2 Sam a (Kaige- / antiochenische Rezension) Seite 1/7

Σχετικά έγγραφα
Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

Πῶς σὺ Ιουδαῖος ὢν παρ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος οὔσης;

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

ΠΟΤΔΗ ΣΗ ΤΝΟΠΣΙΚΗ ΠΑΡΑΔΟΗ ΚΑΙ ΣΗΝ Q

ΒΑΣΙΛΕΙΩΝ Α (M 1Sam) 1Regn 1:

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Septuaginta. Id est Vetus Testamentum graece iuxta LXX interpretes. edidit Alfred Rahlfs. Editio altera quam recognovit et emendavit Robert Hanhart

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ

Numbers / Αριθμοι - According to 4Q121 Septuagint Numbers (4QLXXNum) - Verse Order

ΘΕΜΑ 302ο: Ξενοφῶντος Ἑλληνικά, 2, 3,

ΠΑΡΑΔΕΙΓΜΑ ΠΑΡΑΠΟΙΗΣΗΣ ΤΗΣ ΑΓΙΑΣ ΓΡΑΦΗΣ ΑΠΟ ΤΟΥΣ ΨΕΥΔΟΜΑΡΤΥΡΕΣ ΤΟΥ ΙΕΧΩΒΑ

Origenes - Adnotationes in Judices

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γεγραμμένον

ΚΡΙΤΑΙ (Codex Vaticanus)

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7

Κ Υ Ρ Ι Α Κ Η Ζ Τ Ο Υ Λ Ο Υ Κ Α

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

ΚΡΙΤΑΙ (Codex Alexandrinus)

Iohannes Damascenus - De azymis

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3

ΚΕΙΜΕΝΑ. Α. Το τέχνασμα του Θεμιστοκλή

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ)

2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

Το αντικείμενο [τα βασικά]

Κ Υ Ρ Ι Α Κ Η Σ Τ Τ Ο Υ Λ Ο Υ Κ Α

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ. Ἀκούω δ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῦτον τὸν λόγον τρέψεσθαι, ὡς

Κατάλογος τῶν Συγκερασµῶν ὅλων τῶν Βυζαντινῶν ιατονικῶν Κλιµάκων µέχρι καὶ σὲ 1200 µουσικὰ διαστήµατα (κόµµατα)

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4)

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

Κ Υ Ρ Ι Α Κ Η Ζ Τ Ο Υ Λ Ο Υ Κ Α

Διδάσκοντας Αρχαία ελληνικά με αξιοποίηση της τέχνης. Αγάθη Γεωργιάδου Σχολ. Σύμβουλος

AΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Α ΓΥΜΝΑΣΙΟΥ 3 Η ΕΝΟΤΗΤΑ ΚΕΙΜΕΝΟ

QUARTO LIBRO DEI RE. Oxozia

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

Δ ι α γ ω ν ί ς μ α τ α π ρ ο ς ο μ ο ί ω ς η σ 1

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

1. ιδαγµένο κείµενο από το πρωτότυπο Θουκυδίδου Ἱστοριῶν Β 36

ΒΑΣΙΛΕΙΩΝ Γ (M 1Regn)

1st and 2nd Person Personal Pronouns

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ (Β1, 1-4) Διττῆς δὴ τῆς ἀρετῆς οὔσης, τῆς μὲν διανοητικῆς τῆς δὲ ἠθικῆς,

ΘΕΜΑ 126ο: Θουκυδίδου Ἱστορίαι, 3,

ΘΕΜΑ 2o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3

Κυριακή 19 Μαΐου 2019.

Ασκήσεις γραμματικής. Εκφώνηση. Να μεταφέρετε τους παρακάτω τύπους στον άλλο αριθμό: τοῦ σοφοῦ. (ὦ) δίκαιε. τὸν τίμιον. τοὺς πιστοὺς.

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά (Γ1, 1-2, 3-4/6/12) Τῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία

20 ΙΟΥΛΙΟΥ 2012 Ηλιοὺ προφήτου τοῦ Θεσβίτου (940 π.χ.). Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ (19/7/12)

ΘΕΜΑ 61ο Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 9-11

Υπουργείο Παιδείας και Πολιτισμού. Αρχαία Ελληνική Γλώσσα Α Γυμνασίου. Δειγματικό Εξεταστικό Δοκίμιο. Α Τετράμηνο

Για το βιβλίο του Θ. Ξανθόπουλου: «Ρέκβιεμ με Κρεσέντο» Δημήτρης Κουτσογιάννης Σχολή Πολιτικών Μηχανικών Εθνικό Μετσόβιο Πολυτεχνείο

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτωνος Πρωταγόρας 323C-324Α

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007.

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Γ ΓΥΜΝΑΙΟΥ

1 Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. 2 ἡ δὲ γῆ ἦν ἀόρατος καὶ

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους, Ἠθικὰ Νικομάχεια Β 6, 9-13

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ΕΝΔΕΙΚΤΙΚΕΣ ΑΠΑΝΤΗΣΕΙΣ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ

Εισαγωγή στη Φιλοσοφία

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)

Cirillus Alexandrinus - De synagogae defectu

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

Πώς βρίσκουμε το υποκείμενο σε μια πρόταση;

ΘΕΜΑ 481ο: Ξενοφῶντος Ἑλληνικά, 2, 4,

Αρχαία Ελληνικά ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ

ΧΡΙΣΤΙΑΝΙΚΗ ΗΘΙΚΗ. Ενότητα 13: ΤΟ ΝΕΟ ΗΘΟΣ ΤΟΥ ΚΑΙΝΟΥ ΑΝΘΡΩΠΟΥ. ΜΑΡΙΑ Κ. ΚΑΡΑΜΠΕΛΙΑ Τμήμα Ιερατικών Σπουδών

Ξενοφώντα «Ελληνικά»

ιδαγμένο κείμενο Αριστοτέλους, Ηθικά Νικομάχεια (Β1, 1-3 και Β6, 1-4)

ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ

ΑΣΚΗΣΕΙΣ ΣΥΝΤΑΚΤΙΚΟΥ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ

ιδαγμένο κείμενο Αριστοτέλους Πολιτικά Θ 2.1-4

1. ιδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας (323Α-Ε)

ΜΑΚΚΑΒΑΙΩΝ Α. 1Mac 1:

Michèle TILLARD Lycée Montesquieu, LE MANS janvier Ἡ φλέψ Φλέψ Τὴν φλέβα Τῆς φλεβός Τῇ φλεβί

Α. Οι κύριες προτάσεις στον πλάγιο λόγο

Η ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ ΤΟΜΟΣ ΤΕΣΣΑΡΑΚΟΣΤΟΣ ΤΕΤΑΡΤΟΣ ΙΕΡΕΜΙΑΣ

Το κατηγορούμενο. Ασκήσεις συντακτικού

Η ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ ΤΟΜΟΣ ΕΙΚΟΣΤΟΣ ΠΡΩΤΟΣ ΜΑΚΚΑΒΑΙΩΝ Α

Ιστορία Ελληνικού και Ρωμαϊκού Δικαίου

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΗ ΜΕΣΟΓΑΙΑΣ ΚΑΙ ΛΑΥΡΕΩΤΙΚΗΣ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ ΜΑΡΚΟΠΟΥΛΟΥ ΜΕΣΟΓΑΙΑΣ

καταλήξεις ασυναίρετων της β' κλίσης Ενικός ον. γεν. δοτ. αιτ. κλ. -ον -ου -ῳ -ον -ον -ος -ου -ῳ -ον -ε Πληθυντικός -οι -ων -οις -ους -οι

Περικλέους Σταύρου Χαλκίδα Τ: & F: chalkida@diakrotima.gr W:

ΕΠΑΓΓΕΛΜΑΤΑ ΤΩΝ ΑΡΧΑΙΩΝ ΑΘΗΝΑΙΩΝ

Transcript:

2 Sam 11.1 12.15a (Kaige- / antiochenische Rezension) Seite 1/7 11.1 Καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ εἰς τὸν καιρὸν τῆς ἐξοδίας τῶν βασιλέων καὶ ἀπέστειλεν Δαυιδ τὸν Ιωαβ καὶ τοὺς παῖδας αὐτοῦ μετ' αὐτοῦ καὶ τὸν πάντα Ισραηλ καὶ διέφθειραν τοὺς υἱοὺς Αμμων καὶ διεκάθισαν ἐπὶ Ραββαθ. καὶ Δαυιδ ἐκάθισεν ἐν Ιερουσαλημ. 11.2 καὶ ἐγένετο πρὸς ἑσπέραν καὶ ἀνέστη Δαυιδ ἀπὸ τῆς κοίτης αὐτοῦ καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τοῦ βασιλέως καὶ εἶδεν γυναῖκα λουομένην ἀπὸ τοῦ δώματος καὶ ἡ γυνὴ καλὴ τῷ εἴδει σφόδρα. 11.3 καὶ ἀπέστειλεν Δαυιδ καὶ ἐζήτησεν τὴν γυναῖκα καὶ εἶπεν Οὐχὶ αὕτη Βηρσαβεε, θυγάτηρ Ελιαβ, γυνὴ Ουριου τοῦ Χετταίου; 11.4 καὶ ἀπέστειλεν Δαυιδ ἀγγέλους καὶ ἔλαβεν αὐτήν. καὶ εἰσῆλθεν πρὸς αὐτόν καὶ ἐκοιμήθη μετ' αὐτῆς καὶ αὐτὴ ἁγιαζομένη ἀπὸ ἀκαθαρσίας αὐτῆς. καὶ ἀπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. 11.5 καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή. καὶ ἀποστείλασα ἀπήγγειλεν τῷ Δαυιδ, καὶ εἶπεν Ἐγώ εἰμι ἐν γαστρὶ ἔχω. 11.6 καὶ ἀπέστειλεν Δαυιδ πρὸς Ιωαβ λέγων Ἀπόστειλον πρός με τὸν Ουριαν τὸν Χετταῖον. καὶ ἀπέστειλεν Ιωαβ τὸν Ουριαν πρὸς Δαυιδ. 11.1 Καὶ ἐγένετο ἐν τῷ ἐπιόντι ἔτει ἐν καιρῷ τῆς ἐξόδου τῶν βασιλέων, ἐξαπέστειλε Δαυιδ τὸν Ιωαβ καὶ τοὺς παῖδας αὐτοῦ μετ' αὐτοῦ καὶ πάντα τὸν Ισραηλ, καὶ διέφθειρον τοὺς υἱοὺς Αμμων καὶ περιεκάθισαν ἐπὶ Ραββαθ. καὶ Δαυιδ κατῴκει ἐν Ιερουσαλημ. 11.2 Ἐγένετο δὲ ἐν τῷ καιρῷ τῆς δείλης, καὶ ἀνέστη Δαυιδ ἀπὸ τῆς κοίτης αὐτοῦ καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τῶν βασιλειῶν καὶ εἶδεν ἀπὸ τοῦ δώματος γυναῖκα λουομένην καὶ ἡ γυνὴ καλὴ τῇ ὄψει σφόδρα. 11.3 καὶ ἐξαπέστειλε Δαυιδ καὶ ἐξεζήτησε τὴν γυναῖκα καὶ εἶπον Οὐχὶ αὕτη ἐστὶ Βηρσαβεε, θυγάτηρ Ηλα, γυνὴ Ουριου τοῦ Χετταίου; 11.4 καὶ ἀπέστειλε Δαυιδ ἀγγέλους καὶ ἔλαβεν αὐτήν. καὶ εἰσῆλθε πρὸς αὐτὴν καὶ κοιμᾶται μετ' αὐτῆς καὶ αὐτὴ ἦν λελουμένη ἐξ ἀφέδρου αὐτῆς. καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτῆς. 11.5 καὶ συνέλαβεν ἡ γυνή. καὶ ἀπέστειλε καὶ ἀπήγγειλε τῷ Δαυιδ, καὶ εἶπεν Συνείληφα ἐγώ. 11.6 καὶ ἀπέστειλε Δαυιδ πρὸς Ιωαβ καὶ εἶπεν Ἀπόστειλόν μοι τὸν Ουριαν τὸν Χετταῖον. καὶ ἀπέστειλεν Ιωαβ τὸν Ουριαν πρὸς αὐτόν.

2 Sam 11.1 12.15a (Kaige- / antiochenische Rezension) Seite 2/7 11.7 καὶ παραγίνεται Ουριας καὶ εἰσῆλθεν πρὸς αὐτόν, καὶ ἐπηρώτησεν Δαυιδ εἰς εἰρήνην Ιωαβ καὶ εἰς εἰρήνην τοῦ λαοῦ καὶ εἰς εἰρήνην τοῦ πολέμου. 11.8 καὶ εἶπεν Δαυιδ τῷ Ουρια Κατάβηθι εἰς τὸν οἶκόν σου καὶ νίψαι τοὺς πόδας σου. καὶ ἐξῆλθεν Ουριας ἐξ οἴκου τοῦ βασιλέως καὶ ἐξῆλθεν ὀπίσω αὐτοῦ ἄρσις τοῦ βασιλέως. 11.9 καὶ ἐκοιμήθη Ουριας παρὰ τῇ θύρᾳ τοῦ βασιλέως μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ καὶ οὐ κατέβη εἰς τὸν οἶκον αὐτοῦ. 11.10 καὶ ἀνήγγειλαν τῷ Δαυιδ λέγοντες, ὅτι οὐ κατέβη Ουριας εἰς τὸν οἶκον αὐτοῦ. καὶ εἶπεν Δαυιδ πρὸς Ουριαν Οὐχὶ ἐξ ὁδοῦ σὺ ἔρχῃ; τί ὅτι οὐ κατέβης εἰς τὸν οἶκόν σου; 11.11 καὶ εἶπεν Ουριας πρὸς Δαυιδ Ἡ κιβωτὸς καὶ Ισραηλ καὶ Ιουδας κατοικοῦσιν ἐν σκηναῖς, καὶ ὁ κύριός μου Ιωαβ καὶ οἱ δοῦλοι τοῦ κυρίου μου ἐπὶ πρόσωπον τοῦ ἀγροῦ παρεμβάλλουσιν, καὶ ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἶκόν μου φαγεῖν καὶ πιεῖν καὶ κοιμηθῆναι μετὰ τῆς γυναικός μου; πῶς ζῇ ἡ ψυχή σου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο; 11.12 καὶ εἶπεν Δαυιδ πρὸς Ουριαν Κάθισον ἐνταῦθα καί γε σήμερον, καὶ αὔριον ἐξαποστελῶ σε. καὶ ἐκάθισεν Ουριας ἐν Ιερουσαλημ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ τῇ ἐπαύριον 11.7 καὶ παραγίνεται Ουριας πρὸς Δαυιδ, καὶ ἐπηρώτησεν αὐτὸν Δαυιδ, εἰ ὑγιαίνει Ιωαβ καὶ εἰ ὑγιαίνει ὁ λαὸς καὶ εἰ ὑγιαίνει ὁ πόλεμος. καὶ εἶπεν Ὑγιαίνει. 11.8 καὶ εἶπε Δαυιδ τῷ Ουρια Κατάβηθι εἰς τὸν οἶκόν σου καὶ νίψαι τοὺς πόδας σου. καὶ ἐξῆλθεν Ουριας ἐκ προσώπου τοῦ βασιλέως καὶ ἐξῆλθεν ὀπίσω αὐτοῦ τῶν παρεστηκότων τῷ βασιλεῖ. 11.9 καὶ κοιμᾶται Ουριας ἐν τῷ πυλῶνι τοῦ οἴκου τοῦ βασιλέως μετὰ πάντων τῶν παίδων τοῦ κυρίου αὐτοῦ καὶ οὐ κατέβη εἰς τὸν οἶκον αὐτοῦ. 11.10 καὶ ἀνήγγειλαν τῷ βασιλεῖ Δαυιδ λέγοντες Οὐ κατέβη Ουριας εἰς τὸν οἶκον αὐτοῦ. καὶ εἶπε Δαυιδ πρὸς τὸν Ουριαν Οὐκ ἐξ ὁδοῦ παραγέγονας σὺ; καὶ τί ὅτι οὐ καταβέβηκας εἰς τὸν οἶκόν σου; 11.11 καὶ εἶπεν Ουριας πρὸς Δαυιδ Εἰ ἡ κιβωτὸς τοῦ θεοῠ καὶ Ισραηλ καὶ Ιουδας κατοικοῦσιν ἐν σκηναῖς, καὶ ὁ κύριός μου Ιωαβ καὶ οἱ παῖδες τοῦ κυρίου μου ἐπὶ προσώπου τοῦ πεδίου παρεμβεβληκότες, καὶ πῶς ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἶκόν μου φαγεῖν καὶ πιεῖν καὶ κοιμηθῆναι μετὰ τῆς γυναικός μου; μὰ τὴν ζωήν σου καὶ μὰ τὴν ζωήν τῆς ψυχῆς σου, οὐ μὴ ποιήσω τὸ πρᾶγμα τοῦτο; 11.12 καὶ εἶπε Δαυιδ πρὸς τὸν Ουριαν Κάθισον ὧδε καὶ σήμερον, καὶ αὔριόν σε ἐξαποστελῶ. καὶ ἐκάθισεν Ουριας ἐν Ιερουσαλημ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ τῇ ἐπαύριον

2 Sam 11.1 12.15a (Kaige- / antiochenische Rezension) Seite 3/7 11.13 καὶ ἐκάλεσεν αὐτὸν Δαυιδ καὶ ἔφαγεν ἐνώπιον αὐτοῦ καὶ ἔπιεν καὶ ἐμέθυσεν αὐτόν καὶ ἐξῆλθεν ἑσπέρας τοῦ κοιμηθῆναι ἐπὶ τῆς κοίτης αὐτοῦ μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ καὶ εἰς τὸν οἶκον αὐτοῦ οὐ κατέβη. 11.14 καὶ ἐγένετο πρωΐ, καὶ ἔγραψεν Δαυιδ βιβλίον πρὸς Ιωαβ, καὶ ἀπέστειλεν ἐν χειρὶ Ουριου 11.15 καὶ ἔγραψεν ἐν τῷ βιβλίῳ λέγων Εἰσάγαγε τὸν Ουριαν ἐξ ἐναντίας τοῦ πολέμου τοῦ κραταιοῦ, καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτοῦ καὶ πληγήσεται καὶ ἀποθανεῖται. 11.16 καὶ ἐγενήθη ἐν τῷ φυλάσσειν Ιωαβ ἐπὶ τὴν πόλιν, καὶ ἔθηκεν τὸν Ουριαν εἰς τὸν τόπον, οὗ ᾔδει ὅτι ἄνδρες δυνάμεως ἐκεῖ. 11.17 καὶ ἐξῆλθον οἱ ἄνδρες τῆς πόλεως, καὶ ἐπολέμουν μετὰ Ιωαβ. καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐκ τῶν δούλων Δαυιδ, καὶ ἀπέθανεν καί γε Ουριας ὁ Χετταῖος. 11.18 καὶ ἀπέστειλεν Ιωαβ καὶ ἀπήγγειλεν τῷ βασιλεῖ πάντας τοὺς λόγους τοῦ πολέμου. 11.19 καὶ ἐνετείλατο τῷ ἀγγέλῳ λέγων Ἐν τῷ συντελέσαι σε πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα, 11.20 καὶ ἔσται, ἐὰν ἀναβῇ ὁ θυμὸς τοῦ βασιλέως καὶ εἴπῃ σοι Τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι τοξεύσουσιν ἀπάνωθεν τοῦ τείχους; 11.13 ἐκάλεσεν αὐτὸν Δαυιδ καὶ ἔφαγεν ἐνώπιον αὐτοῦ καὶ ἔπιεν καὶ ἐμεθύσθη καὶ ἐξῆλθεν ἑσπέρας, καὶ ἐκοιμήθη ἐν τῇ κοίτῃ ὁ Ουριας μετὰ τῶν παίδων τοῦ κυρίου αὐτοῦ εἰς δὲ τὸν οἶκον αὐτοῦ οὐ κατέβη. 11.14 καὶ ἐγένετο πρωΐ, καὶ γράφει Δαυιδ βιβλίον πρὸς Ιωαβ, καὶ ἀποστέλλει ἐν χειρὶ Ουριου. 11.15 ἔγραψε δὲ ἐν τῷ βιβλίῳ λέγων Παράδος τὸν Ουριαν εἰς τὸν πόλεμον τὸν κραταιόν, καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτοῦ καὶ πληγήσεται καὶ ἀποθανεῖται. 11.16 καὶ ἐγένετο ἐν τῷ περικαθῆσθαι τὸν Ιωαβ ἐπὶ τὴν πόλιν, καὶ ἔδωκε τὸν Ουριαν ἐπὶ τὸν τόπον τὸν πονοῦντα, ὅτι ἄνδρες δυνάμεως ἦσαν ἐκεῖ. 11.17 καὶ ἐξῆλθον οἱ ἄνδρες τῆς πόλεως, καὶ ἐπολέμουν πρὸς Ιωαβ. καὶ ἔπεσον ἐκ τοῦ λαοῦ κατὰ τὸν λόγον τοῦ Δαυιδ, καὶ ἀπέθανεν Ουριας ὁ Χετταῖος. 11.18 καὶ ἀπέστειλεν Ιωαβ καὶ ἀπήγγειλε τῷ Δαυιδ πάντα τὰ ῥήματα τοῦ πολέμου. 11.19 καὶ ἐνετείλατο Ιωαβ τῷ ἀγγέλῳ λέγων Ἐν τῷ συντελέσαι σε πάντα τὰ ῥήματα τοῦ πολέμου λαλοῦντα πρὸς τὸν βασιλέα, 11.20 καὶ ἔσται, ἐὰν ἀναβῇ ὁ θυμὸς αὐτοῦ καὶ εἴπῃ σοι Τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι πληγήσεσθε ἀπὸ τοῦ τείχους;

2 Sam 11.1 12.15a (Kaige- / antiochenische Rezension) Seite 4/7 11.21 τίς ἐπάταξεν τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ; οὐχὶ γυνὴ ἔρριψεν ἐπ' αὐτὸν κλάσμα μύλου ἐπάνωθεν τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμασι; ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος; καὶ ἐρεῖς καί γε Ουριας ὁ δοῦλός σου ὁ Χετταῖος ἀπέθανεν. 11.22 καὶ ἐπορεύθη ὁ ἄγγελος Ιωαβ πρὸς τὸν βασιλέα εἰς Ιερουσαλημ, καὶ παρεγένετο καὶ ἀπήγγειλεν τῷ Δαυιδ πάντα, ὅσα ἀπήγγειλεν αὐτῷ Ιωαβ πάντα τὰ ῥήματα τοῦ πολέμου καὶ ἐθυμώθη Δαυιδ πρὸς Ιωαβ καὶ εἶπεν πρὸς τὸν ἄγγελον ἵνα τί προσηγάγετε πρὸς τὴν πόλιν τοῦ πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι πληγήσεσθε ἀπὸ τοῦ τείχους; τίς ἐπάταξεν τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ; οὐχὶ γυνὴ ἔρριψεν ἐπ' αὐτὸν κλάσμα μύλου ἀπὸ τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμασι; ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος; 11.23 καὶ εἶπεν ὁ ἄγγελος πρὸς Δαυιδ ὅτι ἐκραταίωσαν ἐφ' ἡμᾶς οἱ ἄνδρες καὶ ἐξῆλθαν ἐφ' ἡμᾶς εἰς τὸν ἀγρόν καὶ ἐγενήθημεν ἐπ' αὐτοὺς ἕως τῆς θύρας τῆς πύλης 11.21 τίς ἐπάταξε τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ; οὐχὶ γυνὴ ἔρριψεν ἐπ' αὐτὸν κλάσμα μύλου ἀπὸ τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμεσσεί; ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος; καὶ ἐρεῖς ὅτι κατεκράτουν οἱ ἄνδρες ἐφ' ἡμᾶς καὶ ἐξῆλθον ἐφ' ἡμᾶς εἰς τὸ πεδίον, καὶ συνηλάσαμεν αὐτοὺς ἕως τῆς πύλης τῆς πόλεως, καὶ κατεβαρύνθη τὰ βέλη ἐπὶ τοὺς δούλους σου ἀπὸ τοῦ τείχους, καὶ ἀπέθανον ἀπὸ τῶν δούλων τοῦ βασιλέως ὡσεὶ ἄνδρες δέκα καὶ ὀκτώ καί ὁ δοῦλός σου Ουριας ὁ Χετταῖος τέθνηκεν. 11.22 καὶ παρεγένετο ὁ ἄγγελος Ιωαβ πρὸς τὸν βασιλέα εἰς Ιερουσαλημ, καὶ ἀπήγγειλε τῷ Δαυιδ πάντα τὰ ῥήματα τοῦ πολέμου καὶ ἐθυμώθη ὀργῇ Δαυιδ ἐπὶ Ιωαβ καὶ εἶπε πρὸς τὸν ἄγγελον ἵνα τί προσήλθετε πρὸς τὴν πόλιν τοῦ πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι πληγήσεσθε ἀπὸ τοῦ τείχους; τίς ἐπάταξε τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ; οὐχὶ γυνὴ ἔρριψεν ἐπ' αὐτὸν κλάσμα μύλου ἀπὸ τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμεσσεί; ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος; 11.23 καὶ εἶπεν ὁ ἄγγελος πρὸς Δαυιδ ὅτι κατεκράτουν οἱ ἄνδρες ἐφ' ἡμᾶς καὶ ἐξῆλθον οἱ ἄνδρες ἐφ' ἡμᾶς εἰς τὸ πεδίον, καὶ συνηλάσαμεν αὐτοὺς ἕως τῶν θυρῶν τῆς πόλεως

2 Sam 11.1 12.15a (Kaige- / antiochenische Rezension) Seite 5/7 11.24 καὶ ἐτόξευσαν οἱ τοξεύοντες πρὸς τοὺς παῖδάς σου ἀπάνωθεν τοῦ τείχους καὶ ἀπέθαναν τῶν παίδων τοῦ βασιλέως καί γε ὁ δοῦλός σου Ουριας ὁ Χετταῖος ἀπέθανεν. 11.25 καὶ εἶπεν Δαυιδ πρὸς τὸν ἄγγελον Τάδε ἐρεῖς πρὸς Ιωαβ μὴ πονηρὸν ἔστω ἐν ὀφθαλμοῖς σου τὸ ῥῆμα τοῦτο, ὅτι ποτὲ μὲν οὕτως καὶ ποτὲ οὕτως φάγεται ἡ μάχαιρα κραταίωσον τὸν πόλεμόν σου πρὸς τὴν πόλιν καὶ κατάσπασον αὐτὴν καὶ κραταίωσον αὐτόν. 11.26 καὶ ἤκουσεν ἡ γυνὴ Ουριου, ὅτι ἀπέθανεν Ουριας ὁ ἀνὴρ αὐτῆς, καὶ ἐκόψατο τὸν ἄνδρα αὐτῆς. 11.27 καὶ διῆλθεν τὸ πένθος, καὶ ἀπέστειλεν Δαυιδ καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα καὶ ἔτεκεν αὐτῷ υἱόν. καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ὃ ἐποίησεν Δαυιδ ἐν ὀφθαλμοῖς κυρίου. 11.24 καὶ κατεβαρύνθη τὰ βέλη ἐπὶ τοὺς δούλους σου ἀπὸ τοῦ τείχους καὶ ἀπέθανον ἀπὸ τῶν δούλων τοῦ βασιλέως ὡσεὶ ἄνδρες δέκα καὶ ὀκτώ καί ὁ δοῦλός σου Ουριας ὁ Χετταῖος τέθνηκεν. 11.25 καὶ εἶπε Δαυιδ πρὸς τὸν ἄγγελον Τάδε ἐρεῖς πρὸς Ιωαβ μὴ πονηρὸν ἔστω ἐνώπιόν σου περὶ τοῦ ῥήματος τούτου, ὅτι ποτὲ μὲν οὕτως ποτὲ δὲ οὕτως καταφάγεται ἡ ῥομφαία κραταίωσον τὸν πόλεμόν σου πρὸς τὴν πόλιν καὶ κατάσκαψον αὐτὴν. 11.26 καὶ ἤκουσεν ἡ γυνὴ Ουριου, ὅτι τέθνηκεν ὁ ἀνὴρ αὐτῆς Ουριας, καὶ ἐκόψατο ἐπὶ τὸν ἄνδρα αὐτῆς. 11.27 καὶ διῆλθε τὸ πένθος, καὶ ἀπέστειλε Δαυιδ καὶ ἔλαβε τὴν Βηρσαβεε εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐγένετο αὐτῷ εἰς γυναῖκα καὶ τίκτει αὐτῷ υἱόν. καὶ ἐφάνη πονηρὸν τὸ πρᾶγμα ὃ ἐποίησε Δαυιδ ἐνώπιον Κυρίου. 12.1 καὶ ἀπέστειλεν Κύριος τὸν Ναθαν τὸν προφήτην πρὸς Δαυιδ, καὶ εἰσῆλθεν πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ Δύο ἦσαν ἄνδρες ἐν πόλει μιᾷ εἷς πλούσιος καὶ εἷς πένης. 12.2 καὶ τῷ πλουσίῳ ἦν ποίμνια καὶ βουκόλια πολλὰ σφόδρα 12.1 καὶ ἀπέστειλε Κύριος Ναθαν τὸν προφήτην πρὸς τὸν Δαυιδ, καὶ εἰσῆλθε πρὸς Δαυιδ Ναθαν καὶ εἶπεν αὐτῷ Ἀνάγγειλον δὴ μοι τὴν κρίσιν ταύτην δύο ἄνδρες ἦσαν ἐν μιᾷ πόλει εἷς πλούσιος καὶ εἷς πένης. 12.2 καὶ ἦν τῷ πλουσίῳ ποίμνια καὶ βουκόλια πολλὰ σφόδρα

2 Sam 11.1 12.15a (Kaige- / antiochenische Rezension) Seite 6/7 12.3 καὶ τῷ πένητι οὐδὲν ἀλλ' ἢ ἀμνὰς μία μικρά, ἣν ἐκτήσατο καὶ περιεποιήσατο καὶ ἐξέθρεψεν αὐτήν, καὶ ἡδρύνθη μετ' αὐτοῦ καὶ μετὰ τῶν υἱῶν αὐτοῦ ἐπὶ τὸ αὐτό ἐκ τοῦ ἄρτου αὐτοῦ ἤσθιεν καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινεν, καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδεν, καὶ ἦν αὐτῷ ὡς θυγάτηρ. 12.4 καὶ ἦλθεν πάροδος τῷ ἀνδρὶ τῷ πλουσίῳ καὶ ἐφείσατο λαβεῖν ἐκ τῶν ποιμνίων αὐτοῦ καὶ ἐκ τῶν βουκολίων αὐτοῦ τοῦ ποιῆσαι τῷ ξένῳ ὁδοιπόρῳ ἐλθόντι πρὸς αὐτὸν, καὶ ἔλαβεν τὴν ἀμνάδα τοῦ πένητος καὶ ἐποίησεν αὐτὴν τῷ ἀνδρὶ τῷ ἐλθόντι πρὸς αὐτόν. 12.5 καὶ ἐθυμώθη ὀργῇ Δαυιδ σφόδρα τῷ ἀνδρί καὶ εἶπεν Δαυιδ πρὸς Ναθαν Ζῇ Κύριος, ὅτι υἱὸς θανάτου ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο, 12.6 καὶ τὴν ἀμνάδα ἀποτείσει ἑπταπλασίονα ἀνθ' ὧν ὅτι ἐποίησεν τὸ ῥῆμα τοῦτο καὶ περὶ οὗ οὐκ ἐφείσατο. 12.7 καὶ εἶπεν Ναθαν πρὸς Δαυιδ Σὺ εἶ ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο. τάδε λέγει Κύριος ὁ θεὸς Ισραηλ ἐγώ εἰμι ἔχρισά σε εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ ἐγώ εἰμι ἐρρυσάμην σε ἐκ χειρὸς Σαουλ. 12.8 καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου καὶ τὰς γυναῖκας τοῦ κυρίου σου ἐν τῷ κόλπῳ σου καὶ ἔδωκά σοι τὸν οἶκον Ισραηλ καὶ Ιουδα καὶ, εἰ μικρόν ἐστιν, προσθήσω σοι κατὰ ταῦτα. 12.3 καὶ τῷ πένητι οὐκ ἦν οὐθὲν ἀλλ' ἢ ἀμνὰς μία μικρά, ἣν ἐκτήσατο καὶ περιεποιήσατο καὶ ἐξέθρεψεν αὐτήν, καὶ συνετράφη μετ' αὐτοῦ καὶ μετὰ τῶν τέκνων αὐτοῦ κατὰ τὸ αὐτό ἀπὸ τοῦ ἄρτου αὐτοῦ ἤσθιε καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινε, καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδεν, καὶ ἦν αὐτῷ ὡς θυγάτηρ αὐτοῦ. 12.4 ἦλθε δὲ ὁδοιπόρος πρὸς τὸν ἄνδρα τὸν πλούσιον καὶ ἐφείσατο τοῦ λαβεῖν ἐκ τοῦ ποιμνίου αὐτοῦ καὶ τοῦ βουκολίου ἑαυτοῦ, καὶ ποιῆσαι τῷ ἀνδρὶ τῷ ξένῳ τῷ ἥκοντι πρὸς αὐτὸν, καὶ ἔλαβε τὴν ἀμνάδα τοῦ ἀνδρὸς τοῦ πένητος καὶ ἔθυσεν αὐτὴν καὶ ἐποίησεν αὐτὴν τῷ ἀνδρὶ τῷ ἥκοντι πρὸς αὐτόν. 12.5 καὶ ἐθυμώθη Δαυιδ σφόδρα ὀργῇ ἐπὶ τὸν ἄνδρα καὶ εἶπε πρὸς Ναθαν Ζῇ Κύριος, ὅτι ἄξιος ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο θανάτου, 12.6 καὶ τὴν ἀμνάδα ἀποτίσει τετραπλασίονα ἀνθ' ὧν ἐποίησεν τὸ πρᾶγμα τοῦτο καὶ ὑπὲρ οὗ οὐκ ἐφείσατο. 12.7 καὶ εἶπε Ναθαν πρὸς Δαυιδ Σὺ εἶ ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο. τάδε λέγει Κύριος ὁ θεὸς Ισραηλ ἐγώ ἔχρισά σε εἰς βασιλέα ἐπὶ τὸν Ισραηλ καὶ ἐγώ ἐξειλάμην σε ἐκ χειρὸς Σαουλ. 12.8 καὶ ἔδωκά σοι τὰ πάντα τοῦ κυρίου σου καὶ τὰς γυναῖκας αὐτοῦ εἰς τὸν κόλπον σου καὶ ἔδωκά σοι τὸν οἶκον Ισραηλ καὶ Ιουδα καὶ, εἰ ὀλίγα σοι ἐστί, προσθήσω σοι καθὼς ταῦτα.

2 Sam 11.1 12.15a (Kaige- / antiochenische Rezension) Seite 7/7 12.9 τί ὅτι ἐφαύλισας τὸν λόγον Κυρίου τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς αὐτοῦ; τὸν Ουριαν τὸν Χετταῖον ἐπάταξας ἐν ῥομφαίᾳ, καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ εἰς γυναῖκα καὶ αὐτὸν ἀπέκτεινας ἐν ῥομφαίᾳ υἱῶν Αμμων. 12.10 καὶ νῦν οὐκ ἀποστήσεται ῥομφαία ἐκ τοῦ οἴκου σου ἕως αἰῶνος ἀνθ' ὧν ὅτι ἐξουδένωσάς με καὶ ἔλαβες τὴν γυναῖκα τοῦ Ουριου τοῦ Χετταίου τοῦ εἶναί σοι εἰς γυναῖκα 12.11 τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου καὶ λήμψομαι τὰς γυναῖκάς σου κατ' ὀφθαλμούς σου καὶ δώσω τῷ πλησίον σου, καὶ κοιμηθήσεται μετὰ τῶν γυναικῶν σου ἐναντίον τοῦ ἡλίου τούτου. 12.12 ὅτι σὺ ἐποίησας κρυβῇ, κἀγὼ ποιήσω τὸ ῥῆμα τοῦτο ἐναντίον παντὸς Ισραηλ καὶ ἀπέναντι τούτου τοῦ ἡλίου. 12.13 καὶ εἶπεν Δαυιδ τῷ Ναθαν Ἡμάρτηκα τῷ Κυρίῳ. καὶ εἶπεν Ναθαν πρὸς Δαυιδ Καὶ Κύριος παρεβίβασεν τὸ ἁμάρτημά σου οὐ μὴ ἀποθάνῃς. 12.14 πλὴν ὅτι παροξύνων παρώξυνας τοὺς ἐχθροὺς Κυρίου ἐν τῷ ῥήματι τούτῳ, καί γε ὁ υἱός σου ὁ τεχθείς σοι θανάτῳ ἀποθανεῖται. 12.15 καὶ ἀπῆλθεν Ναθαν εἰς τὸν οἶκον αὐτοῦ. 12.9 καὶ τί ὅτι ἐξουδένωσας τὸν Κύριον τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον αὐτοῦ; τὸν Ουριαν τὸν Χετταῖον ἐπάταξας ἐν ῥομφαίᾳ, καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ εἰς γυναῖκα καὶ αὐτὸν ἀπέκτεινας ἐν ῥομφαίᾳ υἱῶν Αμμων. 12.10 καὶ νῦν οὐκ ἐξαρθήσεται ῥομφαία ἐκ τοῦ οἴκου σου εἰς τὸν αἰῶνα ἕνεκεν τούτου, ὅτι ἐξουδένωσάς με καὶ ἔλαβες τὴν γυναῖκα Ουριου τοῦ Χετταίου σεαυτῷ γυναῖκα 12.11 τάδε λέγει Κύριος Ἰδοὺ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου καὶ λήψομαι τὰς γυναῖκάς σου ἐνώπιόν σου καὶ δώσω αὐτὰς τῷ πλησίον σου, καὶ κοιμηθήσεται μετὰ τῶν γυναικῶν σου ἐνώπιον τοῦ ἡλίου τούτου. 12.12 ὅτι σὺ ἐποίησας ἐν κρυπτῷ, ἐγὼ δὲ ποιήσω τὸ ῥῆμα τοῦτο ἐνώπιον παντὸς Ισραηλ καὶ ἐνώπιον τοῦ ἡλίου τούτου. 12.13 καὶ εἶπε Δαυιδ πρὸς Ναθαν Ἡμάρτηκα τῷ Κυρίῳ. καὶ εἶπε Ναθαν πρὸς Δαυιδ Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου οὐ μὴ ἀποθάνῃς. 12.14 πλὴν ὅτι παροργίζων παρώργισας ἐν τοῖς ὑπεναντίοις τὸν Κύριον ἐν τῷ λόγῳ τούτῳ, καί ὁ υἱός σου ὁ τικτόμενός σοι θανάτῳ ἀποθανεῖται. 12.15 καὶ ἀπῆλθε Ναθαν εἰς τὸν οἶκον αὐτοῦ.