ΟΚΤΩΒΡΙΟΣ 10!! ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΕΥΛΑΜΠΙΟΣ & ΕΥΛΑΜΠΙΑ

Σχετικά έγγραφα
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

10 ΟΚΤΩΒΡΙΟΥ 2015 Σάββατον. Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐλαμπίου καὶ Εὐλαμπίας.

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΑΙΓΥΠΤΙΩΝ ΜΑΡΤΥΡΩΝ ΤΩΝ ΕΝ ΘΕΣΣΑΛΟΝΙΚΗ ΑΘΛΗΣΑΝΤΩΝ. Μηνὶ Ἰουλίῳ γ. Μνήµη τῶν ἁγίων τοῦ Χριστοῦ µαρτύρων

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Η ελεύθερη έκφραση μέσω του τύπου. Κάνω κάτι πιο φιλελεύθερο Η πίστη και η αφοσίωση στην ιδέα της ελευθερίας.

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

21 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

12 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ ἐν Αγίοις Πατρός ἡμῶν πυρίδωνος, Επισκόπου Σριμυθοῦντος τοῦ Θαυματουργοῦ.

25 ΙΑΝΟΥΑΡΙΟΥ 2014 ( 390). Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Ἐξώφυλλο: Ἅγιος Γεώργιος ὁ Τροπαιοφόρος, Βυζαντινό Μουσεῖο Ἱερᾶς Μητροπόλεως Πάφου. Ἔκδοσις Ἱερᾶς Μητροπόλεως Πάφου Πάφος ,000 ἀντίτυπα.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Ὅτι σὸν τὸ κράτος Ἦχος Β Ἑωθινόν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα

Iohannes Damascenus - De theologia

ΤΗ ΚϚ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη Μεγαλομ. Δημητρίου.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

10 ΥΕΒΡΟΤΑΡΙΟΤ 2012 Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Φαραλάμπους.

27 ΙΟΥΛΙΟΥ 2012 Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ. ἰαματικοῦ Παντελεήμονος. ΚΑΘΙΣΜΑΤΑ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς

19 ΜΑΡΤΙΟΥ θαύματος)». ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

17 ΙΑΝΟΥΑΡΙΟΥ 2013 Αντωνίου ὁσίου τοῦ μεγάλου ( 356). Αντωνίου ὁσίου τοῦ ἐν τῇ σκήτῃ τῆς Βεροίας, Γεωργίου νεομάρτυρος

5 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν άββα τοῦ Ἡγιασμένου

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

α α α α α α α α α α Χε ρου ου βει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει χε ε κο νι ι ι ι ι ι ι ι ι ι ι ι Γ

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Noun: Masculine, Κύριος - D2.1 Meaning: Lord, Master. Noun: Neuter, ἔργον - D2.2 Meaning: work

ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΑΣ ΑΙΚΑΤΕΡΙΝΗΣ Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ

3 ΜΑΡΤΙΟΥ 2012 ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ. υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις. Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος β' ὁ α χορὸς Ἀμήν.

ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ.

ευ λο γη µε νος ο ερ χο µε νος εν ο νο

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ)

20 ΙΟΥΛΙΟΥ 2013 Tοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου.

23 ΜΑΡΤΙΟΥ 2013 ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ. υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις. Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος β' ὁ α χορὸς Ἀμήν.

Τῌ ΚϚ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑρμολάου, καὶ τῶν σὺν αὐτῷ Ἑρμίππου καὶ Ἑρμοκράτους καὶ τῆς Ἁγίας Ὁσιομάρτυρος Παρασκευῆς.

04 ΜΑΡΤΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Ἱερὰ Μονὴ Ἁγίων Κυπριανοῦ καὶ Ἰουστίνης ερβενάκια Κορινθίας ΑΚΟΛΟΥΘΙΑ

3 ΝΟΕΜΒΡΙΟΥ 2012 Σάββατον.

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

Τῌ Ε ΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡ μῶν Σάββα τοῦ Ἡγιασμένου.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

6 ΔΕΚΕΜΒΡΙΟΥ 2012 Νικολάου ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ ( 330).

7 ΝΟΕΜΒΡΙΟΥ 2015 Σάββατον

03 ΝΟΕΜΒΡΙΟΥ 2013 Κυριακὴ Ε Λουκᾶ Ἁγ.Γεωργίου Ἀνακομιδή, Ἀκεψιμᾶ, Ἀειθαλᾶ. Ἦχος β. Ἑωθινὸν Η.

ὁ β χορός ὁ α χορός Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. ὁ β χορός ὁ α χορός

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Τῌ ΚΕ ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Θεολόγου.

26 ΟΚΤΩΒΡΙΟΥ Τοῦ Αγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου. Ανάμνησις τοῦ γεγονότος σεισμοῦ ( 740 ).

2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Σῌ Α (1) ΣΟΤ ΜΗΝΟ ΝΟΕΜΒΡΙΟΤ Μνήμη τῶν Ἁγίων Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ.

ΤΡΙΤΗ 25 ΙΟΥΛΙΟΥ 2017 Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, Μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου.

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Τῌ ΚΖ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος. ( 304)

24 ΑΥΓΟΥΣΤΟΥ 2012 ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ

δὲ τὸ πρόσωπον, τῇ αἴγλῃ ἐκείνου, Πάτερ καθωδήγησαι,

16 ΜΑΡΤΙΟΥ 2019 Σάββατξμ Α ἑβδξμάδξς τῶμ Νηστειῶμ.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΚΟΡΥΦΑΙΟ φροντιστήριο

Τῌ ΚΖ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (7/8/15)

Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν

νεν η µιν ευ λο γη µε νος ο ερ χο ο µε νος εν ο νο µα τι Κυ ρι ι ι ου

23 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Σάββατον.Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κλήμεντος Ἀγκύρας, καὶ τοῦ Ἁγίου Μάρτυρος Ἀγαθαγγέλου

17 ΙΑΝΟΥΑΡΙΟΥ Αντωνίου ὁσίου τοῦ μεγάλου ( 356). Αντωνίου ὁσίου τοῦ ἐν τῇ σκήτῃ τῆς Βεροίας, Γεωργίου νεομάρτυρος τοῦ ἐν Ιωαννίνοις ( 1838).

Εισαγωγή στη Φιλοσοφία

17 ΙΟΥΛΙΟΥ 2015 ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΗΣ

30 ΟΚΤΩΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΛΟΥΚΑ.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

ΑΚΟΛΟΥΘΙΑ ΟΣΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΤΟΥ ΠΑΡΙΟΥ. Ἰουνίου Κ. Μνήµην ἐπιτελοῦµεν, τοῦ Ὁσίου Πατρὸς ἡµῶν. καὶ ιδασκάλου Ἀθανασίου τοῦ Παρίου ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

4 ΜΑΡΤΙΟΥ 2017 Σάββατξμ Α ἑβδξμάδξς τῶμ Νηστειῶμ. + Μμήμη τξῦ διά τῶμ κξλλύβωμ θαύματξς τξῦ Αγίξυ καί ἐμδόνξυ Μεγαλξμάρτυρξς Θεξδώρξυ τξῦ Τήρωμξς.

Ὅτι σὸν τὸ κράτος ΟΡΘΡΟΣ Ι ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ Α ΕΩΘ. Ι

Минея. Декабрь (на греческом языке) Μηναίον τοῦ Δεκεμβρίου

3 ΟΚΤΩΒΡΙΟΥ Υ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Διονυσίου τοῦ Ἀρεοπαγίτου.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

1 ΙΟΥΛΙΟΥ 2015 ΤΕΤΑΡΤΗ +Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ τελειωθέντων. ( 284).

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α

Transcript:

ΟΚΤΩΒΡΙΟΣ 10!! ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΕΥΛΑΜΠΙΟΣ & ΕΥΛΑΜΠΙΑ ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Ἁγίων γ'. Ἦχος δ'. Ἔδωκας σημείωσιν. Ἡλίου λαμπρότερον, λελαμπρυσμένη ἡ μνήμη σου, τοῖς πιστοῖς ἐξανέτειλε, τὴν κτίσιν φωτίζουσα, θείαις φρυκτωρίαις, Εὐλάμπιε μάκαρ, καὶ παθημάτων τὴν ἀχλύν, καὶ τῶν δαιμόνων νύκτα διώκουσα διὸ σε μακαρίζομεν, καὶ ἐτησίως γεραίρομεν, ὡς φωστῆρα παγκόσμιον, πρεσβευτὴν ὡς θερμότατον. Σιδήρῳ ξεόμενος, καὶ ταῖς λαμπάσι φλεγόμενος, καὶ εἱρκτῇ συγκλειόμενος, ξύλῳ ἀναρτώμενος, καὶ θηρίοις βρῶμα, διδόμενος μάκαρ, ἀπαρασάλευτος τὸν νοῦν, διεφυλάχθης τῇ θείᾳ χάριτι, καὶ νίκης διαδήματι, κατεκοσμήθης Εὐλάμπιε, διὰ τοῦτο τὴν μνήμην σου, χαρμοσύνως γεραίρομεν. Τὴν Εὔαν τὸν τρώσαντα, καὶ Παραδείσου ἐξώσαντα, πολυμήχανον ἔτρωσας, τρωθεῖσα τῷ ἔρωτι, τοῦ Παμβασιλέως, Χριστοῦ Εὐλαμπία, καὶ ὑπομείνασα στερρῶς, σώματος τρῶσιν καὶ πᾶσαν βάσανον διὸ μεθέξει κρείττονι, θείας θεώσεως ἔτυχες, ὑπὲρ πάντων πρεσβεύουσα, τῶν πιστῶς εὐφημούντων σε. [1]

Ἕτερα. Ἦχος ὁ αὐτός. Ὡς γενναῖον ἐν Μάρτυσιν. Ὡς καλῶς στρατευσάμενοι, Βασιλεῖ τῶν δυνάμεων, ἑαυτοὺς πανεύφημοι παρεδώκατε, ἐθελουσίως εἰς μάστιγας, καὶ βίαιον θάνατον, ἐπαγόμενοι χορούς, συμμαρτύρων μακάριοι, μεθ ὧν εὕρατε, τὸ μακάριον τέλος καὶ στεφάνους, ἀνεδήσασθε τῆς νίκης, ὑπὲρ ἡμῶν ἱκετεύοντες. Τῶν Μαρτύρων τὸ καύχημα, Ἐκκλησίας τὸ στήριγμα, τῶν πιστῶν κραταίωμα καὶ διάσωσμα, τοὺς Ἀθλοφόρους ὑμνήσωμεν, φιλέορτοι σήμερον ῥωμαλαίως γὰρ αὐτοί, τὸν βελίαρ κατήσχυναν, καὶ ἐκήρυξαν, τὸν Χριστὸν Βασιλέα τῶν ἁπάντων, ὃς ἀθλήσεως τῷ στέφει, λαμπρῶς αὐτοὺς κατεστέψατο. Δεῦτε πάντες φιλέορτοι, εὐφημήσωμεν ᾄσμασιν, Ἀθλοφόρων σήμερον τοὺς ὁμομαίνας, τοὺς ἀριστεῖς ἐν τοῖς σκάμμασι, Μαρτύρων ἀκρότητας, ἀπειλὰς τῶν ἀσεβῶν, ἐκνικήσαντας χάριτι, Παντοκράτορος, καὶ ἐν ὕμνοις τιμήσωμεν προφρόνως, Εὐλαμπίαν τὴν τιμίαν, καὶ τὸν γενναῖον Εὐλάμπιον. Δόξα. Ἦχος δ'. Ἰωάννου Μοναχοῦ Τῇ φιλαδελφίᾳ ἡ ὁμωνυμία συγκραθεῖσα, καὶ ἡ ἁγνεία τῇ ἀπαθείᾳ συμμιχθεῖσα, ἀβλαβῶς διεφύλαξε τῆς γνώμης τὸ εὔτονον ὅπου γὰρ Θεὸς ὁ ποθούμενος, κόσμος ὅλος καταπεφρόνηται. Ὢ τοῦ θαύματος! ὁ ὄφις νενέκρωται, καὶ ὁ εἰς ὕψος ἀδικίαν λαλήσας, ὑποχθόνιος αὐταδέλφοις Μάρτυσι καταπέπτωκεν, Εὐλαμπίῳ τῷ σοφῷ καὶ Εὐλαμπία. Τούτοις εὐστοχωτάτοις ᾄσμασι βοήσωμεν, οἱ καλῶς ἐν Χριστῷ [2]

τὸν δρόμον τελέσαντες, αἰτήσασθε τῷ κόσμῳ τὴν εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Καὶ νῦν. Θεοτοκίον. Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος. Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα. Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι.7) Μνήμη δικαίου μετ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο [3]

παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος. Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, ιδ'. 1-8, 24-27) Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς. ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται. ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει αὐτούς. οὗ μή εἰσι βόες, φάτναι καθαραί οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς ἰσχύς. μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος. ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής. πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως χείλη σοφά. σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. στέφανος σοφῶν πλοῦτος αὐτῶν, ἡ δὲ διατριβὴ ἀφρόνων κακή. ρύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος. ἐν φόβῳ Κυρίου ἐλπὶς [4]

ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα. πρόσταγμα Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου. Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ.7) Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. Εἰς τὸν Στίχον. Ἦχος α. Τῶν οὐρανίων ταγμάτων. Τοὺς μαργαρίτας τοὺς θείους καὶ ξυνωρίδα Χριστοῦ, Εὐλάμπιον γενναῖον, καὶ πιστὴν Εὐλαμπίαν, ἐν ὕμνοις μεγαλύνωμεν τὰς ᾠδάς, πρὸς αὐτοὺς ἐκβοήσαντες χαίρετε Μάρτυρες θεῖοι παρὰ Θεοῦ, τοὺς στεφάνους κομισάμενοι. Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ. Τῶν οὐρανίων τὰ κάλλη περιπολεύετε, τῷ ἐπὶ θρόνου δόξης, βασιλεύοντι πάντων, παρίστασθε [5]

βοῶντες ἀγγελικῶς, τὸ τρισάγιον ᾆσμα αὐτῷ Μεγαλομάρτυρες θεῖοι ὑπὲρ ἡμῶν, τῷ Θεῷ ἀεὶ πρεσβεύσατε. Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος. Τὰς τῶν τυράννων ἐπάρσεις καὶ τῶν δαιμόνων βουλάς, ἀνδρείως καὶ σωφρόνως, ἐδιώξατε πόῤῥω, Εὐλάμπιε παμμάκαρ σὺν τῇ σεμνῇ, Εὐλαμπίᾳ ὁμαίμονι, καὶ ὡς λιμένι εὐδίῳ Χριστῷ τῷ Θεῷ, προσωρμίσθητε πανεύφημοι. Δόξα. Ἦχος δ' Τῷ τῆς Τριάδος φωτί, ἡ αὐτάδελφος ξυνωρὶς λαμπρυνθεῖσα, τῶν τυράννων τὴν ὠμότητα κατέβαλεν ὅθεν καὶ τὴν φλόγα καταπατοῦντες, χορεύοντες ἔψαλλον Ἰδοὺ δὴ τὶ καλόν, ἢ τὶ τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; Καὶ πρὸς ἔνθεον δόξαν ἀποβλέποντες, οὐρανίου δόξης κατηξιώθησαν, Χριστῷ τῷ Θεῷ, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντες, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Θεοτοκίον Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν. [6]

Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον. Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Τῆς φύσεως θεσμῶ, συνημμένοι ἐνθέως, ὁμόψυχοι στεῤῥῶς, ὡς ὀμαίμονες θεῖοι, αὐτάδελφοι Μάρτυρες, ἐν ἀθλήσει ὠράθητε, ὦ Εὐλάμπιε, σὺν τῇ σεμνῇ Εὐλαμπίᾳ ὅθεν στέφανον, νικητικὸν δεδεγμένοι, ἡμᾶς διασῴζετε. Δόξα. Ἦχος δ. Ταχὺ προκατάλαβε. Εὐλάμπιον πάνσοφε καὶ Εὐλαμπίαν ἁγνήν, τὸ ζεῦγος τὸ ἔνθεον τῶν ἀδελφῶν ἐν σαρκί, ἀξίως ὑμνήσωμεν, ἤθλησαν γὰρ ἐνδόξως, ἐν πολλοῖς μαρτυρίοις, πλάνην τὴν τῶν εἰδώλων, εὐθαρσῶς καθελόντες, πρεσβεύουσι δὲ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Θεοτοκίον Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Ἀπόλυσις. [7]

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος α. Τὸν τάφον Σου Σωτήρ. Τῆς φύσεως δεσμῷ, συνημμένοι ἐνθέως, ὁμόψυχοι στεῤῥῶς, ὡς ὁμαίμονες θεῖοι, αὐτάδελφοι Μάρτυρες, ἐν ἀθλήσει ὡράθητε, ὦ Εὐλάμπιε, σὺν τῇ σεμνῇ Εὐλαμπίᾳ ὅθεν στέφανον, νικητικὸν δεδεγμένοι, ἡμᾶς διασώζετε. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὡς φρέαρ μυστικόν, καὶ πηγὴν σωτηρίας, ὑμνοῦμέν Σε ἀεί, Παναγία Παρθένε, τὴν κόσμῳ πηγάζουσαν, ὕδωρ ὄντως ζωήῤῥυτον, τὸ ἁλλόμενον, εἰς τὴν ζωὴν τὴν ἀγήρω, μόνον Κύριον, καὶ Βασιλέα τῶν πάντων, Χριστὸν τὸν φιλάνθρωπον. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος δ. Ταχὺ προκατάλαβε. Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, τὸ στέφος ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον ἔθραυσαν καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστέ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ταχὺ δέξαι Δέσποινα τὰς ἱκεσίας ἡμῶν καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ Κυρία πανάμωμε λῦσον τὰς περιστάσεις τῶν εἰς σέ προστρεχόντων σκέδασον τὰς ἐνέδρας καὶ τὰ θράση, Παρθένε, τῶν νῦν ἐφοπλιζομένων ἀθέων κατὰ τῆς ποίμνης σου. [8]

Εἶτα, οἱ Κανόνες τῆς Θεοτόκου, καὶ τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς: Τὴν λαμπρὰν ὑμνῶ Μαρτύρων ξυνωρίδα. Ἰωσήφ. ᾨδὴ α'. Ἦχος πλ. β'. Ὡς ἐν ἠπείρῳ Ταῖς φανοτάταις ἀκτῖσι τῆς τριλαμποῦς, ἀθλοφόροι Μάρτυρες, ἐλλαμπόμενοι αὐγῆς, φωτισμὸν αἰτήσασθε ἡμῖν, τὴν πανέορτον ὑμῶν μνήμην γεραίρουσιν. Ἡλιακὰς ἀπαστράπτει μαρμαρυγάς, ἡ σεπτὴ καὶ εὔσημος, τῶν Μαρτύρων Ἑορτή, καὶ τῆς γῆς τὰ πέρατα ἀεί, καταυγάζει μυστικῶς, σθένει τοῦ Πνευματος. Νέῳ ἐν σώματι Μάρτυς τὸν παλαιόν, τῆς κακίας ἄρχοντα, κατεπάλαισας στερρῶς, ὑπομείνας βάσανα καὶ πῦρ, καὶ δεινῶν ἐπιφοράς, μάκαρ Εὐλάμπιε. Θεοτοκίον Λελυτρωμένοι Παρθένε προγονικῆς, καταδίκης ἄχραντε, τῇ γεννήσει σου σαφῶς, ἐν φωναῖς ᾀσμάτων σε ἀεί, μακαρίζομεν πιστοί, ὡς Θεομήτορα. ᾨδὴ γ'. Οὐκ ἔστιν Ἅγιος ὡς σύ. Ἀγῶνας ἤνυσας στερρῶς, ὑπομείνας βασάνους, καὶ πικρὰς τιμωρίας, τῶν μελλόντων ἀγαθῶν, νευρούμενος προφανῶς, ταῖς ἐλπίσιν, ἔνδοξε Εὐλάμπιε. Μαρτύρων εὔκλειαν φαιδράν, περικείμενον Μάρτυς, καθορῶσά σε ὅλην, ταῖς βασάνοις ἑαυτήν, ἐκδέδωκεν ἡ σεμνή, Εὐλαμπία, ἀδελφὰ φρονοῦσά σοι. [9]

Ποθήσας Μάρτυς τὸν Χριστόν, τὰ ὁρώμενα πάντα, εἰς οὐδέν ἑλογίσω, τῶν τυραννούντων ὁρμάς, Εὐλάμπιε ἀθλητά, ὀλεθρίους, πίστει τροπωσάμενος. Θεοτοκίον Ῥυσθῆναι πάσης πονηρᾶς, ἐναντίων ἐφόδου, καὶ παθῶν ψυχοφθόρων, καὶ κινδύνων χαλεπῶν, τοὺς σὲ τιμῶντας ἀεί, Θεοτόκε, πάναγνε ἱκέτευε. Κάθισμα τῶν Ἁγίων. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον. Τῶν βασάνων τὰ νέφη τὰ χαλεπά, Ἀθληταὶ παριδόντες καρτερικῶς, ὡς ἥλιος χάριτι, τοῦ Σωτῆρος ἐλάμψατε, ἀδελφικῇ στοργῇ δέ, ἐνθέως συνδούμενοι, ἐφ' ὁμοίοις πόνοις, λαμπρῶς ἐδοξάσθητε ὅθεν μετὰ τέλος, ἀτελεύτητον χάριν, ἐξ ὕψους ἐδέξασθε, θεραπεύειν νοσήματα, Ἀθλοφόροι αὐτάδελφοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν. Δόξα... Καὶ νῦν... Θεοτοκίον Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην πανάμωμε, ἁμαρτιῶν τε φόρτῳ, ὀφθεῖσαν ὑπέραντλον, καὶ ἐν πυθμένι ᾍδου, ἐλθεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ σου πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, τὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω σοι Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, των πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν σὲ γὰρ ἔχω ἐλπίδα, ὁ δοῦλός σου Δέσποινα. [10]

ᾨδὴ δ'. Χριστός μου δύναμις. Ἀγρίων χάσματα, θηρῶν ἐφίμωσας, ἐπικλήσεσι θείαις Ἀγγελικῇ, δόξῃ καλλυνόμενος, καὶ μαρτυρίου ἱεραῖς, φωταυγίαις λαμπρυνόμενος. Ναὸν σε ἔμψυχον, ναὸν πανάγιον, ἡ τοῦ Πνεύματος χάρις Μάρτυς σοφέ, εὕρατο Εὐλάμπιε, ᾧ κραταιούμενος Ναούς, τῶν εἰδώλων κατηδάφισας. Ὑπῆρξας ἄσειστος, ἀκαταπτόητος, ἀπερίτρεπτος πάσαις ἐπιβολαῖς, χαλεπῶν κολάσεων, κραταιουμένη ἐν Χριστῷ, Εὐλαμπία παναοίδιμε. Μαρτύρων αἵμασι, καλλωπιζόμενοι, καὶ ὁμόνοιαν πίστει ἀδελφικῇ, σῴζοντες Μακάριοι, τῶν διωκτῶν τὰς ζοφεράς, ἐπινοίας διεκρούσασθε. Θεοτοκίον Νοήσας πόρρωθεν, ἐμφαντικώτατα, Ἀββακοὺμ σε ἐκάλει ὄρος Ἁγνή, ἀρεταῖς κατάσκιον, ἐξ οὗ ἐπέφανεν ἡμῖν, ὁ φωτίζων τὰς ψυχὰς ἡμῶν. ᾨδὴ ε'. Τῷ θείῳ φέγγει σου Ἀγαθέ. Ὡς ὄρθρος ἔλαμψας εὐπρεπής, ὡς ἡμερινὸς ὄντως ἀστήρ, ὡς φαεινότατος ἥλιος, ἄθλων καὶ σημείων μαρμαρυγαῖς τοὺς πιστούς, ἐνθέως καταυγάζων, Μάρτυς Εὐλάμπιε. Μεγίστοις πόνοις ἐγκαρτερῶν, καὶ τὰς ἀνενδότους τῶν δεινῶν, ἐπιφορὰς λογιζόμενος, Μάρτυς ὡς ἡδίστας τρυφὰς Εὔλάμπιε, τὰς θείας ἀντιδόσεις, χαίρων κεκλήρωσαι. [11]

Αἱμάτων ῥεῖθρα Μάρτυς σεμνή, χέουσα ἐκτήσω τῆς τρυφῆς, σὺ τὸν χειμάρρουν πανεύφημε, καὶ τὴν δι' αἰῶνος δόξαν ἀμάραντον, καὶ τὴν ἐν Παραδείσῳ, τερπνὴν ἀπόλαυσιν. Θεοτοκίον Ῥομφαῖαι πᾶσαι τοῦ δυσμενοῦς, ἄχραντε πανάμωμε Ἁγνή, ὄντως εἰς τέλος ἐξέλιπον σὺ γὰρ τὸν ἁπάντων Θεὸν ἐκύησας, τὸν Σταυρῷ καθελόντα, τούτου τὸ φρύαγμα. ᾨδὴ ς'. Τοῦ βίου τὴν θάλασσαν. Τεινόμενοι Μάρτυρες, καὶ στρεβλούμενοι δεινῶς, καὶ τοῖς θηρσὶ ῥιπτόμενοι, καὶ μεληδὸν κοπτόμενοι καὶ πυρί, ἐνύλῳ φλεγόμενοι, τὴν ἀμώμητον πίστιν οὐκ ἠρνήσασθε. Ὑψούμενα κύματα, τῶν κολάσεων σφοδρῶς, δικαστικαῖς προστάξεσι, τὸ σταθηρὸν τῆς γνώμης τῶν Ἀθλητῶν βυθίσαι οὐκ ἴσχυσε τῇ γὰρ θείᾳ παλάμῃ ἐκρατύνοντο. Ῥοαῖς ἀπεπνίξατε, Φαραὼ τὸν δυσμενῆ, τοῦ ἐκχυθέντος αἵματος, τὴν δὲ Χριστοῦ ἠρδεύσατε εὐσεβῶς,ἀήττητοι Μάρτυρες, Ἐκκλησίαν, τῇ πίστει ἀναθάλλουσαν. Θεοτοκίον Ὡς ὄμβρος κεκένωται, ἐν τῇ μήτρᾳ σου Θεός, δι' εὐσπλαγχνίαν ἄφατον, καὶ τὸν χειμάρρουν ἅπαντας τῆς τρυφῆς, ἐπότισε Δέσποινα, καὶ τὴν κτίσιν φθαρεῖσαν ἐκαινούργησε. [12]

Κοντάκιον τῶν Ἁγίων. Ἦχος γ'. Ἡ Παρθένος σήμερον. Τοὺς γενναίους Μάρτυρας, καὶ ἀδελφοὺς κατὰ σάρκα, τὸν σοφὸν Εὐλάμπιον, καὶ Εὐλαμπίαν τιμῶμεν οὗτοι γὰρ τῶν τυραννούντων μηχανουργίας, ᾔσχυναν τῇ δυναστείᾳ τοῦ σταυρωθέντος. ἀνεδείχθησαν διόπερ, Μαρτύρων δόξα, ὁμοῦ καὶ καύχημα. Ὁ Οἶκος Τὴν δυάδα πιστοὶ τῶν Ἀθλοφόρων σήμερον, ἐν ᾠδαῖς ἱεραῖς καὶ ὕμνοις εὐφημήσωμεν, ὅτι τῶν εἰδώλων καθεῖλον τὴν πλάνην, πολυθεΐας τὸ πῦρ κατασβέσαντες, καὶ δαίμονας ᾔσχυναν, τῶν δὲ τυράννων τὸν θυμὸν οὐκ ἔπτηξαν ξίφη τε καὶ πῦρ μὴ δειλιάσαντες, οὔτε θηρίων ὁρμὰς ἀγρίων, ἀγωνισάμενοι καλῶς, Εὐλάμπιος ὁ εὐκλεής, σὺν τῇ σεπτῇ Εὐλαμπίᾳ, ἀδελφοὶ σύναθλοι δειχθέντες, Μαρτύρων δόξα, ὁμοῦ καὶ καύχημα. Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν. Τ H Ι Τ Ο Υ Α Υ Τ Ο Υ Μ Η Ν Ο Σ, Μ Ν Η Μ Η Τ Ω Ν Ἁ Γ Ι Ω Ν Μ Α Ρ Τ Υ Ρ Ω Ν Ε Υ Λ Α Μ Π Ι Ο Υ Κ Α Ι Ε Y Λ Α Μ Π Ι Α Σ. Κ Α I Π Ρ Ο Φ Θ Α Σ Α Σ Α Τ H Ν Τ Ο Μ H Ν Ε Y Λ Α Μ Π Ι Α, Ε Y Λ Α Μ Π Ι Τ Μ Η Θ Ε Ν Τ Ι Κ Ο Ι Ν Ω Ν Ε I Σ Τ Ε Φ Ο Υ Σ. [13]

Τ Μ Η Θ Η Σ Α Ν Δ Ε Κ Α Τ H Ε Y Λ Α Μ Π Ι Ο Σ H Δ E A Δ Ε Λ Φ Η. Τ H Α Υ Τ H H Μ Ε Ρ A, Μ Ν Η Μ Η Τ Ω Ν Ἁ Γ Ι Ω Ν Δ Ι Α Κ Ο Σ Ι Ω Ν Μ Α Ρ Τ Υ Ρ Ω Ν, Τ Ω Ν Σ Υ Ν Α Ι Ρ Ε Θ Ε Ν Τ Ω Ν Τ Ω Ἁ Γ Ι Ω Ε Υ Λ Α Μ Π Ι Ω Ἀ Ν Δ Ρ Ω Ν Τ Ε Τ Ρ Α Π Λ Η Ν Ο Ι Δ Α Π Ε Ν Τ Η Κ Ο Ν Τ Α Δ Α, Ξ Ι Φ Ε Ι Τ Ε Λ Ε Ι Ω Θ Ε Ι Σ Α Ν, Ω Θ Ε Ι Ο Υ Τ Ε Λ Ο Υ Σ. Τ Η Α Υ Τ Η Η Μ Ε Ρ Α, Μ Ν Η Μ Η Τ Ο Υ Ὁ Σ Ι Ο Υ Θ Ε Ο Φ Ι Λ Ο Υ Τ Ο Υ Ὁ Μ Ο Λ Ο Γ Η Τ Ο Υ. Τ Η Ν Κ Λ Η Σ Ι Ν Ε Ρ Γ Ο Ι Σ Θ Ε Ο Φ Ι Λ Ο Σ Δ Ε Ι Κ Ν Υ Ω Ν, Θ Ε Α Ν Δ Ρ Ι Κ Η Σ Η Θ Λ Η Σ Ε Ν Ε Ι Κ Ο Ν Ο Σ Χ Α Ρ Ι Ν. Τ Η Α Υ Τ Η Η Μ Ε Ρ Α Μ Ν Η Μ Η Τ Ο Υ Ὁ Σ Ι Ο Υ Π Α Τ Ρ Ο Σ Η Μ Ω Ν Β Α Σ Ι Α Ν Ο Υ. Ὁ Β Α Σ Ι Α Ν Ο Σ Τ Ο Ν Κ Α Τ Ω Λ Ι Π Ω Ν Β Ι Ο Ν, Χ Α Ι Ρ Ω Ν Π Ρ Ο Σ Α Υ Τ Η Ν Τ Η Ν Α Ν Ω Χ Ω Ρ Ε Ι Β Α Σ Ι Ν. Τ Η Α Υ Τ Η Η Μ Ε Ρ Α, Τ Η Ν Α Ν Α Μ Ν Η Σ Ι Ν Ε Ο Ρ Τ Α Ζ Ο Μ Ε Ν Τ Η Σ Ε Ν Ε Τ Ε Ι 1 8 3 0 Ε Υ Ρ Ε Σ Ε Ω Σ Τ Η Σ Τ Ι Μ Ι Α Σ Ζ Ω Ν Η Σ Τ Η Σ Ὑ Π Ε Ρ Α Γ Ι Α Σ Η Μ Ω Ν Θ Ε Ο Τ Ο Κ Ο Υ Ε Ν Τ Η Ν Η Σ Ω Τ Η Σ Ἁ Γ Ι Α Σ Ε Ι Ρ Η Ν Η Σ, Η Τ Ο Ι Τ Η Σ Σ Α Ν Τ Ο Ρ Ι Ν Η, Κ Α Ι Τ Η Σ Ε Ν Δ Ο Ξ Ο Υ [14]

Ε Π Α Ν Ο Δ Ο Υ, Ε Ν Τ Η Θ Ε Ι Α Κ Α Ι Σ Ε Β Α Σ Μ Ι Α Μ Ο Ν Η Τ Ο Υ Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ. Ἵ Ν Α Τ Ρ Υ Γ Ω Μ Ε Ν Α Φ Θ Ο Ν Ο Ν Π Ι Σ Τ Ο ὶ Χ Α Ρ Ι Ν, Ζ Ω Ν Η Ε Υ Ρ Ε Θ Η Ε Ν Ν Η Σ Ω Κ Ε Κ Ρ Υ Μ Μ Ε Ν Η. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Ἀμβροσίου τῆς Ὄπτινα τοῦ θαυματουργοῦ. Βρῶσιν βεβρωκὼς Ἀμβρόσιε τὴν ἄνω, Βρύεις τοῖς πιστοῖς ἄνωθεν τὴν σὴν χάριν. Οὗτος ὁ μακάριος Ἀμβρόσιος ἦν ἐκ τοῦ χωρίου Μεγάλο Λίποβιτς τῆς περιφερείας Ταμπὼφ τῆς Ῥωσίας, εἰς ὧν τῶν ὀκτὼ τέκνων τοῦ Μιχαὴλ Γρένκωφ. Διδασκαλικὴ δὲ ἀξία τετιμημένος πάντα καταλείψας κατέλαβε τὴν ἔρημον τῆς Ὄπτινα, ἔνθα ἔμεινεν ἀσκούμενος ἐν τῇ Σκήτῃ αὐτῆς, μαθητεύσας παρὰ τῷ Ὁσίῳ Μακαρίῳ. Νόσοις δὲ πολλοῖς συσχεθείς, καὶ πικρῶς ὑπ αὐτῶν βασανιζόμενος καὶ δαπανώμενος οὐκ ἐπαύσατο τοὺς ἀσκητικοὺς ἀγῶνας. Ἠξιώθη δὲ προορατικοῦ καὶ ἰαματικοῦ χαρίσματος διὸ καὶ πλήθη λαοῦ προσέτρεχον αὐτῷ, λύσιν ἀπόρων καὶ ἴασιν νόσων καὶ εὐλογίαν δαψιλῆ ἐξαιτούμενοι καὶ λαμβάνοντες. Ἵδρυσε δὲ καὶ Μονὴν γυναικῶν ἐν Σαμορντίνῳ, ἀνεπαύθη δὲ ἐν Κυρίῳ κτῆμα πολύτιμον καταλιπὼν τοῖς πιστοῖς τὰ χαριτόβρυτα λείψανα αὐτοῦ, ἰάσεις πολλὰς ἐπιτελοῦντα. [15]

Τ Η Α Υ Τ Η Η Μ Ε Ρ Α Μ Ν Η Μ Η Τ Ο Υ Ὁ Σ Ι Ο Υ Ἀ Ν Δ Ρ Ε Ο Υ Τ Η Σ Τ Ο Τ Μ Α Τ Ο Υ Ῥ Ω Σ Σ Ο Υ Τ Ο Υ Δ Ι Α Χ Ρ Ι Σ Τ Ο Ν Σ Α Λ Λ Ο Υ. Τ Α Ι Σ Α Υ Τ Ω Ν Α Γ Ι Α Ι Σ Π Ρ Ε Σ Β Ε Ι Α Ι Σ Χ Ρ Ι Σ Τ Ε Ο Θ Ε Ο Σ, Ε Λ Ε Η Σ Ο Ν Κ Α Ι ὶ Σ Ω Σ Ο Ν Η Μ Α Σ. ᾨδὴ ζ'. Δροσοβόλον μὲν τὴν κάμινον. Νεανίας τρεῖς ἐν χάριτι μιμούμενοι, τὸ πῦρ κατεπατήσατε, δροσιζόμενοι τῷ ἀϋλῳ Πνεύματος πυρί, καὶ ψάλλοντες Μάρτυρες Χριστῷ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ξεομένης τῆς σαρκὸς ἡ πρὸς τὸν Κτίσαντα, ἀγάπη ἐκρατύνετο οἱ γὰρ Ἅγιοι ὁλοτρόπῳ νεύσει πρὸς Θεόν, θεούμενοι ἔμελπον πιστῶς Εὔλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ὑπερείδων σου καρδίας τὰ κινήματα, ταῖς θείαις ἀναβάσεσιν, ἐν ἀσαλεύτῳ, Ἀθλοφόρε πέτρα τῆς ζωῆς, ἀκλόνητος ἵστασο βοῶν Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Θεοτοκίον Νεανίας τρεῖς ἡ κάμινος οὐκ ἔφλεξε, γέννησιν προτυποῦσα τὴν σήν τὸ γὰρ θεῖον πῦρ, σὲ μὴ φλέξαν ᾤκησεν ἐν σοί, καὶ πάντας ἐφώτισε βοᾶν Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. ᾨδὴ η'. Ἐκ φλογὸς τοῖς Ὁσίοις. [16]

Ὡραιότατος ὤφθης ψυχῇ καὶ σώματι, τῶν βασάνων νιφάσι καταχωννύμενος, Μάρτυς ἀθλητά, οὐδαμῶς δὲ ἡττώμενος, μέλπεις τῷ Δεσπότῃ, Χριστῷ εἰς τοὺς αἰῶνας. Ῥητορεύοντες ἅμα λόγον τὸν ἔνθεον, ἐξεφαύλισαν πόθῳ δόγμα τὸ ἄθεον, οἱ ἀδελφικῇ, ἀγχιστείᾳ συνδούμενοι, Μάρτυρες τοῦ πάντων Θεοῦ καὶ Βασιλέως. Ἱερεῖα καὶ θεῖα ὁλοκαυτώματα, ἐθελόθυτοι ἄρνες ἄμωμα σφάγια, κάρπωμα δεκτόν, τῷ Θεῷ προσηνέχθητε, ἐν ἐπουρανίῳ, τραπέζῃ Ἀθλοφόροι. Διαυγῆ σε ἀστέρα φωτοειδέστατον, ἰαμάτων ἀκτῖσι καταλαμπρύνοντα, πάντων τὰς ψυχάς, ἀθλοφόρε Εὐλάμπιε, πίστει ἐγνωκότες, ὑμνοῦμεν εἰς αἰῶνας. Θεοτοκίον Ἀπειρόγαμε Κορη χαῖρε πανάμωμε, ὁ λιμὴν τῶν ἐν ζάλῃ χαῖρε Θεόνυμφε, τῶν ἁμαρτωλῶν, χαῖρε τὸ ἱλαστήριον, χαῖρε ἡ τεκοῦσα, Θεὸν σεσαρκωμένον. ᾨδὴ θ'. Θεὸν ἀνθρώποις ἰδεῖν. Ἰδεῖν τὴν δόξαν τοῦ Παντοκράτορος, ἐπιποθῶν καὶ κάλλος δὲ αὐτοῦ τὸ ἀμήχανον, ἀδοξίαν τοῦ βίου παρέδραμες, ἄτιμον ὑπομείνας, θάνατον ἔνδοξε, δόξαν προξενοῦντά σοι ἀεί, Μάρτυς Εὐλάμπιε. Ὡς φῶς ὡς λύχνος ἀειλαμπέστατος, τοῖς ἐν νυκτὶ τοῦ βίου καθωράθης Εὐλάμπιε, ἀγνωσίας τὸ σκότος [17]

ἐδίωξας, ἔλυσας παθημάτων τὴν ἀμαυρότητα, φέγγει ἰαμάτων, Ἀθλητὰ Θεομακάριστε. Στολαῖς βαφείσαις ὑμῶν ἐξ αἵματος, μαρτυρικοῦ ὡραίους ἑαυτοὺς περιστείλαντες, στεφηφόροι Κυρίῳ παρίστασθε, μέλποντες σὺν Ἀγγέλοις, Ἅγιος, Ἅγιος, Ἅγιος Τριάς, ἡ παντουργὸς καὶ παντοδύναμος. Ἡμῶν τῶν πίστει τὴν ἀεισέβαστον, καὶ ἱερὰν καὶ πλήρη φωτισμοῦ καὶ λαμπρότητος, ἀθλοφόροι Μάρτυρες, τελούντων ὑμῶν, Μνήμην καὶ προσκυνούντων, πίστει τὰ λείψανα, μέμνησθε παντοίων πειρασμῶν, πάντας λυτρούμενοι. Θεοτοκίον Φωτὸς δοχεῖον τοῦ ἀναλάμψαντος, θεοπρεπῶς ἐκ σοῦ τῆς καθαρᾶς Παναμώμητε, τῆς ψυχῆς μου τὰ ὄμματα φώτισον, σκότος τῆς ἀγνωσίας ἀποδιώκουσα, καὶ τῆς ἁμαρτίας τὴν ἀχλύν, ἐξαφανίζουσα. Ἐξαποστειλάριον τῶν Ἁγίων. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε. Ἀξίως ἐποφείλομεν, ὑμνεῖν τοὺς οὐρανόφρονας, Εὐλάμπιον Εὐλαμπίαν, τοὺς ἱεροὺς ἀθλοφόρους, ὡς αὐταδέλφους Μάρτυρας, καὶ τὴν αὐτῶν ὑπέρλαμπρον, μνήμην τελεῖν ἐν ᾄσμασιν ὑπὲρ τοῦ κόσμου γὰρ οὗτοι, ἐξιλεοῦνται τὸ θεῖον. Θεοτοκίον Ῥανίσι τοῦ ἐλέους σου, κατάρδευσον Πανάμωμε, τὴν ἐκτακεῖσαν ψυχήν μου, τῆς ἁμαρτίας τῇ καύσει, καὶ σκοτισθέντα πάθεσι, τὸν νοῦν μου φωταγώγησον, [18]

τοῦτον σαφῶς ἰθύνουσα, πρὸς ἄϋλον θεωρίαν, τοῦ σοῦ Υἱοῦ Θεοτόκε. Αἶνοι. Ἦχος α. Πανεύφημοι Μάρτυρες. Ἀήττητοι Μάρτυρες ζωήν, ἀληθῆ ποθήσαντες, καὶ εἰς ἀεὶ διαμένουσαν, θάνατον ἄδικον, παρανόμῳ ψήφῳ, χαίροντες ὑπέστητε, καὶ νῦν μετὰ Μαρτύρων εὐφραίνεσθε ὅθεν κραυγάζομεν Εὐλαμπία καὶ Εὐλάμπιε, τοὺς ἱκετὰς ὑμῶν βλάβης ῥύσασθαι. (Δίς) Καλλίνικοι Μάρτυρες φρουραῖς, ἅμα συγκλειόμενοι, ὡς ἐντολῶν θείων φύλακες, καὶ ἐκτηκόμενοι, δίψει οὐρανόθεν, δρόσον ἐκομίσασθε, ὑμᾶς πνευματικῶς ἀναψύχουσαν διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος. Μαρτύρων δυὰς πανευκλεής, ξυνωρὶς περίδοξε, ἡ φρυκτωροῦσα τὰ πέρατα, ἀνδρείας πράξεσιν, ἐν Νικομηδείᾳ πόλει ἀριστεύσασα, καὶ πᾶσαν Ἐκκλησίαν φαιδρύνασα, τοῖς σοῖς παλαίσμασι, σοὺς ἱκέτας ἀπολύτρωσαι, ἐκ μανίας τοῦ πλάνου ἀλάστορος. Δόξα. Ἦχος πλ. δ. ᾈσματικὴν χορείαν κροτήσωμεν σήμερον, ὦ φιλομάρτυρες, ἐπὶ τῇ μνήμῃ τῶν πανευσεβῶν Ἀθλητῶν, Εὐλαμπίου καὶ Εὐλαμπίας οὗτοι γάρ, τῆς Τριάδος γεγόνασιν ὑππέρμαχοι, καὶ ἐν σταδίῳ ἀνδρείως τὸν ἀόρατον ἐχθρόν, ἐν τῷ σεπτῷ αὐτῶν αἵματι ἀπέπνιξαν, καὶ τὸν τῆς νίκης στέφανον ἐνδόξως ἐκομίσαντο διὸ πρὸς αὐτοὺς ἀναβοήσωμεν ζεῦγος [19]

ἅγιον Κυρίῳ, τῶν αὐταδέλφων δυὰς ἡ πεφωτισμένη, τὸν Σωτῆρα πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Θεοτοκίον Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς. Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις. [20]