5 ΙΟΤΝΙΟΤ ΔΕΤΣΕΡΑ ΣΟΤ ΑΓΙΟΤ ΠΝΕΤΜΑΣΟ. +ΤΝΑΞΙ ΣΗ ΤΠΕΡΑΓΙΑ ΘΕΟΣΟΚΟΤ ΣΗ ΠΕΥΑΝΕΡΩΜΕΝΗ

Σχετικά έγγραφα
10 ΙΟΤΝΙΟΤ ΑΠΟΔΟΙ ΕΟΡΣΗ ΣΗ ΠΕΝΣΗΚΟΣΗ

20 ΙΟΥΝΙΟΥ ΔΕΥΤΕΡΑ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ.

19 ΙΟΥΝΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Η ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ. «Η ΕΟΡΤΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ».

5 ΙΟΤΝΙΟΤ Σῌ ΔΕΤΣΕΡᾼ ΜΕΣΑ ΣΗΝ ΠΕΝΣΗΚΟΣΗΝ

1 ΙΟΥΝΙΟΥ 2015 ΔΕΥΤΕΡΑ μετὰ τὴν Πεντηκοστήν. «ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ» Ἰουστίνου φιλοσόφου καὶ μάρτυρος ( 166). Πύρρου ἐπισκόπου.

Δόξα. Καὶ νῦν. Τὸ αὐτό. ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ Οὐ ψάλλονται χάριν τῆς δεσποτικῆς ἑορτῆς. * * * * * * * * * * * * * *

24 ΙΟΥΝΙΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη, καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

31 ΜΑΪΟΥ 2015 ΚΥΡΙΑΚΗ Η ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ «Η ΕΟΡΤΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ». Ἑρμείου μάρτυρος (β αἰ.). Τυπικὸν Πεντηκοσταρίου

16 ΙΟΥΝΙΟΥ 2019 Κυριακὴ Η ἀπὸ τοῦ Πάσχα ἡ Δεσποτικὴ Ἑορτὴ τῆς Πεντηκοστῆς Τύχωνος Ἀμαθοῦντος. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Βασιλεῦ οὐράνιε...

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ. ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Μετὰ τὸν Προοιμιακὸν ψαλμόν, Συναπτὴ μεγάλη ὑπὸ τοῦ Διακόνου, καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν

28 ΜΑΪΟΥ 2018 Δευτέρα μετὰ τὴν Πεντηκοστήν. Τοῦ Ἁγίου Πνεύματος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

19 ΙΟΥΝΙΟΥ 2016 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Βασιλεῦ οὐράνιε... Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

17 ΙΟΥΝΙΟΥ 2019 Δευτέρα μετὰ τὴν Πεντηκοστήν. Τοῦ Ἁγίου Πνεύματος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

καὶ Μαθητὰς ἐφώτισε, καὶ τούτους οὐρανομύστας ἀνέδειξε Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τὸν κόσμον, ἐφώτισε. Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

«ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ».

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ. Μνήμη Ἁγίου Πατρὸς ἡμῶν Τύχωνος, Ἐπισκόπου Ἀμαθοῦντος τῆς Κύπρου.

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Εἰς τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν Στίχους δ, καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα γ δευτεροῦντες

6 ΙΟΥΝΙΟΥ 2015 ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ Τῼ ΣΑΒΒΑΤῼ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (05/06/15)

σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δε ήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰσάκουσόν

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

2 ΙΟΥΛΙΟΥ 2014 Μνήμη τῆς ἐν Βλαχέρναις Καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς Ὑπεραγίας Θεοτόκου.

24 ΙΟΥΝΙΟΥ Τὸ Γενέσιον τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου,

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

4 ΙΟΥΝΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Η ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ «Η ΕΟΡΤΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ» Μητροφάνους ἀρχιεπισκόπου Κωνσταντινουπόλεως

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

1 ΑΠΡΙΛΙΟΥ 2017 άββατομ τοῦ Ἀκαθίστου Ὕμμου.

18 ΟΚΤΩΒΡΙΟΥ 2017 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς ὁ β χορὸς τίχ,.

25 ΜΑΡΤΙΟΥ 2013 Δευτέρα. Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ. ( Εθμικὴ ἑορτὴ ἐπὶ τῇ ἐπετείῳ τῆς ἑλλημικῆς ἐπαμαστάσεως τοῦ 1821).

Α Κ Ο Λ Ο Υ Θ Ι Α Κ Υ Ρ Ι Α Κ Η Σ Τ Η Σ Π Ε Ν Τ Η Κ Ο Σ Τ Η Σ

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

10 ΙΟΤΝΙΟΤ ΑΠΟΔΟΙ ΕΟΡΣΗ ΣΗ ΠΕΝΣΗΚΟΣΗ Σῌ ΠΑΡΑΚΕΤῌ ΕΠΕΡΑ (9/6/17)

17 ΜΑΡΤΙΟΥ Κυριακὴ Α τῶμ Νηστειῶμ (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ) Ἦχος α Ἑωθιμὸμ Θ. ἐν ᾗ ἀνάμνησιν ποιούμεθα τῆς ἀναστηλώσεως τῶν ἁγίων καί σεπτῶν Εἰκόνων

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

25 ΙΟΥΛΙΟΥ Μνήμη τῆσ Κοιμήςεωσ τῆσ Ἁγίασ Ἄννησ, μητρὸσ τῆσ Ὑπεραγίασ Θεοτόκου.

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

+ΚΤΡΙΑΚΗ Ε ΝΗΣΕΙΩΝ +Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΔΕΠΟΙΝΗ ΗΜΩΝ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ

24 ΙΟΥΝΙΟΥ 2015 ΤΕΤΑΡΤΗ. +Τὸ Γενέσιον τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου,

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις. Ὅτι πρέπει σοι πᾶσα δόξα. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις. Ἦχος α.

8 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΛΟΥΚΑ. Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Πελαγίας. Ἑωθινὸν Ζ Ἦχος α ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

10 ΙΟΥΝΙΟΥ ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ

ΣΟΝ ΟΡΘΡΟΝ. υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς

+ΚΥΡΙΑΚΗ ΙΓ ΜΑΤΘΑΙΟΥ +Μμήμη τῶμ Ἁγίωμ Μαρτύρωμ Ἀδριαμοῦ καὶ Ναταλίας.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

29 ΙΟΥΝΙΟΥ Τῶμ Αγίωμ ἐμδόνωμ καί οαμετυήμωμ Αοξςσόλωμ καί Ππωσξκξπτυαίωμ Πέσπξτ καί Παύλξτ.

12 ΔΕΚΕΜΒΡΙΟΥ 2012 Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333).

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν Τῌ ΚΥΡΙΑΚῌ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ

21 ΜΑΪΟΥ Μμήμη σῶμ Ἁγίωμ ἐμδόνωμ, θεξςσέοσωμ, καὶ ἰςαοξςσόλωμ, μεγάλωμ Βαςιλέωμ, Κωμςσαμσίμξτ καὶ Ἑλέμηρ. ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

24 ΑΥΓΟΥΣΤΟΥ ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ

3 ΦΕΒΡΟΥΑΡΙΟΥ Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. ὁ β χορὸς

11 ΙΟΥΝΙΟΥ ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ (ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ)

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

Τῇ ΚΔ Σεπτεμβρίου ἀνάμνησης ποιούμεθα τῆς θαυμαστῆς ἐν Μυρτιδίοις τῶν Κυθήρων εὑρέσεως τῆς ἱερᾶς καὶ σεβασμίας Εἰκόνος τῆς Παναγίας.

30 ΝΟΕΜΒΡΙΟΥ Ανδρέου ἀποστόλου τοῦ Πρωτοκλήτου ( 62), πολιούχου Πατρῶν. Φρουμεντίου ἐπισκόπου Ινδίας (Αἰθιοπίας) ( 380), Αλεξάνδρου Μηθύμνης

25 ΜΑΡΣΙΟΤ Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΔΕΠΟΙΝΗ ΗΜΩΝ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ.

+ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ +Τῶν Ἁγίων καί θεοφόρων 630 Πατέρων τῆς Ἁγίας καί Οἰκουμενικῆς Δ Συνόδου, ἐν Χαλκηδόνι.

Noun: Masculine, Κύριος - D2.1 Meaning: Lord, Master. Noun: Neuter, ἔργον - D2.2 Meaning: work

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

30 ΙΟΥΝΙΟΥ 2019 ΑΠΟΛΤΣΙΚΙΑ

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

+Η ΑΝΑΛΗΨΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

+Κυριακὴ Α τῶμ Νηστειῶμ (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ)

30 ΝΟΕΜΒΡΙΟΥ 2018 Μμήμη τξῦ Ἁγίξυ ἐμδόνξυ καὶ οαμευφήμξυ Ἀοξστόλξυ, Ἀμδπέξυ τξῦ Ππωτξκλήτξυ

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

+ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ +Τὰ Προεόρτια τῆς Ἁγίας Μεταμορυώσεως τοῦ Κσρίοσ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστο

22 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

28 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος.

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

12 ΔΕΚΕΜΒΡΙΟΥ Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

24 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ. +Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης

18 ΟΚΤΩΒΡΙΟΥ 2012 Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ..

18 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

5 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν άββα τοῦ Ἡγιασμένου

+Ἀμακομιδὴ τοῦ Λειψάμου τοῦ ἐμ Ἁγίοις Πατρὸς ἡμῶμ Ἰωάμμου, Ἀρχιεπισκόπου Κωμσταμτιμουπόλεως τοῦ Χρυσοστόμου.

ΚΤΡΙΑΚΗ ΠΡΟ ΣΗ ΧΡΙΣΟΤ ΓΕΝΝΗΕΩ

19 ΝΟΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Θʹ ΛΟΥΚΑ

3 ΑΥΓΟΥΣΤΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ. Ἰσαακίου, Δαλμάτου καὶ Φαύστου ὁσίων. Ηχος βαρύς ἑωθινὸν η.

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζʹ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).. Ηχος πλ. β, ἑωθινὸν ζ.

+Κυπιακῇ ΣΤ ἑβδξμάδξρ Ματθαίξυ +Μμήμη τξῦ Ἁγίξυ καὶ ἐμδόνξυ Μεγαλξμάπτυπξρ Ππξκξοίξυ.

7 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ +ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

27 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορός Ἀπολυτίκιον Δόξα Πατρί... Ἦχος γ'

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ.

1 ΙΟΥΛΙΟΥ 2015 ΤΕΤΑΡΤΗ +Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ τελειωθέντων. ( 284).

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν. ἡμῖν Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

8 ΕΠΣΕΜΒΡΙΟΤ Σὸ Γεμέθλιξμ σῆρ Ὑοεπαγίαρ Δεςοξίμηρ ἡμῶμ Θεξσόκξτ καὶ ἀειοαπθέμξτ Μαπίαρ.

Transcript:

5 ΙΟΤΝΙΟΤ 2017 +ΔΕΤΣΕΡΑ ΣΟΤ ΑΓΙΟΤ ΠΝΕΤΜΑΣΟ. +ΤΝΑΞΙ ΣΗ ΤΠΕΡΑΓΙΑ ΘΕΟΣΟΚΟΤ ΣΗ ΠΕΥΑΝΕΡΩΜΕΝΗ Μετὰ τὸν Ἑξάψαλμον,... υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 1

τίχ.ἐξομολογεῖσθε τ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... τίχ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς, Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... τίχ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Ἀπολυτίκιον. Ἦχος πλ. δ. Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι. Δόξα Πατρὶ Σῆς Θεοτόκου ἦχος πλ. δ Ἐν τῇ Μονῇ σου Παρθένε πόθῳ προστρέχοντες καί προσκυνοῦντες τήν θαυμαστήν σου Εἰκόνα, μετ εὐλαβείας ἀντλοῦμεν τάς χάριτας καί δι αὐτῆς ἔκ τε σεισμοῦ, λιμοῦ, λοιμοῦ, αὐχμοῦ καί νόσων, ταῖς πρεσβείαις σου σωζόμεθα. Καὶ νῦν ἦχος α Σοῦ λίθου σφραγισθέντος Σόν τύπον τῆς μορφῆς σου Θεοτόκε Πανάχραντε, τόν ἀχειροποίητον πάντες, προσκυνοῦντες τιμῶμέν σε. δι οὖ ἡμεῖς λοιμοῦ τε καί σεισμοῦ, βαρβάρων καί ἐχθρῶν ἐπιδρομῆς, καί κινδύνων ἐκ παντοίων καί πειρασμῶν, λυτρούμενοί σοι βοῶμεν. δόξα τῇ παναγάθῳ σου βουλῇ. δόξα τῇ εὐσπλαχνίᾳ σου. δόξα τῆ εἰς ἡμᾶς Ἁγνή θείᾳ προνοίᾳ σου. υναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΜΑΣΑ Μετὰ τὴν α τιχολογίαν. Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ Σὴν μεθέορτον πιστοί, καὶ τελευταίαν ἑορτήν, ἣν ἑορτάσωμεν φαιδρῶς, αὕτη ἐστὶ Πεντηκοστή, ἐπαγγελίας συμπλήρωσις, καὶ προθεσμίας, ἐν ταύτῃ γὰρ τὸ πῦρ, τοῦ Παρακλήτου εὐθύς, κατέβη ἐπὶ γῆς, ὥσπερ ἐν εἴδει γλωσσῶν, καὶ Μαθητὰς ἐφώτισε, καὶ τούτους οὐρανομύστας ἀνέδειξε. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον, ἐφώτις Δόξα Πατρί Καὶ νῦν Σῆς Θεοτόκου, ὅμοιον. Σὴν μεθέορτον πιστοί, τῆς Θεοτόκου καὶ Ἁγνῆς, ἑορτάσωμεν φαιδρῶς, σύναξιν νῦν ἐν τοῖς ἐμοῖς, ὅπως καὶ μνήμην τελέσωμεν τῶν θαυμάτων, ὧνπερ ἡ αὐτή, ἡμῖν εἰργάσατο, 2

ῥύουσα ἡμᾶς, παντοίων θλίψεων καὶ ἐκ βαθέων κράξωμεν καρδίας, τῇ Θεοτόκῳ καὶ εἴπωμεν Παρθένε δεῖξον, ἡμῖν καὶ ἤδη, τὰ ἀρχαῖα ἐλέη σου. Μετὰ τὴν β τιχολογίαν. Κάθισμα ὅμοιον Ἡ τοῦ Πνεύματος πηγή, ἐπιδημοῦσα τοῖς ἐν γῇ, εἰς πυρφόρους ποταμούς, μεριζομένη νοητῶς, τοὺς Ἀποστόλους ἐδρόσιζε φωταγωγοῦσα, καὶ γέγονεν αὐτοῖς, νέφος δροσῶδες τὸ πῦρ, φωτίζουσα αὐτούς, καὶ ὑετίζουσα φλόξ, δι' ὧν ἡμεῖς ἐλάβομεν τὴν χάριν, διὰ πυρός τε καὶ ὕδατος. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον ἐφώτισε. Δόξα Πατρὶ... Καὶ νῦν... Σῆς Θεοτόκου, ὅμοιον. Ἡ τῆς χάριτος πηγή, τῶν θαυμασίων σου Ἁγνή, ἐπεφάνη εἰς ἡμᾶς, διὰ τῆς θείας σου μορφῆς, πιστοποιοῦσα τὰ θεῖά σου μεγαλεῖα ὅθεν καὶ τὸν σόν, ὡς σωστικήν κιβωτόν, ἔχοντες Ναόν, Θεοχαρίτωτε καὶ ἐν αὐτ ὡς ἐν ὅρμῳ ἅπαντες, διασωζόμεθα χάριτι, τοῦ ἐκ σοῦ τεχθέντος, καὶ σοῦ τῆς μόνης, Αὐτοῦ Μητρὸς καὶ Θεόπαιδος. Μετὰ τὸν Πολυέλεον Κάθισμα Ἦχος πλ. δ' Σὸ προσταχθὲν μυστικῶς Μετὰ τὴν Ἔγερσιν Χριστέ, τὴν ἐκ τοῦ τάφου, καὶ τὴν πρὸς ὕψος οὐρανοῦ, θείαν Ἀνάληψιν, τοῖς θεόπταις τὴν δόξαν σου κατέπεμψας οἰκτίρμον, Πνεῦμα εὐθὲς ἐγκαινίσας τοῖς Μαθηταῖς, ὅθεν, ὥσπερ κιθάρα μουσουργική, πᾶσιν ἐτρανολόγησαν, τ θείῳ πλήκτρῳ μυστικῶς, Σῶτερ, τὰ ἀπηχήματα, καὶ τὴν οἰκονομίαν σου. Δόξα Πατρί... Καὶ νῦν... Σῆς Θεοτόκου, ὅμοιον. Μετὰ τὴν Εγερσιν τοῦ σοῦ Υἱοῦ Παρθένε, καὶ τὴν τοῦ Πνεύματος ἀφ ὕψους θείαν κάθοδον, οἱ θεόπται Ἀπόστολοι ἐκήρυττον τὸν Λόγον τότε καὶ Ηρῳδίων ὡς ἐν σπουδῇ, κατέστη πρῶτος δομήτωρ τοῦ σοῦ Ναοῦ, ἐν Λευκάδι οὗ ὕστερον, σοὶ Ἡρετίσω κατοικεῖν, διὰ τοῦ θαυμασίου σου, χαρακτῆρος Θεόνυμφε. Σὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. 3

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. Δόξα Πατρί... Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως. Καὶ νῦν... Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Προκείμενον Ἦχος δ Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. τίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Σάξις Εὐαγγελίου τοῦ Ὂρθρου ὁ α χορὸς Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. ὁ α χορὸς Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. Εὐαγγέλιον Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριὰμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. Δόξα Σοι Κύριε, δόξα Σοι. 4

Καὶ εὐθὺς ὁ Ν ψαλμὸς χύμα ὁ α χορὸς Δόξα Πατρὶ Ἦχος β Σαῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. ὁ β χορὸς Καὶ νῦν Σαῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Ἦχος πλ.β τίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Αὕτη ἡ πύλη Κυρίου, δι ἧς εἰς τὴν τοῦ Θεοῦ ἡτοιμασμένην Βασιλείαν, συνεισελθεῖν ἐλπίζομεν αὕτη ἐστὶν ἡ Παντάνασσα, ἡ τοῦ Θεοῦ ὑπάρχουσα Μήτηρ, καὶ ὁδηγία τῶν πιστῶν ἡμῶν αὕτη Ἡρετίσατο ἐλθεῖν πρὸς ἡμᾶς, διὰ τοῦ αὐτῆς ἁγίου χαρακτῆρος διὰ γὰρ ταύτης ἐπεσκέψατο ἡμᾶς ὁ Κύριος, ὁ δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος. ΚΑΝΟΝΕ ᾠδὴ α' Ἦχος βαρὺς Ὁ Εἱρμὸς Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλ βραχίονι, ᾄσωμεν αὐτ, ὅτι δεδόξασται. Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν,... Ἔργῳ, ὡς πάλαι τοῖς Μαθηταῖς ἐπηγγείλω, τὸ Παράκλητον Πνεῦμα ἐξαποστείλας Χριστέ, ἔλαμψας τ κόσμῳ φῶς, φιλάνθρωπε. Νόμῳ τὸ πάλαι προκηρυχθὲν καὶ Προφήταις, ἐπληρώθη, τοῦ θείου Πνεύματος σήμερον, πᾶσι γὰρ πιστοῖς χάρις ἐκκέχυται. Ἕτερος Κανὼν ἰαμβικὸς Οὗ ἡ ἀκροστιχὶς διὰ στίχων Ἡρωελεγείων Θειογενὲς Λόγε, Πνεῦμα Παράκλητον πάλιν ἄλλον, Ἐκ Γενέτου κόλπων ἧκας ἐπιχθονίοις Οἷα πυρὸς γλώσσῃσι φέρον θεότητος ἀΰλου. Σῆμα τεῆς φύτλης, καὶ χάριν ὑμνοπόλοις. Ποίημα Κυρίου Ἰωάννου τοῦ Ἀρκλᾶ ᾠδὴ α' Ἦχος δ' 5

Ὁ Εἱρμὸς Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ. Ἐῤῥητόρευσε τὸν θεόγραφον νόμον Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου, Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν. Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος... Ἔφη τὸ σεπτὸν καὶ σεβάσμιον στόμα. Νοσφισμὸς ὑμῖν οὐ γενήσεται φίλοις. Ἐγὼ γὰρ εἰς πατρον ὕψιστον θρόνον Συνεδριάζων, ἐκχεῶ τοῦ Πνεύματος, Λάμψαι ποθοῦσι, τὴν χάριν τὴν ἄφθονον. Ὄρος βεβηκώς, ἀτρεκέστατος Λόγος, Γαληνόμορφον ἐκτελεῖ τὴν καρδίαν. Ἔργον γὰρ ἐκπεράνας, εὔφρανε φίλους, Πνοῇ βιαίᾳ, καὶ πυρὸς γλωττήμασι, Νείμας τὸ Πνεῦμα Χριστός, ὡς ὑπέσχετο. Ὁ Κανὼν τῆς Θεοτόκου Ηχος δ. Ἀνοίξω τὸ στόμα μου. Ὑμνῆσαι βουλόμενος, τὰ μεγαλεῖά σου ἄχραντε, τοῦ λόγου μοι δώρησαι τὴν καλλιέπειαν, Μήτηρ πέλουσα, τοῦ Λόγου καὶ Θεοῦ σου, καὶ λύσιν πρυτάνευσον, τῶν ἐπταισμένων μοι. Ἁγία Θεόνυμφε, ἡ τῶν ἁγίων τὸν ἅγιον, ἀῤῥήτως κυήσασα, ἡμᾶς ἁγίασον, τοὺς προστρέχοντας, Μονῇ σου τῇ ἁγίᾳ, τοὺς ἀσπαζομένους τε, τὸ σὸν ἐκτύπωμα. Ἐκ θείας προνοίας σου, οἱ τοῦ Υἱοῦ σου Ἀπόστολοι, προκτίτορες ὤφθησαν τοῦδε τοῦ οἴκου σου ὃς μετέπειτα, βουλῇ σου Θεοτόκε, ψυχῶν φροντιστήριον, οὗτός σοι γέγονε, Σῇ δούλῃ σου Δέσποινα, Ἁγίᾳ Μαύρᾳ ὠνόμασται, ἡ πόλις ᾗ ὥρισας, οἰκῆσαι ἄνωθεν, διὰ τῆς θείας σου, Πανάχραντε Εἰκόνος, ἐφ ἧς ἐφανέρωσας, τὸ σὸν ἐκτύπωμα. 6

Δόξα Σριαδικόν. Πατέρα δοξάσωμεν, Υἱὸν καὶ Πνεῦμα τὸ ἅγιον, γλωσσῶν εἴδει σήμερον, τοῖς Ἀποστόλοις Χριστοῦ, ἐνδημῆσαν μέν, χρυσοπυρσεύτῳ θέᾳ φωτῖσαν δὲ ἅπαντας, δι οὓς προώριστο. Καὶ νῦν.. Θεοτοκίον. Μορφῆς τὸ ἐκτύπωμα, τῆς σῆς Παρθένε τὸ ἅγιον, Μονή σου ὡς ἔχουσα, τὸ ἀχειρότευκτον, διασώζεται, αὐτή σου καὶ ἡ Νῆσος, πληθύς τε ἡ ἅπασα, πάσης κακώσεως. ᾠδὴ γ' Ὁ Εἱρμὸς Σὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ, ἕως ἅν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ, ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον. Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρός ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε. Σὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς,... Ἡ τοῦ θείου Πνεύματος ἐπιδημήσασα δύναμις, τὴν μερισθεῖσαν πάλαι φωνήν, κακῶς ὁμονοησάντων, εἰς μίαν ἁρμονίαν θείως συνῆψε, γνῶσιν συνετίζουσα πιστοὺς τῆς Τριάδος, ἐν ᾗ ἐστερεώθημεν. Ἡ τοῦ θείου Πνεύματος ἐπιδημήσασα δύναμις,... Εἱρμὸς ἄλλος Ἔῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας, Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης, Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι Ἄννης, φερούσης πνεῦμα συντετριμμένον, Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων. Ἔῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας,... Ἄληπτός ἐστιν ἡ θεαρχικωτάτη. Ῥήτρας γὰρ ἐξέφηνε τοὺς ἀγραμμάτους, Ἅλις σοφιστὰς συστομίζοντας λόγῳ, Καὶ τῆς βαθείας νυκτὸς ἐξαιρουμένους, Λαοὺς ἀπείρους, ἀστραπῇ τοῦ Πνεύματος. Ἦν ἐκπορευτὸν ἐξ ἀγεννήτου φάους, Τὸ πανσθενουργόφωτον ἄφθιτον σέλας, Οὗ τὴν δι' Υἱοῦ πατρικῆς ἐξουσίας, Νῦν ἐμφανίζει συμφυῆ φρυκτωρίαν, 7

Πυρῶδες ἦχος ἐν ιὼν τοῖς ἔθνεσιν. Σῆς Θεοτόκου. Σοὺς σοὺς ὑμνολόγους. Κοσμεῖται εἰκόσιν ὁ Ναός σου, ἁγίαις ὁ ἅγιος Ἁγνή, ἐκτὸς τῆς σῆς ἣν ὥρισας, δοξᾶσαι κατ ἐξαίρετον, καὶ σχεδιᾶσαι θαύματι, ἐν πρεσβυτέρᾳ τῇ Πόλει σου. Κοσμεῖται ὁ θεῖος χαρακτήρ σου, χερσὶν ἱερέως εὐλαβοῦς, τοῖς χρώμασιν ὡς εἴθισται, ὁ ἀπὸ σοῦ ἐν θαύμασι, σχεδιασθεὶς Πανάχραντε ὃς σ Να τεθησαύρισται. Υανεῖσα ἡ μόνη Θεοτόκος, καὶ θεῖσα μορφὴν τὴν ἑαυτῆς, ἐν τῇ σανίδι ἔκτοτε, Φανερωμένη κέκληται, αὕτη ἡ θαυματόβρυτος, Εἰκὼν τῆς μόνης Θεόπαιδος. Θαλάσσας ἠπείρους τε καὶ νήσους, θαυμάτων ἐνέπλησε πολλῶν, ποντοποροῦσα Δέσποινα, Εἰκὼν ἡ παναγία σου, καὶ εἰσελθοῦσα ἵδρυται, ᾧ Ἡρετίσα το οἴκῳ σου. Δόξα Σριαδικόν. Βουλήσει Πατρὸς τὸν Θεὸν Λόγον, ἀφράστως ἐκύησας Ἁγνή, καὶ συνεργείᾳ Πνεύματος, δι οὗ κατεσοφίσθησαν, οἱ τοῦ Υἱοῦ σου σήμερον, πεφωτισμένοι Ἀπόστολοι, Καὶ νῦν.. Θεοτοκίον Μορφῆς σου τὸν θεῖον χαρακτῆρα, σεῶς ἀσπαζόμενοι Ἁγνή, ἐκ τῶν κινδύνων πάντοτε, ταχέως ἐκλυτρούμεθα, τῆς νήσου σου οἱ τρόφιμοι, καὶ τῆς Μονῆς σου Θεόνυμφε. υναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... Κοντάκιον Ἦχος πλ. δ Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος, ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα. Ὁ Οἶκος Σαχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ, ἐν τ ἀκηδιάσαι τὰ πνεύματα ἡμῶν, μὴ χωρίζου τῶν ψυχῶν ἡμῶν ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσεσιν, ἀλλὰ ἀεὶ ἡμᾶς πρόφθασον. Ἔγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ, ὥς περ 8

καὶ τοῖς Ἀποστόλοις σου πάντοτε συνῇς, οὕτω καὶ τοῖς σὲ ποθοῦσιν ἕνωσον σαὐτὸν οἰκτίρμον, ἵνα συνημμένοι σοι ὑμνῶμεν, καὶ δοξολογῶμεν τὸ πανάγιόν σου Πνεῦμα. Κάθισμα Ἦχος πλ. δ Σὴν οφίαν καὶ Λόγον Σὸ πανάγιον Πνεῦμα νῦν κατελθόν, ἐπὶ τοὺς Ἀποστόλους εἴδει πυρός, τοῦ θάμβους ἐπλήρωσε, τῶν ἐθνῶν τὰ συστήματα, ἐν γὰρ γλώσσαις λαλούντων, πυρίναις φιλάνθρωπε, τὴν ἰδίαν ἕκαστος, διάλεξιν ἤκουον, ὅθεν καὶ τὸ θαῦμα, τοῖς ἀπίστοις ὡς μέθη, πιστοῖς δὲ σωτήριον, ἀληθῶς ἐγνωρίζετο, διὰ τοῦτο δοξάζομεν, τὸ κράτος σου Χριστὲ ὁ Θεός, τῶν πταισμάτων ἄφεσιν αἰτούμενοι, καταπέμψαι πλουσίως τοῖς δούλοις σου. Δόξα. Καὶ νῦν. Σῆς Θεοτόκου, ὅμοιον. Εὑδοκίᾳ Παρθένε τοῦ σοῦ Υἱοῦ, ἐν Εἰκόνι τυποῦται ἡ σὴ μορφή, ἄνευ τεχνουργήματος, καὶ χρωμάτων Πανάχραντε ἐξ αὐτῆς γὰρ βρύει, ἰάματα θαύματα, τοῖς ἐκ πόθου ταύτην, τιμῶσι καὶ σέβουσιν όἱσπερ διὰ πλήθους, πρεσβειῶν σου Παρθένε, παρέχεις τὴν ἴασιν, τῆς ψυχῆς καὶ τοῦ σώματος, τοῖς πιστῶς ἐκβοῶσί σοι Οἰκτείρησον Παρθένε ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς πιστῶς προσκυνοῦσι, τὸ σὸν θεῖον ἐκτύπωμα. ᾠδὴ δ' Ὁ Εἱρμὸς Κατανοῶν ὁ Προφήτης, τὴν ἐπ' ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα, τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σσαι, τοὺς χρηστούς σου ἐλήλυθας. Ὁ ἐν Προφήταις λαλήσας, καὶ διὰ νόμου κηρυχθείς, πρῴην τοῖς ἀτελέσι, Θεὸς ἀληθὴς ὁ Παράκλητος, τοῖς τοῦ Λόγου ὑπηρέταις καὶ μάρτυσι, γνωρίζεται σήμερον. ῆμα θεότητος φέρον, τοῖς Ἀποστόλοις ἐν πυρί, Πνεῦμα κατεμερίσθη, καὶ ξέναις ἐν γλώσσαις ἐνέφηνεν, ὡς πατρόθεν θεῖον σθένος, ἐρχόμενον ἐστὶν αὐτοκέλευστον. Εἱρμὸς ἄλλος Ἄναξ ἀνάκτων, οἷος ἐξ οἵου μόνος, Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου. Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις, Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης, ᾌδουσι, Δόξα τ κράτει σου, Κύριε. Λουτρὸν τὸ θεῖον τῆς παλιγγενεσίας, Λόγῳ κεραννὺς συντεθειμένῃ φύσει, Ὀμβροβλυτεῖς μοι ῥεῖθρον ἐξ ἀκηράτου Νενυγμένης σου πλευράς, ὤ Θεοῦ Λόγε, Ἐπισφραγίζων τῇ ζέσει τοῦ Πνεύματος. 9

Κάμπτει τὰ πάντα τ Παρακλήτῳ γόνυ, Γόνῳ τε Πατρός, Πατρὶ συμφυεστάτῳ. Ἐν γὰρ προσώποις oἶδε τριττοῖς οὐσίαν, Νημερτές, ἀπρόσιτον, ἄχρονον, μίαν. Ἔλαμψε φῶς γὰρ ἡ χάρις τοῦ Πνεύματος. Σελεῖσθε πάντες τῇ θεαρχικωτάτῃ, Ὅσοι λατρευταὶ τῆς τριφεγγοῦς οὐσίας. Ὑπερφυῶς τελεῖ γὰρ ὡς εὐεργέτης, Καὶ πυρσολαμπεῖ Χριστὸς εἰς σωτηρίαν, Ὅλην πορίζων τὴν χάριν τοῦ Πνεύματος. Σῆς Θεοτόκου. Σὴν ἀνεξιχνίαστον. Υέρεις ἐν Εἰκόνι σου Μῆτερ Θεοῦ, τοὺς τῶν Ἀρχαγγέλων ἐξάρχοντας, δι ὧν σοὺς δούλους, περιέπεις καὶ φρουρεῖς, τοὺς ἐν αὐτῇ καὶ ἅπαντας, νήσῳ τοὺς τιμῶντάς σε σήμερον. Θεὶς ἐπιτραχήλιον ὁ ἱερεύς, νῆστις καὶ νηφάλιος ἵστατο, καὶ χρωματίζων, σοῦ τὸ έἰδος τῆς μορφῆς, περιχαρῶς ἐξίστατο, αὐτοψεὶ ἰδὼν σὸν θαυμάσιον. Ἔχαιρε τ πνεύματι ὁ εὐσεβής, πλοίαρχος ἰδὼν τὰ θαυμάσια, τὰ ἐν τῇ Λήμνῳ καὶ Λευκάδι τῆς Ἁγνῆς, καὶ τ Θε ἀνέκραζε Δόξα τῇ δυνάμει σου Κύριε. Πῶς σοῦ ἐξυμνήσω τὸ κάλλος Ἁγνή, ἥ πῶς κατ ἀξίαν δοξάσω σε, ἐν ὕμνοις οὔσαν, θείας δόξης θησαυρόν; Ολος καὶ γὰρ ἐξίσταμαι, σοῦ τὰ μεγαλεῖα νοούμενος. Δόξα Σριαδικόν. Πνεῦμα τὸ πανάγιον τὸ κατελθόν, ἐν γλωσσοπυρσεύτῳ θεάματι, τοὺς Ἀποστόλους, κατεφώτισε σαφῶς, τὸ σὺν Πατρὶ ὁμότιμον, καὶ σὺν τ Υἱ δοξαξόμενον. Καὶ νῦν.. Θεοτοκίον Ἔδωκας τοῖς δούλοις σου πᾶσιν ἡμῖν, τὸν ἀχειροποίητον τύπον σου, τοῖς Λευκαδίοις εἰς ἀντίθετον πολλῶν, ἐπηρειῶν Πανάχραντε, καὶ εἰς ἀγαθῶν τὴν ἀντεκτησιν. ᾠδὴ ε' Ὁ Εἱρμὸς Σὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται, φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα. 10

Ἡ ἐπιφοιτήσασα ἰσχὺς σήμερον, αὕτη Πνεῦμα ἀγαθόν, Πνεῦμα σοφίας Θεοῦ, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευτόν, καὶ δι' Υἱοῦ πιστοῖς ἡμῖν πεφηνός, μεταδοτικόν, ἐν οἷς κατοικίζεται φύσει, τῆς ἐν ᾗ κατοπτεύεται ἁγιότητος. Εἱρμὸς ἄλλος Λυτήριον κάθαρσιν ἀμπλακημάτων, Πυρίπνοον δέξασθε Πνεύματος δρόσον, Ὢ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας, Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος, Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις. Καθώς περ εὐδόκησεν αὐτεξουσίως, Ἀδέσποτον κάτεισι Πνεῦμα πατρόθεν, Σοφίζον ἐν γλώσσησι τοὺς Ἀποστόλους, Ἐπισφραγίζον τὸν φερέσβιον Λόγον, Πατροσθενὲς ξύμμορφον, ὃν Σωτὴρ ἔφη. Ἰῆτο τὰς φρένας μὲν ἐξ ἁμαρτίας, Χ' αὑτ κατεσκεύαζε τῶν Ἀποστόλων, Θεὸς Λόγος πάνταρχος, ἄχραντον δόμον. Ὁμοσθενοῦς δὲ καὶ συνουσιουμένου, Νῦν ἐγκατοικίζεται. Πνεύματος φάος. Σῆς Θεοτόκου. Εξέστη τὰ σύμπαντα. Ἐξέστη ἡ σύμπασα, πληθὺς Ἁγνὴ τῆς πόλεως, Μαύρας τῆς Ἁγίας κατιδοῦσα, πηγὴν θαυμάτων τὴν ἱεράν σου μορφήν, τὴν ἀχειροποίητον δι ἧς, σκέπεις τοὺς τιμῶντάς σου, ἐν αὐτῇ θείαν σύναξιν. Πλουτίζεται χάρισι, Λευκὰς ἡ νῆσος φέρουσα, κόλποις τὴν αὐτότυπον Εἰκόνα, τῆς Θεοτόκου, δι ἧς διώκονται νῦν, ἀνομβρίαι πᾶσαι καὶ λοιμοί, καὶ σεισμὸς καὶ ἔφοδος, τῶν ἀκρίδων βαρβάρων τε. Ἀνάρχου γεννήτορος, ἄναρχον Λόγον ἐμόρφωσας, ἔνδον ἐν γαστρί σου Θεοτόκε ὃς ἐν σανίδι, τῆς σῆς Εἰκόνος μορφήν, ἄχρωμον ἐμόρφωσε φρικτῶς, καὶ ἀχειροποίητον, δι οὗ σώζεις τοὺς δούλους σου, Θεοῦ σὺ ἐμόρφωσας, ἄμορφον Λόγον Πανάμωμε, δούλου τὴν μορφὴν ἐκ σοῦ λαβόντα, ὡς τὴν Εἰκόνα, δίχα χρωμάτων τὴν σήν, καὶ ἀχειροποίητον μορφήν, καὶ πηγὴν ἀνέδειξε, θαυματόβρυτον Δέσποινα. Δόξα Σριαδικόν. 11

Σὸ Πνεῦμα τὸ ἅγιον, Πατρὸς ἐκπορευόμενον, καὶ ἀναπαυόμενον τ Λόγῳ τὸ καὶ φωτίσαν, τοὺς ἱεροὺς Μαθητάς, πυριμόρφῳ θέᾳ κατελθόν, τοῦτο συνδοξάσωμεν, καὶ πιστῶς προσκυνήσωμεν, Καὶ νῦν.. Θεοτοκίον Κροτεῖ σου τὴν σύναξιν, κατακοσμούμενος σήμερον, ὁ ἐν τῇ ονῇ σου θεῖος οἶκος, πλουτῶν ἐν κόλποις, τὴν ἱεράν σου μορφήν, ἥτις ἀναβλύξει τοῖς πιστοῖς, ῥεῖθρα τῶν ἰάσεων, τῆς ψυχῆς καὶ τοῦ σώματος. ᾠδὴ ς' Ὁ Εἱρμὸς Ναυτιῶν τ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι, Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε. Ἐκ τοῦ Πνεύματός σου, σάρκα ἐπὶ πᾶσαν, ὡς εἶπας, πλουσίως ἐξέχεας, καὶ ἐπληρώθη τῆς σῆς ἡ σύμπασα γνώσεως Κύριε, ὅτι ἐκ Πατρὸς Υἱὸς ἀῤῥεύστως ἔφυς, καὶ τὸ Πνεῦμα ἀμερίστως πρόεισιν. Εἱρμὸς ἄλλος Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία, Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου, Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου, Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς, Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα. Ἱμερτὸν ἡμῖν εὐθὲς ἐν τοῖς ἐγκάτοις, Αἰωνίως ἕξουσι Πνεῦμα καινίσαις, Πατροπροβλήτως πάντοτε ξυνημμένον, Ὕλης ἀπεχθοῦς καυστικῶν μολυσμάτων, Ῥύπου τε φρενῶν ῥυπτικὸν Παντοκράτορ. Ὀρεκτὸν ἀξίωμα τοῖς Ἀποστόλοις, Σιωνίταις μίμνουσι σὴν παρουσίαν, Γνώρισμα Πνεῦμα πατρογεννήτου Λόγου, Λέσχην ἀπηνῆ τῶν ἐθνῶν ποππυσμάτων, Ὢκιστα δεικνύς, πυρπνόως καθιδρύεις. Σῆς Θεοτόκου. Σὴν θείαν ταύτην. Σὴν θείαν ταύτην σου σύναξιν, ἐν τῇδε σου τῇ πόλει δοξάξομεν, Θεοχαρίτωτε διὰ τῆς σῆς θεοτύπου τε, Εἰκόνος τῆς ἁγίας, ἣν ἀσπαζόμεθα. 12

Λαὸς Θεοῦ ὁ χριστώνυμος, Ηπείρου καὶ Ιόνων ἀθροίσθητε, πανηγυρίξοντες ἡ γὰρ Αγνὴ ἐπεσκέψατο, ἡμᾶς διὸ κροτοῦμεν, ταύτης τὴν σύναξιν. Σετυπωμένην ἣν ἔδειξας, Παρθένε σὴν Εἰκόνα καὶ ἄχρωτον, ἵλεως φάνηθι, πᾶσι τοῖς πόθῳ τιμῶσί σου, καὶ ὑπὲρ ὧν μὴ παύσῃ, Θε πρεσβεύουσα. Ἄνευ σπορᾶς ὄντως γέγονεν, ὁ τόκος σου Παρθένε ὡς δέδεικται, ὁ θεῖος τύπος σου, ἄνευ χειρός ὢ τοῦ θαύματος! ὃν πίστει προσκυνοῦντες, σὲ μακαρίζομεν. Δόξα Σριαδικόν. Πατέρα Λόγον δοξάσωμεν, καὶ Πνεῦμα τὸ πανάγιον σήμερον, ὃ ἐπεδήμησεν ἐν κόσμῳ σῶσαι τοὺς θέλοντας, ἐν Πνεύματι βιοῦσθαι, ὡς οἱ Ἀπόστολοι. Καὶ νῦν.. Θεοτοκίον Ἐλπὶς Λευκάδος καὶ καύχημα, Παρθένε ἡ ονή σου γεγένηται, ἐν ᾗ παρίσταται, ὁ αὐτοσχέδιος τύπος σου, ὁ τῆς μορφῆς σου Κόρη, ἡ θαυματόβρυτος. υναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ βασιλεύς... Κοντάκιον Ηχος πλ. δ. Σῇ ὑπερμάχῳ. Σοὺς τ Να σου ἐρχομένους Κόρη πάνσεμνε, καὶ σοῦ τὴν σύναξιν ἐκ πόθου ἑορτάζοντας, καὶ τιμῶντάς σου τὸν ἅγιον χαρακτῆρα, τούτοις δώρησαι Παρθένε τὰ ἐλέη σου, ἐκ παντοίων ῥυσαμένη τούτους θλίψεων, τοὺς σοὶ κράζοντας Χαῖρε μόνη Πανύμνητε. Ὁ Οἶκος Ἄγγελοι ὡς ἐν πόλῳ νοερῶς παρεστῶτες, τὸν ὕμνον μεθ ἡμῶν σοὶ κροτοῦσι, τῇ Παρθένῳ καὶ Μητρὶ Θεοῦ ἐν αὐτ δὲ ἡμεῖς τ οἴκῳ σου ἱστάμενοι, καὶ τὸν ἀχειρότευκτόν σου τύπον ἀσπαζόμενοι, βοῶμέν σοι τό χαῖρε οὕτως Φαῖρε, ἡ ἔφορος τῆς Μονῆς σου χαῖρε, ἡ Δέσποινα τῆσδε νήσου. Χαῖρε, τῆς ἐκλετῆς σου Λευκάδος τὸ καύχημα χαῖρε, Ιονίων τῶν πασῶν τὸ ἐντρύφημα. Χᾶίρε, ὅτι λύμης ἔσωσας τῆς αἱρέσεως αὐτάς χαῖρε, ὅτι ἀπεσόβησας ἀντιθέων προσβολάς. Χαῖρε, ἡ σωτηρία τῶν πιστῶν φοιτητῶν σου χαῖρε, ἡ εὐκοσμία τοῦ ἁγίου Ναοῦ σου. Χαῖρε, δι ἧς σεισμοῦ ἐκλυτρούμεθα χαῖρε, δι ἧς κινδύνων ῥυόμεθα. Χαῖρε, οὐκοῦν ἡ προστάτις τῶν ᾧδε 13

χαῖρε, λοιπὸν ἡ ἐλπὶς ἡμῶν πάντων. Φαῖρε, μόνη Πανύμνητε. υναξάριον Σῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Δωροθέου, Ἐπισκόπου Τύρου. τίχοι Ὁ Δωρόθεος, κἅν φραγγέλλωμαι λέγει, Λείπουσι πολλὰ πρὸς τὰ Χριστοῦ μου πάθη. Πέμπτῃ Δωροθέοιο δέμας πληγῇσι δαμάσθη. Σῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς μετὰ φιλανθρωπίας ἐπενεχθείσης ἡμῖν φοβερὰς ἀπειλῆς καὶ ἀνάγκης, ἐν τῇ τῶν Βαρβάρων ἐπιδρομῇ, ὅτε, μέλλοντας ὑπ' αὐτῶν δικαίως αἰχμαλωτίζεσθαι, καὶ φόνῳ μαχαίρας παραδίδοσθαι, ὁ οἰκτίρμων καὶ φιλάνθρωπος Κύριος, διὰ σπλάγχνα ἐλέους αὐτοῦ, παρ' ἐλπίδα πᾶσαν ἐλυτρώσατο ἡμᾶς. Σῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων δέκα Μαρτύρων τῶν ἐν Αἰγύπτῳ, Μαρκιανοῦ, Νικάνδρου, Ὑπερεχίου, Ἀπόλλωνος, Λεωνίδου, Ἀρείου, Γοργίου, Σεληνιάδος, Εἰρήνης καὶ Πάμβωνος. Ὁ ἅγιος μάρτυς Χριστόφορος ὁ ἀπὸ Ῥώμης, ξίφει τελειοῦται. Ὁ ἅγιος Μάρτυς Κόνων, ὁ ἀπὸ Ῥώμης, ἐν θαλάσσῃ βληθεὶς τελειοῦται Σῇ αὐτῇ ἡμέρᾳ, Δευτέρᾳ τῆς Πεντηκοστῆς, αὐτὸ τὸ πανάγιον, καὶ ζωοποιόν, καὶ παντοδύναμον ἑορτάζομεν Πνεῦμα, τὸν ἕνα τῆς Τριάδος Θεόν, τὸ Ὁμότιμον, καὶ Ὁμοούσιον, καὶ Ὁμόδοξον τ Πατρὶ καὶ τ Υἱ. τίχοι Πᾶσα πνοή, δόξαζε Πνεῦμα Κυρίου, Δι' οὗ πονηρῶν πνευμάτων φροῦδα θράση. Σῇ αὐτῇ ἡμέρᾳ τὴν Σύναξιν τῆς Υπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἐν τῇ πόλει Ἁγίᾳ Μαύρᾳ τῇ ἐν Λευκάδι τῇ νήσῳ ἑορτάζομεν, ἥτις καὶ Φανερωμένη καλεῖται, ὅτι ἐφάνη κατ ὄναρ τ ἱερομονάχῳ Καλλίστῳ τ ζωγράφῳ καὶ ἐσχεδίασε τὴν ἁγίαν αὐτῆς ορφὴν ἐπὶ σανίδος. τίχοι Μορφῆς τὴν θέαν φανεῖσα σχεδιάζει Ἀφανῶς ἡ Πάναγνος ἐν Βυζαντίῳ. Σῇ ἐπιφοιτήσει τοῦ ἁγίου Πνεύματος, πρεσβείαις τῶν Ἀποστόλων σου, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. Καταβασίαι Ἦχος δ' 14

Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ. Ἐῤῥητόρευσε τὸν θεόγραφον νόμον Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου, Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν. Ἔῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας, Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης, Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι Ἄννης, φερούσης πνεῦμα συντετριμμένον, Πρὸς τὸν δυνάστην,.....καὶ Θεὸν τῶν γνώσεων. Ἄναξ ἀνάκτων, οἷος ἐξ οἵου μόνος, Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου. Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις, Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης, ᾌδουσι,δόξα τ κράτει σου, Κύριε. Λυτήριον κάθαρσιν ἀμπλακημάτων, Πυρίπνοον δέξασθε Πνεύματος δρόσον, Ὢ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας, Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος, Ἡ γλωσσοπυρσόμορφος πνεύματος χάρις Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία, Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου, Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου, τέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς, Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα. ύμφωνον ἐθρόησεν ὀργάνων μέλος, έβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας. Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις, εβασμιάζει τοῦ βοᾶν, Τριὰς μόνη, Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ. τίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα, Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος, Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον, 15

ωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην, Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις. Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς... ᾠδὴ θ' Ὁ Εἱρμὸς Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν. Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα,... Ἐπιπαφλάζοντος πάλαι πυρίνου ἅρματος, ὁ ζηλωτὴς καὶ πυρίπνους χαίρων ὀχούμενος, τὴν νῦν ἐκλάμψασαν ἐπίπνοιαν ἐδήλου, ἐξ ὕψους Ἀποστόλοις, ὑφ' ἧς καταλαμφθέντες, τὴν Τριάδα πᾶσιν ἐγνώρισαν. Νόμου τῶν φύσεων δίχα ξένον ἠκούετο, τῶν Μαθητῶν τῆς μιᾶς γὰρ φωνῆς ἀπηχουμένης, Πνεύματος χάριτι, ποικίλως, ἐνηχοῦντο, λαοί, φυλαὶ καὶ γλῶσσαι, τὰ θεῖα μεγαλεῖα, τῆς Τριάδος γνῶσιν μυούμενοι. Εἱρμὸς ἄλλος Φαίροις Ἄνασσα, μητροπάρθενον κλέος. Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα, Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως. Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον Νοεῖν, ὅθεν σε συμφώνως δοξάζομεν. Φαίροις Ἄνασσα, μητροπάρθενον κλέος... Ὕδειν ἔοικε τὴν φυσίζωον Κόρην. Μόνη γὰρ ἐν δίνησι κεκρύφει Λόγον Νοσοῦσαν ἀλθένοντα τὴν βροτῶν φύσιν. Ὃς, δεξιοῖς κλισμοῖσι νῦν ἱδρυμένος Πατρός, πέπομφε τὴν χάριν τοῦ Πνεύματος. Ὅσοις ἔπνευσεν ἡ θεόῤῥυτος χάρις, Λάμποντες, ἀστράπτοντες, ἠλλοιωμένοι, Ὀθνείαν ἀλλοίωσιν εὐπρεπεστάτην Ἰσοσθενοῦσαν τὴν ἄτμητον εἰδότες, οφὴν τρίφεγγον οὐσίαν δοξάζομεν. Σῆς Θεοτόκου, μετὰ μεγαλυναρίων. Ἅπας γηγενής. 16

τίχ.ἄγγελοι τὴν σύναξιν τῆς Παρθένου, καὶ ἄνθρωποι δοξάζουσιν, ὧδε ἐν ᾧ ἡ Θεόπαις Ἡρετίσατο κατοικῆσαι. Ἅπας γηγενής, θαυμάσει γηθόμενος, τὰ μεγαλεῖα σου, Μῆτερ ἀειπάρθενε, καὶ θαυμασίων σου τὰ παράδοξα, τὴν δὲ σεπτὴν Εἰκόνα σου, τὴν θεοτύπωτον, μακαρίζει, τῶν Ἀγγέλων τάγματα, καὶ βροτῶν φιλεόρτων συστήματα. τίχ.ἄγγελοι ἐν πόλῳ σοι παρεστῶτες, ὑμνοῦσί σε πανύμνητε, ὡς καὶ βροτοὶ σ τεμένει, σοῦ τιμῶσι τὸν χαρακτῆρα. Ἔσωσας λαόν, πολλάκις Πανάχραντε, νήσου Λευκάδος τῆς σῆς, διὰ τῆς Εἰκόνος σου, Φανερωμένης ἣν ἐθαυμάστωσας, ἀπὸ σεισμοῦ κακώσεως, εὐλογιῶν καὶ λιμοῦ, ἀπό τε συμφορῶν καὶ κινδύνων, καὶ ἀπὸ ἀκρίδων, καὶ ἀνομβρίας πάσης. τίχ.ἄγγελοι καὶ ἄνθρωποι σου ἐν οἴκῳ, φαιδρῶς συνεορτάζουσιν, οἱ μὲν κρυπτῶς Θεοτόκε, οἱ δ ἐμφανῶς ἀσιγήτοις ὕμνοις. Ἔσωσας πολλοῦ, κινδύνου τὸν δοῦλόν σου, τὸν συσχεθέντα ποτέ, Κόρη Ἀνατόλιον, ἐφ ἡμιόνου καὶ ἐπὶ πλοίου δεινῶς, τὸν ἐν αὐτῇ σου γνήσιον νῦν δὲ μονήρους ζωῆς, ἐγεγόνει, μέτοχος ὡς ἔοικεν, ὁ αὐτὸς μνημονεύων σῆς χάριτος. ὁ β χορὸς τίχ.ἄγγελοι δοζάζουσί σου Παρθένε, βροτοί τε τὰ θαυμάσια, ἃ ἐν τῇ νήσῳ σου ταύτῃ, καὶ Μονῇ σου Ἁγνὴ εἰργάσω. Χάλλοντας Ἁγνή, τοὺς δούλους σου πρόσδεξαι, καὶ τὰ ἐλέη σου, πᾶσιν ἡμῖν δώρησαι, τοῖς ἀνυμνοῦσι καὶ μεγαλύνουσι, σὲ τὴν ἀειμακάριστον, καὶ παναμώμητον, καὶ τιμῶσι, τὴν ἀχειροποίητον, καὶ πανίερον Κόρη Εἰκόνα σου. Δόξα. Σριαδικόν. τίχ.ἄγγελοι ἐν πόλῳ τ Τρισηλίῳ, Θε τὸν ὕμνον ᾄδουσι, ὡς καὶ βροτοὶ φιλεόρτων, Ορθοδόξων ἐν γῇ κροτοῦσι. Ἄγει ἑορτήν, λαός σου ὁ γνήσιος, Θεὲ τρισήλιε, ὡς ἐπιλαβόμενος, ἐπαγγελίας τῆς σῆς τὸ πλήρωμα, τὸ Πνεῦμά σου τὸ ἅγιον σήμερον γάννυται, καὶ δοξάξει, σὲ τὴν τρισυπόπατον, Θεαρχίαν μιᾷ ἐν Θεότητι. Καὶ νῦν. Θεοτοκίον. τίχ.ἄγγελοι τὴν σύναξιν τῆς Παρθένου, τὴν ἐν Λευκάδι σήμερον, σὺν τοῖς βροτοῖς εὐφημοῦσι, τῆς Ἁγίας πόλεως Μαύρας. 17

Ἄγει ἑορτήν, Παρθένε ἡ πόλις σου, τῆς σῆς συνάξεως, ἐπὶ τῇ Μονῇ σου νῦν, καὶ μνείαν ἄγουσα τῶν θαυμάτων σου, τοῖς πᾶσι διαγγέλλει σου, τὰς θείας χάριτας, καὶ προνοίας, ἃς περὶ τὸν κλῆρόν σου, Θεοτόκε παρέχεις ἑκάστοτε. Καταβασίαι Ἦχος βαρὺς Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν. Ἦχος δ' Φαίροις Ἄνασσα, μητροπάρθενον κλέος. Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα, Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως. Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον Νοεῖν, ὅθεν σε συμφώνως δοξάζομεν. υναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... Ἐξαποστειλάριον Ἦχος γ' Ὁ οὐρανὸν τοῖς ἄστροις Σὸ πανάγιον Πνεῦμα, τὸ προϊὸν ἐκ τοῦ Πατρός, καὶ δι' Υἱοῦ ἐνδημῆσαν, τοῖς ἀγραμμάτοις Μαθηταῖς, τοὺς σὲ Θεὸν ἐπιγνόντας, σῶσον, ἁγίασον πάντας. Σῆς Θεοτόκου, ὅμοιον. Σῆς Θεοτόκου Μαρίας, τὴν θείαν σύναξιν πιστοί, ἐν τοῖς ἐμοῖς θιασῶται, ἀνευφημήσωμεν ὁμοῦ, κατασπαζόμενοι πόθῳ καὶ τὸν αὐτῆς θεῖον τύπον. Ἕτερον Ἦχος ὁ αὐτὸς Υῶς ὁ Πατήρ, φῶς ὁ Λόγος, φῶς καὶ τὸ ἅγιον Πνεῦμα, ὅπερ ἐν γλώσσαις πυρίναις, τοῖς Ἀποστόλοις ἐπέμφθη, καὶ δι αὐτοῦ πᾶς ὁ κόσμος φωταγωγεῖται, Σριάδα σέβειν ἁγίαν. ΑΙΝΟΙ Ἦχος δ Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τ Θε. 18

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τ Θε. τίχ. Σοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Παράδοξα σήμερον εἶδον τὰ ἔθνη πάντα ἐν πόλει Δαυΐδ, ὅτε τὸ Πνεῦμα κατῆλθε τὸ ἅγιον ἐν πυρίναις γλώσσαις, καθὼς ὁ θεηγόρος Λουκᾶς ἀπεφθέγξατο, Φησὶ γάρ, Συνηγμένων τῶν Μαθητῶν τοῦ Χριστοῦ, ἐγένετο ἦχος καθάπερ φερομένης βιαίας πνοῆς, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι, καὶ πάντες ἤρξαντο φθέγγεσθαι, ξένοις ῥήμασι, ξένοις δόγμασι, ξένοις διδάγμασι, τῆς ἁγίας Τριάδος. τίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Σὸ Πνεῦμα τὸ ἅγιον, ἦν μὲν ἀεί, καὶ ἔστι καὶ ἔσται, οὐτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ' ἀεὶ Πατρὶ καὶ Υἱ συντεταγμένον, καὶ συναριθμούμενον, ζωή, καὶ ζωοποιοῦν, φῶς, καὶ φωτὸς χορηγόν, αὐτάγαθον, καὶ πηγὴ ἀγαθότητος, δι' οὗ Πατὴρ γνωρίζεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρὰ πάντων γινώσκεται, μία δύναμις, μία σύνταξις, μία προσκύνησις, τῆς ἁγίας Τριάδος. τίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Σὸ Πνεῦμα τὸ ἅγιον, φῶς, καὶ ζωή, καὶ ζῶσα πηγὴ νοερά. Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως ἀγαθόν, εὐθές, νοερόν, ἡγεμονεῦον, καθαῖρον τὰ πταίσματα Θεὸς καὶ θεοποιοῦν πῦρ, ἐκ πυρὸς προϊόν λαλοῦν, ἐνεργοῦν, διαιροῦν τὰ χαρίσματα δι οὗ Προφῆται ἅπαντες, καὶ Θεοῦ Ἀπόστολοι, μετὰ Μαρτύρων ἐστέφθησαν ξένον ἄκουσμα, ξένον θέαμα, πῦρ διαιρούμενον εἰς νομὰς χαρισμάτων. Καὶ τῆς Θεοτόκου τιχηρὰ Προσόμοια γ Ηχος ὁ αὐτός. τίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ὁ ἐξ ὑψίστου κληθείς. Ἐν τῇ αὐτῇ σου συνάξει Θεοτόκε, ἅπαντας τοὺς Ιονας καὶ Ηπειρώτας καλεῖς, καὶ σὺν αὐτοῖς πάντα σύλλογον, τῶν φιλεόρτων, ἔκ τε τοῦ κλήρου καὶ τῶν ἀζύγων τε, καὶ τοὺς πόῤῥω πέλοντας, καλεῖς Παρθένε Ἁγνή, συνεορτᾶσαί σου σήμερον, καὶ μνημονεῦσαι, τὰ σὰ θαυμάσια, οὓς ἐπλούτισας, τοὺς ἐν Λευκάδι θιασώτάς σου, Ορθοδόξους σεμνὴ τοὺς μονάζοντας, καὶ τοὺς πόλεως πάντας, τῆς Ἁγίας Μαύρας δούλους σου. τίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 19

Ἐν Λευκαδίᾳ τῇ νήσῳ ἡ Παρθένος, τῇδε παροικήσασα διὰ τῆς θείας αὐτῆς, Εἰκόνος πάντας τοὺς Ιονας, φρουρεῖ καὶ σκέπει, διὰ τοὺς θείους αὐτῆς θεράποντας ὅθεν καὶ οὐ παύεται, τῇ καθ ἡμᾶς γενεᾷ ἡμῶν ἡ πάναγνος Δέσποινα, τελεῖν ὡς πρῴην, πολλὰ καὶ μείζονα τὰ θαυμά σια διὸ καὶ ταύτῃ τὰ ἐφύμνια, καὶ οἱ κρότοι καὶ ἅπαντα πρέπουσι, τῇ Μητρὶ τοῦ Κυρίου, καὶ ἡμῶν θείᾳ προστάτιδι. τίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἐξ ἀνοβρίας λιμοῦ σεισμοῦ καὶ νόσων, καὶ ἀκρίδων ἅπαντας, εὐλογιῶν καὶ παντός, κινδύνου σῶζε τοὺς δούλους σου, τοὺς προσφυγόντας, τῇ σῇ Εἰκόνι ἣν ἐθαυμάστωσεν, ὁ Υἱός σου Πάναγνε, ὁ ποιητὴς καὶ Θεός, καὶ τῇ ἡμῶν ἐδωρήσατο, Ἁγίᾳ Μαύρᾳ ὡς μέγαν ὄλβον καὶ ἀναφαίρετον ὅθεν καὶ ταύτην ἀχειρότευκτον, Θεοτόκε καλοῦμεν οἱ δοῦλοί σου, καὶ Πηγὴν Ζωοδόχον, καὶ αὐτὴν Φανερωμένην σε. Δόξα πατρὶ.. Ἦχος πλ. β' Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθέ, καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον ἀγαθὲ τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν Σῆς Θεοτόκου. Ηχος ὁ αὐτός. Βασιλὶς ὑπάρχουσα Πανύμνητε, τοῦ τε οὐρανοῦ καὶ γῆς ἁπάσης, Βασιλέα τῶν ἁπάντων μόνη τέξασα, καὶ ἐν τῇ Βασιλίδι τῶν πόλεων, ἣν ὁ πρῶτος ἐν βασιλεῦσιν εἰς σὲ ἀνατέθηκεν, ἐκεῖ ἔδει γραφῆναι ἄνευ χειρός, τὴν βασιλικήν σου θέαν, καὶ δοξασθῆναι θαύμασι, καὶ δοθῆναι τῇ Μονῇ σου ταύτῃ, ᾗ Ἡρετίσω Κόρη Δέσποινα. Φρούρει οὖν ἡμᾶς τῇ δυνάμει σου, τοὺς τελοῦντάς σου τὴν θείαν ἑορτήν, καὶ ἀσπαζομένους σου τὸν θεῖον χαρακτῆρα, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, τ Υἱ σου Μητροπάρθενε. Δοξολογία Μεγάλη εἰς ἦχον πλ. β ( Ἀργή ἢ σύντομος ) Δόξα σοι τ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θε, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, 20

Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Δόξα Πατρὶ καὶ Υἱ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 21

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ εὐθύς τὸ Ἀπολυτίκιον τῆς ἑορτῆς Ἦχος πλ. δ. Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι ΕΙ ΣΗΝ ΘΕΙΑΝ ΛΕΙΣΟΤΡΓΙΑΝ ΑΝΣΙΥΨΝΑ Ἀντίφωνον Α' Ἦχος β' τίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Σαῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. τίχ. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Σαῖς πρεσβείαις τῆς Θεοτόκου... τίχ. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Σαῖς πρεσβείαις τῆς Θεοτόκου. τίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Σαῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα Πατρὶ... Καὶ νῦν... Σαῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β' Ἦχος ὁ αὐτὸς τίχ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ. ῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι, Ἀλληλούϊα. τίχ. Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου. 22

ῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ... τίχ. Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. ῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ... τίχ.δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι. ῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ Δόξα Πατρὶ... Καὶ νῦν Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τ Πατρὶ καὶ τ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ' τίχ. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ Βασιλεύς, καὶ ἐπὶ τ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα. Ἦχος πλ. δ' Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι. τίχ. Σὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν. Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν... τίχ. Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν... τίχ. Ζωὴν Ἠτήσατό σε, καὶ ἔδωκας αὐτ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος. Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν... Εἰσοδικὸν ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου, ᾄσωμεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου, Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ,......ψάλλοντάς σοι. Ἀλληλούϊα. Σὸ Ἀπολυτίκιον ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ἦχος πλ. δ' Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι. ἦχος πλ. δ 23

Ἐν τῇ Μονῇ σου Παρθένε πόθῳ προστρέχοντες καί προσκυνοῦντες τήν θαυμαστήν σου Εἰκόνα, μετ εὐλαβείας ἀντλοῦμεν τάς χάριτας καί δι αὐτῆς ἔκ τε σεισμοῦ, λιμοῦ, λοιμοῦ, αὐχμοῦ καί νόσων, ταῖς πρεσβείαις σου σωζόμεθα. ἦχος α Τοῦ λίθου σφραγισθέντος Σόν τύπον τῆς μορφῆς σου Θεοτόκε Πανάχραντε, τόν ἀχειροποίητον πάντες, προσκυνοῦντες τιμῶμέν σε. δι οὖ ἡμεῖς λοιμοῦ τε καί σεισμοῦ, βαρβάρων καί ἐχθρῶν ἐπιδρομῆς, καί κινδύνων ἐκ παντοίων καί πειρασμῶν, λυτρούμενοί σοι βοῶμεν. δόξα τῇ παναγάθῳ σου βουλῇ. δόξα τῇ εὐσπλαχνίᾳ σου. δόξα τῆ εἰς ἡμᾶς Ἁγνή θείᾳ προνοίᾳ σου. Κοντάκιον ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ἦχος πλ. δ' Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος, ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα. ΚΑΙ ΣΗ ΘΕΟΣΟΚΟΤ Κοντάκιον Ηχος πλ. δ. Σῇ ὑπερμάχῳ. Τοὺς τ Να σου ἐρχομένους Κόρη πάνσεμνε, καὶ σοῦ τὴν σύναξιν ἐκ πόθου ἑορτάζοντας, καὶ τιμῶντάς σου τὸν ἅγιον χαρακτῆρα, τούτοις δώρησαι Παρθένε τὰ ἐλέη σου, ἐκ παντοίων ῥυσαμένη τούτους θλίψεων, τοὺς σοὶ κράζοντας Χαῖρε μόνη Πανύμνητε Ἀντὶ δὲ τοῦ Σρισαγίου Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε Ἀλληλούϊα. Προκείμενον τοῦ Ἀποστόλου Σῆς Εορτῆς ἦχος γ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τ Θε τ Σωτῆρί μου. τίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου 9:1-7 Ἀδελυξί, εἶφεμ ἡ οπώση ςκημὴ δικαιώμασα λασπείαρ σό σε Αγιξμ κξςμικόμ. Σκημὴ γὰπ κασεςκετάςθη ἡ οπώσῃ ἐμ ᾗ ἥ σε λτφμία καὶ ἡ σπάοεζα καὶ ἡ οπόθεςιρ σῶμ ἄπσωμ, ἥσιρ λέγεσαι Αγια. Μεσὰ δὲ σὸ δεύσεπξμ κασαοέσαςμα ςκημὴ ἡ λεγξμέμη Αγια Αγίωμ, φπτςξῦμ ἔφξτςα θτμιασήπιξμ καὶ σὴμ κιβωσὸμ σῆρ διαθήκηρ οεπικεκαλτμμέμημ οάμσξθεμ φπτςίῳ, ἐμ ᾗ ςσάμμξρ φπτςῆ ἔφξτςα σὸ μάμμα καὶ ἡ ῥάβδξρ Ααπὼμ ἡ βλαςσήςαςα καὶ αἱ ολάκερ σῆρ διαθήκηρ, ὑοεπάμω δὲ αὐσῆρ Χεπξτβὶμ δόνηρ κασαςκιάζξμσα σὸ ἱλαςσήπιξμ οεπὶ ὧμ ξὐκ ἔςσι μῦμ 24

λέγειμ κασὰ μέπξρ. Τξύσωμ δὲ ξὕσω κασεςκεταςμέμωμ εἰρ μὲμ σὴμ οπώσημ ςκημὴμ διὰ οαμσὸρ εἰςίαςιμ ξἱ ἱεπεῖρ σὰρ λασπείαρ ἐοισελξῦμσερ, εἰρ δὲ σὴμ δετσέπαμ ἅοαν σξῦ ἐμιατσξῦ μόμξρ ὁ ἀπφιεπεύρ, ξὐ φωπὶρ αἵμασξρ, ὃ οπξςυέπει ὑοὲπ ἑατσξῦ καὶ σῶμ σξῦ λαξῦ ἀγμξημάσωμ. Ἀλληλούϊα (γ ) Ἦχος πλ. β Ἄκουσον, θύγατερ, καὶ ἴδε. τίχ. Σὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Ἐκ τοῦ κατὰ Λουκᾶν (ι 38 42, ια 27 28) Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτόν. Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ. Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν ἐπιστᾶσα δὲ εἶπεν, Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, Μάρθα Μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,ἑνὸς δέ ἐστιν χρεία Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς. Εγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις φωνὴν γυνὴ ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ, Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπεν, Μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τὸ Ἐξαιρέτως Ὁ Εἱρμὸς τῆς θ ᾠδῆς ἦχος δ Φαίροις Ἄνασσα, μητροπάρθενον κλέος. Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα, Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως. Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον Νοεῖν, ὅθεν σε συμφώνως δοξάζομεν. Κοινωνικὸν Σὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἀλληλούϊα. Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα. Καί ἦχος β Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν 25

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι Ἠξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. ἈλληλουἸα, ἈλληλουἸα, ἈλληλουἸα ἦχος β Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς). Ἀπόλυσις «... Ο ἐν εἴδει πυρίνων γλωσσῶν οὐρανόθεν καταπέμψας τό Πανάγιον Πνεῦμα, ἐπί τούς Αγίους Αὐτοῦ μαθητάς καί Αποστόλους, Φριστός, ὁ ἀληθινός...». https://agioskosmasoaitolos.wordpress.com 26