Ἀκολουθία Ὁσίου ΞΕΝΟΦΩΝΤΟΣ καί Συνοδείας, Νικ. Καλοσπύρου

Σχετικά έγγραφα
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

5 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν άββα τοῦ Ἡγιασμένου

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

25 ΙΟΤΛΙΟΤ Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης

ΑΚΟΛΟΥΘΙΑ ΟΣΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΤΟΥ ΠΑΡΙΟΥ. Ἰουνίου Κ. Μνήµην ἐπιτελοῦµεν, τοῦ Ὁσίου Πατρὸς ἡµῶν. καὶ ιδασκάλου Ἀθανασίου τοῦ Παρίου ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων, Μνήµη τοῦ Ἁγίου Ἱεροµάρτυρος Θεοδότου Ἀγκύρας. Ἦχος πλ. δ. Ἑωθινο ν Α Τῷ Σαββα τῳ ἑσπε ρας, Θ Ὥρα.

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

2 ΔΕΚΕΜΒΡΙΟΥ Τετάρτη.

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

26 ΙΟΥΛΙΟΥ 2019 Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ(25/7/19)

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

17 ΙΑΝΟΥΑΡΙΟΥ Αντωνίου ὁσίου τοῦ μεγάλου ( 356). Αντωνίου ὁσίου τοῦ ἐν τῇ σκήτῃ τῆς Βεροίας, Γεωργίου νεομάρτυρος τοῦ ἐν Ιωαννίνοις ( 1838).

12 ΙΟΥΛΙΟΥ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

20 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

5 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν άββα τοῦ Ἡγιασμένου

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

20 ΙΑΝΟΥΑΡΙΟΥ Σοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ 1 ΙΑΝΟΥΑΡΙΟΥ

Τῌ Ε ΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡ μῶν Σάββα τοῦ Ἡγιασμένου.

17 ΙΑΝΟΥΑΡΙΟΥ 2013 Αντωνίου ὁσίου τοῦ μεγάλου ( 356). Αντωνίου ὁσίου τοῦ ἐν τῇ σκήτῃ τῆς Βεροίας, Γεωργίου νεομάρτυρος

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3

ὁ β χορός ὁ α χορός Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. ὁ β χορός ὁ α χορός

Τῌ Κ ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡ μῶν Εὐθυμίου τοῦ Μεγάλου. Ζαχαρίου νεομάρτυρος

δὲ τὸ πρόσωπον, τῇ αἴγλῃ ἐκείνου, Πάτερ καθωδήγησαι,

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ)

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ

Iohannes Damascenus - De theologia

20 ΙΑΝΟΥΑΡΙΟΥ 2018 ΣΑΒΒΑΤΟΝ +Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

Минея. Декабрь (на греческом языке) Μηναίον τοῦ Δεκεμβρίου

1 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥΡΙΟΥ Η- ΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. + Βασιλείου ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ μεγάλου ( 379).

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΑΚΟΛΟΥΘΙΑ. Σοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νεκταρίου Ἐπισκόπου Πενταπόλεως τοῦ Θαυματουργοῦ

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

σου δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

3 ΟΚΤΩΒΡΙΟΥ Υ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Διονυσίου τοῦ Ἀρεοπαγίτου.

Εισαγωγή στη Φιλοσοφία

Ἱερὰ Μονὴ Ἁγίων Κυπριανοῦ καὶ Ἰουστίνης ερβενάκια Κορινθίας ΑΚΟΛΟΥΘΙΑ

ΣΑΒΒΑΤΟΝ ΤΗΣ ΤΥΡΙΝΗΣ Μνήμην ἐπιτελοῦμεν πάντων τῶν ἐν ἀσκήσει λαμψάντων ὁσίων καί θεοφόρων Πατέρων

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

Η ελεύθερη έκφραση μέσω του τύπου. Κάνω κάτι πιο φιλελεύθερο Η πίστη και η αφοσίωση στην ιδέα της ελευθερίας.

Corrections to the Antoniades Patriarchal Greek Text of the New Testament

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

ΠΑΡΑΔΕΙΓΜΑ ΠΑΡΑΠΟΙΗΣΗΣ ΤΗΣ ΑΓΙΑΣ ΓΡΑΦΗΣ ΑΠΟ ΤΟΥΣ ΨΕΥΔΟΜΑΡΤΥΡΕΣ ΤΟΥ ΙΕΧΩΒΑ

24 ΙΑΝΟΥΑΡΙΟΥ Ἀπολυτίκιον ἦχος β. Σάββατον.

12 ΔΕΚΕΜΒΡΙΟΥ Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Τῌ ΚϚ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

29 ΙΟΥΝΙΟΥ 2018 τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου ( 64) καὶ Παύλου ( 67) * * * * *

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

18 ΟΚΤΩΒΡΙΟΥ 2012 Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ..

10 ΜΑΡΣΙΟΤ 2017 Σῇ Παρασκευῇ τῆς Β Ἑβδομάδος ἑσπέρας ΑΚΟΛΟΤΘΙΑ ΣΟΤ ΑΠΟΔΕΙΠΝΟΤ Μετὰ τῆς Β τάσεως τῶν Χαιρετισμῶν

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

25 ΙΑΝΟΥΑΡΙΟΥ 2014 ( 390). Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ

ΝΟΕΜΒΡΙΟΣ 26!! ΟΣΙΟΣ ΝΙΚΩΝ ΜΕΤΑΝΟΕΙΤΕ ΑΚΟΛΟΥΘΙΑ

Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν

12 ΔΕΚΕΜΒΡΙΟΥ 2011 Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Σπυρίδωνος, Επισκόπου Τριμυθοῦντος τοῦ Θαυματουργοῦ.

30 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Τῶν τριῶν ἱεραρχῶν Βασιλείου τοῦ μεγάλου, Γρηγορίου τοῦ θεολόγου καὶ Ιωάννου τοῦ Χρυσοστόμου.

Ἀναγνωστικό Κατήχησης

04 ΜΑΡΤΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

5 ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ὁσίοσ καί Θεουόροσ Πατρὸς ἡμῶν Ἀθανασίοσ τοῦ ἐν τῷ Ἄθῳ

12 ΔΕΚΕΜΒΡΙΟΥ 2012 Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333).

30 ΝΟΕΜΒΡΙΟΥ Ανδρέου ἀποστόλου τοῦ Πρωτοκλήτου ( 62), πολιούχου Πατρῶν. Φρουμεντίου ἐπισκόπου Ινδίας (Αἰθιοπίας) ( 380), Αλεξάνδρου Μηθύμνης

ΣΑΒΒΑΤΟΝ ΤΗΣ ΤΥΡΙΝΗΣ Μνήμην ἐπιτελοῦμεν πάντων τῶν ἐν ἀσκήσει λαμψάντων ὁσίων καί θεοφόρων Πατέρων

Transcript:

Ἀκολουθία Ὁσίου ΞΕΝΟΦΩΝΤΟΣ καί Συνοδείας, Νικ. Καλοσπύρου Ψαλλομένη τῇ 26 η Ἰανουαρίου ΕΙΣ ΤΟΝ ΜΕΓΑΛΟΝ ΕΣΠΕΡΙΝΟΝ Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τό Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες αὐτά. Ἦχος β'. Ὅτε, ἐκ τοῦ ξύλου Σε νεκρόν. Λάμπων ἀξιώμασι ψυχῆς, ἐλεημοσύνῃ καὶ πίστει, σαυτὸν ἐλάμπρυνας χαίρων γὰρ ἐσκόρπισας, τὸν πλοῦτον πένησιν, εἰς αἰῶνας δὲ μένει σου ἡ δικαιοσύνη, φῶς σοι ἀνατέλλουσα Πάτερ ἀνέσπερον ἔνθα, τοὺς ὁσίους σου Παῖδας, ὄψει καὶ τὴν τούτους τεκοῦσαν, Πόλιν τὴν οὐράνιον οἰκήσαντας. (Δίς). Δόξαν παριδόντες τὴν φθαρτήν, δόξης τῆς ἀφθάρτου καὶ θείας, κατηξιώθητε πᾶσαν γὰρ πατήσαντες, βίου τερπνότητα, τὸν τῷ ὄντι τερπνότατον, Χριστὸν θεοφόροι, ἄγαν ἐποθήσατε, τὸν ὑμᾶς σώσαντα, κόσμου τρικυμίας καὶ ζάλης, καὶ τῷ γαληνῷ καὶ φωσφόρῳ, βίῳ καθορμίσαντα πανόλβιοι. (Δίς). Πάθη θανατώσαντες σαρκός, τοὺς τῆς ἀπαθείας χιτῶνας περιεβάλεσθε, βίου καθαρότητι, τούτους [1]

ὑφάναντες πολιτείαν δ ἰσάγγελον, ἐν σώματι ὄντες, ἔτι καρτερόφρονες ἐπιδεικνύμενοι, δόξης ἠξιώθητε πάντες, τῆς ἀγγελικῆς ἐν ὑψίστοις, θείας ἀπολαύοντες λαμπρότητος. (Δίς). Δόξα. Ἦχος πλ. β. Σήμερον δοξαστικῇ πανδαισίᾳ, τῶν Ὀρθοδόξων τὰ συστήματα, γέγηθε μνήμην πανηγυρίζοντα, Ξενοφῶντος τοῦ Ὁσίου, τοῦ θεοφόρου ἡδύσματος, ἐντρυφήσει τῆς πίστεως, ἐγκολπώσει τῆς ἡσυχίας, καὶ σθένει τῆς ἀγαπήσεως, δι ὦν τὸ θαῦμα προοδοποιεῖται, ἐνεργούμενον εὐχαριστίᾳ τῆς καρδίας, κατέλιπες γηΐνων τὴν ἔφεσιν, ἔρωτι τοῦ θείου Πνεύματος ζωηρῷ, τρόποις ὁμοίοις τοῖς παισί, καὶ τῇ συμβίῳ, πανεύφημε Ὅσιε ὅθεν πρεσβεύεις πρὸς Κύριον ἀπαύστως, ὑπὲρ ἡμῶν τῶν τελού-ντων τὴν ἐπάξιον μνήμην σου. Καὶ νῦν. Τίς μὴ μακαρίσει Σε... Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ 7). Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς ἀρεστὴ γὰρ ἦν [2]

Κυρίῳ ἡ ψυχὴ αὐτοῦ διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ 1-9). Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε 15 - στ 3). Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν ἐνδύσεται θώρακα δικαιοσύνην καὶ [3]

περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι ἀγανακτήσει κατ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε μάθετε δικασταὶ περάτων γῆς ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου. Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α. Σήμερον ῥόδον εὐωδέστατον, ἐκ τοῦ μυστικοῦ λειμῶνος τῆς πίστεως, ἀναθάλλει ἡμῖν ἡ τοῦ δικαίου Ξενοφῶντος καὶ τῶν οἰκείων αὐτοῦ, ἡγιασμένη μνήμη, φαυσιβολοῦσα μελισταγέσι ἄσμασι οὐρανίου εὐχαριστίας, εἰς εὐχαριστίαν τῷ Λυτρωτῇ ἡμῶν. Σήμερον ἡ νοητὴ Σιών, περιχαρῶς ἑορτάζει τὸν ἀμήχανον τῆς χάριτος, τὸν προσλαβόντα τὸ μακάριο πένθος καὶ ἀνθεστηκότα τῇ φυσιώσει τῆς ματαιότητος. Διό, Πάτερ Ὅσιε, ἀποπλήρου τὰς αἰτήσεις τῶν ἀλημόνων ἡμῶν, τῇ εὐερνώδει πρὸς Κύριον παῤῥησίᾳ σου. Ἦχος β. Τοὺς ἑπομένους τῷ κάλλει τῷ Προδρομικῷ, τοὺς ἐν ἀγῶσι ἀσκητικοῖς διαβιώσαντας, τοὺς ἀντισταθμῶντας τὸν δούλειον ζυγὸν τῆς ἁμαρτίας, τοὺς ἀνδρείους [4]

παλαίσμασιν κατὰ τῆς σαρκός καὶ ἀναιμάκτῳ μαρτυρίῳ παρεστηκότας τῷ θρόνῳ Χριστοῦ ἀνευφημήσωμεν, Ξενοφῶντα τὸν Ὅσιον, Μαρίαν τὴν σύμβιον, Ἀρκάδιον καὶ Ἰωάννην τὰ ἐξ ἐσθλῶν γεννήματα. Διὸ θεραπεύετε πάθη ποικίλα, ὡς ἀναδραμόντες πρὸς καλλιστέφους μονάς, καὶ πρεσβεύετε πρὸς Κύριον ἀδιαλείπτως, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ἦχος γ. Ἔστησας ἐν εὐθύτητι τοὺς πόδας σου, Ὅσιε Ξενοφῶν, τῇ νεκρώσει τοῦ πρὸς κόσμον φρονήματος, τῇ κακοπαθείᾳ τῆς σαρκός καὶ τῇ ἀνατάσει τοῦ πνεύματος ὅθεν διὰ τῆς ἀδιαλείπτου προσευχῆς, τὰ τῶν δακρύων νάματα εὐτρεπιζούσης, νενίκηκας τὴν φορὰν τῆς φθορᾶς, ὡς ἐπὶ γῆς Ἄγγελος. Διὸ ἐρήτυσον ἡμᾶς τῆς δεινῆς ἀκηδίας, τοὺς ἀνυμνοῦντας τὴν πανίερον μνήμην σου. Ἦχος δ. Περιβόλαιον τρίχινον ἐνδεδυμένος καὶ τὴν ὀσφὺν ἀσκητικῇ ῥομφαίᾳ περιεζωσμένος καὶ τὴν διάνοιαν χριστεπωνύμῳ ἐπικλήσει πεποικιλμένος, ἐριγηθεῖ φρονήματι πρὸς τὸν Σωτῆρα Χριστὸν ἀνέδραμες ὅθεν καταργήσας τοῦ ἐχθροῦ τὴν δύναμιν καὶ στερεώσας τὰς καρδίας τῶν πιστῶς σοι προστρεχόντων, πρέσβευε Χριστῷ τῶ Θεῷ, Ξενοφῶν μακάριε, εἰρήνην τὴν οἰκουμένην δωρήσασθαι καὶ ταῖς ψυχαῖς ἡμῶν τὴν γαλήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν. Δόξα. Ἦχος πλ. α. Ἡ ἐκκύπτουσα ὡς ὄρθρος, σωτήριος μνήμη τοῦ δικαίου Ξενοφῶντος, λαμπρύνει σήμερον τῶν Ὀρθοδόξων τὰς συνάξεις, τῶν γλυκεραῖς ταῖς ᾠδαῖς πλημμηρουμένων, καὶ τοῖς ῥείθροις τῶν θαυμάτων [5]

ἐπιπρεπουσῶν. Τίς γὰρ προστρέχων τούτῳ ἐν δάκρυσι, οὐ λαμβάνει ταχέως τὴν ἴασιν τῶν παθῶν; Ἤ τίς τὴν λύσιν τῶν νοσημάτων οὐ κομίζεται, προσιὼν τοῖς θείοις λειψάνοις αὐτοῦ; Διὰ τοῦτο Πάτερ Ὅσιε, συμφώνως βοῶμέν σοι πρέσβευε ὡς τῇ Ἁγίᾳ Τριάδι παριστάμενος, ὑπὲρ τῶν ἐν σεμνῇ συζυγίᾳ διαγόντων, τῶν ἑορταζόντων ἐν γηθοσύνῃ πολλῇ, τὴν ἱεράν σου καὶ φωτοφόρον πανήγυριν. Καὶ νῦν. Μακαρίζομέν Σε... Εἰς τὸν Στίχον. Ἦχος δ. Ἔδωκας σημείωσιν. Δεῦτε ἀνύμνησωμεν, τὸν τῆ μεθέξει θεούμενον καὶ φωτὶ φῶς γενόμενον, ἀσκήσεως ἄτραπον, θεῖον Ξενοφῶντα, ὑλικῶν πραγμάτων, τὴν ἀχθηδόνα ἐν Χριστῷ, καταβαλόντα καὶ διαλάμψαντα, σῴζοντα γεέννης τε, ἐπιβουλῆς τοῦ ἀλάστορος, τοὺ τιμῶντας ὡς εὔκοσμον, τὴν φερώνυμον σύναξιν. Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. Σύμφωνον τὸν ὕμνον σου, θεῷ θετῷ χρηματίζοντι, Ξενοφῶν, ἀναμέλπομεν, δι οὗ ἀναγόμεθα, Ἐκκλησίας ὕψει, σεπτὲ θεηγόρε, σῆς ὁμοζύγου συνδρομήν, εἰς σάρκαν μίαν πιστῶς ἀνύψωσας, ἐν γένει θεοτρόφῳ σου, συνὼν τῷ Πνεύματι Ὅσιε, μοναζόντων τῷ σχήματι, ὡς εἰσόδῳ τῆς χάριτος. Στ. Μακάριος ἀνήρ ὁ φοβούμενος τον Κύριον. Νέμει σου τὰ λείψανα, ὦ Ξενοφῶν παναοίδιμε, νοσηρῶν τὴν καθαίρεσιν, χαρᾶς τὴν ἐκπλήρωσιν, δωρεὰς ἀῤῥήτους, πρεσβείαν ἐν κράτει, σημεῖον δὲ [6]

καταλλαγῆς, τῇ σωστικῇ παῤῥησίᾳ σου, ἐκζητοῦντες τὴν δύναμιν, ἐνεργούσης ἀγάπης σου. Δόξα. Ἦχος πλ. δ. Τὴν φθαρτὴν παριδὼν δόξαν, θεσπέσιε, ἐγεώργησας ἐν θαύμασιν, τὸν ἀμπελῶνα Χριστοῦ τοῦ Θεοῦ διὸ πρὸς Αὐτὸν ἐκδημήσας, φωτοφόρος δοξαζόμενος ἐν οὐρανοῖς, κέδρος σημείων καὶ ἰάσεων ἐν Ἐκκλησίᾳ πληθύνῃ, τοῦ νοητοῦ Ἀμοῤῥαίου τὴν ὀφρὺν καταπατῶν, σὺν τῇ σεπτῇ σου συμβίῳ καὶ τοῖς παισί. Μεθ ὧν πρέσβευε ἐκτενῶς, Ὅσιε Πατὴρ ἡμῶν Ξενοφῶν, τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, ἐκ κινδύνων σωθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Ἀνύμφευτε Παρθένε... Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ. Θείας πίστεως. Θείαν κλίμακα ἀρετοτόκον, κατὰ γένος σου, οὐρανοδρόμον, Ξενοφῶν ἀγγελικῶς ἀναβέβηκας καὶ διανύων ὁδὸν τελειότητος, θαυματουργὸς ἀνεδείχθης μακάριε πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Θεοτοκίον ὁμόηχον. Ἀπόλυσις. [7]

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Διαβὰς τῆς σαρκός σου γνόφον, σοφέ, καὶ μισήσας βησσῆεν τῶν γεωδῶν, ηὐλίσθης Πάτερ Ὅσιε, ἰσαγγέλων ὡς πρόκριτος, καὶ τῶν ἀδύτων μύστης, ἐρήμοις γευσάμενος, τοῦ Παρακλήτου ὤφθης ἀκηλίδωτον ἔσοπτρον ὅθεν ἀντιπάλου καταίσχυνας ἐπάρσεις, τὸ σκότος κατέλυσας, προσευχαῖς σου ὡς τέλειος Ξενοφῶν, θεῖον ἔρεισμα. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου. Δόξα. Καὶ νῦν. Τὴν Σοφίαν καὶ Λόγον... Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Ξενοφῶντα τὸν θεῖον νῦν καταστέψωμεν, ἐγκωμίοις αἴνοις, ἀνακαινήσει νοός, διὰ Σταιροῦ καὶ προσευχῆς, ἀγωνισθέντα καλῶς, μεθ ὧν τὴν κτίσιν τὴν καινήν, ἐν ἀνθρώποις χοϊκοῖς, εἰσφέροντα παναξίως καὶ νῦν πρεσβεύοντα τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχάς ἡμῶν. Δόξα. Καὶ νῦν. Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος... Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Φυλλοφόρος ἐν οἴκῳ Θεοῦ ἡμῶν, ἐν αὐλαῖς τοῦ Κυρίου διαγαγών, ὕψιστον ἐξήνθησας, τῶν θαυμάτων τὸ χάρισμα, διεξόδοις ὐδάτων ὡς ξύλον τὸ εὔοσμον, τῶν πιστῶν αὐλότητα, δροσίζων ἐν Πνεύματι ὅθεν καὶ [8]

τῆς δόξης, ἤν ὐπέσχετο Πλάστης, ἀῤῥήτως πεπλήρωσαι περιβόητον ἄκουσμα, Ξενοφῶν ἀξιάγαστε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου. Δόξα. Ἦχος δ. Ἐπεφάνης σήμερον. Πάτερ, ἐλλαμπόμενος, καθαρωτέρῳ, νῦν φωτὶ τοῦ Κτίσαντος, τὴν τῶν ἁπάντων καλλονήν, τὰς διανοίας τῶν δούλων σου, φώτισον πάντων ἡμῶν προσιόντων σοι. Καὶ νῦν. Ταῖς πρεσβείαις Δέσποινα, πρὸς τὸν Υἱόν Σου, τῆς οἰκτρᾶς κολάσεως, ἀποδεσμεύσεις πανσθενῶς, τῇ γλυκερᾷ παῤῥησίᾳ Σου, Θεοκυῆτορ, ἡμῶν καταφύγιον. Οἱ Άναβαθμοί τὸ α Ἀντίφωνον τοῦ δ ἤχου. Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου. Στ. Τί ἀνταποδώσωμεν τῶ Κυρίῳ περί πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; Εὐαγγέλιον Ὁσιακόν (ζήτει εἰς τήν ἑορτήν τοῦ ἁγ. Σάββα, τῇ 5 η Δεκεμβρίου). Ὁ Ν (50) Ψαλμός. Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου... Ἰδιόμελον. Ἦχος πλ. β. Στ. Ἐλέησόν με, ὁ Θεός... Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου... Εἶτα οἱ Κανόνες τῆς Θεοτόκου καὶ τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Ξενοφῶντα μέλπω, σύμβιόν τε καὶ τέκνα. Θεοφάνους. [9]

ᾨδὴ α'. Ἦχος β'. Δεῦτε λαοί. Ξύλου ζωῆς καὶ Παραδείσου τῆς ὄντως τρυφῆς, πανοικεσίᾳ πάνσοφοι, νῦν ἀπολαύοντες, τοὺς ὑμᾶς εὐφημοῦντας, πρεσβεύσατε σωθῆναι, πρὸς τὸν Φιλάνθρωπον. Ἐν τῇ ὁδῷ τῶν ἐντολῶν Σου βαδίζων θερμῶς, ὁ Σὸς ἱκέτης Δέσποτα, μονὰς κατέλαβε, καταλλήλους τῷ πόθῳ ζωῆς, τῆς αἰωνίου ἐπιλαβόμενος. Νέαν σκηνήν Ἀβραμιαίαν σὺ ἔδειξας, τὴν σὴν οἰκίαν ἅπασι διὸ θεσπέσιε, Ἀβραὰμ ἐν τοῖς κόλποις, ἀξίως καὶ δικαίως ἐπαναπέπαυσαι. Ὅλος ἐν Σοί, κατασκηνώσας Πανάμωμε, ὅλον ἐμὲ τὸν ἄνθρωπον, ἀνεμορφώσατο, ἐκ Πατρὸς ἐκλάμψας, πρὸ πάντων τῶν αἰώνων, Λόγος ὁ ἄναρχος. ᾨδὴ γ'. Ἐν πέτρᾳ μὲ τῆς πίστεως. Φανοτάταις ἀξίαις τετιμημένος, φωτοφόρῳ διέπρεψας πολιτείᾳ τὴν πρᾶξιν γὰρ ἐπίβασιν θεωρίας, βοῶν ἀνέδειξας Σὺ εἶ Θεὸς ἡμῶν καὶ οὐκ ἔστι δίκαιος, πλήν Σου Κύριε. Ὡς πάντων οἰκονόμος προβεβλημένος, τὴν πάντων ἐπιμέλειαν ἀνεδείξω, τοῖς χρῄζουσι τὸν πλοῦτόν σου διανέμων, ὑποδεχόμενος, φιλοφρονούμενος Μοναζόντων τάγματα, Πάτερ Ὅσιε. Νομίμοις ἐκτρεφόμενος τοῦ Δεσπότου, ἐν νόμῳ καὶ παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, ἐξεπαίδευσας σοῦ τοὺς [10]

παῖδας, κράζων θεσπέσιε Σὺ εἶ Θεὸς ἡμῶν καὶ οὐκ ἔστιν Ἅγιος, πλήν Σου Κύριε. Τὴν μόνην παρθενεύουσαν μετὰ τόκον, Μαρίαν τῶν Ἁγίων ἁγιωτέραν, τὴν ὄντως ἀπειρόγαμον Θεοτόκον, δεῦτε ὑμνήσωμεν πιστοί, κραυγάζοντες χαῖρε Μήτηρ Ἄχραντε, χαῖρε Δέσποινα. Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον. Ἐντολαῖς τοῦ Δεσπότου ἐπαγρυπνῶν, ἐφ ὁμοίοις τε τρόποις παῖδας τοὺς σούς, ῥυθμίζων μακάριε, Ξενοφῶν καὶ τὴν σύζυγον, σὺν αὐτοῖς τὰ ἄνω κληροῦσαι βασίλεια, πειρασμῶν παντοίων λιπὼν τὸ κλυδώνιον ὅθεν εὐφημοῦμεν, εὐσεβῶς ὑμᾶς πάντας, καὶ πόθῳ γεραίρομεν καὶ πιστῶς ἀνακράζομεν θεοφόροι πανόλβιοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν. Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, Σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων τὸ γὰρ πῦρ ἐσκήνωσεν ἐν Σοὶ τῆς θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον ὅθεν τῶν Ἀγγέλων καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον Τόκον Σου καὶ συμφώνως βοῶμέν Σοι πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἀξίως τὴν δόξαν Σου, Ἄχραντε. ᾨδὴ δ'. Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν. Ἀνασωθέντες κλύδωνος βιωτικοῦ, λιμένι εὐσεβείας ὡρμίσθητε, παῖδες μακαριώτατοι. [11]

Μεμυημένοι γνῶσιν τῶν θείων καὶ τὴν τῶν ἀνθρωπίνων, τῷ Θεῷ λατρεύειν προτετιμήκατε. Ἐκ τῆς ἀβύσσου Ὅσιοι τῆς κοσμικῆς, ῥυσθέντες πανενδόξως, ἀγαθῶν ἀβύσσῳ προσεληλύθατε. Λελυτρωμένοι αἵματι, τῷ ἐκ πλευρᾶς χυθέντι τοῦ Υἱοῦ Σου, Θεομῆτορ πάντες Σὲ μακαρίζομεν. ᾨδὴ ε'. Ὁ τοῦ φωτὸς χορηγός. Πρὸς τὴν ἀνώλεθρον κατεπειγόμενος ζωήν, ἔσπευσας καταλαβεῖν τὴν ἡγιασμένην, Ἀρκάδιε, πόλιν καὶ τάφῳ τῆς ὄντως ζωῆς προσεπέλασας. Ὡς εὐπρεπὴς ἀληθῶς, ἡ γενομένη περὶ σὲ πρόνοια καὶ θαυμαστὴ καὶ δεδοξασμένη κυβέρνησις θεία, τοῦ πάντων Δεσπότου, παμμάκαρ Ἀρκάδιε. Σοῦ προμηθούμενος, ὁ ἐν ἀγκάλαις Συμεὼν πρότερον ἀνακλιθείς, τοῦ θείου Πρεσβύτου, πρεσβύτῃ σε θείῳ, Ἀρκάδιε φέρων, Χριστὸς καθωδήγησεν. Υἱὸν τὸν ἄναρχον καὶ συναΐδιον Πατρὶ τέτοκας, ὑπερφυῶς ἐκ Σοῦ σαρκωθέντα, πανάμωμε Κόρη διὸ Θεοτόκον, Ἁγνὴ Σε κηρύττομεν. ᾨδὴ ς'. Ἐν ἀβύσσῳ πταισμάτων. Μακαρίας ζωῆς ἐφιέμενος, τῷ τῶν Μοναζόντων προστρέχεις συστήματι, τὴν ζωτικὴν ἐπίπνοιαν συνεργὸν, Ἰωάννῃ, ποιούμενος. [12]

Βροτοκτόνου κακίας νεκρότητα καὶ θανατηφόρον ἰὸν ἀπωσάμενος, τῷ ζωηφόρῳ μνήματι τοῦ Χριστοῦ, Ἰωάννη, προσέδραμες. Ἰωάννου τὸν βίον ἐζήλωσας καὶ γὰρ ὡς ἐκεῖνος τὴν ἔρημον ᾤκησας, καὶ καθαρῶς ἐβίωσας, Ἰωάννῃ, Χριστῷ καθαιρόμενος. Οὐρανὸν ὁ τανύσας μονώτατος, ἄλλον οὐρανὸν ἔμψυχον ἀπειργάσατο, Σὲ Θεομῆτορ Ἄχραντε καὶ ἐκ Σοῦ τοῖς ἐν σκότει ἀνέτειλεν. Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον. Τὴν τοῦ βίου θάλασσαν διεκφυγόντες, Ξενοφῶν ὁ δίκαιος, σὺν τῇ συζύγῳ τῇ σεπτῇ, ἐν οὐρανοῖς συνευφραίνονται, μετὰ τῶν τέκνων, Χριστὸν μεγαλύνοντες. Ὁ Οἶκος. Ξένην ὁδὸν θεοπρεπῶς, Ξενοφῶν διοδεύσας, μετὰ καὶ τῆς συζύγου ἐλάθετε τὴν φύσιν, ὥσπερ ἀσώματοι σαφῶς ἐν τῇ γῇ ὀφθέντες διὸ καὶ πύλαι ἡμῖν οὐράνιαι ἠνοίγησαν καὶ μετὰ τῶν Ἀγγέλων χορεύετε, ὡς τοῦ ἀμπελῶνος γεγονότες τοῦ Κυρίου ἐργάται, μετὰ καὶ τῶν τέκνων. Αἰνεῖτε οὖν Χριστόν, δωρήσασθαι αἴγλην φωτισμοῦ ταῖς ζοφεραῖς ἡμῶν καρδίαις, μνήμην ὑμῶν τελούντων τὴν φωτοφόρον, τὸν στεφοδότην Χριστὸν μεγαλύνοντες. Συναξάριον. [13]

Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Ξενοφῶντος καὶ τῆς συμβίου αὐτοῦ Μαρίας καὶ τῶν τέκνων αὐτῶν, Ἀρκαδίου καὶ Ἰωάννου. Στίχοι Καὶ γῆν λιπόντας, τοὺς περὶ Ξενοφῶντα, Ἁβρᾷ ξενίζω τοῦ λόγου πανδαισίᾳ. Παισὶν ἅμ' ἠδ' ἀλόχῳ Ξενοφῶν θάνεν εἰκάδι ἕκτῃ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν. ᾨδὴ ζ'. Ἀντίθεον πρόσταγμα παρανομοῦντος. Νοὸς καθαρότητι ὁ θεοφόρος ὑμῶν τὴν συνέλευσιν, καθορῶν προεμήνυσε Θεὸς γὰρ δίκαιος, τῆς εὐσεβείας ὑμᾶς, θείως ἀμειβόμενος εἰς ἕν, ὡς Ἐλεήμων ἐπισυνήγαγε. Τὸν ζῆλον θεώμενος τῆς εὐσεβείας, τὴν πίστιν δεχόμενος, τὸν πόθον προσιέμενος, ὑμῶν ὁ Φιλάνθρωπος, πάντας συνήθροισε μίαν εἰς ἑστίασιν ὑμᾶς, ὁ Εὐεργέτης καὶ Ὑπερένδοξος. Ἐλπὶς ἀκαταίσχυντε, ἐλπὶς βεβαία καὶ τεῖχος ἀκράδαντον καὶ σκέπη καὶ βοήθεια, γενοῦ μοι Πανάμωμε, τῷ πεποιθότι εἰς Σέ Σοὶ γὰρ ἀνατίθημι Ἁγνή, πᾶσαν ἐλπίδα τῆς σωτηρίας μου. ᾨδὴ η'. Κάμινος ποτέ. Κάμινον σφοδρῷ πυρὶ τὴν καιομένην, τῆς ἀπ ἀλλήλων διαστάσεως, στερρῶς ὑπεμείνατε τὰ γὰρ σπλάγχνα σπαραττόμενοι καὶ τὰς ψυχὰς πυρούμενοι, κέντρῳ τῆς συμφυΐας, ἄθλους Μαρτύρων ἠνύσατε. [14]

Ἄνωθεν ὑμᾶς, νεφέλη δροσοβόλος φιλανθρωπίας ἐπεσκίασε, Σιὼν ἐν τοῖς ὄρεσιν, ἔνθα δρόσος ἡ τοῦ Πνεύματος τοὺς Μαθητὰς ἐπύρσευσε, κράζοντας εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον. Ἵλεων ἡμῖν καὶ εὐμενῆ γενέσθαι τὸν Εὐεργέτην ἱκετεύσατε, Πατέρες πανόλβιοι, τοῖς ἡμῶν νῦν μακαρίζουσι τὸ ἱερὸν μνημόσυνον, φυτῶν ἡνωμένων καὶ συνημμένων τῇ χάριτι. Τὸν μονογενῆ Υἱὸν Θεὸν καὶ Λόγον, τὸν πρὸ αἰώνων ἐξ ἀνάρχου Πατρός ἀρρήτως ἐκλάμψαντα, τὸν τῆς κτίσεως Πρωτότοκον, γεγενημένον τέτοκας ὅθεν Σε Θεομῆτορ, πάντα τὰ ἔθνη δοξάζομεν. ᾨδὴ θ'. Ἀνάρχου Γεννήτορος. Ἐπ ὤμων ἀράμενοι τὸν τοῦ Χριστοῦ Σταυρὸν, ἀληθῶς διηνύσατε τρίβον τὴν τῆς ἀσκήσεως, πᾶσαν ἀρετὴν ἐκτελοῦντες, ἕως αὐτήν τὴν ὄντως ἀγήρω ζωὴν κατειλήφατε, πανοικίᾳ στεφανούμενοι. Κατακυριεύσαντες τοῦ τῆς σαρκὸς φρονήματος, τὸν τοῦ Πνεύματος πλοῦτον ἐθησαυρίσατε, χάριν ἰαμάτων,λαβόντες ἐκ τῆς Πηγῆς τῆς τῶν χαρισμάτων ᾗ νῦν προσχωρήσαντες, αἰωνίως ἀναπαύεσθε. Νικήσαντες Ὅσιοι, τὰς μηχανὰς τοῦ δράκοντος, ἐπὶ τέλει τῶν ἄθλων ἀνηγορεύθητε, τῆς δικαιοσύνης στεφάνους, παρὰ Χριστοῦ, λαβόντες ἀξίως Ὅν νῦν δυσωπήσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. [15]

Ἀμήτορα πρότερον κατὰ τὴν πρώτην γέννησιν, δι ἡμᾶς σαρκωθέντα, τίκτεις ἀπάτορα, δύω γνωριζόμενον φύσεις, τὴν θεϊκήν καὶ τὴν ἀνθρωπίνην καὶ ταύτας πιστούμενον ἐνεργείαις, Θεονύμφευτε. Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις. Ἐσκόρπισας τὸν πλοῦτον τοῖς πένησι θεαρέστως, καὶ παροικῶν ᾠκειώθης, ὦ Ξενοφῶν, τῷ Κυρίῳ, Ὅν δυσώπει παμμάκαρ, παθῶν ἡμᾶς ἐξελέσθαι. Τὰς στρατιὰς τῶν Ἀγγέλων καὶ τῶν Ἁγίων τούς χορούς, ὑπερανέστηκεν ὄντως, τὰ μεγαλεῖά Σου Ἁγνή διὸ Χριστὸν ἐκδυσώπει, ὑπὲρ λαοῦ ἑπταικότος. Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος πλ. δ. Ὤ του παραδόξου θαύματος. Πάτερ, Ἀγγελοις ὁμώνυμον, τὸν βίον σὺ ὑπελθών, καὶ ὡς ἄσαρκος ἤνεγκας, τῆς ἀγάπης ἄναντες, καὶ πολύφωτος γέγονας καὶ σὺν παισί σου, σεπτῇ συμβίῳ τε, διὰ τοῦ τρόπου, τοῦ πολιτεύματος ὦ καρτερόψυχοι, τῷ Θεῷ παρέστητε διὸ ὑμᾶς, πάντες μακαρίζομεν, πιστῶς προστρέχοντες. Χαίροις, Κυρίου ἀπαύγασμα, διὰ τὴν ὄντως ζωήν, τὰς μερίμνας κατέλιπες, καὶ τὰ κόσμου πρόσκαιρα, οἷα σκύμβαλα ἔῤῥιψας τοὺς συσχεθέντας παντοίαις θλίψεσι, φαιδρότητί σου, στεῤῥῶς κατήγγειλας. Ὦ παμμακάριστε, Ξενοφῶν, ὡς ἔνθεος πρὸς τὸν Χριστόν, τὰς ψυχὰς κατεύθυνον, τῶν ἀνυμνούντων σε. Ὅσιε Πάτερ σεβάσμιε, ἀνεκλαλήτῳ χαρᾶ, πρὸς τὸν Κύριον ὥδευσας, θεολήπτῳ ἔρωτι, μόνος μόνῳ [16]

ὡμίλησας διὸ διώκεις πληγὰς αἱρέσεων, καὶ θεραπεύεις, πάθη τοῦ σώματος, καὶ τῆς ψυχῆς ὁμοῦ, ἀπελαύνεις φόβητρα, ὦ Ξενοφῶν, Χριστὸν καθικέτευε, εἰς τὸ σωθῆναι ἡμᾶς. Ὥσπερ καρπὸς παμφαέστατος, τοῦ Τρισαγίου Θεοῦ, μυστηρίων τὴν ἔκβασιν, ταπεινώσει ἔμειξας, εὐφροσύνης εἰ βίωσιν, καὶ συντυχίαν θεόθεν γένει σου, εὐχαριστίαν ἄνω προσήγαγες, κόσμου ἀπόταξιν, ὡς ζωὴν τελείωσιν διὸ καὶ νῦν, πάντες μεγαλύνομεν τὴν θείαν μνήμην σου. Δόξα. Ἦχος πλ. δ. Μαθητῶν τοῦ Χριστοῦ μέγιστον γνώρισμα, τὴν πρὸς ἀλλήλους ἀγάπην, ἀνυπόκριτον καὶ τέλειον, ὁ Δεσπότη παρήγγειλε, τὸ ἀνάγειν τὰ ἐν κόσμῳ παλαίσματα, εἰς θείας εὐχαριστίας ἀπαρχάς ὅθεν καὶ ὁ θεῖος Ξενοφῶν, μετὰ τῶν οἰκείων αὐτοῦ, τὴν μοναστικὴν ὑπελθὼν πολιτείαν, φωτισθεὶς ταῖς ἀκτίσι τοῦ Παναγίου Πνεύματος, ἀνεδείχθη ἐν προοράσει θαυμαστός, καὶ ἐν θαυμασίοις ἀγλαός, τὸ κατ εἰκόνα ἀλώβητον τηρήσας. Καὶ νῦν ἐν οὐρανοῖς, ἐποπτεύει καθαρῶς τὸν Παντοκράτορα, ἐντυγχάνων ἀμέσως ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων, τὴν μνήμην αὐτοῦ. Καὶ νῦν. Δέσποινα πρόσδεξαι... Μεγαλυνάριον. Χαίρων ξενοτρόπως ἐν μονασταῖς, Ξενοφῶν ὁ θεῖος, προσυπήντησεν τὴν ζωήν, σὺν οἰκίᾳ γένους, συγκοινωνὸς ἐν δόξῃ, μεθ ὧν ὑπὲρ τοῦ κόσμου, πρεσβεύει πάντοτε. [17]