεν, Κύριλλον τὸν φιλόσοφον, καὶ τὸν ὁμαίμονα τούτου Μεθόδιον. Οὗτοι γὰρ συμφρονοῦντες, ὡς φύσει καὶ χάριτι, ἀδελφοὶ χρηματίζοντες, ἐκ τῆς Βασιλευούσης, τὴν πρὸς Βοῤῥᾶν πορείαν, ἀποστολικῶς ἐποιήσαντο, ἔθνεσι τοῖς ἐκεῖσε πλανωμένοις, εἰρήνην εὐαγγελιζόμενοι, σκότους τὰ ἔκγονα τέκνα φωτός, Βαπτίσματι μεταποιοῦντες, καὶ ναοὺς ἐγείροντες, τῷ ἐν Τριάδι Θεῷ ᾧ καὶ πρεσβεύουσιν ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Τῆς Ἑορτῆς. Εἰς τόν Στίχον. Ηχος πλ. α. Χαίροις ἀσκητικῶν. Χαίροις τῶν Αὐταδέλφων δυάς, Κύριλλε Πάτερ καὶ θεόφρον Μεθόδιε, τῆς θύραθεν καὶ τῆς ἄνω, φιλοσοφίας σαφῶς, θησαυροὺς ἀφθάρτους οἱ πλουτήσαντες Θεὸν οἱ λατρεύσαντες, καὶ Αὐτῷ ὁδηγήσαντες, ἀνθρώπων πλῆθος, λαλιαῖς τοῦ κηρύγματος, καὶ ἰνδάλματα, τῶν εἰδώλων συντρίψαντες ῥήματα τὰ σωτήρια, ζωῆς οἱ φθεγξάμενοι, καὶ ἰσαπόστολον δρόμον, ἐπὶ τῆς γῆς διανύσαντες. Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. Στ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Χαίροις τῶν Αὐταδέλφων δυάς, Θεσσαλονίκης τὰ ὡραῖα βλαστήματα, Μεθόδιε θεομάκαρ, Ἱεραρχῶν καλλονή, καὶ Ὁσίων δόξα [10]

Πάτερ Κύριλλε τὰ σκεύη τά ἔμψυχα, τοῦ Κυρίου τῆς χάριτος, οἱ τῆς σοφίας, ποταμοὶ πολυχεύμονες, θείας γνώσεως, οἱ περκάζοντες βότρυες στόματα τὰ οὐράνια, τῶν Σλάβων τοῖς ἔθνεσι, Πνεύματι Θείῳ τὸν λόγον, τῆς ἀληθείας τρανώσαντα. Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. Στ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Χαίροις τῶν Αὐταδέλφων δυάς, τῆς εὐσεβείας γεωργοὶ οἱ φιλόπονοι, τοῦ Λόγου οἱ ἀροτῆρες, τὰς χερσωθεῖσας ψυχάς, διδαχαῖς πανσόφοις οἱ νεώσαντες Θεοῦ ἐν τῇ χάριτι, οἱ σταλέντες τοῖς ἔθνεσι, καὶ τοῖς ἐν πλάνῃ, τῶν εἰδώλων καθεύδουσι, τὸ σωτήριον, τοῦ Θεοῦ ἀνατείλαντες Κύριλλε καὶ Μεθόδιε, αἱ λύραι τοῦ Πνεύματος, τῆς Ἐκκλησίας προστάτες, καὶ τῶν πιστῶν ἀντιλήπτορες. Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. Δόξα. Ηχος πλ. δ. Ἐπὶ ὁδῶν ἐθνῶν ἀποσταλέντες, ἀποστολικοῖς ἀγῶσι, τοῖς δεδουλωμένοις τῇ πλάνῃ, τὴν ἐν Χριστῷ ἐλευθερίαν ἐχαρίσασθε, καὶ τὸν ἀρχέκακον ἐχθρὸν ἐθριαμβεύσατε, Κύριλλε καὶ Μεθόδιε, θεοφόροι ὁμαίμονες πλείστας γὰρ χώρας διήλθετε, τὸ ξίφος τοῦ Σταυροῦ περιφέροντες, καὶ τροπαιοῦχοι εἰσήλθετε, ἐν Πρωτοτόκων τῇ πόλει, τοῖς ἀριστείοις τῆς νίκης κλεϊζόμενοι. Ὅθεν ὡς ἔχοντες παῤῥησίαν, τὰ κρείττονα ἀεὶ ἐξαιτεῖσθε, τοῖς τελοῦσι τὴν μνήμην ὑμῶν. Καὶ νῦν. Τῆς Ἑορτῆς. [11]

Νῦν ἀπολύεις, Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον. Ηχος α. Τοῦ λίθου σφραγισθέντος. Ὑπήκοοι Κυρίου, γενόμενοι τῷ λόγῳ, τὴν ἀποστολὴν πρὸς τὰ ἔθνη, ἐδέξασθε τῶν Σλάβων, καὶ ταῦτα ἐν ὅπλοις τοῦ φωτός, τῷ κράτει ὑπετάξατε Χριστοῦ, ὡς τῆς πίστεως πανάλκιμοι στρατηγοί, Μεθόδιε σὺν Κυρίλλῳ. Ὅθεν δεδοξασμένοι ἐκ Θεοῦ, ὑπάρχοντες πρεσβεύετε, ὑπὲρ ἡμῶν τῶν ᾄσμασι πιστῶς, τιμώντων ὑμᾶς πάντοτε. Τὸ τῆς Ἑορτῆς καὶ Ἀπόλυσις. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ηχος α. Τὸν τάφον Σου, Σωτήρ. [12]

Δυάδα τὴν σεπτήν, τῶν σοφῶν Διδάσκαλον, τιμήσωμεν πιστοί, ἐν φαιδροῖς ἐγκωμίοις, τὸν ἔνδοξον Μεθόδιον, σὺν Κυρίλλῳ τῷ μάκαρι, τοὺς κηρύξαντας, τῆς ἀληθείας τὸν λόγον, καὶ τὰ βάρβαρα, καταφωτίσαντας ἔθνη, τῷ φέγγει τῆς πίστεως. Δόξα. Ὅμοιον. Ὡς ἄνθη νοητά, εὐκλεοῦς ῥιζουχίας, καὶ ῥόδα μυστικά, εὐσεβοῦς πολιτείας, Μεθόδιε μακάριε, καὶ πολύσοφε Κύριλλε, διεπνεύσατε, τὴν τοῦ Χριστοῦ εὐωδίαν, γῆς τοῖς πέρασι διὸ ὑμᾶς θεοφρόνως, πιστοὶ μακαρίζομεν. Καὶ νῦν. Τῆς Ἑορτῆς. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ηχος γ. Θείας πίστεως. Θείας πίστεως, τὴν πανοπλίαν, γνώμῃ ἔμφρονι, ἀναλαβόντες, σὺν Κυρίλλῳ θεόφρον Μεθόδιε, καθυποτάξατε ἔθνη ἀλλότρια, τῷ Βασιλεύοντι πάσης τῆς κτίσεως. Ὅθεν πάντοτε, Αὐτῷ ἐκτενῶς πρεσβεύετε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα. Ὅμοιον. Χαίροις Κύριλλε, ἡγιασμένε, καὶ Μεθόδιε, δεδοξασμένε, οἱ ἐν Σλάβοις θεμέλιοι πίστεως οἱ Ἀποστόλων τὸν ζῆλον πλουτήσαντες, καὶ τὰς ψυχὰς τῶν ἀνθρώπων κοσμήσαντες οἱ πρεσβεύοντες, Χριστῷ τῷ Θεῷ δωρήσασθαι, πταισμάτων ἱλασμόν ἡμῖν καὶ ἔλεος. Καὶ νῦν. Τῆς Ἑορτῆς. [13]

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ηχος δ. Ταχὺ προκατάλαβε. Χριστὸν ἀγαπήσαντες, τὸν σαρκωθέντα Θεόν, Αὐτάδελφοι Ὅσιοι, Σωτῆρα κόσμου Αὐτόν, τρανῶς ἐκηρύξατε, καὶ ἐκ τῆς ἀγνωσίας, τῆς εἰδωλομανίας, πρὸς τὴν θεογνωσίαν, μετηγάγετε ἔθνη διὸ ὁ ἐπὶ πάντων Θεός, ὑμᾶς ἐθαυμάστωσε. Δόξα. Ὅμοιον. Πρὸς χώρας ἐδράμετε, τὰς τῶν βαρβάρων λαῶν, καὶ τούτους ἐῤῥύσασθε, πολυθεΐας φθορᾶς, τῷ θείῳ κηρύγματι ὅθεν ὑμᾶς τιμῶμεν, ὦ Μεθόδιε Πάτερ, ἅμα τῷ αὐταδέλφῳ, πολυσόφῳ Κυρίλλῳ, Θεὸν τὸν ἐν ὑμῖν θαυμαστόν, συμφώνως δοξάζοντες. Καὶ νῦν. Τῆς Ἑορτῆς. Οἱ Ἀναβαθμοί τὸ α Ἀντίφωνον τοῦ δ ἤχου. Προκείμενον. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Στ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Εὐαγγέλιον, ζήτει τῷ Σαββάτῳ τῆς ζ Ἑβδομάδος Λουκᾶ. Ὁ Ν Ψαλμός. Δόξα. Ταῖς τῶν Διδασκάλων... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου... Ἰδιόμελον. Ηχος β. Στ. Ἐλέησόν με, ὁ Θεός, Τῶν ἐφετῶν τὸ ἀκρότατον, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἀκλινῶς ἀκολουθήσαντες, καὶ τὸ σωτήριον Αὐτοῦ, τοῖς ἔθνεσι κηρύξαντες, ἀποστολικῆς δόξης τὴν χάριν, θεόθεν ἐκομίσασθε, Κύριλλε καὶ [14]

Μεθόδιε, Αὐτάδελφοι μακάριοι. Ὅθεν Αὐτῷ παρεστῶτες, πρεσβείαν ὑπὲρ ἡμῶν, ποιοῦντες μὴ παύσητε, ἵνα ῥυσθῶμεν κινδύνων, καὶ πάσης ἐν βίῳ θλίψεως. Εἶτα οἱ Κανόνες τῆς Ἑορτῆς καὶ τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις «Κυρίλλου». Ὠδὴ α. Ηχος α. Ἀναστάσεως ἡμέρα. Αὐταδέλφων θεοφόρων, ἐπεφάνη λαμπρά, μνήμη τανῦν ἡ θεία, ἐν ᾗ συνδράμωμεν πιστοί, μακαρίζοντες αὐτούς, τοὺς ἔθνη Χριστοῦ, ζυγῷ ὑποτάξαντας, ἐν τοῖς ὅπλοις τοῦ Πνεύματος. Θησαυρίσαντες ἀγῶσιν, ἐναρέτου ζωῆς, πλοῦτον φιλοσοφίας, τῆς ἐν ταμείοις τοῦ Θεοῦ, ὦ Αὐτάδελφοι σοφοί, ἀνθρώπων πληθύν, πρὸς γνῶσιν ἰθύνατε, ἀληθείας τῆς πίστεως. Πυρωθέντες τὰς καρδίας, τῇ ἀγάπῃ Χριστοῦ, δόξης τῆς φθειρομένης, κατεφρονήσατε σαφῶς, καὶ ἑπόμενοι Αὐτῷ, ἐθνῶν τὴν ὁδόν, ὁμοῦ ἐπορεύθητε, ὡς Αὐτάδελφοι σύμφρονες. Θεοτοκίον. Κυριώνυμε Παρθένε, Θεοτόκε Σεμνή, χαῖρε καὶ πάλιν χαῖρε, ὅτι ἐκύησας φρικτῶς, ἐξ αἱμάτων Σου ἁγνῶν, Χριστὸν τὸν Θεόν, δι Οὗ κατηλλάγημεν, τῷ Πατρὶ οἱ ὑμνοῦντές Σε. Ὠδὴ γ. Δεῦτε πόμα πίωμεν. Δεῦτε εὐφημήσωμεν πιστοί, τοὺς σοφοὺς Αὐταδέλφους, ὅτι ἐγένοντο, τοῦ Λυτρωτοῦ [15]

συνεργοί, φθεγξάμενοι ῥήματα ζωῆς, ἀνθρώπων εἰς λύτρωσιν. Ἐπαγωνισάμενοι Χριστοῦ, ὁμοφρόνως τῇ πίστει, θεῖε Μεθόδιε, σὺν τῷ Κυρίλλῳ τοὺς πρίν, εἰδώλοις λατρεύοντας κωφοῖς, τοῦ πλάνης ἐῤῥύσασθε. Ὡς μυσταγωγούμενοι σαφῶς, τῷ πανσόφῳ Φωτίῳ, υἱοθετήσατε, τῷ σαρκωθέντι Θεῷ, Αὐτάδελφοι Ὅσιοι λαούς, διὰ τοῦ Βαπτίσματος. Θεοτοκίον. Ὕμνοις εὐφημοῦμέν Σε ἀεί, καὶ δοξάζομεν Μῆτερ τὸν θεῖον τόκον Σου Θεὸς γὰρ ὤφθη ἐκ Σοῦ, λυτρούμενος κόσμον τῆς ἀρᾶς, ὡς μόνος Φιλάνθρωπος. Κάθισμα. Ηχος πλ. α. Τὸν συνάναρχον Λόγον. Παρακλήτου τὴν χάριν, ὑποδεξάμενοι, δι ἀκραιφνοῦς πολιτείας, τῶν Μαθητῶν τοῦ Χριστοῦ, τὴν πορείαν ἐπὶ γῆς ἠκολουθήσατε, καὶ ἰσοστάσιοι αὐτοῖς, ἀνεδείχθητε λαούς, καθάραντες τῶν εἰδώλων, τῆς παμμιάρου λατρείας, Κύριλλε Πάτερ καὶ Μεθόδιε. Δόξα. Ὅμοιον. Οἱ φωστῆρες τοῦ κόσμου, καὶ χριστοκήρυκες, θεοσεβείας οἱ ὄντες, θεοφιλεῖς ἀπαρχαί, ἐν τῶν Σλάβων τοῖς λαοῖς, ὁ θεῖος Κύριλλος, καὶ ὁ Μεθόδιος ὁμοῦ, ἐν ᾀσμάτων νῦν ᾠδαῖς, τιμάσθωσαν κατὰ χρέος, ὅτι Χριστῷ παρεστῶτες, ὑπὲρ ἡμῶν Αὐτῷ πρεσβεύουσιν. [16]

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὠδὴ δ. Επὶ τῆς θείας φυλακῆς. Ὡς ἐνιαύσιος ἡμῖν, χαρᾶς ὑπάρχει ἀφορμή, ταύτη ἡ ἁγία ἡμέρα, ἐν ᾗ ἑορτάζομεν, ὑμῶν τὴν μνήμην Ἅγιοι, Κύριλλε καὶ Μεθόδιε αἶνον, τῷ ἐν ὑμῖν θαυμαστῷ, Θεῷ προσάγοντες. Ἀπὸ νεότητος Θεοῦ, εὐθυδρομοῦντες ἐν ὁδοῖς, διὰ πολιτείας ἀρίστης, πρὸς Αὐτὸν ἰθύνατε, τῇ ῥάβδῳ τοῦ κηρύγματος, ἔθνη πεπλανημένα ἐν τρίβοις, εἰδώλων ταῖς σκολιαῖς, θεῖοι Αὐτάδελφοι. Ἐπιμελείᾳ ἀρετῶν, ἀπεργασάμενοι σαυτούς, σκεύη τῆς κατ ἄμφω παιδείας, διδαχῆς τὸ χάρισμα, παρὰ Θεοῦ ἐκτήσασθε, Κύριλλε καὶ Μεθόδιε Πάτερ, καὶ πρὸς τὴν πίστιν πολλούς, καθωδηγήσατε. Θεοτοκίον. Ῥυπῶσαν κέκτημαι ψυχήν, ἄθεσμα ἔργα ἐκτελῶν, τῇ τοῦ πονηροῦ συμβουλίᾳ, καὶ πτοοῦμαι Δέσποινα, τὸ φοβερὸν κριτήριον διὸ οὖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τὸν σαρκωθέντα ἐκ Σοῦ, ποίησον ἵλεων. Ὠδὴ ε. Ὀρθρίσωμεν ὄρθρου βαθέος. Ὀρθρίσωμεν πάντες πρὸς ὕμνον, τῶν ἱερῶν Αὐταδέλφων, κραυγάζοντες ἐκ καρδίας χαῖρε ζεῦγος ἅγιον, σὺν Μεθοδίῳ Κύριλλε, οἱ φυτοκόμοι τῆς πίστεως. Ἐκλάμψαντες δίκην ἡλίου, ἐκ Βυζαντίου τοῖς Σλάβοις, Αὐτάδελφοι θεοφόροι, τούτους [17]

ἐφωτίσατε, καὶ τοῖς ἀρίστοις ἤθεσιν, Εὐαγγελίου ἐκοσμήσατε. Δεξάμενοι ῥάβδον σοφίας, ὡς καθαροὶ τῇ καρδίᾳ, ἀνθρώπους πρὸς σωτηρίου, τὰς νομὰς ἰθύνατε, καὶ ἐν τῇ μάνδρᾳ Ἅγιοι, τῆς Ἐκκλησίας ἠσφαλίσατε. Θεοτοκίον. Ἱλέωσαι Μῆτερ Παρθένε, τὸν σαρκωθέντα ἀφράστως, αἱμάτων Σου ἐξ ἁγίων, τοῖς πιστῶς Σοι ψάλλουσι χαῖρε Ἁγνὴ Μητρόθεε, θαῦμα τὸ μέγα τῆς κτίσεως. Ὠδὴ στ. Κατῆλθες ἐν τοῖς κατωτάτοις. Ἐν χώραις εἰδωλομανούντων ἐθνῶν, ἐνιδρύσατε Αὐτάδελφοι θεῖοι, τὸ τρόπαιον τοῦ τιμίου Σταυροῦ, καὶ ἠγνίσατε, παμμακάριστοι αὐτάς, τοῦ Χριστοῦ τῇ λατρείᾳ. Ὑπῆλθες κινδύνους καὶ θλίψεις τὸν σόν, Πάτερ Κύριλλε ὁμαίμονα ἔχων, συμμέτοχον ὡς καλὸν συνεργόν, μεθ οὗ ἔλαβες, δεξιᾷ τοῦ Ἰησοῦ, ἀφθαρσίας τό στέφος. Κύριε τῶν Ἰσαποστόλων εὐχαῖς, Μεθοδίου καὶ Κυρίλλου ὑψόθεν, ἐπίβλεψον ἐπὶ τὸν λαόν Σου ἡμᾶς, ἐκλυτρούμενος, τὴν ζωὴν ἡμῶν ἐχθρῶν, ἀοράτων μανίας. Θεοτοκίον. Λαός Σου ἐσμὲν Θεοτόκε ἡμεῖς, διὰ τοῦτο εὐσεβῶς ἐκβοῶμεν εὐχαῖς Σου θεοπειθέσιν ἡμᾶς, [18]

δεῦρο Αχραντε, ἐκ κινδύνων χαλεπῶν, εὐμενῶς λυτρουμένη. Κοντάκιον. Ηχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυροῦ. Τοῦ Παρακλήτου τῆς πνοῆς πληρωθέντες, ὡς ταῖς καρδίαις ἀρεταῖς καθαρθέντες, Μεθόδιε μακάριε καὶ Κύριλλε σοφέ, λόγον ἐξηρεύξασθε, τῆς ἐξ ὕψους σοφίας, ἔθνη μαθητεύοντες, τὰ Θεῷ μὴ εἰδότα. Ὅθεν ὑμᾶς τιμῶμεν οἱ πιστοί, ἐπιτελοῦντες ὑμῶν τὸ μνημόσυνον. Ὁ Οἶκος. Ἀνατεθέντες τῷ Θεῷ ἀπὸ νεότητος, καὶ εὐαγγελικῆς πολιτείας κατορθώμασι, τῶν προσύλων ἑαυτοὺς ἀνακαθάραντες, τῆς ἐπουρανίου φιλοσοφίας, ταῖς ἐπιλάμψεσι κατηυγάσθητε, καὶ τῷ φωτὶ τοῦ χάριτος ἐπληρώθητε ἐντεῦθεν ὡς φωστῆρες ὑπέρλαμπροι, ἐκ τῆς Βασιλεύουσης πόλεως, ἐπινεύσει θεϊκῇ ἐξανατείλαντες, τῶν Σλάβων τοῖς ἀλλοτρίοις ἔθνεσιν, ἐξοφωμένοις τῇ πλάνῃ τῶν εἰδώλων, τὸν φωτισμὸν τοῦ Εὐαγγελίου ἐκομίσασθε, καὶ αὐτοὺς ἐκ νυκτὸς ἀγνωσίας, πρὸς τὴν φαεινὴν ἡμέραν, τῆς ἐπιγνώσεως τοῦ Σωτῆρος ὡδηγήσατε. Ὅθεν θεηγόροι Ἰσαπόστολοι, Κύριλλε καὶ Μεθόδιε, ὡς ἐκλεκτὴν δυάδα, Θεῷ τῷ ἐπὶ πάντων ἡγιασμένην, οἱ πιστοὶ σήμερον ὑμᾶς μακαρίζομεν, ἐν ἐγκωμίοις γηθοσύνως, ἐπιτελοῦντες ὑμῶν τὸ μημόσυνον. Μηνολόγιον. Τῇ ΙΑ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν καὶ Αὐταδέλφων [19]

Ἰσαποστόλων Κυρίλλου καὶ Μεθοδίου, τῶν φωτιστῶν τῶν Σλάβων. Στίχοι. Λόγοι Κυρίλλου καὶ Μεθοδίου ἅμα, Σλάβους ἐξῆραν πολυθεΐας πλάνης. Δεκάτῃ ἠδὲ πρώτῃ Ἰσαποστόλων εὐφημείσθω δυάς. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Αμήν. Ὠδὴ ζ. Ὁ Παῖδας ἐκ καμίνου. Ὡς ὄντως θαυμαστὰ καὶ περίδοξα, ἃ ἔργα εἰργάσασθε, Κύριλλε σοφέ, σὺν Μεθοδίῳ τῷ κλεινῷ, ἐν βαρβάρων ταῖς χώραις γενόμενοι Χριστὸν γὰρ συνεργοῦντα ἐν πᾶσιν, ἐσχήκατε μακάριοι. Τῇ πίστει συμφρονοῦντες Αὐτάδελφοι, ὁμόψυχοι ὤφθητε, ἐν τῶν ἀρετῶν, ταῖς ἐπιδόσεσι τὸ πρίν, Ἀποστόλῳ τῷ ἔργῳ δ ἐσύστερον διὸ ἐστεφανώθητε ἅμα, χειρὶ τοῦ Παντοκράτορος. Ὁσίως τῶν προσκαίρων μετέστητε, ἐν Ῥώμῃ σὺ Κύριλλε, καὶ ἐν Μοραβῶν, τῇ γῇ Μεθόδιε σοφέ, διαθήκην τοῖς Σλάβοις αἰώνιον, Χριστοῦ τοῦ Ἀναστάντος Σωτῆρος, τὴν πίστιν καταλείψαντες. Θεοτοκίον. Λόγος Σε οὐκ ἰσχύει ἀνθρώπινος, ὑμνῆσαι Πανύμνητε Σὺ γὰρ τοῦ Πατρός, τὸν Λόγον ἔτεκες φρικτῶς, τὸν διδόντα Ἁγνὴ τὴν Ἀνάστασιν, καὶ σῴζοντα ἐκ φθορᾶς τοῦ θανάτου, πιστοὺς τοὺς ἀνυμνοῦντάς Σε. [20]

Ὠδὴ η. Αὕτη ἡ κλητή. Φώτιος ὑμᾶς, ὁ σοφὸς εἰς τὰ ἔθνη, ἀπέστειλε κηρύττειν, τὸν δι ἡμᾶς σταυρωθέντα, καὶ συντάσσειν Αὐτῷ, τῷ Βαπτίσματι ἀνθρώπους Αὐτάδελφοι, τοὺς πεπλανημένους, κακῶν ἐν ἀνοδίαις. Δόκιμοι Χριστοῦ, βασιλείας φανέντες, Αὐτάδελφοι Πατέρες, ὡς διαπρέψαντες ζήλῳ, τῶν Αὐτοῦ Μαθητῶν, τὸ δηνάριον ὑψόθεν ἐδέξασθε, καὶ χοροβατεῖτε, αὐλαῖς ἐν Παραδείσου. Βίον θαυμαστόν, μετελθόντες ἐν κόσμῳ, καὶ ψεύδους δυναστείας, κατετροπώσαντες φθόγγοις, τῆς Χριστοῦ διδαχῆς, Πάτερ Κύριλλε καὶ θεῖε Μεθόδιε, ὁμοῦ νῦν θεοῦσθε, ἐν οὐρανοῖς μεθέξει. Θεοτοκίον. Ὄμβρισον ἡμῖν, τὸ ζωήῤῥυτον ὕδωρ, Θεόνυμφε Παρθένε, τῆς μητρικῆς χάριτός Σου, τὰς καρδίας ἡμῶν, ἁμαρτίας φλογισμοῦ ἀπαλλάτουσα πιστῶν γὰρ Σὺ πέλεις, ἐλπὶς καὶ προστασία. Ὠδὴ θ. Φωτίζου φωτίζου. Εὐφραίνου καὶ σκίρτα, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, Διδασκάλων τὴν μνήμην, ἐκτελοῦσα σήμερον, ὅτι αὐτοὶ εὐσεβείας πηγάς, ἐν ταῖς φυλαῖς, ἔβλυσαν τῶν Σλάβων, βορβόρους πλάνην ξηραίνοντες. Ἀλλότρια ἔθνη, προσαγαγόντες τῷ Θεῷ, καὶ Σταυροῦ τῷ σημείῳ, αὐτὰ σημειώσαντες, ἐν [21]

οὐρανοῖς τῶν ἀγώνων ἡμῶν, τὴν ἀμοιβήν, ἔχετε πλουσίαν, Αὐτάδελφοι Ἰσαπόστολοι. Μεθόδιε Πάτερ, σὺν τῷ Κυρίλλῳ τῷ σοφῷ, Αὐταδέλφων Ὁσίων, ξυνωρὶς ἡ πάνσεπτος, ὡς ἀγαθοί, δυσωπεῖτε Χριστόν, δοῦναι ἡμῖν, πᾶσι τὴν εἰρήνην, καὶ ἐπταισμένων τὴν ἄφεσιν. Θεοτοκίον. Ὑψίστου ἐδείχθης, καθέδρα Μῆτερ ὑψηλή, καὶ πυρίμορφος θρόνος, τοῦ τὰ πάντα φέροντος Τοῦτον ἀεί, ἐκδυσώπει θερμῶς, ἵνα ἡμᾶς, ῥύσηται γεέννης, ὡς Ἀγαθὸς καὶ Φιλάνθρωπος. Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν. Τοῦ Παρακλήτου Πνεύματος, ὡς δρέπανον τὴν χάριν, θεουργικῶς χρησάμενοι, διεκόψατε πλάνης, εἰδωλικῆς τὰς ἀκάνθας, ἐν ταῖς χώραις τῶν Σλάβων, καὶ γεωργίᾳ κρείττονι, τοῦ Χριστοῦ καὶ Σωτῆρος, τῆς διδαχῆς, ταύτας ἀπειργάσασθε καρποφόρους, Μεθόδιε καὶ Κύριλλε, πίστει τῇ Ὀρθοδόξῳ. Ετερον. Γυναῖκες ἀκουτίσθητε. Τῆς πίστεως κηρύξαντες, τὸ ἄῤῥητον μυστήριον, καὶ τοῦ Σταυροῦ τῷ καλάμῳ, πρὸς τὴν ἀλήθειαν ἔθνη, ζωγρήσαντες Αὐτάδελφοι, δικαιοσύνης στέφανον, παρὰ Θεοῦ ἐδέξασθε, ᾧ καὶ πρεσβεύετε δοῦναι, χάριν ἡμῖν καὶ εἰρήνην. Καὶ τὸ τῆς Ἑορτῆς. [22]

Εἰς τούς Αἴνους, ἱστῶμεν στίχους δ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια. Ηχος δ. Ἔδωκας σημείωσιν. Δεῦτε εὐφημήσωμεν, τῶν Αὐταδέλφων φιλέορτοι, ξυνωρίδα τὴν πάνσοφον, τὸν ἔνδοξον Κύριλλον, σὺν τῷ Μεθοδίῳ, τοὺς Ἰσαποστόλους, τοὺς ὁδηγήσαντας Χριστῷ, ἀνθρώπων πλῆθος διὰ τῆς πίστεως αὐτῶν γὰρ ἡ πανήγυρις, φαιδρὰ ἀνέτειλε σήμερον, Ἐκκλησίας αὐγάζουσα, Ὀρθοδόξων τὸ πλήρωμα. Πνεύματος δεξάμενοι, τοῦ Παναγίου τὴν ἔλαμψιν, ἀρετῶν ἐπιδόσεσι, τοῦ λόγου ἐφάνητε, τοῦ Εὐαγγελίου, ἐκφάντορες θεῖοι, καὶ μετηγάγετε λαούς, ἐξ ἀσεβείας πρὸς τὴν εὐσέβειαν διὸ ἐθαυμαστώθητε, ὡς εὐκλεεῖς Ἰσαπόστολοι, σὺν Κυρίλλῳ Μεθόδιε, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν. Ἄλλοι ὡς Ἀπόστολοι, πεπληρωμένοι δυνάμεως, πρὸς τοὺς Σλάβους ἐξήλθετε, εὐαγγελιζομένοι, τούτοις τὴν εἰρήνην, Χριστὸν τὸν Σωτῆρα, καὶ ἀπειργάσασθε αὐτούς, λουτρῷ τῷ θείῳ μετόχους χάριτος, Μεθόδιε καὶ Κύριλλε, ἡγιασμένοι Αὐτάδελφοι διὰ τοῦτο γεραίρομεν, ὑμᾶς σήμερον ᾄσμασιν. Χάριτος πληρούμενοι, ἐπουρανίου τοῖς νάμασι, ζωῆς ὕδωρ ἐβλύσατε, ψυχὰς ἀναψύχοντες, τὰς ἐξηραμένας, τῇ κακοπιστίᾳ, καὶ ἐποιήσατε αὐτάς, καρπογονίαν φέρειν οὐράνιον, Μεθόδιε καὶ Κύριλλε, δεδοξασμένοι Αὐτάδελφοι, Ἀποστόλων ὁμότροποι, καὶ Πατέρων ὁμόσκηνοι. [23]

Δόξα. Ηχος πλ. α. Εὐαγγελικῆς πολιτείας, τὰς δωρεὰς ὑποδεξάμενοι, Ἄγγελοι ἐπίγειοι φωτός, καὶ πίστεως διδάσκαλοι, τῇ οἰκουμένῃ ἐγνωρίσθητε, Αὐταδέλφων ἡ ξυνωρίς, σὺν Κυρίλλῳ τρισμάκαρ Μεθόδιε ὡς πλήρεις γὰρ χάριτος, ἀποστολὴν ἱερὰν ἐνεπιστεύθητε, καὶ ἔργῳ αὐτὴν ἐπληροφορήσατε, πεπλανημένοις ἔθνεσι, τῆς ἀληθείας τοῦ Χριστοῦ, τὸν λόγον καταγγείλαντες νῦν δ Ἀποστόλοις συνόντες, ὡς εὐκλεεῖς Ἰσαπόστολοι, σὺν αὐτοῖς μὴ παύσητε, Θεὸν ἐκλιπαροῦντες, ἵνα ῥύσηται ἡμᾶς, ἐκ πάσης ὀργῆς καὶ θλίψεως. Καὶ νῦν. Τῆς Ἑορτῆς. Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις. ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τῶν Αγίων ἡ γ καὶ στ Ωιδή. Ἀπόστολον, ζήτει τῇ Τρίτῃ τῆς δ Ἑβδομάδος. Εὐαγγέλιον τῇ ιη Ἰανουαρίου. Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα. Μεγαλυνάριον. Χαίροις Αὐταδέλφων ἡ ξυνωρίς, Κύριλλε τρισμάκαρ, καὶ Μεθόδιε ἱερέ, οἱ τῶν Ἀποστόλων, κτησάμενοι τὸν ζῆλον, καὶ πρὸς Χριστὸν τοὺς Σλάβους, καθοδηγήσαντες. Στίχοι. [24]

Μεθόδιον ἔνδοξον σὺν τῷ Κυρίλλῳ, Ἐξύμνησε Κύριλλος τάλας ὁ Ῥόδου. [25]