18 ΦΕΒΡΟΥΑPIOY 2018 ΚΤΡΙΑΚΗ ΣΗ ΣΤΡΙΝΗ ΕΠΕΡΑ Α ΚΑΣΑΝΤΚΣΙΚΟ ΕΠΕΡΙΝΟ

Σχετικά έγγραφα
26 ΥΕΒΡΟΤΑPIOY 2017 ΚΤΡΙΑΚΗ ΣΗ ΣΤΡΙΝΗ ΕΠΕΡΑ

12 ΜΑΡΣΙΟΤ 2017 ΚΤΡΙΑΚΗ Β ΝΗΣΕΙΩΝ ΕΠΕΡΑ

4 ΜΑΡΣΙΟY 2012 ΚΤΡΙΑΚΗ Α ΝΗΣΕΙΨΝ ΕΠΕΡΑ

ΕΣΠΕΡΙΝΟΣ. Ήχος πλ. α' Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, καί εν τοίς μνήμασι, ζωήν χαρισάμενος.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

19 MAPTIOY 2017 ΚΤΡΙΑΚΗ Γ ΝΗΣΕΙΩΝ ΕΠΕΡΑ

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

ΕΣΠΕΡΙΝΟ. Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν. Άγιος ο Θεός, Άγιος ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς (τρις).

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

17 ΣΕΠΤΕΜΒΡΙΟΥ 2017 Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (16/09/17)

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

19 ΑΠΡΙΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ (ΘΩΜΑ)

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἡ νηστεία τῶν Χριστουγέννων καί τῶν ἁγίων Ἀποστόλων

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

5 MΑΪΟΥ ΚΤΡΙΑΚΗ ΣΟΤ ΑΝΣΙΠΑΧΑ (ΘΩΜΑ)

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

22 ΦΕΒΡΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΙΝΗΣ ΕΣΠΕΡΑΣ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν


13 ΜΑΡΤΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΙΝΗΣ ΕΣΠΕΡΑΣ

1 1 παυλος και σιλουανος και τιμοθεος

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

8 ΜΑΡΤΙΟΥ Ἱερεύς: Εὐλογηµένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύµατος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Τυπικὴ διάταξις τῆς ἀκολουθίας τοῦ Ἀποδείπνου ἐν τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Τεσσαρακοστῇ

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

27 Φεβρουαρίου 5 Μαρτίου 2017 Ο άνθρωπος

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακή 19 Μαΐου 2019.

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

22ας Φεβρουαρίου) Τετάρτη τῆς Α Ἑβδοµάδος Θεία Λειτουργία τῶν Προηγιασµένων Δώρων

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

Κυριακή 10 Μαρτίου 2019.

7 ΜΑΡΤΙΟΥ 2018 Τετάρτη τῆς Γ Ἑβδοµάδος

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

Κυριακή 3 Μαρτίου 2019.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΤΟΥ ΑΓΙΑΣΜΟΥ

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

1 Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. 2 ἡ δὲ γῆ ἦν ἀόρατος καὶ

14 ΜΑΡΤΙΟΥ 2018 Τετάρτη τῆς Δ Ἑβδοµάδος

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Numbers / Αριθμοι - According to 4Q121 Septuagint Numbers (4QLXXNum) - Verse Order

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

Πράξεις τῶν ἀποστόλων, ἅπτει ὁ κανδηλάπτης πάσας τὰς κανδήλας τοῦ

Ἀναγνωστικό Κατήχησης

31 Ιουλίου 6 Αυγούστου 2017 Πνεύμα

11 ΙΟΥΝΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ

28 ΜΑΡΤΙΟΥ 2018 Τετάρτη τῆς Ϛ Ἑβδοµάδος Ἑσπερινὸς (29 ης Ἀπριλίου) καὶ Θεία Λειτουργία τῶν Προηγιασµένων Δώρων

Ἦχος πλ. δ. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

1) Μες τους κάμπους τ αγγελούδια ύμνους ουράνιους σκορπούν κι από τα γλυκά τραγούδια όλα τριγύρω αχολογούν. Gloria in excelsis Deo!

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ

ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ ΚΑΙ ΑΡΣΕΝΙΟΥ ΤΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΛΕΜΕΣΟΣ

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

Κυριακή 28 Ἰουλίου 2019.

ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης Ἀμήν.

21 ΟΚΤΩΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

ΑΠΌΚΡΥΦΑ ΤΗΣ Η ΑΓΊΑ ΓΡΑΦΉ ΒΑΣΙΛΈΩΣ ΙΑΚΏΒΟΥ 1611 ΠΡΟΣΕΥΧΉ ΤΗΣ ΑΖΑΡΊΑΣ και ΤΡΑΓΟΎΔΙ από ΤΟΥΣ ΤΡΕΙΣ ΕΒΡΑΊΟΥΣ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Κυριακή 23 Ἰουνίου 2019.

7 ΑΠΡΙΛΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Δ ΝΗΣΤΕΙΩΝ

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

ὁ α χορὸς Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

Forgiveness Vespers. Priest: Blessed is our God, always, now and ever, and unto the ages of ages.

21 ΑΠΡΙΛΙΟΥ Ἡ ἀκολουθία ὡς ἐν τῷ Τριῳδίῳ. (τυπικὸν Τριῳδίου 63-65). Τῼ ΣΑΒΒΑΤῼ ΤΟΥ ΛΑΖΑΡΟΥ ΕΣΠΕΡΑΣ

Transcript:

18 ΦΕΒΡΟΥΑPIOY 2018 ΚΤΡΙΑΚΗ ΣΗ ΣΤΡΙΝΗ ΕΠΕΡΑ Α ΚΑΣΑΝΤΚΣΙΚΟ ΕΠΕΡΙΝΟ Λαμβάνουσιν καιρὸν παρὰ τοῦ Ἀρχιερέως (-ἐὰν χοροστατεῖ- ἱσταμένου εἰς τὸ Παραθρόνιον μετὰ χαζρανίου ἄνευ μανδύου καὶ φέροντος μόνον ἐπιστήθιον Σταυρὸν) μόνον εἷς ἱερεὺς μετὰ διακόνου. ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ὁ Ἀναγνώστης: Ἀμήν. ὁ Ἀρχιερεὺς ἢ ὁ Ἀναγνώστης: Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τ βασιλεῖ ἡμῶν Θε. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστ, τ βασιλεῖ ἡμῶν Θε. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτ Χριστ, τ βασιλεῖ καὶ Θε ἡμῶν. Ψαλμὸς ργ (103) Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 1

Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς. Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τ Θε βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. ᾊσω τ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τ Θε μου ἕως ὑπάρχω. Ἠδυνθείη αὐτ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Καὶ πάλιν Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας. 2

Δόξα Πατρί... Καὶ νῦν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ'). Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι. ὁ Διάκονος: Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Ἦχος δ' Ψαλμὸς ρμ (140) (Μέλος Εἱρμολογικόν) Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε. Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε. Στιχηρὰ Κατανυκτικὰ Ἦχος δ' Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῶ ὀνόματί σου. Ἤθελον δάκρυσιν ἐξαλεῖψαι, τῶν ἐμῶν πταισμάτων Κύριε, τὸ χειρόγραφον, καὶ τὸ ὑπόλοιπον τῆς ζωῆς μου, διὰ μετανοίας εὐαρεστῆσαί σοι, ἀλλ' ὁ ἐχθρὸς ἀπατᾷ με, καὶ πολεμεῖ τὴν ψυχήν μου, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με. Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῶς μοι. Τίς χειμαζόμενος καὶ προστρέχων, τ λιμένι τούτῳ οὐ διασώζεται; ἢ τίς ὀδυνώμενος καὶ προσπίπτων, τ ἰατρείῳ τούτῳ οὐ θεραπεύεται; Δημιουργὲ τῶν ἁπάντων, καὶ ἰατρὲ τῶν νοσούντων, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με. Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου. Πλῦνόν με τοῖς δάκρυσί μου Σωτήρ, ὅτι ῥερύπωμαι ἐν πολλαῖς ἁμαρτίαις, διὸ καὶ προσπίπτω σοι Ἥμαρτον ἐλέησόν με ὁ Θεός, πρόβατον εἰμὶ τῆς λογικῆς σου ποίμνης, καὶ πρὸς σὲ καταφεύγω, τὸν ποιμένα τὸν καλόν, ζήτησόν με τὸν πλανηθέντα ὁ Θεός, καὶ ἐλέησόν με. Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Πρόβατον εἰμὶ τῆς λογικῆς σου ποίμνης καὶ πρὸς σὲ καταφεύγω, τὸν ποιμένα τὸν καλόν ζήτησόν με τὸν πλανηθέντα ὁ Θεός, καὶ ἐλέησόν με. Ποίημα τοῦ κυρίου Ἰωσὴφ Ἦχος β' Ἄγγελος μὲν τὸ Χαῖρε Στίχ. Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν. Ἐγκρατείᾳ τὴν σάρκα, ταπεινῶσαι πάντες σπουδάσωμεν, τὸ θεῖον ὑπερχόμενοι στάδιον, τῆς ἀμώμου Νηστείας, καὶ εὐχαῖς καὶ δάκρυσι, Κύριον τὸν σώζοντα ἡμᾶς ἐκζητήσωμεν, καὶ λήθην τῆς κακίας παντελῆ ποιήσωμεν βοῶντες. Ἡμάρτομέν σοι, σῶσον, ὡς πάλαι Νινευΐτας, Χριστὲ Βασιλεῦ, καὶ κοινωνοὺς ἡμᾶς, οὐρανίου Βασιλείας ποίησον εὔσπλαγχνε. 3

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Ἐμαυτὸν ἀπελπίζω, ἐννοῶν τὰ ἔργα μου Κύριε, τὰ πάσης τιμωρίας ἐπάξια, ἰδοὺ γὰρ παραβλέψας, τὰ σεπτά σου Σῶτερ ἐντάλματα, ἀσώτως μου τὸν βίον ἠνάλωσα, διὸ καθικετεύω, μετανοίας ὄμβροις με καθάρας, νηστείᾳ καὶ δεήσει, ὡς μόνος Ἐλεήμων ἐκλάμπρυνον, καὶ μὴ βδελύξῃ με Εὐεργέτα τῶν ἁπάντων, καὶ Ὑπεράγαθε. Ἕτερον Τοῦ κυρίου Θεοδώρου Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Ἦχος β' Τῶν ὑπὲρ νοῦν δωρεῶν Τὸν τῆς Νηστείας καιρόν, φαιδρῶς ἀπαρξώμεθα, πρὸς ἀγῶνας πνευματικοὺς ἑαυτοὺς ὑποβάλλοντες, ἁγνίσωμεν τὴν ψυχήν, τὴν σάρκα καθάρωμεν, νηστεύσωμεν ὥσπερ ἐν τοῖς βρώμασιν ἐκ παντὸς πάθους, τὰς ἀρετὰς τρυφῶντες τοῦ Πνεύματος, ἐν αἷς διατελοῦντες πόθῳ, ἀξιωθείημεν πάντες, κατιδεῖν τὸ πάνσεπτον Πάθος Χριστοῦ τοῦ Θεοῦ, καὶ τὸ ἅγιον Πάσχα, πνευματικῶς ἐναγαλλιώμενοι. Καὶ τοῦ Μηναίου, προσόμοια γ' Ἦχος πλ. δ' Στίχ. Ὅτι παρὰ τ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτ λύτρωσις' καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Οἱ Μάρτυρές σου Κύριε Φωτὶ τῶν λόγων Ἄρχιππος, λαοὺς ἐφώτισε, καὶ ἀγνωσίας, σκότους ἐρρύσατο καὶ ἐναθλήσας, καὶ συμπατήσας τὸν ἐχθρόν, φέγγος πρὸς ἀνέσπερον ἀνέδραμε, καὶ σύν τοῖς Ἀγγέλοις νῦν εὐφραίνεται Αὐτοῦ ταὶς ἱκεσίαις, Δέσποτα δίδου πᾶσι τὸ μέγα ἔλεος. Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί. Συρόμενος Μακάριε, καὶ ἐκκεντούμενος, καὶ πάσαις ἄλλαις, περικυκλούμενος δεινῶν ἰδέαις, οὐκ ἐξηρνήσω τὸν Χριστόν, οὐδὲ τοῖς γλυπτοῖς σέβας ἀπένειμας Ὅθεν στεφανίτης ἐχρημάτισας, ἀεὶ καθικετεύων, ἅπασι δωρηθῆναι τὸ μέγα ἔλεος. Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα. Αἱμάτων θείοις ῥεύμασι, Μάρτυς ἡγίασας, τὴν γῆν θεόφρον, καὶ ἐτραυμάτισας τοῖς τραύμασί σου, πληθὺν δαιμόνων πονηράν βλύζων δὲ ἀπαύστως τὰ ἰάματα, πάθη ἰατρεύεις χαλεπώτατα Διὸ ταῖς σαῖς πρεσβείαις, αἴτησαι πᾶσι Μάκαρ τὸ μέγα ἔλεος. Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον ὅμοιον Οἱ λογισμοὶ ἀκάθαρτοι, τὰ χείλη δόλια, τὰ ἔργα δέ μου, εἰσὶ παμμίαρα καὶ τὶ ποιήσω; πῶς ὑπαντήσω τ Κριτῇ; Δέσποινα Παρθένε καθικέτευσον, τὸν Υἱὸν καὶ Πλάστην σου καὶ Κύριον, ὅπως ἐν μετανοίᾳ, δέξηταί μου τὸ πνεῦμα, ὡς μόνος εὔσπλαγχνος. Εἴσοδος ( Εἰσοδεύει μόνον εἷς ἱερεὺς μετὰ διακόνου). Διάκονος: Σοφία Ὀρθοί! Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης ( χύμα ): 4

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει. Μέγα Προκείμενον Ἦχος πλ. δ' Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν. Στίχ. Ἡ σωτηρία σου ὁ Θεὸς ἀντιλάβοιτό μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν. Στίχ. Ἰδέτωσαν πτωχοί, καὶ εὐφρανθήτωσαν. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν. Εἴπωμεν πάντες...κλπ. Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος... Ὁ Ἀρχιερεὺς ἢ ὁ Ἀναγνώστης Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τ Πατρὶ καὶ τ Υἱ καὶ τ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πληρώσωμεν τὴν ἑσπερινὴν...κλπ...εἴη τὸ κράτος τῆς βασιλείας... Εἰς δὲ τὰ Ἀπόστιχα, τὸ παρὸν Ἰδιόμελον. Ἦχος δ' Ἔλαμψεν ἡ χάρις σου Κύριε, ἔλαμψεν ὁ φωτισμὸς τῶν ψυχῶν ἡμῶν, ἰδοὺ καιρὸς εὐπρόσδεκτος, ἰδοὺ καιρὸς μετανοίας, ἀποθώμεθα τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός, ὅπως διαπλεύσαντες τὸ τῆς Νηστείας μέγα πέλαγος, εἰς τὴν τριήμερον Ἀνάστασιν καταντήσωμεν, τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ σώζοντος τὰς ψυχὰς ἡμῶν. Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τ οὐραν. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. Ἔλαμψεν ἡ χάρις σου Κύριε,... Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις. 5

Μαρτυρικὸν Ὁ ἐνδοξαζόμενος, ἐν ταῖς μνείαις τῶν Ἁγίων σου Χριστὲ ὁ Θεός, ὑπ' αὐτῶν δυσωπούμενος, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος. Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον Ἦχος δ Ὡς γενναῖον ἐν Μάρτυσιν Τῶν Ἀγγέλων αἱ τάξεις σε, Θεομῆτορ δοξάζουσι, τὸν Θεὸν γὰρ Πάναγνε ἀπεκύησας, τὸν σὺν Πατρὶ καὶ τ Πνεύματι, ἀεὶ συνυπάρχοντα, καὶ Ἀγγέλων στρατιάς, ἐκ μὴ ὄντος βουλήματι, ὑποστήσαντα, ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, σὲ ἀνυμνούντων Πανάχραντε. Νῦν ἀπολύεις. Καὶ μετὰ τὸ Τρισάγιον, ψάλλομεν τὰ Τροπάρια ταῦτα, ποιοῦντες καὶ ἀνὰ μίαν μετάνοιαν εἰς ἕκαστον αὐτῶν. Ἦχος πλ. α' Θεοτόκε Παρθένε, Χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη, σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν. Βαπτιστὰ τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν, σοὶ γὰρ ἐδόθη χάρις πρεσβεύειν ὑπὲρ ἡμῶν. Δόξα Πατρὶ... Ἱκετεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Ἀπόστολοι, καὶ Ἅγιοι πάντες, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων, ὑμᾶς γὰρ θερμοὺς προστάτας, πρὸς τὸν Σωτῆρα κεκτήμεθα. Καὶ νῦν... Θεοτοκίον Ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν, Θεοτόκε, τὰς ἡμῶν ἱκεσίας, μὴ παρίδῃς ἐν περιστάσει, ἀλλ' ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη. ὁ Ἀναγνώστης (πρᾳείᾳ τῇ φωνῇ) : Κύριε ἐλέησον, μ'(40). Δόξα Πατρὶ Καὶ νῦν Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ. Ὁ Ἀρχιερεύς: Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν... Ἐπουράνιε Βασιλεῦ, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν στερέωσον, τὴν Πίστιν στήριξον, τὰ ἔθνη πράϋνον, τὸν κόσμον εἰρήνευσον, τὴν ἁγίαν Ἐκκλησίαν ταύτην καλῶς διαφύλαξον, τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, λέγοντες μυστικῶς ἐν ἑκάστῃ μετανοίᾳ ἀνὰ ἕνα Στίχον τῆς ἑπομένης Εὐχῆς τοῦ ἁγίου Ἐφραίμ. Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας, μὴ μοι δῶς. Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς, καὶ ἀγάπης χάρισαί μοι τ σ δούλῳ. Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 6

Καὶ λέγει ὁ Προεστώς, τό, Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. καὶ Ἀπόλυσις ψάλλει εἰς ἀργὸν εἱρμολογικὸν μέλος Ἦχος β' Ὅτε ἐκ τοῦ ξύλου Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί, ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθεν σοι προσπίπτομεν Ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου. Ὁ Προεστὼς: Δι εὐχῶν... https://agioskosmasoaitolos.wordpress.com 7