ὣς ὁ μὲν ἔνθ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς, 1 κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιϊν. ἡ δ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθ ἵκανε,
|
|
- Αμύντα Παπάγος
- 8 χρόνια πριν
- Προβολές:
Transcript
1 Homer's Odyssey Book 7 1 ὣς ὁ μὲν ἔνθ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς, 1 κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιϊν. ἡ δ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθ ἵκανε, στῆσεν ἄρ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς ἵσταντ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥ ὑπ ἀπήνης 5 ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω. αὐτὴ δ ἐς θάλαμον ἑὸν ἤϊε δαῖε δέ οἱ πῦρ γρηῢς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα, τήν ποτ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι Ἀλκινόῳ δ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσι 10 Φαιήκεσσιν ἄνασσε, θεοῦ δ ὣς δῆμος ἄκουεν ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν. ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει. καὶ τότ Ὀδυσσεὺς ὦρτο πόλινδ ἴμεν ἀμφὶ δ Ἀθήνη πολλὴν ἠέρα χεῦε φίλα φρονέουσ Ὀδυσῆϊ, 15 μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας κερτομέοι τ ἐπέεσσι καὶ ἐξερέοιθ ὅτις εἴη. ἀλλ ὅτε δὴ ἄρ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν, ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη, παρθενικῇ ἐϊκυῖα νεήνιδι, κάλπιν ἐχούσῃ. 20
2 Homer's Odyssey Book 7 2 στῆ δὲ πρόσθ αὐτοῦ, ὁ δ ἀνείρετο δῖος Ὀδυσσεύς ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο Ἀλκινόου, ὃς τοῖσδε μετ ἀνθρώποισι ἀνάσσει; καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδ ἱκάνω τηλόθεν ἐξ ἀπίης γαίης τῷ οὔ τινα οἶδα 25 ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ ἔργα νέμονται. τὸν δ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις, δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει. ἀλλ ἴθι σιγῇ τοῖον, ἐγὼ δ ὁδὸν ἡγεμονεύσω, 30 μηδέ τιν ἀνθρώπων προτιόσσεο μηδ ἐρέεινε. οὐ γὰρ ξείνους οἵδε μάλ ἀνθρώπους ἀνέχονται, οὐδ ἀγαπαζόμενοι φιλέουσ ὅς κ ἄλλοθεν ἔλθῃ. νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι λαῖτμα μέγ ἐκπερόωσιν, ἐπεί σφισι δῶκ ἐνοσίχθων 35 τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα. ὣς ἄρα φωνήσασ ἡγήσατο Παλλὰς Ἀθήνη καρπαλίμως ὁ δ ἔπειτα μετ ἴχνια βαῖνε θεοῖο. τὸν δ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν
3 Homer's Odyssey Book 7 3 ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας οὐ γὰρ Ἀθήνη 40 εἴα ἐϋπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν θεσπεσίην κατέχευε φίλα φρονέουσ ἐνὶ θυμῷ. θαύμαζεν δ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐΐσας, αὐτῶν θ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι. 45 ἀλλ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθ ἵκοντο, τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις πεφραδέμεν δήεις δὲ διοτρεφέας βασιλῆας δαίτην δαινυμένους σὺ δ ἔσω κίε, μηδέ τι θυμῷ 50 τάρβει θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι. δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν Ἀρήτη δ ὄνομ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα. 55 Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη, ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος, ὅς ποθ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.
4 Homer's Odyssey Book 7 4 ἀλλ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δ αὐτός 60 τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε Ναυσίθοος δ ἔτεκεν Ῥηξήνορά τ Ἀλκίνοόν τε. τὸν μὲν ἄκουρον ἐόντα βάλ ἀργυρότοξος Ἀπόλλων νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα 65 Ἀρήτην τὴν δ Ἀλκίνοος ποιήσατ ἄκοιτιν, καί μιν ἔτισ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη, ὅσσαι νῦν γε γυναῖκες ὑπ ἀνδράσιν οἶκον ἔχουσιν. ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν ἔκ τε φίλων παίδων ἔκ τ αὐτοῦ Ἀλκινόοιο 70 καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες δειδέχαται μύθοισιν, ὅτε στείχῃσ ἀνὰ ἄστυ. οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ οἷσι τ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει. εἴ κέν τοι κείνη γε φίλα φρονέῃσ ἐνὶ θυμῷ, 75 ἐλπωρή τοι ἔπειτα φίλους τ ἰδέειν καὶ ἱκέσθαι οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν. ὣς ἄρα φωνήσασ ἀπέβη γλαυκῶπις Ἀθήνη πόντον ἐπ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,
5 Homer's Odyssey Book 7 5 ἵκετο δ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην, 80 δῦνε δ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς Ἀλκινόου πρὸς δώματ ἴε κλυτά πολλὰ δέ οἱ κῆρ ὥρμαιν ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι. ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης δῶμα καθ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο. 85 χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατ ἔνθα καὶ ἔνθα, ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον ἀργύρεοι σταθμοὶ δ ἐν χαλκέῳ ἕστασαν οὐδῷ, ἀργύρεον δ ἐφ ὑπερθύριον, χρυσέη δὲ κορώνη. 90 χρύσειοι δ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν, οὓς Ἥφαιστος τεῦξεν ἰδυίῃσι πραπίδεσσι δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο, ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα. ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατ ἔνθα καὶ ἔνθα, 95 ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθ ἐνὶ πέπλοι λεπτοὶ ἐΰννητοι βεβλήατο, ἔργα γυναικῶν. ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο πίνοντες καὶ ἔδοντες ἐπηετανὸν γὰρ ἔχεσκον.
6 Homer's Odyssey Book 7 6 χρύσειοι δ ἄρα κοῦροι ἐϋδμήτων ἐπὶ βωμῶν 100 ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες, φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι. πεντήκοντα δέ οἱ δμῳαὶ κατὰ δῶμα γυναῖκες αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν, αἱ δ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν 105 ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο καιροσέων δ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον. ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες ἱστῶν τεχνῆσσαι πέρι γάρ σφισι δῶκεν Ἀθήνη 110 ἔργα τ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς. ἔκτοσθεν δ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων τετράγυος περὶ δ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν. ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα, ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι 115 συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι. τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδ ἀπολείπει χείματος οὐδὲ θέρευς, ἐπετήσιος ἀλλὰ μάλ αἰεὶ Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.
7 Homer's Odyssey Book 7 7 ὄγχνη ἐπ ὄγχνῃ γηράσκει, μῆλον δ ἐπὶ μήλῳ, 120 αὐτὰρ ἐπὶ σταφυλῆ σταφυλή, σῦκον δ ἐπὶ σύκῳ. ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται, τῆς ἕτερον μὲν θειλόπεδον λευρῶ ἐνὶ χώρῳ τέρσεται ἠελίῳ, ἑτέρας δ ἄρα τε τρυγόωσιν, ἄλλας δὲ τραπέουσι πάροιθε δέ τ ὄμφακές εἰσιν 125 ἄνθος ἀφιεῖσαι, ἕτεραι δ ὑποπερκάζουσιν. ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι ἐν δὲ δύω κρῆναι ἡ μέν τ ἀνὰ κῆπον ἅπαντα σκίδναται, ἡ δ ἑτέρωθεν ὑπ αὐλῆς οὐδὸν ἵησι 130 πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται. τοῖ ἄρ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα. ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς. αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ, καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω. 135 εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας σπένδοντας δεπάεσσιν ἐϋσκόπῳ ἀργειφόντῃ, ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου. αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς
8 Homer's Odyssey Book 7 8 πολλὴν ἠέρ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη, 140 ὄφρ ἵκετ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα. ἀμφὶ δ ἄρ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς, καὶ τότε δή ῥ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ. οἱ δ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες θαύμαζον δ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς 145 Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο, σόν τε πόσιν σά τε γούναθ ἱκάνω πολλὰ μογήσας τούσδε τε δαιτυμόνας τοῖσιν θεοὶ ὄλβια δοῖεν ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος κτήματ ἐνὶ μεγάροισι γέρας θ ὅ τι δῆμος ἔδωκεν 150 αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδ ἱκέσθαι θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω. ὣς εἰπὼν κατ ἄρ ἕζετ ἐπ ἐσχάρῃ ἐν κονίῃσι πὰρ πυρί οἱ δ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος, 155 ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν Ἀλκίνο, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,
9 Homer's Odyssey Book 7 9 ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπ ἐσχάρῃ ἐν κονίῃσιν 160 οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται. ἄλλ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ σπείσομεν, ὅς θ ἱκέτῃσιν ἅμ αἰδοίοισιν ὀπηδεῖ 165 δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων. αὐτὰρ ἐπεὶ τό γ ἄκουσ ἱερὸν μένος Ἀλκινόοιο, χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην ὦρσεν ἀπ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ, υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα, 170 ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν. χέρνιβα δ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος, νίψασθαι παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. σῖτον δ αἰδοίη ταμίη παρέθηκε φέρουσα, 175 εἴδατα πόλλ ἐπιθεῖσα, χαριζομένη παρεόντων. αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς. καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
10 Homer's Odyssey Book 7 10 πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ 180 σπείσομεν, ὅς θ ἱκέτῃσιν ἅμ αἰδοίοισιν ὀπηδεῖ. ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα, νώμησεν δ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν. αὐτὰρ ἐπεὶ σπεῖσάν τ ἔπιόν θ, ὅσον ἤθελε θυμός, τοῖσιν δ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε 185 κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες ὄφρ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδ ἰόντες ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν 190 ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς μνησόμεθ, ὥς χ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης πομπῇ ὑφ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί, μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι, 195 πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι ἔνθα δ ἔπειτα πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ. εἰ δέ τις ἀθανάτων γε κατ οὐρανοῦ εἰλήλουθεν,
11 Homer's Odyssey Book 7 11 ἄλλο τι δὴ τόδ ἔπειτα θεοὶ περιμηχανόωνται. 200 αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς ἡμῖν, εὖτ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας, δαίνυνταί τε παρ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς. εἰ δ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης, οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν, 205 ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων. τὸν δ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς Ἀλκίνο, ἄλλο τί τοι μελέτω φρεσίν οὐ γὰρ ἐγώ γε ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν. 210 οὕς τινας ὑμεῖς ἴστε μάλιστ ὀχέοντας ὀϊζὺν ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην. καὶ δ ἔτι κεν καὶ πλείον ἐγὼ κακὰ μυθησαίμην, ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα. ἀλλ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ 215 οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο ἔπλετο, ἥ τ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα, ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλ αἰεὶ
12 Homer's Odyssey Book 7 12 ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων 220 ληθάνει ὅσσ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει. ὑμεῖς δ ὀτρύνεσθαι ἅμ ἠοῖ φαινομένηφιν, ὥς κ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης καί περ πολλὰ παθόντα ἰδόντα με καὶ λίποι αἰὼν κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα. 225 ὣς ἔφαθ, οἱ δ ἄρα πάντες ἐπῄνεον ἠδ ἐκέλευον πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν. αὐτὰρ ἐπεὶ σπεῖσάν τ ἔπιον θ ὅσον ἤθελε θυμός, οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος, αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς, 230 πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς ἥσθην ἀμφίπολοι δ ἀπεκόσμεον ἔντεα δαιτός. τοῖσιν δ Ἀρήτη λευκώλενος ἤρχετο μύθων ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματ ἰδοῦσα καλά, τά ῥ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί 235 καί μιν φωνήσασ ἔπεα πτερόεντα προσηύδα ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματ ἔδωκεν; οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδ ἱκέσθαι;
13 Homer's Odyssey Book 7 13 τὴν δ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς 240 ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι κήδε, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες τοῦτο δέ τοι ἐρέω ὅ μ ἀνείρεαι ἠδὲ μεταλλᾷς. Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ 245 ναίει ἐϋπλόκαμος, δεινὴ θεός οὐδέ τις αὐτῇ μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων. ἀλλ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ. 250 ἔνθ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι, αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης ἐννῆμαρ φερόμην δεκάτῃ δέ με νυκτὶ μελαίνῃ νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ ναίει ἐϋπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα 255 ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα ἀλλ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν. ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δ αἰεὶ
14 Homer's Odyssey Book 7 14 δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ 260 ἀλλ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθε, καὶ τότε δή μ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι Ζηνὸς ὑπ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετ αὐτῆς. πέμπε δ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δ ἔδωκε, σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν, 265 οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε. ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων, ὀκτωκαιδεκάτῃ δ ἐφάνη ὄρεα σκιόεντα γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ δυσμόρῳ ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀϊζυῖ 270 πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων, ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθου, ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι. τὴν μὲν ἔπειτα θύελλα διεσκέδασ αὐτὰρ ἐγώ γε 275 νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ. ἔνθα κέ μ ἐκβαίνοντα βιήσατο κῦμ ἐπὶ χέρσου, πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέϊ χώρῳ
15 Homer's Odyssey Book 7 15 ἀλλ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον 280 ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος, λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο. ἐκ δ ἔπεσον θυμηγερέων, ἐπὶ δ ἀμβροσίη νὺξ ἤλυθ. ἐγὼ δ ἀπάνευθε διιπετέος ποταμοῖο ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα 285 ἠφυσάμην ὕπνον δὲ θεὸς κατ ἀπείρονα χεῦεν. ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ εὗδον παννύχιος καὶ ἐπ ἠῶ καὶ μέσον ἦμαρ. δείλετό τ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν. ἀμφιπόλους δ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς 290 παιζούσας, ἐν δ αὐτὴ ἔην ἐικυῖα θεῇσι τὴν ἱκέτευσ ἡ δ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ, ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα ἐρξέμεν αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν. ἥ μοι σῖτον δῶκεν ἅλις ἠδ αἴθοπα οἶνον 295 καὶ λοῦσ ἐν ποταμῶ καί μοι τάδε εἵματ ἔδωκε. ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα. τὸν δ αὖτ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε ξεῖν, ἦ τοι μὲν τοῦτο γ ἐναίσιμον οὐκ ἐνόησε
16 Homer's Odyssey Book 7 16 παῖς ἐμή, οὕνεκά σ οὔ τι μετ ἀμφιπόλοισι γυναιξὶν 300 ἦγεν ἐς ἡμέτερον, σὺ δ ἄρα πρώτην ἱκέτευσας. τὸν δ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ἥρως, μή τοι τοὔνεκ ἀμύμονα νείκεε κούρην ἡ μὲν γάρ μ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι, ἀλλ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε, 305 μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι δύσζηλοι γάρ τ εἰμὲν ἐπὶ χθονὶ φῦλ ἀνθρώπων. τὸν δ αὖτ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε ξεῖν, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ μαψιδίως κεχολῶσθαι ἀμείνω δ αἴσιμα πάντα. 310 αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τ ἐγώ περ, παῖδά τ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι αὖθι μένων οἶκον δέ κ ἐγὼ καὶ κτήματα δοίην, εἴ κ ἐθέλων γε μένοις ἀέκοντα δέ σ οὔ τις ἐρύξει 315 Φαιήκων μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο. πομπὴν δ ἐς τόδ ἐγὼ τεκμαίρομαι, ὄφρ ἐῢ εἰδῇς, αὔριον ἔς τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ λέξεαι, οἱ δ ἐλόωσι γαλήνην, ὄφρ ἂν ἵκηαι
17 Homer's Odyssey Book 7 17 πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν, 320 εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστ Εὐβοίης, τήν περ τηλοτάτω φάσ ἔμμεναι, οἵ μιν ἴδοντο λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν ἦγον ἐποψόμενον Τιτυὸν, Γαιήϊον υἱόν. καὶ μὲν οἱ ἔνθ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν 325 ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδ ὀπίσσω. εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, εὐχόμενος δ ἄρα εἶπεν, ἔπος τ ἔφατ ἔκ τ ὀνόμαζεν 330 Ζεῦ πάτερ, αἴθ ὅσα εἶπε τελευτήσειεν ἅπαντα 0Αλκίνοος τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδ ἱκοίμην. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον κέκλετο δ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν 335 δέμνι ὑπ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ πορφύρε ἐμβαλέειν, στορέσαι τ ἐφύπερθε τάπητας χλαίνας τ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι. αἱ δ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι
18 Homer's Odyssey Book 7 18 αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι, 340 ὄτρυνον δ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν ὄρσο κέων, ὦ ξεῖνε πεποίηται δέ τοι εὐνή. ὣς φάν, τῷ δ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι. ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς τρητοῖς ἐν λεχέεσσιν ὑπ αἰθούσῃ ἐριδούπῳ 345 0Αλκίνοος δ ἄρα λέκτο μυχῶ δόμου ὑψηλοῖο, πὰρ δὲ γυνή δέσποινα λέχος πόρσυνε καὶ εὐνήν. 347
Ὣς ὁ μὲν ἔνθ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,
ΟΔΥΣΣΕΙΑΣ Η Ὣς ὁ μὲν ἔνθ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς, κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιϊν. ἡ δ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθ ἵκανε, στῆσεν ἄρ ἐν προθύροισι κασίγνητοι δέ μιν ἀμφὶς ἵσταντ ἀθανάτοισ
"τέκνον ἐμόν, ποόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
Od.5.1 Od.5.2 Od.5.3 Od.5.4 Od.5.5 Od.5.6 Od.5.7 Od.5.8 Od.5.9 Od.5.10 Od.5.11 Od.5.12 Od.5.13 Od.5.14 Od.5.15 Od.5.16 Od.5.17 Od.5.18 Od.5.19 Od.5.20 Od.5.21 Od.5.22 Od.5.23 Od.5.24 Ἠὼς δ ἐκ λεχέων παρ
Ἦμος δ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, 1. ὄρνυτ ἄρ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο, ἂν δ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.
Homer's Odyssey Book 8 1 Ἦμος δ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, 1 ὄρνυτ ἄρ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο, ἂν δ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς. τοῖσιν δ ἡγεμόνευ ἱερὸν μένος Ἀλκινόοιο Φαιήκων
ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς 1 ὕπνῳ καὶ καμάτῳ ἀρημένος αὐτὰρ Ἀθήνη βῆ ῥ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,
Homer's Odyssey Book 6 1 ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς 1 ὕπνῳ καὶ καμάτῳ ἀρημένος αὐτὰρ Ἀθήνη βῆ ῥ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε, οἳ πρὶν μέν ποτ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ, ἀγχοῦ
σεύατ ἔπειτ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς, ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ τῷ ἴκελος πολέεσσιν
ΟΔΥΣΣΕΙΑΣ Ε Ἠὼς δ ἐκ λεχέων παρ ἀγαυοῦ Τιθωνοῖο ὤρνυθ, ἵν ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δ ἄρα τοῖσι Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον. τοῖσι δ Ἀθηναίη
3. δυνητικό: ἄν, ποὺ σημαίνει κάτι ποὺ μπορεὶ ἤ ποὺ μποροῦσε νὰ γίνει.
1 Άκλιτα μέρη Μόρια Λέγονται οι άκλιτες λέξεις, οι περισσότερες μονοσύλλαβες, που δεν ανήκουν κανονικά σ ένα ορισμένο μέρος του λόγου. Αυτά έχουν κυρίως επιρρηματική σημασία και χρησιμοποιούνται στο λόγο
ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται
ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται Τὸ πρῶτον κεφαλαῖον ὁ Δημοσθένης ἐστὶ ἀνήρ. ὁ Ἰφιμεδεία ἐστὶ γυνή. ὁ Στέφανός ἐστι παῖς. ὁ Φίλιππός ἐστι παῖς. ἡ
Homer Odyssey 13. Ὀδυσσέως ἀπόπλοος παρὰ Φαιάκων καὶ ἄφιξις εἰς Ἰθάκην. ὣς ἔφαθ, οἱ δ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
Homer Odyssey 13 ί α ς ν Ὀδυσσέως ἀπόπλοος παρὰ Φαιάκων καὶ ἄφιξις εἰς Ἰθάκην. ὣς ἔφαθ, οἱ δ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ, κηληθμῷ δ ἔσχοντο κατὰ μέγαρα σκιόεντα. τὸν δ αὖτ Ἀλκίνοος ἀπαμείβετο φώνησέν
πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern
VERTAALHULP BIJ 31.2 πῶς οῦν ἂν μετριώτατα σκοποίμεθα αὐτά; < --predicaat-- > compl. (obj.) πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern
αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν
ἐγένετο ἄνθρωπος, ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης οὗτος ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν
Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν φίλον ἐν πόνοις³ καὶ κινδύνοις οὐ λείπει. Τοῖς τῶν φίλων λόγοις ἀεὶ πιστεύομεν. Εἰ κινδυνεύετε, ὦ φίλοι, τοὺς τῶν ἀνθρώπων
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ
ΕΝΟΤΗΤΑ 3 Θεωρητικά στοιχεία 1. Παρατακτική σύνδεση α. Ασύνδετη παράταξη ή ασύνδετο σχήμα Είναι ο αρχικός και απλοϊκός τρόπος σύνδεσης όμοιων προτάσεων ή όρων. Κατ αυτόν τα συνδεόμενα μέρη διαδέχονται
EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen
EDU IT i Ny Testamente på Teologi Adjunkt, ph.d. Jacob P.B. Mortensen teojmo@cas.au.dk Ny Testamente som fag Tekstfortolkning Originaltekster på græsk Udfordring: at nå diskussion, fortolkning og perspektivering
Η υφαντική τέχνη στα ομηρικά έπη ΠΗΝΕΛΟΠΗ
Η υφαντική τέχνη στα ομηρικά έπη Η υφαντική τέχνη εκτός από αναγκαία, ήταν και αγαπητή, στα χρόνια των Τρωϊκών, μια που ακόμη και βασίλισσες αφιέρωναν πολύ από τον χρόνο τους, μπροστά στον αργαλειό, παρόλο
Οἱ μὲν ἔπειτ ἀπονιψάμενοι χεῖράς τε πόδας τε. εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον. Αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν
Od.22.478 Od.22.479 Od.22.480 Od.22.481 Od.22.482 Od.22.483 Οἱ μὲν ἔπειτ ἀπονιψάμενοι χεῖράς τε πόδας τε εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον. Αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν «οἶσε
2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ
2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ Κείμενο: Λυσίου «Υπέρ Μαντιθέου» ( 18-21) ΕΚΦΩΝΗΣΕΙΣ ΠΑΡΑΤΗΡΗΣΕΙΣ Α. Από το κείμενο που
Αἰολίην δ' ἐς νῆσον ἀφικόμεθ' ἔνθα δ' ἔναιεν 1. Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν, πλωτῆ ἐνὶ νήσῳ πᾶσαν δέ τέ μιν πέρι τεῖχος
Homer's Odyssey Book 10 1 Αἰολίην δ' ἐς νῆσον ἀφικόμεθ' ἔνθα δ' ἔναιεν 1 Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν, πλωτῆ ἐνὶ νήσῳ πᾶσαν δέ τέ μιν πέρι τεῖχος χάλκεον ἄρρηκτον, λισσὴ δ' ἀναδέδρομε πέτρη.
Homerocentones fort. conditore operis et auctore Patricio quodam episcopo. Ὑπόθεσις τῶν Ὁμηροκέντρων.
Homerocentones fort. conditore operis et auctore Patricio quodam episcopo Ὑπόθεσις τῶν Ὁμηροκέντρων. Βίβλος Πατρικίοιο θεουδέος ἀρητῆρος, ὃς μέγα ἔργον ἔρεξεν, Ὁμηρείης ἀπὸ βίβλου κυδαλίμων ἐπέων τεύξας
12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ
1 ΤΟ ΗΜΕΡΟΛΟΓΙΑΚΟ ΖΗΤΗΜΑ ΕΝΑ ΣΧΙΣΜΑ ΠΟΥ 90 ΧΡΟΝΙΑ ΔΙΑΙΡΕΙ ΤΟΥΣ ΠΙΣΤΟΥΣ ΠΡΟΣ ΓΑΛΑΤΑΣ Κεφ. 1, στίχοι: 8 "ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.
Πῶς σὺ Ιουδαῖος ὢν παρ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος οὔσης;
Johannesevangelium 4,1-42 4,1 Ως οὖν ἔγνω ὁ Ιησοῦς ὅτι ἤκουσαν οἱ φαρισαῖοι ὅτι Ιησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ιωάννης 4,2 καίτοιγε Ιησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ οἱ μαθηταὶ αὐτοῦ. 4,3 ἀφῆκεν
Ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
ΟΔΥΣΣΕΙΑΣ Ζ Ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς ὕπνῳ καὶ καμάτῳ ἀρημένος αὐτὰρ Ἀθήνη βῆ ῥ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε οἳ πρὶν μέν ποτ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ, ἀγχοῦ Κυκλώπων ἀνδρῶν
ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο
Χερουβικό σε ἦχο πλ.. Ε ΑΣΗ ΤΟ ΩΣΤΑΤΙΟΥ ΡΙΓΓΟΥ ΑΡΧΟΤΟΣ ΡΩΤΟΨΑΛΤΟΥ ΤΗΣ.Τ.Χ.Ε. Ἦχος Nε Οι τ Χε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ
Πρόσληψη του Αρχαίου Ελληνικού Δράματος
Πρόσληψη του Αρχαίου Ελληνικού Δράματος Ενότητα 3: Πρόσληψη στην αρχαιότητα: Ο Αἴαντας του Σοφοκλή και της Επικής Παράδοσης. Ευφημία Δ. Καρακάντζα Τμήμα Φιλολογίας Σκοποί ενότητας Ανάγνωση - άξονες ερμηνείας
«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7
«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7 J.-S.Berthélemy, Paris, Ecole Nationale Supérieure des Beaux -Arts Εργασία των μαθητών του Α1 Γυμνάσιο Αγίου Πνεύματος Επιμέλεια Λιούσα
ὣς δ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι. τὸν δ ἄρα δεῦρ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
Od.5.121 Od.5.122 Od.5.123 Od.5.124 Od.5.125 Od.5.126 Od.5.127 Od.5.128 Od.5.129 Od.5.130 Od.5.131 Od.5.132 Od.5.133 Od.5.134 Od.5.135 Od.5.136 Od.5.137 Od.5.138 Od.5.139 Od.5.140 Od.5.141 Od.5.142 Od.5.143
Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη.
Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη. Κυ ρι ε ε λε η σον Ἦχος Πα Α µην Π α σα πνο η αι νε σα τω τον Κυ ρι ον Ἕτερον. Π α σα πνο η αι νε σα α τω τον Κυ υ ρι ι ον 1 ΙΩΑΝΝΟΥ Α. ΝΕΓΡΗ
Αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν. φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν, Il.15.3 οἳ μὲν δὴ παρ ὄχεσφιν ἐ ένοντες
Il.15.1 Il.15.2 Αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν, Il.15.3 οἳ μὲν δὴ παρ ὄχεσφιν ἐ ένοντες Il.15.4 χλωροὶ ὑπαὶ δείους πεφοβημένοι ἔγρετο δὲ Ζεὺς
Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 )
Διαγώνισμα Αρχαία Ελληνικά Γ Λυκείου Ηθικά Νικομάχεια Αριστοτέλους Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 ) Μαρτυρεῖ δὲ καὶ τὸ γινόμενον ἐν ταῖς πόλεσιν οἱ γὰρ νομοθέται τοὺς
Ήρθε η ώρα να ασχοληθούμε με τη σύνδεση των προτάσεων στα αρχαία ελληνικά. Παράλληλα θα δίνονται παραδείγματα και στα Νέα Ελληνικά (ΝΕ)
Σύνδεση προτάσεων Ήρθε η ώρα να ασχοληθούμε με τη σύνδεση των προτάσεων στα αρχαία ελληνικά. Παράλληλα θα δίνονται παραδείγματα και στα Νέα Ελληνικά (ΝΕ) Με πόσους τρόπους συνδέονται οι προτάσεις; Οι προτάσεις
ΚΕΙΜΕΝΑ. Α. Το τέχνασμα του Θεμιστοκλή
ΚΕΙΜΕΝΑ Α. Το τέχνασμα του Θεμιστοκλή Ἀλλ' ἐπεὶ τῶν πολεμίων ὁ στόλος τῇ Ἀττικῇ κατὰ τὸ Φαληρικὸν προσφερόμενος τοὺς πέριξ ἀπέκρυψεν αἰγιαλούς, πάλιν ἐπάπταινον οἱ Πελοποννήσιοι πρὸς τὸν Ἰσθμόν. Ἔνθα δὴ
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ
ΕΝΟΤΗΤΑ 4 Ετυμολογικά 1. Να κατατάξετε τα παρακάτω παράγωγα ουσιαστικά στην κατηγορία στην οποία ανήκουν (υποκοριστικά, περιεκτικά, τοπικά): κυνηγέσιον, πευκών, σφηκιά, κηπάριον, χαλκεῖον, πυργίσκος, ξιφίδιον,
ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται
ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται Τὸ πρῶτον κεφαλαῖον ὁ οἶκος τοῦ Δημοθένους ὁ Δημοσθένης ἐστὶν ἀνήρ. ἡ Ἰφιμεδεία ἐστὶ γυνή. ὁ Στέφανός ἐστι παῖς.
Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 28 ΜΑΪΟΥ 2009 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους
ΗΣΙΟΔΟΥ ΕΡΓΑ ΚΑΙ ΗΜΕΡΑΙ
ΕΡΓΑ ΚΑΙ ΗΜΕΡΑΙ Μοῦσαι Πιερίηθεν ἀοιδῇσιν κλείουσαι δεῦτε, Δί' ἐννέπετε, σφέτερον πατέρ' ὑμνείουσαι ὅντε διὰ βροτοὶ ἄνδρες ὁμῶς ἄφατοί τε φατοί τε, ῥητοί τ' ἄρρητοί τε Διὸς μεγάλοιο ἕκητι. ῥέα μὲν γὰρ
1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. 3 πάντα διʼ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ὃ γέγονεν 4 ἐν αὐτῷ ζωὴ
Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο
Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο Η ιστορία του πύργου της Βαβέλ υπάρχει στη Γένεση, στο κεφάλαιο 11. Ξεκινά ως εξής: Καί ἦν πᾶσα ἡ γῆ χεῖλος
Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους, Ἠθικὰ Νικομάχεια Β 6, 9-13
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΑΡΑΣΚΕΥΗ 25 ΜΑΪΟΥ 2007 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους,
πεφραδέμεν δήεις δὲ διοτρεφέας βασιλῆας δαίτην δαινυμένους σὺ δ ἔσω κίε, μηδέ τι θυμῷ 50 τάρβει θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων ἔργοισιν τελέθει,
ΟΔΥΣΣΕΙΑ Ραψωδία Η ὧς ὁ μὲν ἔνθ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς, κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν. ἡ δ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθ ἵκανε, στῆσεν ἄρ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς ἵσταντ
ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3
ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3 Α. ΚΕΙΜΕΝΟ Εἰ μὴ συνῄδη ὦ βουλή τοῖς κατηγόροις βουλομένοις ἐκ παντὸς τρόπου κακῶς ἐμὲ ποιεῖν πολλὴν ἂν αὐτοῖς χάριν εἶχον ταύτης τς κατηγορίας
ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η
ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΕΝΟΤΗΤΑ 4η 15. Bούλομαι δὲ καὶ ἃς βασιλεῖ πρὸς τὴν πόλιν συνθήκας ὁ Λυκοῦργος ἐποίησε διηγήσασθαι: μόνη γὰρ δὴ αὕτη ἀρχὴ διατελεῖ οἵαπερ ἐξ ἀρχῆς κατεστάθη: τὰς δὲ ἄλλας πολιτείας εὕροι
FAX : 210.34.42.241 spudonpe@ypepth.gr) Φ. 12 / 600 / 55875 /Γ1
Ε Λ Λ Η Ν Ι Κ Η Η Μ Ο Κ Ρ Α Τ Ι Α Υ ΠΟΥ ΡΓΕΙΟ ΕΘΝ. ΠΑ Ι ΕΙΑ Σ & ΘΡΗΣ Κ/Τ Ω ΕΝΙΑ ΙΟΣ ΙΟΙΚΗΤ ΙΚΟΣ Τ ΟΜ ΕΑ Σ Σ ΠΟΥ Ω Ν ΕΠΙΜ ΟΡΦΩ Σ ΗΣ ΚΑ Ι ΚΑ ΙΝΟΤ ΟΜ ΙΩ Ν /ΝΣ Η Σ ΠΟΥ Ω Τ µ ή µ α Α Α. Πα π α δ ρ έ ο υ 37
ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7
ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7 ΚΕΙΜΕΝΟ α) Ἀριστοτέλους Πολιτικὰ Γ 1, 1-2 Τῷ περὶ πολιτείας ἐπισκοποῦντι,
Εισαγωγή στη Φιλοσοφία
Εισαγωγή στη Φιλοσοφία Ενότητα 3: Είναι - Συνειδέναι Κωνσταντίνος Μαντζανάρης Πρόγραμμα Ιερατικών Σπουδών Άδειες Χρήσης Το παρόν εκπαιδευτικό υλικό υπόκειται σε άδειες χρήσης Creative Commons. Για εκπαιδευτικό
ΕΚΦΩΝΗΣΕΙΣ ΘΕΜΑΤΩΝ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλης Ηθικά Νικομάχεια (Β6, 9-13 και 519b)
ΕΚΦΩΝΗΣΕΙΣ ΘΕΜΑΤΩΝ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλης Ηθικά Νικομάχεια (Β6, 9-13 και 519b) Εἰ δὴ πᾶσα ἐπιστήμη οὕτω τὸ ἔργον εὖ ἐπιτελεῖ, πρὸς τὸ μέσον βλέπουσα καὶ εἰς τοῦτο ἄγουσα τὰ ἔργα (ὅθεν εἰώθασιν ἐπιλέγειν
Ὣς ἔφαθ, οἱ δ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
ΟΔΥΣΣΕΙΑΣ Ν Ὣς ἔφαθ, οἱ δ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ, κηληθμῷ δ ἔσχοντο κατὰ μέγαρα σκιόεντα. τὸν δ αὖτ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε «Ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ, ὑψερεφές, τῶ σ οὔ
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ Διάλεξη 12 Τέταρτο επεισόδιο (173d-175a): Έκτος ορισμός της σωφροσύνης (ἐπιστήμη ἀγαθοῦ τε καὶ κακοῦ) και η ανασκευή της Νικόλαος Γ. Χαραλαμπόπουλος
ΣΤΑΔΙΑ ΕΠΕΞΕΡΓΑΣΙΑΣ ΑΓΝΩΣΤΟΥ ΚΕΙΜΕΝΟΥ
1 ο Στάδιο Διαβάζουμε προσεκτικά το κείμενο 2 ο Στάδιο Χωρίζουμε περιόδους/ημιπεριόδους 3 ο Στάδιο Βρίσκουμε ρήματα (μετοχές & απαρέμφατα) σε κάθε περίοδο/ημιπερίοδο. 4 ο Στάδιο Βρίσκουμε συνδέσμους που
Εισαγωγή στη Φιλοσοφία
Εισαγωγή στη Φιλοσοφία Ενότητα: Αριστοτέλης Ι Κωνσταντίνος Μαντζανάρης Πρόγραμμα Ιερατικών Σπουδών Άδειες Χρήσης Το παρόν εκπαιδευτικό υλικό υπόκειται σε άδειες χρήσης Creative Commons. Για εκπαιδευτικό
Γείνατο δ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας, Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον, 140 [οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν.
Ἡσίοδος Θεογονία Μουσάων Ἑλικωνιάδων ἀρχώμεθ ἀείδειν, αἵ θ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε καί τε περὶ κρήνην ἰοειδέα πόσσ ἁπαλοῖσιν ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος καί τε λοεσσάμεναι
ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ
ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Διδαγμένο κείμενο: Αριστοτέλους, Ηθικά Νικομάχεια (Β3 1-2
1. ιδαγµένο κείµενο από το πρωτότυπο Θουκυδίδου Ἱστοριῶν Β 36
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΡΙΤΗ 17 ΣΕΠΤΕΜΒΡΙΟΥ 2002 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ (ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ) ΣΥΝΟΛΟ
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 6 ΙΟΥΛΙΟΥ 2005 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ
Περικλέους Σταύρου 31 34100 Χαλκίδα Τ: 2221-300524 & 6937016375 F: 2221-300524 @: chalkida@diakrotima.gr W: www.diakrotima.gr
Προς: Μαθητές Α, Β & Γ Λυκείου / Κάθε ενδιαφερόμενο Αγαπητοί Φίλοι Όπως σίγουρα γνωρίζετε, από τον Ιούνιο του 2010 ένα νέο «ΔΙΑΚΡΟΤΗΜΑ» λειτουργεί και στη Χαλκίδα. Στο Φροντιστήριό μας, κάνοντας χρήση
Κατάλογος τῶν Συγκερασµῶν ὅλων τῶν Βυζαντινῶν ιατονικῶν Κλιµάκων µέχρι καὶ σὲ 1200 µουσικὰ διαστήµατα (κόµµατα)
Κατάλογος τῶν Συγκερασµῶν ὅλων τῶν Βυζαντινῶν ιατονικῶν Κλιµάκων µέχρι καὶ σὲ 1200 µουσικὰ διαστήµατα (κόµµατα) τοῦ Παναγιώτη. Παπαδηµητρίου ρ. Ἠλεκτρ. Μηχανικοῦ, Φυσικοῦ Περιεχόµενα 1. Εἰσαγωγή...1 2.
Α. ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Ἀριστοτέλους Πολιτικὰ Α1,1 και Γ1, 1-2. απόσπασμα α
ΔΙΑΓΩΝΙΣΜΑ ΕΚΠ. ΕΤΟΥΣ 2017-2018 ΜΑΘΗΜΑ /ΤΑΞΗ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ ΟΝΟΜΑΤΕΠΩΝΥMΟ: ΗΜΕΡΟΜΗΝΙΑ: 10/2/2018 ΕΞΕΤΑΣΤΕΑ ΥΛΗ: ΑΡΙΣΤΟΤΕΛΟΥΣ «ΠΟΛΙΤΙΚΑ» Α. ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους Πολιτικὰ Α1,1 και Γ1,
ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γεγραμμένον
ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γεγραμμένον Revision 0.03a 2014-10-25 Τὸ πρῶτον κεφαλαῖον ὁ οἶκος τοῦ Δημοθένους ὁ Δημοσθένης ἐστὶν ἀνήρ. ἡ Ἰφιμεδεία ἐστὶ
4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ
4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ Βασική προϋπόθεση γιά νά μιλήσει κανείς γιά τόν Θεόν μας εἶναι ἡ σαφής διάκριση μεταξύ τῶν ὅρων : οὐσίας ἤ φύσεως καί ἀκτίστων ἐνεργειῶν τοῦ Θεοῦ. Ἔτσι, ὁ Θεός μας
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Γ ΓΥΜΝΑΙΟΥ
ΕΝΟΣΗΣΑ 2 1. Να συμπληρώσετε τα κενά με τα παραθετικά των επιθέτων και των επιρρημάτων που βρίσκονται στην παρένθεση. - Τὸ σῴζειν τἀγαθὰ τοῦ κτήσασθαι (χαλεπόν, συγκρ.). - Τῶν ἀνδρῶν ἐπολέμησαν αἱ γυναῖκες
Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.
«καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα» (Ιωήλ 2,28) «ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἣν ἠκούσατέ μου, ὑμεῖς δὲ βαπτισθήσεσθε
Iohannes Damascenus - De azymis
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
ΞΕΝΟΦΩΝΤΑ ΕΛΛΗΝΙΚΑ 2,1,28. Η ναυμαχία στους Αιγός Ποταμούς
ΞΕΝΟΦΩΝΤΑ ΕΛΛΗΝΙΚΑ 2,1,28 Η ναυμαχία στους Αιγός Ποταμούς ΑιγόσΠοταμοί Λάμψακοσ Σηςτόσ Αιγόσ Ποταμοί Σηςτόσ Λάμψακοσ Λάμψακοσ Λύσανδρος Ειπε αραι αςπίδα κατά μζςον τον πλουν αἱ μὲν τῶν νεῶν δίκροτοι ἦσαν,
Δ ι α γ ω ν ί ς μ α τ α π ρ ο ς ο μ ο ί ω ς η σ 1
Δ ι α γ ω ν ί ς μ α τ α π ρ ο ς ο μ ο ί ω ς η σ 1 2 s c h o o l t i m e. g r Ο Άρης Ιωαννίδης Γεννήθηκε το 1973 στο Βόλο. Το 1991 εισήχθη στο Φιλοσοφική Σχολή του Πανεπιστημίου Ιωαννίνων, απ όπου έλαβε
καταλήξεις ασυναίρετων της β' κλίσης Ενικός ον. γεν. δοτ. αιτ. κλ. -ον -ου -ῳ -ον -ον -ος -ου -ῳ -ον -ε Πληθυντικός -οι -ων -οις -ους -οι
Η δεύτερη κλίση περιλαμβάνει ονόματα: αρσενικά και θηλυκά σε: -ος ουδέτερα σε: -ον συνηρημένα σε: -ους, -ουν αττικόκλιτα αρσενικά και θηλυκά σε: -ως, ουδέτερα σε: -ων Τα αρσενικά και τα θηλυκά της β' κλίσης
Od Ἡ μὲν ἄρ ὣς ἕ άλιν κίεν αὐτὰρ Ὀδυσσεὺς. ἤϊεν ἐς κλισίην. Θάμβησε δέ μιν φίλος υἱός, Od ταρβή ἑτέρωσε βάλ ὄμματα, μὴ θεὸς εἴη,
Od.16.177 Ἡ μὲν ἄρ ὣς ἕ άλιν κίεν αὐτὰρ Ὀδυσσεὺς Od.16.178 ἤϊεν ἐς κλισίην. Θάμβησε δέ μιν φίλος υἱός, Od.16.179 ταρβή ἑτέρωσε βάλ ὄμματα, μὴ θεὸς εἴη, Od.16.180 καί μιν φωνή ἔπεα πτερόεντα προσηύ Od.16.181
1st and 2nd Person Personal Pronouns
1st and 2nd Person Personal Pronouns Case First Person Second Person I You () Nominative ἐγώ σύ Accusative ἐμέ or με σέ Genitive ἐμοῦ or μου σοῦ Dative ἐμοί or μοι σοί We You () Nominative ἡμεῖς ὑμεῖς
Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά (Γ1, 1-2, 3-4/6/12) Τῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΕΥΤΕΡΑ 29 ΜΑΪΟΥ 2006 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους
Αὕτη δ ἐστίν ἡ καλουμένη πόλις καί ἡ κοινωνία ἡ πολιτική.
ΑΡΙΟΣΕΛΟΤ «ΠΟΛΙΣΙΚΑ» Κ ε ί μ ε ν ο Ενότητα 11η Επειδή ὁρῶμεν πᾶσαν πόλιν οὖσαν κοινωνίαν τινά και συνεστηκυῖαν ἕνεκα ἀγαθοῦ τινος (πάντες γάρ πράττουσι πάντα χάριν τοῦ δοκοῦντος εἶναι ἀγαθόν), δῆλον ὡς
ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ
ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2018 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ : 3 Διδαγμένο κείμενο Ἀριστοτέλους Πολιτικά (Α1,1/Γ1,2/Γ1,3-4/6/12)
ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΘΕΜΑΤΑ ΑΡΧΑΙΩΝ ΕΛΛΗΝΙΚΩΝ ΠΡΟΣΑΝΑΤΟΛΙΣΜΟΥ Γ ΛΥΚΕΙΟΥ
ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΘΕΜΑΤΑ ΑΡΧΑΙΩΝ ΕΛΛΗΝΙΚΩΝ ΠΡΟΣΑΝΑΤΟΛΙΣΜΟΥ Γ ΛΥΚΕΙΟΥ ΚΕΙΜΕΝΟ ΑΠΟ ΠΡΩΤΟΤΥΠΟ: Οἷον καὶ φοβηθῆναι καὶ θαρρῆσαι καὶ ἐπιθυμῆσαι καὶ ὀργισθῆναι καὶ ἐλεῆσαι καὶ ὅλως ἡσθῆναι καὶ λυπηθῆναι ἔστι καὶ
Origenes - Adnotationes in Judices
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
1. ιδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας (323Α-Ε)
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΕΤΑΡΤΗ 5 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ
Σε μια περίοδο ή ημιπερίοδο σύνθετου λόγου οι προτάσεις συνδέονται μεταξύ τους με τρεις τρόπους:
ΤΡΟΠΟΙ ΣΥΝΔΕΣΗΣ ΠΡΟΤΑΣΕΩΝ Σε μια περίοδο ή ημιπερίοδο σύνθετου λόγου οι προτάσεις συνδέονται μεταξύ τους με τρεις τρόπους: με το ασύνδετο σχήμα παρατακτικά / κατά παράταξη υποτακτικά / καθ' υπόταξη ΑΣΥΝΔΕΤΟ
Gregorius Nyssenus - De deitate filii et spiritus sancti
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
ΘΕΜΑ 151 ον οφοκλέους, Αντιγόνη, στ. 441-457 Α. ΚΕΙΜΕΝΟ
ΘΕΜΑ 151 ον οφοκλέους, Αντιγόνη, στ. 441-457 Σὲ δή σὲ τὴν νεύουσαν εἰς πέδον κάρα φῄς ἢ καταρνῇ μὴ δεδρακέναι τάδε; Καὶ φημὶ δρᾶσαι κοὐκ ἀπαρνοῦμαι τὸ μή. Σὺ μὲν κομίζοις ἂν σεαυτὸν ᾗ θέλεις ἔξω βαρείας
εἰ δὲ μή, παῦσαι ἤδη, ὦ θαυμάσιε, πολλάκις μοι λέγων τὸν αὐτὸν λόγον, bepaling cmpl. attribuut complement (object)
VERTAALHULP BIJ 32.2 Σω. σκοπῶμεν, ὦ ἀγαθέ, κοινῇ, καὶ εἴ πῃ ἔχεις ἀντιλέγειν ἐμοῦ λέγοντος, gesubst. ἀντίλεγε καί σοι πείσομαι.
Α. Διδαγμένο κείμενο : Πολιτικά Αριστοτέλους ( Α2,15-16) &( Γ1, 1-2/3-4/6/12 )
Διαγώνισμα Αρχαία Ελληνικά γ λυκείου Α. Διδαγμένο κείμενο : Πολιτικά Αριστοτέλους ( Α2,15-16) &( Γ1, 1-2/3-4/6/12 ) Είναι φυσική λοιπόν η τάση του ανθρώπου να συνυπάρχει μαζί με άλλους σε μια τέτοια κοινωνία.
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΥΤΕΡΑ 2 ΙΟΥΛΙΟΥ 2007 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ
Βυζαντινοί Ιστορικοί και Χρονογράφοι ΙI
Βυζαντινοί Ιστορικοί και Χρονογράφοι ΙI Διδάσκων: Αναπλ. Καθηγητής Αθανάσιος Αγγέλου 4 η ενότητα: «Οι πράξεις και η θέση των κινήτρων στην βυζαντινή ιστορική αφήγηση» Κύρια σημεία του μαθήματος Αναλύεται
ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΤΕΣΣΕΡΙΣ (5) ιδαγμένο
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτων, Πολιτεία 615C-616Α Αρδιαίος ο τύραννος
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 2 ΙΟΥΛΙΟΥ 2008 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ
ΘΕΜΑ 243ο: Θουκυδίδου Ἱστορίαι, 3,
ΘΕΜΑ 243ο: Θουκυδίδου Ἱστορίαι, 3, 76-77. Τῆς δὲ στάσεως ἐν τούτῳ οὔσης τετάρτῃ ἢ πέμπτῃ ἡμέρᾳ μετὰ τὴν τῶν ἀνδρῶν ἐς τὴν νῆσον διακομιδὴν αἱ ἐκ τῆς Κυλλήνης Πελοποννησίων νῆες μετὰ τὸν ἐκ τῆς Ἰωνίας πεφοβημένοι
«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»
ÄÉÌÇÍÉÁÉÁ ÅÊÄÏÓÇ ΙΕΡΟΥ ΝΑΟΥ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΤΟΥ ΣΩΤΗΡΟΣ ÉÅÑÁ ÌÇÔÑÏÐÏËÉÓ ÈÅÓÓÁËÏÍÉÊÇÓ ÉÅÑÏÓ ÍÁÏÓ ÌÅÔÁÌÏÑÖÙÓÅÙÓ ÔÏÕ ÓÙÔÇÑÏÓ ΔΕΛΦΩΝ -ΜΙΟΥΛΗ ΤΗΛ.: 2310 828 989 «ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ» ΕΤΟΣ ΣΤ ΠΑΣΧΑ 2013 www.inmetamorfoseos.gr
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΠΑΝΕΛΛΑΔΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΔΕΥΤΕΡΑ 2 ΙΟΥΝΙΟΥ 2014 - ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: ΤΡΕΙΣ (3) Διδαγμένο
ΘΕΜΑ 96ο: Θουκυδίδου Ἱστορίαι, 3, Να μεταφραστεί το τμήμα: Δράσαντες δὲ τοῦτο μή τις ἐπιστροφὴ γένηται. Μονάδες 30
ΘΕΜΑ 96ο: Θουκυδίδου Ἱστορίαι, 3, 71-72. 2. Με ποιες μεθόδους ο Θουκυδίδης διερευνά γεγονότα παλαιότερα του Πελοποννησιακού πολέμου; 3. α) ἡγεμών, ἡγήτωρ, ἡγέτης, σχῆμα, σχέσις,: Να κατατάξετε τις παραπάνω
14 Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ ὅσον μετ αὐτῶν ἐστιν ὁ
AGE Unit 9 (Middle voice) BIBLICAL reading The synoptic versions of the parable of the cloth and wineskins. Κατὰ Μαθθαῖον 9.14-17 14 Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες, Διὰ τί ἡμεῖς καὶ
ΘΟΥΚΥΔΙΔΗΣ. καί ὑπερενεγκόντες ναῦς ἀποκομίζονται: κύρια πρόταση ἀποκομίζονται: ρήμα
ΘΟΥΚΥΔΙΔΗΣ Συντακτική ανάλυση Οἱ μέν οὖν παρά τήν γῆν: κύρια πρόταση ἐκομίζοντο: ρήμα οἱ Πελοποννήσιοι: υποκ. τῆς νυκτός: γεν. του χρόνου εὐθύς: επιρ. προσδ. χρόνου κατά τάχος: ΠΣ τρόπου ἐπ οἴκου: ΠΣ κατεύθυνσης
Traducción. Tema de PRESENTE AORISTO FUTURO PERFECTO. tiempos históricos. Departamento de Griego IES Avempace. pretérito imperfecto
Traducción VOZ ACTIVA λύ-ω λύ-εις λύ-ει λύ-ο-μεν λύ-ε-τε λύ-ουσι (ν) ἔ-λυ-ο-ν ἔ-λυ-ε-ς ἔ-λυ-ε (ν) ἐ-λύ-ο-μεν ἐ-λύ-ε-τε ἔ-λυ-ο-ν λύ-ω λύ-ῃ-ς λύ-ῃ λύ-ω-μεν λύ-η-τε λύ-ω-σι (ν) λύ-ο-ι-μι λύ-ο-ι-ς λύ-ο-ι λύ-ο-ι-μεν
ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ
ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΠΛΑΤΩΝΟΣ ΠΟΛΙΤΕΙΑ (519C-D, 520Α) Ἡμέτερον δὴ ἔργον, ἦν δ' ἐγώ, τῶν οἰκιστῶν τάς τε βελτίστας
ΓΡΑΠΣΗ ΕΞΕΣΑΗ ΣΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ B ΛΤΚΕΙΟΤ ΟΜΑΔΑ ΠΡΟΑΝΑΣΟΛΙΜΟΤ ΑΝΘΡΩΠΙΣΙΚΩΝ ΠΟΤΔΩΝ AΔΙΔΑΚΣΟ ΚΕΙΜΕΝΟ
ΓΡΑΠΣΗ ΕΞΕΣΑΗ ΣΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ B ΛΤΚΕΙΟΤ ΟΜΑΔΑ ΠΡΟΑΝΑΣΟΛΙΜΟΤ ΑΝΘΡΩΠΙΣΙΚΩΝ ΠΟΤΔΩΝ AΔΙΔΑΚΣΟ ΚΕΙΜΕΝΟ Ονοματεπώνυμο: Σμήμα: Ημερ/νία: 15/1/2017 ΞΕΝΟΦΩΝ, ΚΥΡΟΥ ΑΝΑΒΑΣΙΣ, Το απόζπαζμα ζτεηίζεηαι με ηην εκζηραηεία
ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ http://edu.klimaka.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΚΑΙ ΠΑΝΕΛΛΑ ΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΕΣΠΕΡΙΝΟΥ ΕΠΑΛ (ΟΜΑ ΑΣ Β ) ΠΕΜΠΤΗ 27 ΜΑΪΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ
ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ (Β1, 1-4) Διττῆς δὴ τῆς ἀρετῆς οὔσης, τῆς μὲν διανοητικῆς τῆς δὲ ἠθικῆς,
54 Χρόνια ΦΡΟΝΤΙΣΤΗΡΙΑ ΜΕΣΗΣ ΕΚΠΑΙΔΕΥΣΗΣ ΣΑΒΒΑΪΔΗ-ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Φιλολάου & Εκφαντίδου 26 : Τηλ.: 2107601470 ΔΙΑΓΩΝΙΣΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ 2014 ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ
ΘΕΜΑ 366ο: Θουκυδίδου Ἱστορίαι, 3, 79,2-80
ΘΕΜΑ 366ο: Θουκυδίδου Ἱστορίαι, 3, 79,2-80 2. Ποια είναι τα γνωρίσματα του ηγέτη που χαρακτηρίζουν την πολιτική φυσιογνωμία του Περικλή; 3. α) τόλμη, τολμητής, τόλμημα, στρατηγός, διαγωγή: Να κατατάξετε
α α α α α α α α α α Χε ρου ου βει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει χε ε κο νι ι ι ι ι ι ι ι ι ι ι ι Γ
ΗΧΟΣ ΡΩΤΟΣ ΘΕΟΩΡΟΥ ΦΩΑΕΩΣ Ἦχος O τ Χ ρου ου β χ ρου ου β µ µυ υ υ υ υ υ υ υ υ στ κω ω ως κο ν Γ κο ο ο ο ν 1 ζο ο ο ο κο ο ο ν ζον τ ς κ τη ζω ο ο ο ο ο πο ο ο ο ο ο ο ο ο ο ζω ο πο ω ω ω ω ω ω ω ω Τρ
ΘΕΜΑ 481ο: Ξενοφῶντος Ἑλληνικά, 2, 4,
ΘΕΜΑ 481ο: Ξενοφῶντος Ἑλληνικά, 2, 4, 42-43. 2. Να κατατάξετε κατά χρονική σειρά τα ακόλουθα βιογραφικά στοιχεία του Ξενοφώντα: α) Εγκαταστάθηκε στον Σκιλλούντα, όπου ασχολήθηκε με το συγγραφικό του έργο.
α κα ρι ι ο ος α α νηρ ος ου ουκ ε πο ρε ε ευ θη εν βου λη η η α α σε ε ε βων και εν ο δω ω α α µαρ τω λω ων ουουκ ε ε ε
Ἦχος Νη α κα ρι ι ο ος α α νηρ ος ου ουκ ε πο ρε ε ευ θη εν βου λη η η α α σε ε ε βων και εν ο δω ω α α µαρ τω λω ων ουουκ ε ε ε στη η και ε πι κα α θε ε ε ε δρα α λοι οι µων ου ουκ ε ε κα θι ι σε ε ε
αρχεία Πηγεσ γνωσησ, πηγεσ μνημησ Αρχεία της Βυζαντινής Αυτοκρατορίας Ασκήσεις επί χάρτου
αρχεία Πηγεσ γνωσησ, πηγεσ μνημησ Αρχεία της Βυζαντινής Αυτοκρατορίας Ασκήσεις επί χάρτου Άσκηση 1η Η σκληρή δουλειά των γραφέων Στα βυζαντινά μοναστήρια λειτουργούσαν scriptoria, δηλαδή εργαστήρια όπου
ΠΟΤΔΗ ΣΗ ΤΝΟΠΣΙΚΗ ΠΑΡΑΔΟΗ ΚΑΙ ΣΗΝ Q
ΑΡΙΣΟΣΕΛΕΙΟ ΠΑΝΕΠΙΣΗΜΙΟ ΘΕΑΛΟΝΙΚΗ ΑΝΟΙΚΣΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΣΑ ΠΟΤΔΗ ΣΗ ΤΝΟΠΣΙΚΗ ΠΑΡΑΔΟΗ ΚΑΙ ΣΗΝ Q Ενότητα 9: Το ιδιαίτερο υλικό του Μτ και Λκ Αικατερίνθ Τςαλαμποφνθ Άδειες Χρήσης Το παρόν εκπαιδευτικό
ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ. Ἀκούω δ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῦτον τὸν λόγον τρέψεσθαι, ὡς
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Ο.Π. ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ / ΠΡΟΕΤΟΙΜΑΣΙΑ Γ ΛΥΚΕΙΟΥ 04 02 2018 ΓΚΥΡΤΗ ΜΑΡΙΑ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ Ο ομιλητής, αφού απέδειξε ότι ο ισχυρισμός του Θεόμνηστου ότι ο ίδιος είχε δολοφονήσει τον πατέρα
Λητοῦς καὶ Διὸς υἱός ὃ γὰρ βασιλῆι χολωθεὶς. 10 νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί,
1 μῆνιν ἄειδε θεὰ Πηληι άδεω Ἀχιλῆος οὐλομένην, ἣ μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκε, πολλὰς δ' ἰφθίμους ψυχὰς Ἄι δι προί αψεν ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν 5 οἰωνοῖσί τε πᾶσι, Διὸς δ' ἐτελείετο βουλή,