20 ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης τῆς Χιοπολίτιδος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Σχετικά έγγραφα
20 ΟΚΤΩΒΡΙΟΥ Ὁσίου Γερασίμου τοῦ ἐν Κεφαλληνίᾳ Νέου Ἀσκητοῦ * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

20 ΟΚΤΩΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

04 ΜΑΡΤΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Τῌ Δ ΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Μεγαλομάρτυρος Βαρβάρας( 306) Ὁσίου Ἰωάννου τοῦ Δαμασκηνοῦ ( 760) Σεραφεὶμ Φαναρίου νέου ἱερομάρτυρος ( 1601)

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

7 ΙΟΥΛΙΟΥ 2007 Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Κυριακῆς.

14 ΝΟΕΜΒΡΙΟΥ Ἀποστόλου Φιλίππου ἐκ τῶν Δώδεκα. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΤΗι ΙΓ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόμου

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

Τῌ ΚΖ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος.

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Τῌ ΙΑ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μηνᾶ, Βίκτωρος καὶ Βικεντίου, Μάρτυρος Στεφανίδος, Ὁσίου Θεοδώρου τοῦ Στουδίτου

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς. Ἀμήν. ὁ β χορὸς. ὁ β χορὸς ΑΠΟΛΥΤΙΚΙΑ

Τῌ ΚϚ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΤΗ ΚϚ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη Μεγαλομ. Δημητρίου.

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 6 (ΜΕ ΘΕΟΣ ΚΥΡΙΟΣ)

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

1 ΑΠΡΙΛΙΟΥ 2017 άββατομ τοῦ Ἀκαθίστου Ὕμμου.

ΣΑΒΒΑΤΟΝ Ε ΝΗΣΤΕΙΩΝ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Τῌ ΚϚ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Ἱερομάρτυρος Ἑρμολάου, καὶ τῶν σὺν αὐτῷ Ἑρμίππου καὶ Ἑρμοκράτους καὶ Ὁσιομάρτυρος Παρασκευῆς

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

23 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Ζ Ματθαίου Ἀνακομιδὴ Ἱερομ. Φωκᾶ, Ἱεζεκιὴλ τοῦ Προφήτου, Ἀπολλιναρίου Ῥαβέννης, Ὁσίας Πελαγίας ἐν Τήνῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

21 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Δ Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ. Ἦχος γ. Ἑωθινὸν Δ.

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Τῌ ΙΒ ΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Σπυρίδωνος Ἐπισκόπου Τριμυθοῦντος, τοῦ ἐν Κερκύρᾳ Θαυματουργοῦ.

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

16 ΝΟΕΜΒΡΙΟΥ Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

* * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

03 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

08 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Β Νηστειῶν Γρηγορίου Ἀρχιεπ. Θεσσαλονίκης τοῦ Παλαμᾶ Θεοφυλάκτου Νικομηδείας, Παύλου Πλουσιάδος. Ἦχος πλ. β. Ἑωθινὸν Ϛ.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

3 ΝΟΕΜΒΡΙΟΥ 2012 Σάββατον.

02 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΔ Λουκᾶ Ἀββακοὺμ τοῦ Προφήτου, Μυρόπης Μάρτυρος. Ἦχος β. Ἑωθινὸν Ε.

07 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Β Ματθαίου Κυριακῆς Παρθενομάρτυρος, Θωμᾶ Ὁσίου ἐν Μαλεῷ. Ἦχος α. Ἑωθινὸν Β.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις. Ἦχος α. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

12 ΜΑΡΤΙΟΥ 2017 Κυριακὴ Β Νηστειῶν. Ἦχος πλ. α. Ἑωθινὸν Ε. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

10 ΥΕΒΡΟΤΑΡΙΟΤ 2012 Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Φαραλάμπους.

21 ΙΟΥΛΙΟΥ 2019 Κυριακὴ Ε Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ, Παρθενίου Ἐπισκόπου Ραδοβισδίου Ἄρτης. Ἦχος δ. Ἑωθινὸν Ε.

ΔΕΥΤΕΡΑ 21 ΜΑΪΟΥ 2018 Μετὰ τὴν Ἀνάληψιν τοῦ Κυρίου Θεοστέπτων Βασιλέων Κωνσταντίνου καὶ Ἑλένης * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

29 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Θ Ματθαίου Μάρτυρος Καλλινίκου, Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Θ.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

05 ΜΑΪΟΥ 2018 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

10 ΦΕΒΡΟΥΑΡΙΟΥ Ἱερομάρτυρος Χαραλάμπους τοῦ Θαυματουργοῦ, Ζήνωνος τοῦ Ταχυδρόμου. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Ὅτι σὸν τὸ κράτος Ἦχος Β Ἑωθινόν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα

02 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Δ Ματθαίου Κατάθεσις Τιμίας Ἐσθῆτος, Κοΐντου Μάρτυρος, Ἰουβεναλίου Ἱεροσολύμων. Ἦχος γ. Ἑωθινὸν Δ.

29 ΙΟΥΝΙΟΥ 2018 τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου ( 64) καὶ Παύλου ( 67) * * * * *

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

22 ΟΚΤΩΒΡΙΟΥ Ἦχος γ. Ἑωθινὸν Θ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

22 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ H Ματθαίου Ἁγίας Μυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς, Μαρκέλλης Παρθενομάρτυρος ἐν Χίῳ. Ἦχος βαρύς. Ἑωθινὸν Η.

1 ΙΟΥΛΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

1 ΙΟΥΛΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Δ ΜΑΤΘΑΙΟΥ Κοσμᾶ καὶ Δαμιανοῦ τῶν ἀναργύρων τῶν ἐν Ῥώμῃ ( 284). Ἦχος γ. Ἑωθινὸν δ.

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις. 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

ὁ β χορός Δόξα Πατρί...

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

2 ΙΟΥΛΙΟΥ 2014 Μνήμη τῆς ἐν Βλαχέρναις Καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς Ὑπεραγίας Θεοτόκου.

Τῌ Κ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ τοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

11 ΝΟΕΜΒΡΙΟΥ 2018 Κυριακὴ Η Λουκᾶ Μηνᾶ, Βίκτωρος καὶ Βικεντίου, Θεοδώρου τοῦ Στουδίτου. Ἦχος βαρύς. Ἑωθινὸν Β.

27 ΟΚΤΩΒΡΙΟΥ 2013 Κυριακὴ Ζ Λουκᾶ Νέστορος Μάρτυρος. Ἦχος α. Ἑωθινὸν Ζ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. 26 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Κυριακὴ ΙΕ Λουκᾶ Ξενοφῶντος ὁσίου καὶ συνοδείας, Κλήμεντος ὁσίου

10 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ Ι Λουκᾶ Μηνᾶ Καλλικελάδου, Ἑρμογένους, Εὐγράφου Μαρτύρων, Ὁσίου Θωμᾶ Δεφουρκινοῦ. Ἦχος β. Ἑωθινὸν Ε.

Ο ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

24 ΙΟΥΛΙΟΥ 2016 Κυριακὴ Ε Ματθαίου Χριστίνης Μεγαλομάρτυρος, Ἀθηναγόρου Ἀπολογητοῦ, Θεοφίλου Νεομάρτυρος τοῦ Ζακυνθίου. Ἦχος δ. Ἑωθινὸν Ε.

16 ΟΚΤΩΒΡΙΟΥ 2016 Κυριακὴ Δ Λουκᾶ Λογγίνου τοῦ ἑκατοντάρχου, Θεοφόρων Πατέρων τῆς Ζ Οἰκουμενικῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Ϛ.

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

30 ΣΕΠΤΕΜΒΡΙΟΥ 2018 Κυριακὴ B Λουκᾶ Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας, Γαϊανῆς καὶ Ῥιψιμίας Μαρτύρων. Ἦχος α. Ἑωθινὸν Ζ.

26 ΟΚΤΩΒΡΙΟΥ Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου καὶ Ἀνάμνησις τοῦ Σεισμοῦ * * * * *

12 ΔΕΚΕΜΒΡΙΟΥ Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

04 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ Ζ Ματθαίου Τῶν ἁγίων Ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

5 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν άββα τοῦ Ἡγιασμένου

20 ΙΑΝΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΒ Λουκᾶ Ὁσίου Εὐθυμίου Κοινοβιάρχου, Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος α. Ἑωθινὸν Α.

27 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΖ (Α ΛΟΥΚΑ) Καλλιστράτου µάρτυρος ( 304) Ἀριστάρχου ἀποστόλου, Ἀκυλίνης νεοµάρτυρος ( 1764). Ἦχος πλ. δ. Ἑωθινὸν Ϛ.

11 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ H Ματθαίου Εὔπλου διακόνου καὶ μάρτυρος, ἀνάμνησις θαύματος τοῦ Ἁγ.Σπυρίδωνος ἐν Κερκύρᾳ. Ἦχος βαρύς. Ἑωθινὸν Η.

03 ΝΟΕΜΒΡΙΟΥ 2013 Κυριακὴ Ε Λουκᾶ Ἁγ.Γεωργίου Ἀνακομιδή, Ἀκεψιμᾶ, Ἀειθαλᾶ. Ἦχος β. Ἑωθινὸν Η.

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

05 ΝΟΕΜΒΡΙΟΥ 2017 Κυριακὴ Ε Λουκᾶ Γαλακτίωνος καὶ Ἐπιστήμης τῶν Μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν ΙΑ.

10 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γρηγορίου Ἐπισκόπου Νύσσης ( 395) καὶ Δομετιανοῦ

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

Transcript:

20 ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης τῆς Χιοπολίτιδος * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ι ππρρέέππεει ι σσοοι ι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος α. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Ἀπολυτίκιον τῆς Ὁσίας. Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Μονάσασα θεαρέστως, ἐναρέτως ἐβίωσας, καὶ χάριν ἰαμάτων ἐκομίσω Ματρώνα θεόληπτε θαυμάσια τελέσασα φοβερά, Μονὴν συνεκρότησας ἱεράν προσενήνοχας πληθὺν τῶν πιστευσάντων σε παμμακάριστε. Δόξα τῷ σὲ δοξάσαντι λαμπρῶς δόξα τῷ σὲ στεφανώσαντι δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν Ἦχος δ. Κατεπλάγη Ἰωσήφ. Ἐξιστᾷ τὰ σὰ σεμνή, πᾶσαν βροτείαν ἀκοήν, καὶ διάνοιαν καὶ νοῦν, ἐκπλήττει μέγεθος τῶν σῶν, ἀγωνισμάτων Ματρώνα καὶ παλαισμάτων, ἐκ πρώτης ἡλικίας γάρ, ἀκολουθοῦσα Χριστῷ, προθέσει ὁλικῇ, ἀσκητικαῖς ἀγωγαῖς, τὰς τῆς σαρκὸς ἐνέκρωσας, ἁπάσας, ἐπαναστάσεις πανθαύμαστε, καὶ διαβόλου, τὴν ἐπηρμένην, ὀφρὺν καθεῖλες καὶ ᾔσχυνας. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Τὸ μυστήριον τῆς σῆς, κυοφορίας Προφητῶν, θείῳ Πνεύματι χοροί, μεμυημένοι Μαριάμ, ποικιλοτρόπως ἐτράνωσαν τοῦτο Κόρη, λυχνίαν τε καὶ στάμνον ὀνομάσαντες, καὶ ῥάβδον καὶ χρυσοῦν θυμιατήριον, καὶ κιβωτὸν καὶ τράπεζαν, καὶ πλάκα ὄρος δασὺ καὶ κατάσκιον, καὶ κεκλεισμένην, Παρθένε πύλην, τῷ Θεῷ τηρουμένην. Μετὰ τὴν β Στιχολογίαν Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. 1

Τὴν ῥοώδη ἀπείπω Μῆτερ σκηνήν, τῆς ἀσκήσεως ᾔρω χρηστὸν ζυγόν, Ματρώνα ἀοίδιμε, καὶ ὀ πίσω εἰσέδραμες, τοῦ Νυμφίου τοῦ κάλλει, ὡραίου καὶ ἔκραζες, ἀποθάνω ὡς ἴδω, τὴν σὴν ὡραι ότητα ὅθεν σὺν Ἀγγέλοις ἐντρυφᾶν ἠξιώθης, τῆς αἴγλης καὶ λαμπρότητος, τῆς Τριάδος θεόληπτε διὸ πίστει βοῶμέν σοι πρόσδεξαι ὕμνους ἡμῶν ὦ σεμνή, τῶν πταισμάτων ἄφεσιν ἀμείβουσα, ταῖς πρὸς Θεόν σου πρεσβείαις δεόμεθα. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Παναγία Παρθένε Μῆτερ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, ἴασαι δέομαι, καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα τὴν ψυχὴν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος οἴμοι τί ποιήσω; ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μοι χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; τότε Δέσποινα, βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου. Μετὰ τὸν Πολυέλαιον Ἦχος δ. Ἐπεφάνης σήμερον. Τὰ φρικτά σου σκάμματα, Μῆτερ Ματρώνα, εὐφημεῖν οὐ δύναται, φύσις βροτεία πρεπωδῶς πῶς οὖν ἡμεῖς εὐπορήσαιμεν, ὕμνοις ἀξίοις τὸ χρέος ἀφοσιώσασθαι. Δόξα. Ὅμοιον. Ὁ σηκὸς ὁ πάνσεπτος, σοῦ θείου σκήνους, ἐκπηγάζει θαύματα, καὶ τὰ πανίερα ὀστᾶ, τοῖς εὐλαβῶς ἐξαιτοῦσί σου, τὴν θείαν χάριν, Ματρῶνα ἣν εἴληφας. Καὶ νῦν. Θεοτοκίον Χρυσωθεῖσα Πνεύματι, κιβωτὸς ὤφθης ἡ τὸν κόσμον σῴζουσα, τῆς καταιγίδος τῆς πικρᾶς, καὶ εἰς λιμένα ἀπάγουσα, τῆς σωτηρίας, τοὺς θέλοντας σῴζεσθαι. ΟΙ ΑΝΑΒΑΘΜΟΙ ΚΑΙ ΤΟ ΠΡΟΚΕΙΜΕΝΟΝ τὸ α Ἀντίφωνον τοῦ δ ἤχου Ἀντίφωνον Α. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη ἀλλ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς) Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμένοι. (δίς) Δόξα. Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ Τριαδικῇ Μονάδι ἱ εροκρυφίως. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Προκείμενον. Ἦχος δ. Ψαλμὸς ιη. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου. (δίς) Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου. Ὑπομένων ὑπέμεινα τὸν Κύριον,.. ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΤΟΥ ΟΡΘΡΟΥ ὁ διάκονος ΤΤοοῦῦ ΚΚυυρρί ίοουυ δδεεηηθθῶμμεενν... Κύριε, ἐλέησον. ὁ ἱερεύς Ὅττι ι ἅἅγγι ιοοςς εεἶ ἶ,,, ὁὁ Θεεὸὸςς ἡἡμμῶνν,,,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ὁ διάκονος ΚΚααὶ ὶ ὑὑππὲὲρρ ττοοῦῦ κκαα ττααξξι ιωθθῆῆννααι ι ἡἡμμᾶᾶςς ττῆῆςς ἀἀ κκρροοάάσσεεωςς ττοοῦῦ ἁἁ γγί ίοουυ ΕΕὐὐααγγγγεελλί ίοουυ ΚΚύύρρι ιοονν ττὸὸνν Θεεὸὸνν ἡἡμμῶνν ἱ ἱ κκεεττεεύύσσωμμεενν... Κύριε, ἐλέησον. (γ ) 2

ὁ διάκονος ΣΣοοφφί ίαα ὀὀρρθθοοί ί ἀἀκκοούύσσωμμεενν ττοοῦῦ ἁἁ γγί ίοουυ ΕΕὐὐααγγγγεελλί ίοουυ... ὁ ἱερεύς ΕΕἰ ἰρρήήννηη ππᾶᾶσσι ι... Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς ἘἘκκ ττοοῦῦ κκααττὰὰ Μααττθθααῖ ῖοονν ἁἁγγί ίοουυ ΕΕὐὐααγγγγεελλί ίοουυ ττὸὸ ἀἀ ννάάγγννωσσμμαα... ὁ διάκονος Πρρόόσσχχωμμεενν... Δόξα σοι, Κύριε, δόξα σοι. ὁ ἱερεὺς ἀπὸ τῶν βημοθύρων ἀναγινώσκει τὸ Εὐαγγέλιον τοῦ Ὄρθρου (ζήτει τῇ ε Δεκεμβρίου, εἰς τὴν Λειτουργίαν) Ἐκ τοῦ κατὰ Ματθαῖον (ια 27 30) Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱόν, εἰ μὴ ὁ Πα τήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ ὑμᾶς καὶ μάθετε ἀπ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι. Δόξα σοι, Κύριε, δόξα σοι. ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης τὸν Ν ψαλμόν, χύμα. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Δόξα. 3

Ταῖς τῆς σῆς Ὁσίας, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ Ἰδιόμελον. Ἦχος β. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Σήμερον ἡ Παρθένος, συγκαλεῖ Ματρώνα ἅπαντας, πρὸς λαμπρὰν ἑστίασιν τῶν αὐτῆς παλαισμάτων, αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ ἐκείνης πρὸς τοὺς πόνους ἀνένδοτον, Σατὰν ἡ ἰσχὺς τεθριάμβευται, καὶ δαιμόνων ἡ πληθὺς διωλόλυξεν, ἡμεῖς δὲ τῷ ἐνδυναμώσαντι αὐτήν, δόξαν δῶμεν πάντες Χριστῷ, ὃς φύσεως τὸ χαῦνον δυναμοῖ οἰκείῳ σθένει. ΣΣῶσσοονν,,, ὁὁ Θεεόόςς,,, ττὸὸνν λλαα όόνν ΣΣοουυ....... Κύριε, ἐλέησον. (ιβ ) ἘἘλλέέεει ι κκααὶ ὶ οοἰ ἰκκττι ιρρμμοοῖ ῖςς....... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ Εἶτα, οἱ Κανόνες τῆς Θεοτόκου εἰς στ, καὶ τοῦ Ἁγίου, ὁ παρών, εἰς δ. ᾨδὴ α ὁ Κανὼν τῆς Θεοτόκου οὗ ἡ ἀκροστιχίς Αἴνων ἀπαρχὰς εἰσάγω σοι Κυρία. Θεοφάνης. Ἦχος δ. Ὁ Εἱρμός. Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἰσχύϊ Πανάμωμε, βουλῆς μεγάλης ὁ Ἄγγελος, ὁ πάντα στησάμενος, ἐκ τοῦ μὴ ὄντος τὸ πρίν, ἐ πεδήμησεν, ἐκ σοῦ δι εὐσπλαγχνίαν, καὶ σχίσας τὸν κώδικα, λύσιν δεδώρηται. Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Νεφέλην σε ἔμψυχον, τοῦ Πατρικοῦ ἀπαυγάσματος, γινώσκομεν Δέσποινα, Ἀνατολὴν τοῦ φωτός, τοῦ φωτίσαντος, ἡμῶν τὴν ἀκοσμίαν, καὶ πάντας ἑλκύσαντος, πρὸς τὰ οὐράνια. Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὡράθης ἀσύγκριτος, κόσμος τῶν ἄνω Δυνάμεων, καὶ πάσης τῆς κτίσεως, Θεογεννῆτορ Ἁγνή, ἡ θεώσασα, τὴν φύσιν τῶν ἀνθρώπων, καὶ Ἅιδην νεκρώσασα, μόνη τῷ τόκῳ σου. ὁ Κανὼν τῆς Ὁσίας οὗ ἡ ἀκροστιχίς Ματρώναν ὑμνῶ τῆς Χίου τὴν προστάτιν. (Νικήτας) Ἦχος δ. Ἀνοίξω τὸ στόμα μου. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ματρώναν τιμήσωμεν, τὴν ἱερὰν ὦ θεόφρονες, καμάτους γεραίροντες τοὺς ὑπὲρ φύσιν αὐτῆς, καὶ τὰ σκάμματα, καὶ τὴν πρὸς ἀοράτους, ἀνένδοτον ἔνστασιν, ἐχθροὺς ἀλάστορας. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τηρῆσαι ποθήσασα, τὸ κατ εἰκόνα ἀλώβητον, καὶ τὸ καθ ὁμοίωσιν θεόσοφε, πάσης ἔσπευσας, ἐξ ἁπαλῶν ὀνύχων, κακίας ὑπέρτερον, δεῖξαι τὸ φρόνημα. Δόξα. Ὡς κρῖνόν σε εὔοσμον, ὡς ῥόδον εὔχρουν ὑπέρτιμε, Θεὸς μέσον εὕρηκε, τῶν ἀκανθῶν καὶ αὐτοῦ, κατηγλάϊσε, ταῖς χάρισι Ματρώνα, καὶ Χίοις σε ἔδειξε δόξαν καὶ καύχημα. Καὶ νῦν. Θεοτοκίον 4

Ναὸς καὶ παλάτιον, εὐρυχωρότατον πέφηνας, Θεοῦ Παναμώμητε, μόνη χωρήσασα, καθαρότητος, ἁγνὴ περιουσία, χωρεῖν, ὃν οὐ δύναται, εὗρος οὐράνιον. ᾨδὴ γ τῆς Θεοτόκου Ἦχος δ. Ὁ Εἱρμός. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Νενίκηνται φύσεως οἱ ὅροι, καὶ λέλυνται νόμοι φυσικοί, τῇ ὑπὲρ νοῦν λοχείᾳ σου, Παρθενομῆτορ Ἄχραντε ἐκ σοῦ γὰρ ὁ ἀνείδεος, σαρκὸς τὸ εἶναι προσείληφε. Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Πορφύραν ἁγνῶν σου ἐξ αἱμάτων, ὁ Λόγος φορέσας τοῦ Θεοῦ δίχα τροπῆς καὶ φύρσεως, καὶ τοῦ Ἀδὰμ τὴν γύμνωσιν, καλύψας περιέβαλε, τὴν θεϊκὴν ὡραιότητα. Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἀστέκτου Θεότητος χωρίον, καὶ πόλις ἡ ἔμψυχος Θεοῦ, σὺ ὤφθης Παναμώμητε, ἐν ᾗ μεγάλα εἴργασται, τῆς ἀποῤῥήτου γνώσεως, ἃ ἐξ αἰῶνος οὐκ ἤκουσται. τῆς Ὁσίας Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἀισμάτων καὶ κρότων πανολβία, τὰ σὰ ὄντως ἄξια τελεῖ, Θεὸν γὰρ τοῖς σοῖς μέλεσι, τοῖς ἱεροῖς ἐδόξασας καὶ τούτῳ θῦμα γέγονας, καὶ ἱερὸν καλλιέργημα. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Νυκτὸς ἀποστέρξασα τὰ ἔργα, ἡμέρας ἐγένου καὶ φωτός, τέκνον Ματρώνα γνήσιον τοῦ βίου εὐσχημόνως ὁδόν, ὡς ἐν ἡμέρᾳ τέμνουσα, καὶ φῶς πρὸς ἄδυτον σπεύδουσα. Δόξα. Μεγάλως ἀσκήσασα καὶ πόνοις, μεγάλοις τιμήσασα Χριστόν, μεγάλα ὄντως εὕρηκας, ἐν οὐρανίοις τὰ ἔπαθλα, καὶ τὰ βραβεῖα ἔνδοξε, τῶν ὑπὲρ φύσιν καμάτων σου. Καὶ νῦν. Θεοτοκίον Νεκρὸς χρηματίζων οὐ γινώσκω, κακίας τῷ κάρῳ συσχεθείς, καὶ μέθῃ ἀπογνώσεως, βεβαπτισμένος Δέσποινα ἀλλ ἡ νεκροὺς ζῳώσαντα τεκοῦσα, αὕτη με ζῴωσον. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ι σσὺὺ εεἶ ἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ τῆς Ὁσίας Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Ἀγλαΐαις ἐκλάμψασα ἀρετῶν, κατηγλάϊσας κόσμον ταῖς ἀστραπαῖς, τῶν θείων θαυμάτων σου, ὦ Ματρώνα θεόπνευστε, καὶ ῥαθύμων ἐγείρεις, ψυχὰς εἰς ἐγρήγορσιν, ἐντολῶν τοῦ Κυρίου, καὶ ζῆλον τὸν ἔνθεον, μέγα παρασχοῦσα, πρὸς ἐκμίμησιν ὄντως, ὑπόδειγμα πάνσοφε, σεαυτὴν οἷς ὑπέρτερον, τῆς τοῦ θήλεως φύσεως, τὸ φρόνημα ἀνέδειξας σεμνή, καὶ ἀνδρικὰ διήνυσας πανεύφημε, ἐνσάρκῳ ἀσθενείᾳ, ἐπὶ γῆς ἀγωνίσματα. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Τὸ πολύφωτον ὄχημα τοῦ Θεοῦ, τοῦ νοός μου τὰ νέφη τὰ σκοτεινά, Δέσποινα, διάλυσον, τῷ φωτὶ τοῦ προσώπου σου καὶ μετανοίας φέγγει, τὰ ὄμματα φώτισον, τῆς ζοφερᾶς ψυχῆς μου, πα 5

θῶν ἀμαυρότητι, τὰ πεπωρωμένα, καὶ τυφλώττοντα πάντῃ, τῶν φαύλων μου πράξεων, θολεραῖς ἐπιχύσεσιν, ἵνα πίστει κραυγάζω σοι Θεοτόκε Ἀειπάρθενε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν κακῶν μου δοῦναί μοι τὴν ἄφεσιν, σὲ γὰρ ἔχω ὁ δοῦλός σου, ὀξυτάτην βοήθειαν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις ΣΣὺὺ γγὰὰρρ εεἶ ἶ ὁὁ ββαασσι ιλλεεὺὺςς ττῆῆςς εεἰ ἰρρήήννηηςς....... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Ἦχος γ. Ἡ Παρθένος σήμερον. Οὐδαμῶς τὸ θῆλύ σοι, ἐμποδὼν ὤφθη Ματρώνα, πρὸς τοὺς ὑπὲρ ἄνθρωπον, ἀγῶνας ὄντως καὶ ᾄθλους ᾔσχυνας διὸ τὸν μέγαν νοῦν θεοφόρε, εὔφρανας, τὸ γυναικεῖον μεγάλως γένος τὸ ἐκείνων ταῖς σαῖς νίκαις, προσαφελοῦσα τῆς ἥττης ὄνειδος. ὁ Οἶκος Τοὺς γενναίους ἁγνὴ ἀγῶνας, οὓς διήνυσας, οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς τοῦ σκότους, καὶ τὰς ἐξουσίας πυκτεύουσα, τίς ἀξίως θαυμάσειε; Καὶ γὰρ ὑπερβαίνει πάντα λόγον καὶ διάνοιαν τὰ σὰ προτερήματα πῶς σὰρξ οὖσα καὶ αἷμα, γῆ καὶ σποδός, οὐ πρὸς τὴν κάτω ἔ βλεψας φύσιν, οὐ τῇ τῶν ὁρωμένων ἐθέλχθης ἡδύτητι, ἀλλ ἀπεῖδες ὅλῳ τῷ νοῒ πρὸς τὸν οὐρανόν, καὶ μόνον τὸ ἀμήχανον ἐκεῖνο κάλλος ἐπόθησας, καὶ τοῖς σοῖς ὑπερφυέσιν ὡς ἀληθῶς σπουδάσμασιν, Ἀγγέλων εὔφρανας συστήματα ἀνθρώπους ἐξέπληξας δαίμονας ᾔσχυνας τὸ θῆλυ γένος τετίμηκας, τὸ ἐκείνων ταῖς σαῖς νίκαις, προσαφελοῦσα τῆς ἥττης ὄνειδος. Συναξάριον Τῇ Κ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης, τῆς Χιοπολίτιδος, τῆς θαυματουργοῦ, ἐν ταῖς ζοφεραῖς ἡμέραις τοῦ Γένους ἡμῶν ἀσκητικῶς διαλαμψάσης ἐν Χίῳ καὶ ἄχρι τοῦ νῦν ὑπερβαλλόντως τιμωμένης ἐν ταῖς Νήσοις τοῦ Αἰγαίου, προσφωνουμένης εὐλαβῶς ὑπὸ τοῦ λαοῦ «Ἁγια Κιουρά». (+1462) Στίχοι Λιποῦσα κόσμον ἔμπλεων ἀκοσμίας, Νύμφη Ματρώνα νῦν παρέστη Νυμφίῳ. Εἰκάδι Ματρώνης δέμας γαῖα κάλιψε θανούσης. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ πολυάθλου Ἀρτεμίου. (+362) Στίχοι Ὁ πάντα λαμπρὸς Ἀρτέμιος ἐν βίῳ, Τμηθεὶς ἀπῆλθεν εἰς ὑπέρτατον κλέος. Εἰκάδι Ἀρτέμιος πυκινόφρων αὐχένα τμήθη. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἔνδοξοι Μάρτυρες Ἐβόρης, Ἐνόης, Ζεβινᾶς, Γερμανός, Νικηφόρος, Ἀντωνῖνος, καὶ ἡ Ἁγία ἔνδοξος Μάρτυς Μαναθὼ ἡ παρθένος, ξίφει καὶ πυρὶ τελειοῦνται. Στίχοι Λίθοις Ἐβόρην καὶ σύναθλον Ἐνόην, Λίθων λάτραι κτείνουσιν ἀθλητοκτόνοι. Ξίφος Ζεβινᾶν, Γερμανόν, Νικηφόρον, Σὺν Ἀντωνίνῳ δεικνύει νικηφόρους. Τί καὶ καθαρθῇς εἰς τὸ πῦρ βεβλημένη, Ἁγνὴ Μαναθώ, πνεῦμα σῶμα παρθένε; Τῇ αὐτῇ ἡμέρᾳ, μνείαν ποιούμεθα τῆς ἐν ἔτει 1582 ἀνακομιδῆς τοῦ χαριτοβρύτου Λειψάνου τοῦ Ὁσίου καὶ θεοφόρου πατρός ἡμῶν Γερασίμου, τοῦ Νέου Ἀσκητοῦ, τοῦ Νοταρᾶ, τοῦ μεγίστου ἐν θαυμασίοις καὶ τέρασι καὶ σημείοις, τοῦ θαυματουργοῦ καὶ δαιμονοκαταλύτου, τοῦ ἐν πολλοῖς μὲν τόποις τὸ πρότερον ἀσκήσαντος ἐν Ἁγίοις Τόποις καὶ Ἄθωνι καὶ Σινᾷ καὶ Κύπρῳ καὶ Κρήτῃ καὶ Ζακύνθῳ, ἐν τέλει δὲ ἐν τῇ Νήσῳ Κεφαλληνίᾳ διαλάμψαντος καὶ ἐν τῇ ὑπ αὐτοῦ τούτου συσταθείσῃ Μονῇ τῶν Ὁμαλῶν, ἤτοι τῆς Νέας Ἱερουσαλήμ, ἀποκειμένου, ἀφθόρου δὲ ἐν τῇ παρό 6

δῳ τῶν ἐτῶν Χάριτι θείᾳ διαμένοντος. Ἐκοιμήθη δὲ ὁ Ὅσιος τοῦ Θεοῦ κατ αὐτὴν τὴν λαμπρὰν ἡμέραν τῆς Κοιμήσεως τῆς Θεοτόκου ἐν ἔτει 1579, πλὴν διὰ τὸ αἰδέσιμον τῆς Θεομητορικῆς Ἑορτῆς μετετέθη ἡ μνήμη αὐτοῦ, τῆς μὲν τελειώσεως εἰς τὴν 16 ην Αὐγούστου, τῆς δὲ ἀνακομιδῆς αὐτοῦ σήμερον ἐπισημότερον. Στίχοι Ὁ ἐν ουρανοῖς ἀσκητὴς λαμπροφόρος Ἀνατέταλκε τῇ νήσῳ αὐτοῦ σῷος, Ἵνα σκέπῃ καὶ θάλπῃ αὐτὴν ἐσαεί. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου, μητροπολίτου Τραπεζοῦντος. Στίχοι Τῆς Τραπεζοῦντος ὁ κλεινὸς ἱεράρχης, Βασίλειος συμμέτοχος Βασιλείας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Μάρτυρος Ἀνδρονίκου τοῦ Κρητός, τοῦ ὑπὲρ τῶν Ἁγίων καὶ σεπτῶν εἰκόνων ἀθλήσαντος. (+767) Στίχοι Κρὴς ἦν ὁ ἀνὴρ καὶ τιμητὴς εἰκόνων, Ἅς περ προσκυνῶν ἐνήθλησεν ἀνδρείως. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου ἀρχιεπισκόπου Ἡρακλείας καὶ Ῥαιδεστοῦ, τοῦ ἀπὸ Θεσσαλονίκης, τοῦ Καλλίδη. (+1926) Στίχοι Γρηγόριε, πένησι δοὺς καὶ σκορπίσας, Ὢ ποῖα Χριστῷ νῦν παρεστὼς λαμβάνεις. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ τῆς Θεοτόκου ᾨδὴ α. Ἦχος δ. Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί καὶ ὀφθήσομαι φαιδρῶς πανηγυρίζων καὶ ᾄσω γηθόμενος ταύτης τὰ θαύματα. ᾨδὴ γ. Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον καὶ ἐν τῇ θείᾳ δόξῃ σου... στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ. Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν τῆς ἐκ τῆς Παρθένου σαρκώσεως σοῦ τοῦ ὑψίστου ὁ προφήτης Ἀββακοὺμ κατανοῶν ἐκραύγαζε Δόξα τῇ δυνάμει σου, Κύριε. ᾨδὴ ε. Ἐξέστη τὰ σύμπαντα ἐπὶ τῇ θείᾳ δόξῃ σου σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεὸν καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε σωτηρίαν βραβεύοντα. ᾨδὴ ς. Τὴν θείαν ταύτην καὶ πάντιμον τελοῦντες ἑορτὴν οἱ θεόφρονες τῆς Θεομήτορος δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. ᾨδὴ ζ. Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες παρὰ τὸν Κτίσαντα ἀλλὰ πυρὸς ἀπειλὴν ἀνδρείως πατήσαντες χαίροντες ἔψαλλον Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος καὶ Θεός, εὐλογητὸς εἶ. 7

ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος νῦν δὲ ἐ νεργούμενος τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. ὁ διάκονος ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶ μμηηττέέρραα ττοοῦῦ φφωττόόςς,,, ἐἐνν ὕὕμμννοοι ιςς ττι ιμμῶννττεεςς μμεεγγααλλύύννοομμεενν... Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος δ. Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. Ἅπας γηγενὴς σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος πανηγυριζέτω δὲ ἀΰλων νόων φύσις, γεραίρουσα τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω Χαίροις, παμμακάριστε Θεοτόκε ἁγνή, ἀειπάρθενε. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ι σσὲὲ ααἰ ἰννοοῦῦσσι ι ππᾶᾶσσααι ι ααἱ ἱ δδυυννάάμμεει ιςς....... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ τῆς Ὁσίας Ἦχος δ. Ἐπεσκέψατο ἡμᾶς. Τῆς ψυχῆς τὸ τριμερές, εἰς ἀπαθείας ἄβυσσον, κατέδυσας ὦ Ματρώνα, καὶ ἀβρόχως τῆς ζωῆς, διαγαγοῦσα πέλαγος, πρὸς γῆν τῆς ἐπαγγελίας τῆς ἄνω κατήντησας. Θεοτοκίον Ἀκρασίας τῷ καρπῷ, ὁ ὄφις δελεάζων με, ἡδοναῖς θέλγει τοῦ βίου, καὶ παραβάτην ἐντολῶν, τῶν θείων ἀπεργάζεται, ἀλλὰ σὺ τῷ Θεῷ με, Παρθένε κατάλλαξον. ΑΙΝΟΙ 8

Ἦχος πλ. δ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ μνος τῷ Θεῷ. Ἱστῶμεν στίχους δ, καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Προσόμοια Ἦχος πλ. δ. Ὤ, τοῦ παραδόξου θαύματος. Στίχ. α. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Ὢ τοῦ παραδόξου θαύματος! πῶς καὶ γυναῖκες ὀφρύν, τοῦ μεγάλα, αὐχήσαντος, καθαιροῦσιν ὄφεως! πῶς ἰσχὺν ἐνεδύσαντο, τὴν κατ ἐκείνου, τὸ ἀσθενέστατον, τῷ ὄντι φῦλον! πῶς εἰς ἀγῶνας χωρεῖ, τοὺς ὑπὲρ ἄνθρωπον, ἡ τὸ πρὶν εὐόλισθος, φύσις διό, Χριστὸν μεγαλύνομεν τὸν τούτου πρόξενον. Στίχ. β. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ὢ τῆς γενναίας ἐνστάσεως, καὶ παλαισμάτων τῶν σῶν, ὦ Ματρώνα θεόληπτε, δι ὧν ἐκνικήσασα, τὴν δαιμόνων παράταξιν, τὸ κατ ἐκείνων ἔστησας τρόπαιον, καὶ στεφανίτις ὤφθης ἀναίμακτος, τῆς προαιρέσεως, τὸ σεπτὸν μαρτύριον διὰ παντός, ὑπελθοῦσα πάνσοφε, στεῤῥῶς τοῦ βίου σου. Στίχ. γ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου. Στῦλον πυρὸς προηγούμενον, θεοφιλέσι ψυχαῖς, πρὸς οὐράνιον ἄνοδον, σὲ καλοῦμεν ἔνδοξε, καὶ νεφέλην σκιάζουσαν, τῶν πρεσβειῶν σου νοτίσι καύσωνα, παθῶν παντοίων ἐναπελαύνουσαν, ἄγαλμα ἔμψυχον, καὶ σεπτὸν κειμήλιον καὶ ἱερόν, τοῖς πιστοῖς θησαύρισμα, μῆτερ ἀείμνηστε. Στίχ. δ. Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνεν τὰ διαβήματά μου. Σὲ ὄλβον ἔσχεν ἀσύλητον, ἡ σὴ Ματρώνα πατρίς, καὶ σεπτὸν ἀγαλλίαμα, καὶ λιμένα ἄκλυστον, καὶ στεῤῥὸν περιτείχισμα, καὶ κατ ἐχθροῦ παντὸς ἀμυντήριον, ψυχῆς καὶ σώματος φυλακτήριον, ἣν καὶ περίσῳζε, διὰ τέλους πάνσεμνε ταῖς σαῖς εὐχαῖς, πᾶν τὸ πρὸς ἐπήρειαν ἀποτειχίζουσα. Δόξα. Ἦχος πλ. δ. Ἄισμασί τε καὶ κρότοις, ἐπὶ γῆς σεμνὴ ἡμᾶς τοὺς σὲ γεραίροντας, ἄμειψαι οὐρανόθεν Ὁσία, ἐκμειλίσουσα τὸν Δεσπότην ἡμῖν τῶν πταισμάτων τὴν λύσιν πρυτανεύουσα, καὶ τὰς ἐναντίας περιστάσεις ἐναπείργουσα, ἵνα ἤρεμον ἐπὶ γῆς βιοῦντες βίον, ἐν εἰρήνῃ τὸν σὲ ἐν δόξῃ στέψαντα Χριστόν, μεγαλύνωμεν. Καὶ νῦν. Θεοτοκίον. Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. 9

Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. (γ ) Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα. Καὶ νῦν. Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. Ἀπολυτίκιον τῆς Ὁσίας. Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Μονάσασα θεαρέστως, ἐναρέτως ἐβίωσας, καὶ χάριν ἰαμάτων ἐκομίσω Ματρώνα θεόληπτε θαυμάσια τελέσασα φοβερά, Μονὴν συνεκρότησας ἱεράν προσενήνοχας πληθὺν τῶν πιστευσάντων σε παμμακάριστε. Δόξα τῷ σὲ δοξάσαντι λαμπρῶς δόξα τῷ σὲ στεφανώσαντι δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ἀντίφωνα τῶν Κυριακῶν Ἀντίφωνον Α. Ἦχος β. (Ψαλμὸς ρβ ) Στίχ. α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. 10

Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β. Ἦχος β. (Ψαλμὸς ρμε ) Στίχ. α. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑ πάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,... Στίχ. γ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,... Στίχ. δ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,... Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ. Ἀπολυτίκιον τῆς Ὁσίας. Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου. Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Μονάσασα θεαρέστως, ἐναρέτως ἐβίωσας, καὶ χάριν ἰαμάτων ἐκομίσω Ματρώνα θεόληπτε θαυμάσια τελέσασα φοβερά, Μονὴν συνεκρότησας ἱεράν προσενήνοχας πληθὺν τῶν πιστευσάντων σε παμμακάριστε. Δόξα τῷ σὲ δοξάσαντι λαμπρῶς δόξα τῷ σὲ στεφανώσαντι δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. Στίχ. Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνεν τὰ διαβήματά μου. Μονάσασα θεαρέστως, ἐναρέτως ἐβίωσας,.. ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. Ἀπολυτίκιον τῆς Ὁσίας. Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Μονάσασα θεαρέστως, ἐναρέτως ἐβίωσας, καὶ χάριν ἰαμάτων ἐκομίσω Ματρώνα θεόληπτε θαυμάσια τελέσασα φοβερά, Μονὴν συνεκρότησας ἱεράν προσενήνοχας πληθὺν τῶν πιστευσάντων σε παμμακάριστε. Δόξα τῷ σὲ δοξάσαντι λαμπρῶς δόξα τῷ σὲ στεφανώσαντι δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁ μαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον ὡς ἀγαθὴ εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι Τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεο 11

τόκε, τῶν τιμώντων σε. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ (ζήτει τῷ Σαββάτῳ τῆς ΚΔ ἑβδομάδος) Προκείμενον. Ἦχος δ. (Ψαλμὸς ξζ ) Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου. Στίχ. Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνεν τὰ διαβήματά μου. Πρὸς Κορινθίους Β Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (ια 1 6) Ἀδελφοί, ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ ἀλλὰ καὶ ἀνέχεσθέ μου. Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρί, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ φοβοῦμαι δὲ μήπως, ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀ πὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν. Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐ κηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἀνείχεσθε. Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων. Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ οὐ τῇ γνώσει, ἀλλ ἐν παντὶ φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς. Ἀλληλούϊα. (γ ) Ἦχος δ. (Ψαλμὸς λθ ) Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου. Στίχ. Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνεν τὰ διαβήματά μου. ΕΥΑΓΓΕΛΙΟΝ (Ὁσιακόν, τῶν δέκα παρθένων, ζήτει τοῦτο τῷ Σαββάτῳ τῆς ιζ ἑβδομάδος τοῦ Ματθαίου) Ἐκ τοῦ κατὰ Ματθαῖον (κδ 1 13) Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραί, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ ἑαυτῶν ἔλαιον αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγορᾶσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι Κύριε Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅ τι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Δόξα σοι, Κύριε, δόξα σοι. καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου Εἰς τό Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Μεγαλυνάρια τῆς Ὁσίας 12

Χαίροις ὦ Ματρώνα Νύμφη Χριστοῦ, χαίροις τῶν παρθένων τῶν φρονίμων ἡ εὐκλεής, προσθήκη Ὁσία, ἡ ἐν φαιδρᾷ λαμπάδι Χριστῷ προσυπαντήσασα τῷ Νυμφίῳ σου. Ἔχοντες Εἰκόνα σου τὴν σεπτήν, ἔνδοξε Ματρώνα, ὡς προπύργιον ὀχυρόν, προσφεύγομεν ταύτῃ, ἐν πᾶσι τοῖς κινδύνοις, καὶ ἐκ παντοίας βλάβης ἀπολυτρούμεθα. Χαίροις ὁ τῆς Χίου θεῖος βλαστός, χαίροις βακτηρία, καὶ ἰάτρεια τῶν τυφλῶν, χαίροις τῶν παρθένων ὡράϊσμα, Ματρώνα, καὶ πάντων Ὀρθοδόξων τὸ ἀγαλλίαμα. Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό Πάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶ ἀἀεεί ί Ἦχος β. Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Χρρι ισσττὸὸςς ὁὁ ἀἀ λληηθθι ιννὸὸςς Θεεὸὸςς ἡἡμμῶνν....... Δι εὐχῶν... Ἀμήν. * * Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων Ἕτερον Ἀπολυτίκιον τῆς Ὁσίας Ματρώνης. Ἦχος γ. Τὴν ὡραιότητα. Χριστοῦ τοῖς ἴχνεσιν, ἀκολουθήσασα, κόσμου τερπνότητα, Ὁσία ἔλιπες, καὶ ἐμιμήσω ἐν σαρκί, Ἀγγέλων τὴν πολιτείαν ὅθεν ταῖς τοῦ Πνεύματος, δωρεαῖς κατεφαίδρυνας, τὴν ἐνεγκαμένην σε, νῆσον Χίον πανεύφημε, διὸ χαρμονικῶς ἐκβοᾷ σοι χαίροις Ματρώνα πανολβία. Ἕτερον Ἀπολυτίκιον τῆς Ὁσίας. (ποίημα Χαραλάμπους Μπούσια) Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. 13

Προσευχῇ καὶ νηστείᾳ, σεμνή, διάγουσα, Ματρώνα, Χίου κοσμῆτορ καὶ Βολισσοῦ εὐθαλὲς ῥόδον, ὤφθης μονοτρόπων ἐγκαλλώπισμα καὶ θαυμασίων αὐτουργὸς ξενοτρόπων ὅθεν νῦν τιμῶντές σε κατὰ χρέος θεοπειθεῖς προσευχάς σου τὰς ἀσιγήτους ἐκδεχόμεθα. Ἀπολυτίκιον τοῦ Ὁσίου Γερασίμου. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τῶν ὀρθοδόξων προστάτην, καὶ ἐν σαρκὶ ἄγγελον, καὶ θαυματουργὸν θεοφόρον νεοφανέντα ἡμῖν, ἐπαινέσωμεν πιστοὶ θεῖον Γεράσιμον ὅτι ἀξίως παρὰ Θεοῦ, ἀπείληφεν ἰαμάτων, τὴν ἀένναον χάριν ῥώννυσι τοὺς νοσοῦντας, δαιμονῶντας ἰᾶται Διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα. Ἕτερον Ἀπολυτίκιον τοῦ Ὁσίου Γερασίμου. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τῶν Τρικάλων τὸν γόνον, Κεφαλλήνων τὸ κλέϊσμα, Ὁμαλῶν Μονῆς τὸν προστάτην, σὲ εὐφημοῦμεν Γεράσιμε ἐβίωσας γὰρ ἐν τῇδε τῇ ζωῇ, ὡς ἄγγελος οὐράνιος Θεοῦ. Διὸ δόξης ἠξιώθης, καὶ ἀφθαρσίας σῶμά σου τὸ πάντιμον. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἀφθαρτώσαντι, δόξα τῷ δωρησαμένῳ σε πιστοῖς, πρέσβυν ἀκοίμητον. Ἕτερον Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τῶν πιστῶν σε προστάτην, καὶ ταχὺν ἀντιλήπτορα, ὁσιώτατε Πάτερ θεοφόρε Γεράσιμε, ἀνέδειξε Θεὸς ἐπὶ τῆς γῆς, ὁ πάντων τῶν ὄντων Κηδεμών θεραπεύεις γὰρ σωμάτων, καὶ τῶν ψυχῶν τὰ πάθη, τῇ σῇ χάριτι. Δόξα τῷ σὲ δοξάσαντι λαπρῶς, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. Ἕτερον Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Ὡς ἰσάγγελον ἄνθρωπον εὐφημοῦμέν σε, καὶ ζηλωτὴν Παταπίου ἀσκητικῆς ἀγωγῆς, ἐν Ἁγίας Ἄννης Σκήτῃ τὸν ἀσκήσαντα, κράζοντες ὅσιε Χριστοῦ, Κεφαλλήνων ἀρωγὲ ἀνύστακτε καὶ Τρικάλων τῆς Κορινθίας ἐπόπτα, ῥῦσαι φθορᾶς πιστούς, Γεράσιμε. Ἕτερον Ἀπολυτίκιον τοῦ Ὁσίου. (Γερασίμου Μικραγιαννανίτου) Ἦχος α. Τῆς ἐρήμου πολίτης. Ἐκ νεότητος Πάτερ τῷ Χριστῷ ἠκολούθησας, καὶ ἀγγελικῶς ἐν τῷ κόσμῳ διανύσας τὸν βίον σου, ἐπλήσθης οὐρανίων δωρεῶν, Γεράσιμε Ὁσίων καλλονή διὰ τοῦτο καὶ ἰαμάτων τὰς δωρεάς, παρέχεις τοῖς βοῶσί σοι δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. Ἕτερον Ἀπολυτίκιον τοῦ Ὁσίου. (Γερασίμου Μικραγιαννανίτου) Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τῆς σαρκὸς χαλινώσας τὰ σκιρτήματα ἅπαντα καὶ τὰ πάθη νεκρώσας ἐγκρατείας τοῖς βέλεσιν, ἀνήχθης πρὸς ἀπάθειαν σοφὲ ὡς ἄσαρκος βιώσας ἐπὶ γῆς διὰ τοῦτο καὶ θαυμάτων πηγὰς προχέεις ἡμῖν τοῖς κραυγάζουσι δόξα τῷ σὲ δοξάσαντι Χριστῷ δόξα τῷ σὲ θαυμαστώσαντι δόξα τῷ δωρησαμένῳ σε ἡμῖν φρουρὸν Γεράσιμε. Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος Ἀρτεμίου. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. 14

Ἕτερον Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος. Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Ποικίλοις βασάνοις ἐναθλήσας μακάριε, ὡς στεῤῥὸς ἀδάμας τὸν παραβάτην κατῄσχυνας καὶ γὰρ ἐν πέτρᾳ μεγίστῃ πιεσθεὶς διὰ τὴν πέτραν Χριστὸν καὶ αἰκισθείς, στέφος ἐδέξω τοῦ μαρτυρίου μεγαλομάρτυς Ἀρτέμιε. Δόξα τῷ σὲ ἐνισχύσαντι δόξα τῷ σὲ στεφανώσαντι δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. Ἕτερον Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος. Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Ποικίλαις ἐναθλήσας Ἀρτέμιε βασάνοις, στεῤῥὸς ἀδάμας ἐδείχθης αἰσχύνας Παραβάτην καὶ γὰρ διὰ τὴν Πέτραν τὸν Χριστόν, ὑπερμεγέθει πέτρᾳ πιεσθείς, πλευρὰς καὶ βλέφαρα ὀγκίνοις διαπαρείς, ἐδέξω ἄφθαρτον στέφος. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ δόξα τῷ σὲ ἐνισχύσαντι δόξα τῷ ἰατρὸν κοιλιακῶν σε νόσων δείξαντι. Ἕτερον Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος. (Γερασίμου Μικραγιαννανίτου) Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Τῶν αἱμάτων τῷ λύθρῳ ἐπισταζόμενος, τῷ Κυρίῳ παρέστης μάρτυς Ἀρτέμιε, ὃν ἱκέτευε ἀεί, κατοικτειρίσαι με σοφέ, τὸν ἀτόποις λογισμοῖς καὶ ἐργασίαις πονηραῖς, ἀφρόνως κατεγνωσμένον ἵνα πιστῶς εὐφημῶ σε, τῇ προστασίᾳ σου τειχιζόμενος. Ἕτερον Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος. (Γερασίμου Μικραγιαννανίτου) Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Εὐσεβείας τοῖς τρόποις καλλωπιζόμενος, ἀθλητικῆς ἀγλαΐας ὤφθης σοφὲ κοινωνός, πρὸς ἀγῶνας ἀνδρικοὺς παραταξάμενος ὅθεν ὡς λύχνος φωταυγής, τῶν θαυμάτων τὰς βολάς, ἐκλάμπεις τῇ οἰκουμένῃ, Ἀρτέμιε Ἀθλοφόρε, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. Ἕτερον Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος. (ποίημα Χαραλάμπους Μπούσια) Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Τὸν συγκόψαντα ξίφει αὐτοῦ τὸ φρύαγμα, πολυθεΐας τὴν πλάνην καὶ τῇ μαχαίρᾳ ἐχθρῶν κεφαλὴν αὐτοῦ τὸν κλίναντα τιμήσωμεν, θεῖον Ἀρτέμιον, λαμπρῶς ἰατῆρα ὡς ταχὺν τοῦ ἄλγους ἐντεροκήλης, αὐτοῦ λιτὰς ἐκζητοῦντες ἐν πάσαις βίου περιστάσεσι. Ἕτερον Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος. (Γερασίμου Μικραγιαννανίτου) Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Τῶν μαρτύρων λαμπρότης Μάρτυς Ἀρτέμιε, Ἀστυνομίας τὸ Σῶμα σκέπε καὶ φύλαττε καὶ ὁδήγει ἀσφαλῶς αὐτῶν τὰ βήματα σὲ γὰρ προστάτην ἀληθῆ ἐπιγράφουσι σοφὲ καὶ πίστει σοι ἐκβοῶσι διὰ παντὸς ἐκδυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Ἕτερον Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος. (Ἀγγέλου Ἱερομονάχου τοῦ Ἀνθόπουλου) Ἦχος α. Τῆς ἐρήμου πολίτης. Ὡς καλὸς στρατιώτης ἐναθλῶν νομιμώτατα τῷ Χριστῷ ᾠκειώθης στεφανίτα Ἀρτέμιε οὐδόλως μὲν τριβόλων ταῖς ἀκμαῖς πλακὸς δὲ τῇ βαρύτητι οὐδὲ ἀξιώματος στερήσει τοῦ κοσμικοῦ ἐκάμφθης γενναιότατε. Κάραν τὴν σὴν ἐξέκλινας λοιπὸν ξίφει, σοφέ, δημίου σου καὶ Θεῷ συναγάλλῃ διὸ σὲ πόθῳ γεραίρομεν. 15