ΔΕΥΤΕΡΑ 21 ΜΑΪΟΥ 2018 Μετὰ τὴν Ἀνάληψιν τοῦ Κυρίου Θεοστέπτων Βασιλέων Κωνσταντίνου καὶ Ἑλένης * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Ἰστέον ὅτι τὸ «Βασιλεῦ Οὐράνιε» οὐ λέγεται εἰσέτι. Μετὰ τὸ «Εὐλογητός», αὖθις τὸ «Ἅγιος ὁ Θεός» «Παναγία Τριάς» κλπ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος πλ. δ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Ἀπολυτίκιον Κωνσταντίνου καὶ Ἑλένης. Ἦχος πλ. δ. Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο ἣν περίσῳζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε. τῆς Ἑορτῆς. Ἦχος δ. Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σύ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν Ἦχος γ. Θείας πίστεως. Νέος γέγονας, Δαυῒδ τοῖς τρόποις, γέρας ἄνωθεν, εἰσδεδεγμένος, τῆς βασιλείας τῇ κορυφῇ σου τὸ ἔλαιον σὲ γὰρ τῷ Πνεύματι ἔχρισεν ἔνδοξε, ὁ ὑπερούσιος Λόγος καὶ Κύριος ὅθεν ἔλαβες, καὶ σκῆπτρον σοφὲ βασίλειον, αἰτούμενος ἡμῖν τὸ μέγα ἔλεος. τῆς Ἑορτῆς Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Ἀγγέλων θαυμαζόντων, τῆς ἀνόδου τὸ ξένον, καὶ Μαθητῶν ἐκπληττομένων, τὸ φρικτὸν τῆς ἐ πάρσεως, ἀνῆλθες μετὰ δόξης ὡς Θεός, καὶ πύλαι σοι ἐπῄρθησαν Σωτήρ, διὰ τοῦτο αἱ δυνάμεις 1
τῶν οὐρανῶν ἐθαύμαζον βοῶσαι Δόξα τῇ καταβάσει σου Σωτήρ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ Ἀναλήψει σου, μόνε Φιλάνθρωπε. Μετὰ τὴν β Στιχολογίαν Ἦχος πλ. β. Σήμερον τὸ προφητικόν. Ἑλκόμενος ἐπὶ σταυροῦ, ὁ Ποιητὴς τοῦ ἡλίου καὶ κτίσεως, σὲ ὡς ἀστέρα φαεινόν, ἐξ οὐρανοῦ δι ἀστέρων ἐφειλκύσατο, ᾧ καὶ κράτος πρῶτος τὸ βασίλειον ἐπέθηκε, διό σε ἀνευφημοῦμεν, Κωνσταντῖνε Βασιλεῦ εὐσεβέστατε, σὺν Ἑλένῃ μητρὶ τῇ θεόφρονι. τῆς Ἑορτῆς Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Τοῦ Ἄιδου σκυλευθέντος ὑπὸ σοῦ Ζωοδότα, καὶ κόσμου φωτισθέντος, ἐν τῇ σῇ, Ἀναστάσει, ἀ νῆλθες μετὰ δόξης ὁ Σωτήρ, ὁ πάντα περιέχων τῇ χειρί, διὰ τοῦτο σὺν Ἀγγέλοις σε καὶ ἡμεῖς, δοξάζομεν, βοῶντες Δόξα τῇ Ἀναλήψει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ εὐσπλαγχνίᾳ σου, μόνε Φιλάνθρωπε. Μετὰ τὸν Πολυέλεον Ἦχος δ. Ταχὺ προκατάλαβε. Ἡ εὔσημος μνήμη σου, ἐπιφανεῖσα ἡμῖν, αὐγάζει τὰ πέρατα, θεογνωσίας φωτί, Κωνσταντῖνε θε όπνευστε, σὺ γὰρ ἐν Βασιλεῦσιν εὐσεβὴς ἀνεδείχθης, νόμους ἐπουρανίου, Βασιλέως τηρήσας, δι ὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, ῥῦσαι ἡμᾶς πειρασμῶν. τῆς Ἑορτῆς Οἱ κλεινοὶ διάκοσμοι τῶν θείων νόων, τὸν τῆς δόξης Κύριον ἀναληφθέντα ἐμφανῶς, μετὰ σαρκὸς θεασάμενοι ʹπύλαςʹ ἐβόων ἀλλήλοις ʹἐπάρατεʹ. ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ οἱ Ἀναβαθμοί τὸ α Ἀντίφωνον τοῦ δ ἤχου. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη ἀλλ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς) Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμένοι. (δίς) Δόξα. Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Προκείμενον. Ἦχος δ. Ψαλμὸς ιη. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ρήματα αὐτοῦ. Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν.. ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΤΟΥ ΟΡΘΡΟΥ ὁ διάκονος ΤΤοοῦῦ Κυυρρί ίίοουυ δδεεηηθθῶμμεενν... Κύριε, ἐλέησον. ὁ ἱερεύς Ὅττι ιι ἅἅγγι ιιοοςς εεἶ ἶἶ,,, ὁὁ Θεεὸὸςς ἡἡμμῶνν,,,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. 2
ὁ διάκονος Κααὶ ὶὶ ὑὑππὲὲρρ ττοοῦῦ κκααττααξξι ιιωθθῆῆννααι ἡἡμμᾶᾶςς ττῆῆςς ἀἀκκρροοάάσσεεωςς ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ Κύύρρι ιιοονν ττὸὸνν Θεεὸὸνν ἡἡ μμῶνν ἱἱκκεεττεεύύσσωμμεενν. ἱ.. Κύριε, ἐλέησον. (γ ) ὁ διάκονος Σοοφί ίίαα ὀὀρρθθοοί ίί ἀἀκκοούύσσω μμεενν ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ... ὁ ἱερεύς ΕΕἰ ἰἰρρήήννηη ππᾶᾶσσι ιι... Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς ἘἘκκ ττοοῦῦ κκααττὰὰ ἸἸωωάάννννηηνν ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ ττὸὸ ἀἀννάάγγννωωσσμμαα... ὁ διάκονος Πρρόόσσχχωμμεενν... Δόξα σοι, Κύριε, δόξα σοι. ὁ ἱερεὺς ἀπὸ τῶν βημοθύρων ἀναγινώσκει τὸ Εὐαγγέλιον τοῦ Ὄρθρου ΕΥΑΓΓΕΛΙΟΝ Ἐκ τοῦ κατὰ Ἰωάννην (ι 9 16) Εἶπεν ὁ Κύριος Ἐγώ εἰμι ἡ θύρα δι ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὔκ εἰσι τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει, καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. Δόξα σοι, Κύριε, δόξα σοι. ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης τὸν Ν Ψαλμόν (χύμα) Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. 3
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Δόξα. Ταῖς τῶν Θεοστέπτων πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. καὶ τὸ παρὸν Ἰδιόμελον Βύζαντος Ἦχος πλ. β. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Τοῦ εὐσεβοῦς Κωνσταντίνου ἡ μνήμη, ὡς μύρον ἐκκενούμενον σήμερον ἀνέτειλε, Χριστὸν γὰρ ποθήσας, εἰδώλων κατεφρόνησε, ναὸν ἐγείρας ἐπὶ γῆς, τῷ σταυρωθέντι δι ἡμᾶς, ἐν οὐρανοῖς δὲ ἀπέλαβε, τὸν τῆς ἐλπίδος στέφανον. Σῶσσοονν,,, ὁὁ Θεεόόςς,,, ττὸὸνν λλααόόνν Σοουυ....... Κύριε, ἐλέησον. (ιβ ) ἘἘλλέέεει ιι κκααὶ ὶὶ οοἰ ἰἰκκττι ιιρρμμοοῖ ῖῖςς....... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ ᾨδὴ α. ὁ β Κανὼν τῆς Ἀναλήψεως Ἦχος δ. Ἀνοίξω τὸ στόμα μου. Ἀνέστης τριήμερος, ὁ κατὰ φύσιν ἀθάνατος, καὶ ὤφθης τοῖς ἕνδεκα, καὶ πᾶσι τοῖς Μαθηταῖς, καὶ ἀνέδραμες, Χριστὲ πρὸς τὸν Πατέρα, νεφέλῃ ὀχούμενος, ὁ τοῦ παντὸς ποιητής. Στίχ. Δόξα Σοι, ὁ Θεὸς ἡμῶν, δόξα Σοι. Βοᾷ ἐμφανέστατα, ψάλλων Δαυῒδ ὁ θεόπνευστος Ἀνέβη ὁ Κύριος, πρὸς τὰ οὐράνια, ἐν ἀλαλαγμῷ, καὶ σάλπιγγος ἠχήσει, καὶ πρὸς τὸν ἀρχίφωτον Πατέρα ἔφθασε. Στίχ. Δόξα Σοι, ὁ Θεὸς ἡμῶν, δόξα Σοι. Γηράσαντα Κύριε, κόσμον πολλοῖς ἁμαρτήμασι, καινίσας τῷ Πάθει σου, καὶ τῇ Ἐγέρσει σου, ἀ νελήλυθας, ὀχούμενος νεφέλῃ, πρὸς τὰ ἐπουράνια δόξα τῇ δόξῃ σου. Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Δεσπότην ἐκύησας, πάντων πανάμωμε Δέσποινα, τὸν Πάθος ἑκούσιον καταδεξάμενον, καὶ ἀ νελθόντα, πρὸς τὸν αὐτοῦ Πατέρα, ὅν περ οὐ κατέλιπε, κἂν σάρκα εἴληφε. Κανὼν Ἦχος πλ. δ. Ὑγρὰν διοδεύσας. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Μόνε ἐπουράνιε Βασιλεῦ, τῆς βασιλευούσης, ἁμαρτίας νῦν ἐπ ἐμοί, τῶν σῶν θεραπόντων ἱκεσίαις, τὴν ταπεινήν μου ψυχὴν ἐλευθέρωσον. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Τῆς ἄνω γενόμενος ἐραστής, μάκαρ Κωνσταντῖνε βασιλείας τῷ Βασιλεῖ, πάντων καὶ Δεσπότῃ διανοίᾳ, καθαρωτάτῃ πιστεύσας ἐλάτρευσας. Δόξα. Φωτὶ ἐλλαμφθεῖσα θεαρχικῷ, σκότος ἀγνωσίας, καταλέλοιπας ἀληθῶς, θεόφρον Ἑλένη καὶ γνησίως, τῷ Βασιλεῖ τῶν αἰώνων ἐδούλευσας. Καὶ νῦν. 4
Θεοτοκίον Ἡ πύλη τῆς θείας ἀνατολῆς, ἄνοιξόν μοι πύλας, μετανοίας καὶ ἐκ πυλῶν, τῆς θανατηφόρου ἁ μαρτίας, τῇ μεσιτείᾳ σου ῥῦσαί με Δέσποινα. ᾨδὴ γ. ὁ β Κανὼν τῆς Ἀναλήψεως Ἦχος δ. Τοὺς σοὺς ὑμνολόγους. Ἐπάρατε πύλας οὐρανίους, ἰδοὺ παραγέγονε Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος, σῶμα φορέσας γήϊνον, ταῖς ἀνωτέραις ἔλεγον, δυνάμεσιν αἱ κατώτεραι. Στίχ. Δόξα Σοι, ὁ Θεὸς ἡμῶν, δόξα Σοι. Ζητήσας Χριστὲ τὸν πλανηθέντα, ἀπάτῃ τοῦ ὄφεως Ἀδάμ, ὡς τοῦτον ἐνδυσάμενος, ἀνῆλθες καὶ ἐκάθισας, ἐκ δεξιῶν ὡς σύνθρονος Πατρός, ὑμνούντων Ἀγγέλων σε. Στίχ. Δόξα Σοι, ὁ Θεὸς ἡμῶν, δόξα Σοι. Ἡ γῆ ἑορτάζει καὶ χορεύει, ἀγάλλεται καὶ ὁ οὐρανός, τῇ Ἀναλήψει σήμερον, τοῦ Ποιητοῦ τῆς κτίσεως, τοῦ προφανῶς ἑνώσαντος, τὰ διεστῶτα βουλήματι. Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θανάτου τεκοῦσα καθαιρέτην τὸν μόνον ἀθάνατον Θεόν, Παρθενομῆτορ πάναγνε, τοῦτον ἀεὶ ἱ κέτευε, τὰ θανατοῦντα πάθη με, ἀπονεκρῶσαι καὶ σῶσαί με. Ἦχος πλ. δ. Οὐρανίας ἁψῖδος. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ἀμοιβῶν οὐρανίων, ἐπιτυχεῖν ἔσπευσας ὅθεν τῷ καλοῦντι θεόφρον, ἐπηκολούθησας, καὶ σκότος ἔλιπες, πατροπαράδοτον πλάνην, καὶ φωστὴρ ἐν Πνεύματι θείῳ γεγένησαι. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Τῷ Χριστῷ κολληθεῖσα, καὶ ἐπ αὐτῷ πάνσεμνε, ἅπασαν θεμένη ἐλπίδα, τοὺς ἱεροὺς αὐτοῦ, τόπους κατέλαβες, ἐν οἷς τὰ ἄχραντα πάθη, σαρκωθεὶς ὑπέμεινεν ὁ ὑπεράγαθος. Δόξα. Τὸ σωτήριον ὅπλον, τὸ ἀῤῥαγὲς τρόπαιον, τῶν Χριστιανῶν τὴν ἐλπίδα, Σταυρὸν τὸν τίμιον, φθόνῳ κρυπτόμενον, σὺ ἐφανέρωσας θείῳ, φλεγομένη ἔρωτι θεομακάριστε. Καὶ νῦν. Θεοτοκίον Ἱερᾶς πολιτείας, ἀποπεσὼν Ἄχραντε, παρασυνεβλήθην τοῖς κτήνεσι, καὶ κατάκριτος, ὅλος γεγένημαι ἡ τὸν Κριτὴν τετοκυῖα, πάσης κατακρίσεως ῥῦσαι καὶ σῶσόν με. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὺὺ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κοντάκιον τῆς Ἑορτῆς Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ τὰ ἐπὶ γῆς ἑνώσας τοῖς οὐρανίοις, ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος, καὶ βοῶν τοῖς ἀγαπῶσί σε Ἐγώ εἰμι μεθ ὑμῶν, καὶ οὐδεὶς καθ ὑμῶν. Καθίσματα Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Τὰς αἰσθήσεις ἐκτείνας πρὸς οὐρανόν, καὶ τῶν ἄστρων μανθάνων τὴν καλλονήν, ἐκ τούτων μεμύησαι, τῶν ἁπάντων τὸν Κύριον τοῦ Σταυροῦ δὲ τὸ ὅπλον, ἐν μέσῳ ἀνέλαμψε, διαγράφον ἐν 5
τούτῳ, νικᾶν καὶ κρατύνεσαι ὅθεν τῆς ψυχῆς σου, ἐπανοίξας τὸ ὄμμα, τὸ γράμμα ἀνέγνωκας, καὶ τὸν τρόπον μεμάθηκας, Κωνσταντῖνε πανσέβαστε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων, ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. τῆς Ἑορτῆς Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Ἐπιβὰς ἐν νεφέλαις τῶν οὐρανῶν, καταλείψας εἰρήνην τοῖς ἐπὶ γῆς, ἀνῆλθες καὶ ἐκάθισας, τοῦ Πατρὸς δεξιόθεν, ὡς ὁμοούσιος τούτῳ ὑπάρχων καὶ Πνεύματι ἐν σαρκὶ γὰρ ὤφθης, ἀλλ ἄτρεπτος ἔμεινας ὅθεν ἀναμένεις, συντελείας τὸ πέρας, τοῦ κρῖναι ἐρχόμενος, ἐπὶ γῆς κόσμον ἅ παντα, Δικαιοκρίτα Κύριε, φεῖσαι τῶν ψυχῶν ἡμῶν, τῶν πταισμάτων ἄφεσιν δωρούμενος, ὡς Θεὸς ἐλεήμων τοῖς δούλοις σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺὺ γγὰὰρρ εεἶ ἶἶ ὁὁ ΒΒαασσι ιιλλεεύύςς....... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον. Ἦχος γ. Ἡ Παρθένος σήμερον. Κωνσταντῖνος σήμερον, σὺν τῇ μητρὶ τῇ Ἑλένῃ, τὸν Σταυρὸν ἐκφαίνουσι, τὸ πανσεβάσμιον ξύλον, πάντων μὲν τῶν Ἰουδαίων αἰσχύνη ὄντα, ὅπλον δὲ πιστῶν ἀνάκτων κατ ἐναντίων δι ἡμᾶς γὰρ ἀνεδείχθη, σημεῖον μέγα, καὶ ἐν πολέμοις φρικτόν. ὁ Οἶκος Κωνσταντῖνον πιστοί, σὺν τῇ μητρὶ τιμήσωμεν τοῦ Προφήτου γὰρ αὐτοὶ λόγους ἀκροασάμενοι, ἐν κέδρῳ καὶ πεύκῃ καὶ κυπαρίσσῳ, τὸν τρισύνθετον Σταυρὸν κατενόησαν, δι οὗ τὸ σωτήριον πάθος ἐξηκολούθησε καὶ πάντας παρέστησαν τοὺς Ἰουδαίους παρασκευάζεσθαι, δεῖξαι τοῖς λαοῖς μέγα δικαίωμα, τὸ κεκρυμμένον διὰ τὸν φθόνον, καὶ βασκανίαν τὴν αὐτῶν καὶ τοῦτο εὑρόντες ἀνέδειξαν αὐτοί. Διὰ τοῦτο τοῖς πᾶσι νικηφόροι ἀνεδείχθησαν, ὅπλον φέροντες ἀπροσμάχητον, σημεῖον μέγα, καὶ ἐν πολέμοις φρικτόν. Συναξάριον Τῇ ΚΑ τοῦ αὐτοῦ μηνός, Μνήμη ἐνδόξων, Θεοστέπτων καὶ Ἰσαποστόλων, μεγάλων Βασιλέων, Κωνσταντίνου καὶ Ἑλένης. Στίχοι Ὡς κοινὸν εἶχον γῆς Βασιλεῖς τὸ στέφος, Ἔχουσι κοινὸν καὶ τὸ τοῦ πόλου στέφος. Ξύνθανε μητέρι εἰκάδι πρώτῃ Κωνσταντῖνος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Νεομάρτυς Παχώμιος, ὁ ἐν τῷ Οὐσάκι τῆς Φιλαδελφίας μαρτυρήσας, ξίφει τελειοῦται. Στίχοι Ποῦ πάχος ἐν σοί, ὦ Παχώμι εὑρέθη, Πόνοις ξίφει τε λεπτύναντι τὸ βρίθον; Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος Χριστοφόρου, Πατριάρχου Ἀντιοχείας. Στίχοι Φέρων καὶ μόνον Χριστὸν ὁ Χριστοφόρος, Ὑπὲρ Αὐτοῦ ἤθλησε τομῇ τῆς κάρας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ευσεβεστάτων Ἡγεμόνων τοῦ Μοῦρομ, Ὁσίων Κωνσταντίνου καὶ τῶν υἱῶν αὐτοῦ Μιχαὴλ καὶ Θεοδώρου. Στίχοι Ἐν ἁγιασμῷ ζήσαντες Ἡγεμόνες, 6
Πατὴρ καὶ υἱοί, ἵστανται πρὸ Τριάδος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀγαπητοῦ τοῦ ἐν Μαρκουτσέβῳ. Στίχοι Ὁ Ἀγαπητὸς Θεῷ τε καὶ ἀνθρώποις, Ὢν ἀγαπητός, παρὰ Θεῷ ἐλήφθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Εὐσεβεστάτης Πριγκιπίσσης Ἑλένης, αὐταδέλφης τοῦ ἁγίου Στεφάνου, κτίτορος τῆς Μονῆς Ντέτσανι, ἧς τὰ τίμια λείψανα πλουτεῖ ἡ ἱερὰ Μονὴ αὕτη. Στίχοι Τῇ βασιλίδι Ἑλένῃ ἡ Ἑλένη, Στᾶσα καθορᾷ τὸν Βασιλέα δόξης. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ τῆς Πεντηκοστῆς Ψάλλονται μόναι αἱ ἰαμβικαὶ ἀπὸ τῆς Ἀναλήψεως μέχρι τῆς ἀποδόσεως αὐτῆς ᾨδὴ α. Ἦχος δ. Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ, Ἐρρητόρευσε τὸν θεόγραφον νόμον Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου, Ὁρᾷ τὸν ὄντα καὶ μυεῖται Πνεύματος Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν. ᾨδὴ γ. Ἔρρηξε γαστρὸς ἠτεκνωμένης πέδας, Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης, Μόνη προσευχὴ τῆς προφήτιδος πάλαι Ἄννης, φερούσης πνεῦμα συντετριμμένον, Πρὸς τὸν δυνάστην καὶ Θεὸν τῶν γνώσεων. ᾨδὴ δ. Ἄναξ ἀνάκτων, οἷος ἐξ οἵου μόνος, Λόγος προελθὼν Πατρὸς ἐξ ἀναιτίου, Ἰσοσθενές σου Πνεῦμα τοῖς ἀποστόλοις Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης, ᾌδουσι Δόξα τῷ κράτει σου, Κύριε. ᾨδὴ ε. Λυτήριον κάθαρσιν ἀμπλακημάτων, Πυρίπνοον δέξασθε Πνεύματος δρόσον, Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος, Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις. ᾨδὴ στ. Ἱλασμὸς ἡμῖν, Χριστέ, καὶ σωτηρία Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου, Ἵν, ὡς προφήτην θηρὸς ἐκ θαλαττίου Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς 7
Ὅλον τὸν Ἀδὰμ παγγενῆ πεπτωκότα. ᾨδὴ ζ. Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις Σεβασμιάζει τοῦ βοᾶν Τριὰς μόνη, Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον. Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος. Ὑμνοῦσι παῖδες, εὐλογεῖ δὲ τὸν μόνον Σωτῆρα καὶ παντουργὸν ὡς εὐεργέτην Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις. ὁ διάκονος ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττόόςς,,, ἐἐνν ὕὕμμννοοι ιιςς ττι ιιμμῶννττεεςς μμεεγγααλλύύννοομμεενν... Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος δ. Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. Χαίροις, ἄνασσα, μητροπάρθενον κλέος Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα Ῥητρεῦον οὐ σθένει σε μέλπειν ἀξίως Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον Νοεῖν ὅθεν σε συμφώνως δοξάζομεν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι ππᾶᾶσσααι ιι ααἱ ἱἱ δδυυννάάμμεει ιιςς....... 8
ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Τοῖς Μαθηταῖς συνέλθωμεν. Οὐκ ἐξ ἀνθρώπων εἴληφε, τὸ βασίλειον κράτος, ἀλλ ἐκ τῆς θείας χάριτος, Κωνσταντῖνος ὁ μέγας, σὺν τῇ μητρὶ οὐρανόθεν ἐξαστράπτον δὲ βλέπει, Σταυροῦ τὸ θεῖον τρόπαιον ὅθεν τούτῳ ὀ λέσας τοὺς δυσμενεῖς, τῶν εἰδώλων ἔλυσε τὴν ἀπάτην, ἐν κόσμῳ δὲ ἐκράτυνε, τὴν ὀρθόδοξον Πίστιν. τῆς Ἑορτῆς Ἐξαποστειλάριον Αὐτόμελον. Ἦχος β. Τῶν Μαθητῶν ὁρώντων σε ἀνελήφθης, Χριστὲ πρὸς τὸν Πατέρα συνεδριάζων. Ἄγγελοι προτρέχοντες ἐκραύγαζον Ἄρατε πύλας ἄρατε ὁ Βασιλεὺς γὰρ ἀνῆλθε, πρὸς τὴν ἀρχίφωτον δόξαν. ΑΙΝΟΙ Ἦχος πλ. δ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ μνος τῷ Θεῷ. Στιχηρὰ Προσόμοια δ Ἦχος πλ. δ. Ὢ τοῦ παραδόξου θαύματος. Στίχ. α. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Χαίροις Κωνσταντῖνε πάνσοφε, ὀρθοδοξίας πηγή, ἡ ποτίζουσα πάντοτε, τοῖς γλυκέσι νάμασι, τὴν ὑφήλιον ἅπασαν. Χαίροις ἡ ῥίζα, ἐξ ἧς ἐβλάστησε, καρπὸς ὁ τρέφων, τὴν Ἐκκλησίαν Χριστοῦ. Χαίροις τὸ καύχημα, τῶν περάτων ἔνδοξε, Χριστιανῶν, βασιλέων πρώτιστε. Χαῖρε χαρὰ τῶν πιστῶν. Στίχ. β. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ὁ βασιλεύων τῆς κτίσεως, τὸ εὐπειθὲς προορῶν, τῆς καρδίας σου πάνσοφε, λογικῶς θηρεύει σε, ἀλογίᾳ κρατούμενον, καὶ καταυγάσας τὴν σὴν διάνοιαν, τῆς εὐσεβείας ταῖς ἐπιγνώσεσι, κόσμῳ ἀνέδειξε, φωταυγῆ ὡς ἥλιον, μαρμαρυγάς, θείων ἀποπέμποντα, πράξεων ἔνδοξε. Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Τὰ τοῦ Κυρίου διδάγματα, καθάπερ γῆ ἐκλεκτή, δεξαμένη πανεύφημε, ἐναρέτων πράξεων, εὐκαρπίαν ἐβλάστησας, τὰς διανοίας ἡμῶν ἐκτρέφουσα, τῇ ἐκτιμήσει Ἑλένη πάνσοφε, τῆς πολιτείας σου ὅθεν ἑορτάζομεν, περιχαρῶς, σήμερον τὴν μνήμην σου, πανηγυρίζοντες. Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἔλαιον ἀγαλλιάσεως, τοὺς σοὺς μετόχους Χριστέ, Κωνσταντῖνον Ἑλένην τε, παραδόξως ἔχρισας, τὴν ἀπάτην μισήσαντας, καὶ σοῦ τὸ κάλλος ἐπιποθήσαντας, καὶ βασιλείας τῆς οὐρανίου σου, τούτους ἠξίωσας, εὐσεβῶς τὸ πρότερον, ἐπὶ τῆς γῆς, Λόγε βασιλεύσαντας, τῇ ἐπινεύσει σου. Δόξα. Ἦχος πλ. δ. Μεθοδίου Πατριάρχου Ὁ τῶν ἀνάκτων Ἄναξ καὶ Θεός, ὁ πλουσίαις δωρεαῖς κατακοσμῶν τοὺς ἀξίους, αὐτὸς οὐρανό 9
θεν, ὥσπερ Παῦλον τὸν ἀοίδιμον, διὰ σημείου τοῦ Σταυροῦ, σὲ Κωνσταντῖνε ἐζώγρησε, Ἐν τούτῳ, φήσας, νίκα τοὺς ἐχθρούς σου ὃν ἀναζητήσας σὺν μητρὶ θεόφρονι, καὶ εὑρὼν ὡς ἐπόθεις, τούτους κατὰ κράτος ἐτροπώσω. Σὺν αὐτῇ οὖν ἱκέτευε, ὑπὲρ ὀρθοδόξων βασιλέων, καὶ τοῦ φιλοχρίστου στρατοῦ, καὶ πάντων τῶν τὴν μνήμην σου τελούντων πιστῶς, τὸν μόνον φιλάνθρωπον, λυτρωθῆναι πάσης ὀργῆς. Καὶ νῦν. τῆς Ἑορτῆς Ἦχος β. Ἀνελήφθης ἐν δόξῃ, ἐκ τοῦ ὄρους τῶν Ἐλαιῶν, Χριστὲ ὁ Θεός, ἐνώπιον τῶν σῶν Μαθητῶν, καὶ ἐκάθισας ἐν δεξιᾷ τοῦ Πατρός, ὁ τὰ σύμπαντα πληρῶν τῇ Θεότητι, καὶ ἀπέστειλας αὐτοῖς Πνεῦμα τὸ ἅγιον, τὸ φωτίζον, καὶ στηρίζον, καὶ ἁγιάζον τὰς ψυχὰς ἡμῶν. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. (γ ) Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (ἐκ γ ) Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. καὶ τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος δ. 10
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ τὰ Ἀντίφωνα τῆς ἑορτῆς Ἀντίφωνον Α. Ἦχος β. Ψαλμὸς μδ (44) Στίχ. α. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. (μδ 2) Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐξεχύθη χάρις ἐν χείλεσί σου. (μδ 3) Ταῖς πρεσβείαις τῆς Θεοτόκου Στίχ. γ. Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. (μδ 7) Ταῖς πρεσβείαις τῆς Θεοτόκου Στίχ. δ. Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. (μδ 8) Ταῖς πρεσβείαις τῆς Θεοτόκου Ταῖς πρεσβείαις τῆς Θεοτόκου Ἀντίφωνον Β. Ἦχος β. Ψαλμὸς με (45) Στίχ. α. Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. (με 2) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφ ἡμῶν εἰς τοὺς οὐρανούς, ψάλλοντάς σοι Ἀλληλούϊα. Στίχ. β. Κύριος τῶν δυνάμεων μεθ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. (με 8) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ... Στίχ. γ. Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς. (με 9) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ... Στίχ. δ. Σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. (με 11) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ... Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ. Ἦχος δ. Ψαλμός μστ (46) Στίχ. α. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. (μστ 2) Ἀνελήφθης ἐν δόξῃ... Στίχ. β. Ὅτι Κύριος ὕψιστος, φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. (μστ 3) Ἀνελήφθης ἐν δόξῃ... Στίχ. γ. Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη, ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. (μστ 9) Ἀνελήφθης ἐν δόξῃ... 11
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. (μστ 6) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφ ἡμῶν εἰς τοὺς οὐρανούς, ψάλλοντάς σοι Ἀλληλούϊα. τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Ἀπολυτίκιον. Ἦχος δ. Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου. Ἀπολυτίκιον Κωνσταντίνου καὶ Ἑλένης. Ἦχος πλ. δ. Τοῦ Σταυροῦ σου τὸν τὺπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο ἣν περίσῳζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῆς Ἑορτῆς. Ἦχος πλ. β. Αὐτόμελον. Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ τὰ ἐπὶ γῆς ἑνώσας τοῖς οὐρανίοις, ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος, καὶ βοῶν τοῖς ἀγαπῶσί σε Ἐγώ εἰμι μεθ ὑμῶν, καὶ οὐδεὶς καθ ὑμῶν. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ Προκείμενον. Ἦχος πλ. δ. (Ψαλμὸς ιη ) Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. (ιη 5) Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα. (ιη 2) Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα. (κϛ 1, 12 20) Ἐν ταῖς ἡμέραις ἐκείναις, Ἀγρίππας ὁ βασιλεὺς πρὸς τὸν Παῦλον ἔφη Ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν. Τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο. Ἐν οἷς καὶ πορευόμενος εἰς τὴν Δαμασκὸν μετ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰ τῶν ἀρχιερέων, ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους πάντων δὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ Σαοὺλ Σαούλ, τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Ἐγὼ δὲ εἶπον Τίς εἶ, Κύριε; Ὁ δὲ εἶπεν Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις. Ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδες ὧν τε ὀφθήσομαί σοι, ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγώ σε ἀ ποστέλλω ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπὶ τὸν Θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ, ἀλλὰ τοῖς 12
ἐν Δαμασκῷ πρῶτον καὶ Ἱεροσολύμοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀ παγγέλλω μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας. Ἀλληλούϊα. (γ ) Ἦχος πλ. α. (Ψαλμὸς πη ) Στίχ. α. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου. (πη 2) Στίχ. β. Ὅτι εἶπας εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. (πη 3) Στίχ. γ. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων. (πη 6) Στίχ. δ. Ὁ Θεός, ὁ ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. (πη 8) ΕΥΑΓΓΕΛΙΟΝ Ἐκ τοῦ κατὰ Ἰωάννην (Ἰω. ι 1 9) Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστι καὶ λῃστής ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί ἀλλ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα δι ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τό Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ρήματα αὐτῶν. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν, ἀντὶ τοῦ Εἴδομεν Ἀπολυτίκιον. Ἦχος δ. Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου. Εἰς τό Πάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶὶ ἀἀεεί ίί Ἦχος β. Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Ὁ ἐἐνν δδόόξξῃῃ ἀἀννααλληηφθθεεὶ ὶὶςς ἀἀφ ἡἡμμῶνν εεἰ ἰἰςς ττοοὺὺςς οοὐὐ ρρααννοοὺὺςς κκααὶ ὶὶ ἐἐνν δδεεξξι ιιᾷᾷ κκααθθί ίίσσααςς ττοοῦῦ Θεεοοῦῦ κκααὶ ὶὶ Παα ττρρόόςς,,, Χρρι ιισσττὸὸςς ὁὁ ἀἀλληηθθι ιιννὸὸςς Θεεὸὸςς ἡἡμμῶνν....... 13
ΔΔι ιι εεὐὐχχῶνν....... Ἀμήν. * * Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. 14