ΜΕΛΕΑΓΡΟΥ 5, 139 Ἁδ ὺ μέλος, να ὶ Πᾶνα τὸν Ἀρκάδα, πηκτίδι μέλπεις, Ζηνοφίλα, να ὶ Πᾶν', ἁδ ὺ κρέκεις τι μέλος. πο ῖ σε φύγω; πάντ ῃ με περιστείχουσιν Ἔρωτες, οὐδ' ὅσον ἀμπνεῦ σαι βαιὸ ν ἐῶσι χρόνον. 5 ἢ γάρ μοι μορφ ὰ βάλλει πόθον ἢ πάλι μοῦσα ἢ χάρις ἢ τί λέγω; πάντα πυρ ὶ φλέγομαι. 5, 140 Ἡδυμελεῖς Μοῦσαι σὺν πηκτίδι κα ὶ Λόγος ἔμφρων σὺν Πειθο ῖ κα ὶ Ἔρως Κάλλος ὑφηνιοχῶ ν, Ζηνοφίλα, σο ὶ σκῆπτρα Πόθων ἀ πένειμαν, ἐπεί σοι α ἱ τρισσα ὶ Χάριτες τρεῖς ἔδοσαν χάριτας. 5, 144 Να ὶ τὸν Ἔρωτα, θέλω τ ὸ παρ' οὔασιν Ἡλιοδώρας φθέγμα κλύειν ἢ τᾶς Λατοΐδεω κιθάρας. 5, 147 Πλέξω λευκόιον, πλέξω δ' ἁπαλὴν ἅμα μύρτοις νάρκισσον, πλέξω κα ὶ τ ὰ γελῶ ντα κρίνα, πλέξω κα ὶ κρόκον ἡδύν ἐπιπλέξω δ' ὑάκινθον πορφυρέην, πλέξω κα ὶ φιλέραστα ῥόδα, 5 ὡς ἂν ἐπ ὶ κροτάφοις μυροβοστρύχου Ἡλιοδώρας 5, 149 Τίς μοι Ζηνοφίλαν λαλιὰ ν παρέδειξεν ἑταίραν; τίς μίαν ἐκ τρισσῶν ἤγαγέ μοι Χάριτα; ἆρ' ἐτύμως ἁνὴρ κεχαρισμένον ἄνυσεν ἔργον δῶρα διδοὺς καὐτὰν τὰν Χάριν ἐν χάριτι.
5, 171 Τ ὸ σκύφος ἁδ ὺ γέγηθε λέγει δ', ὅτι τᾶς φιλέρωτος Ζηνοφίλας ψαύει το ῦ λαλιο ῦ στόματος. ὄλβιον εἴθ' ὑπ' ἐμοῖς νῦν χείλεσι χείλεα θεῖσα ἀπνευστὶ ψυχὰν τὰν ἐν ἐμο ὶ προπίοι. ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ 11, 382 Κεῖτο μὲν Ἀλκιμένης κεκακωμένος ἐκ πυρετοῖο κα ὶ περ ὶ λαυκανίην βραγχὰ λαρυγγιόων νυσσόμενός τε τ ὸ πλευρὸν ἅτε ξιφέεσσιν ἀμυχθὲ ν κα ὶ θαμὰ δυσκελάδοις ἄσθμασι πνευστιόων 5 ἦλθε δ ὲ Καλλίγνωτος ὁ Κώιος, ὁ πλατυλέσχης, τῆς παιωνιάδος πληθόμενος σοφίης, πᾶσαν ἔχων πρόγνωσιν ἐν ἄλγεσιν, ο ὔ τι περιττὸν ἄλλο προαγγέλλων ἢ τ ὸ γενησόμενον. Ἀλκιμένους δ' ἐδόκευεν ἀνάκλισιν ἔκ τε προσώπου 10 φράζετο κα ὶ παλάμης ψαῦεν ἐπισταμένως κα ὶ τ ὸ περ ὶ κρισίμων φαέων ἐλογίζετο γράμμα πάντ' ἀ ναπεμπάζων οὐχ ἑκὰς Ἱπποκράτους. κα ὶ τότε τὴν πρόγνωσιν ἐς Ἀλκιμένην ἀνεφώνει σεμνοπροσωπήσας κα ὶ σοβαρευόμενος 15 Ε ἴ γε φάρυγξ βομβεῦ σα κα ὶ ἄγρια τύμματα πλευρο ῦ κα ὶ πυρετ ῷ λήξῃ πνεῦ μα δασυνόμενον, οὐκέτι τεθνήξει πλευρίτιδι τοῦτο γὰρ ἡμῖν σύμβολον ἐσσομένης ἐστὶν ἀ πημοσύνης. θάρσει τὸν νομικὸν δ ὲ κάλει κα ὶ χρήματα σαυτο ῦ 20 ε ὖ διαθεὶ ς βιότου λῆ γε μεριμνοτόκου, καί με τὸν ἰητρὸ ν προρρήσιος εἵνεκεν ἐσθλῆς ἐν τριτάτ ῃ μοίρ ῃ κάλλιπε κληρονόμον.
6, 79 Ἄ σπορα, Πὰν λοφιῆ τα, τάδε Στρατόνικος ἀροτρεὺς ἀντ' εὐεργεσίης ἄ νθετό σοι τεμένη. Βόσκε, δ' ἔφη, χαίρων τ ὰ σ ὰ ποίμνια κα ὶ σέο χώρην δέρκεο τὴν χαλκ ῷ μηκέτι τεμνομένην. 5 αἴσιον εὑρήσεις τόδ' ἐ παύλιον ἐνθάδε γάρ σοι Ἠχ ὼ τερπομένη κα ὶ γάμον ἐκτελέσει. 6, 80 Δαφνιακῶν βίβλων Ἀγαθηιὰς ἐννεάς εἰμι ἀλλά μ' ὁ τεκτήνας ἄνθετο σοί, Παφίη. ο ὐ γὰρ Πιερίδεσσι τόσον μέλω ὅσσον Ἔρωτι, ὄργια τοσσατίων ἀμφιέπουσα πόθων. 5 αἰτε ῖ δ' ἀντ ὶ πόνων, ἵνα ο ἱ δι ὰ σεῖο παρείη ἤ τινα μ ὴ φιλέειν ἢ ταχ ὺ πειθομένην.
ΦΙΛΙΠΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ 6, 5 Δούνακας ἀ κροδέτους κα ὶ τὴν ἁ λινηχέα κώπην γυρῶ ν τ' ἀ γκίστρων λαιμοδακεῖ ς ἀ κίδας κα ὶ λίνον ἀ κρομόλιβδον ἀπαγγελτῆ ρά τε κύρτου φελλὸ ν κα ὶ δισσὰς σχοινοτενεῖ ς σπυρίδας 5 κα ὶ τὸν ἐγερσιφα ῆ, πυρὸς ἔγκυον, ἔμφλογα πέτρον ἄ γκυράν τε, νεῶν πλαζομένων παγίδα, Πείσων ὁ γριπεὺ ς Ἑρμ ῇ πόρεν, ἔ ντρομον ἤδη δεξιτερὴν πολλοῖς αἰσθόμενος καμάτοις. 6, 6 Ἀμφιτρύων μ' ἀνέθηκε νέων ἀπ ὸ Τηλεβοάων. Σκαῖος πυγμαχέων με ἑκηβόλ ῳ Ἀπόλλωνι νικήσας ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα. 6, 7 6, 8 Λαοδάμας τρίποδ' αὐτὸν ἐυσκόπ ῳ Ἀπόλλωνι μουναρχέων ἀνέθηκε τεῒ ν περικαλλὲς ἄγαλμα. 6, 36 Δράγματά σοι χώρου μικραύλακος, ὦ φιλόπυρε Δηο ῖ, Σωσικλέης θῆκεν ἀ ρουροπόνος, εὔσταχυν ἀ μήσας τὸν νῦν σπόρον ἀλλ ὰ κα ὶ αὖτις ἐ κ καλαμητομίης ἀμβλ ὺ φέροι δρέπανον.
6, 38 Δίκτυά σοι μολίβ ῳ στεφανούμενα δυσιθάλασσα κα ὶ κώπην ἅ λμης τὴν μεθύουσαν ἔτι κητοφόνον τε τρίαιναν, ἐν ὕδασι καρτερὸν ἔ γχος, κα ὶ τὸν ἀε ὶ φελλοῖ ς κύρτον ἐλεγχόμενον 5 ἄγκυράν τε, νεῶ ν στιβαρὴ ν χέρα, κα ὶ φιλοναύτην σπέρμα πυρὸς σῴζειν πέτρον ἐπιστάμενον, ἀρχιθάλασσε Πόσειδον, Ἀμύντιχος ὕστατα δῶρα θήκατ', ἐπε ὶ μογερῆ ς παύσαθ' ἁλιπλανίης.
ΚΡΙΝΑΓΟΡΟΥ 9, 513 Δράμασιν ἐν πολλοῖ σι διέπρεπες, ὅσσα Μένανδρος ἔγραφεν ἢ Μουσέων σὺν μι ῇ ἢ Χαρίτων. 9, 516 Ἔρδοι τὴν ἔμαθέν τις, ὅπου κα ὶ ὑπ' Ἄ λπιας ἄκρας ληιστα ὶ λασίαις ἀμφίκομοι κεφαλαῖς, φωρῆ ς ἁπτόμενοι, φύλακας κύνας ὧδ' ἀ λέονται χρίονται νεφροῖς πῖ αρ ἔπεστιν ὅσον, 5 ψευδόμενοι ῥινῶν ὀξὺν στίβον. ὦ κακὸν εὑρεῖν ῥ ηίτεραι Λιγύων μήτιες ἢ ἀγαθόν. 9, 542 Θάρσει κα ὶ τέτταρσι διαπλασθέντα προσώποις μῦθον, κα ὶ τούτων γράψαι ἔτι πλέοσιν οὔτε σ ὲ γὰρ λείψουσι, Φιλωνίδη, οὔτε Βάθυλλον, τὸν μὲν ἀοιδάων, τὸν δ ὲ χερῶν χάριτες. 9, 545 Καλλιμάχου τ ὸ τορευτὸ ν ἔπος τόδε δ ὴ γὰρ ἐπ' αὐτ ῷ ὡνὴρ τοὺς Μουσέων πάντας ἔσεισε κάλους. ἀείδει δ' Ἑκάλης τε φιλοξείνοιο καλιὴν καί, Θησε ῖ Μαραθὼν οὓς ἐπέθηκε πόνους 5 το ῦ σο ὶ κα ὶ νεαρὸν χειρῶ ν σθένος εἴη ἀρέσθαι, Μάρκελλε, κλεινο ῦ τ' αἶ νον ἴσον βιότου. Fuentes: Epigrammatum anthologia Palatina cum Planudeis et appendice nova, vol. 3, E. COUGNY, ed., París, Didot, 1890. Anthologia Graeca, 4 vols., 2a. ed., H. BECKBY, ed.., Múnic, Heimeran, 1-2:1965; 3-4:1968.