07 ΙΑΝΟΥΑΡΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Σχετικά έγγραφα
14 ΙΑΝΟΥΑΡΙΟΥ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

14 ΙΑΝΟΥΑΡΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

14 ΙΑΝΟΤΑΡΙΟΤ 2017 ΑΠΟΔΟΙ ΕΟΡΣΗ ΣΩΝ ΘΕΟΥΑΝΕΙΩΝ

6 ΙΑΝΟΥΑΡΙΟΥ 2017 ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

14 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Πέμπτη. Ἀπόδοσις τῶν Θεοφανείων. Τῶν ἐν Σινὰ καὶ Ραϊθὼ ἀναιρεθέντων πατέρων.

07 ΙΑΝΟΥΑΡΙΟΥ 2018 Τιμίου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου Σύναξις. Ἦχος πλ. β. Ἑωθινὸν Θ.

6 ΙΑΝΟΥΑΡΙΟΥ 2012 ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

Ἦχος β. Ἰωάννου Μοναχοῦ. Στίχ. α. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον καὶ ὁ Πολυέλεος] Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος γ. Τὴν ὡραιότητα. Ἐπιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος

6 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

14 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Κυριακὴ μετὰ τὰ Φῶτα καὶ Ἀπόδοσις τῆς Ἑορτῆς τῶν Θεοφανείων τῶν ἐν Σινᾷ καὶ Ῥαϊθὼ ἀναιρεθέντων πατέρων, Νίνας Ἰσαποστόλου

14 ΙΑΝΟΥΑΡΙΟΥ 2017 Σάββατον μετὰ τὰ Φῶτα. Ἀπόδοσις τῶν Θεοφανείων. Τῶν ἐν Σινὰ καὶ Ῥαϊθὼ ἀναιρεθέντων πατέρων.

ΟΡΘΡΟΣ ΘΕΟΦΑΝΕΙΩΝ & ΜΕΓΑΣ ΑΓΙΑΣΜΟΣ

ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα.

6 ΙΑΝΟΥΑΡΙΟΥ Τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Τῌ ΙΑ ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ Κοινοβιάρχου. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

10 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γρηγορίου Ἐπισκόπου Νύσσης ( 395) καὶ Δομετιανοῦ

ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον καὶ ὁ Πολυέλεος] Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος γ. Τὴν ὡραιότητα. Ἐπιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος

ΠΟΤΔΗ ΣΗ ΤΝΟΠΣΙΚΗ ΠΑΡΑΔΟΗ ΚΑΙ ΣΗΝ Q

+ΚΤΡΙΑΚΗ ΜΕΣΑ ΣΑ ΥΩΣΑ (ΑΠΟΔΟΙ ΕΟΡΣΗ ΘΕΟΥΑΝΕΙΩΝ)

Τῌ ΚΘ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

08 ΙΑΝΟΥΑΡΙΟΥ 2017 Κυριακὴ μετὰ τὰ Φῶτα Γεωργίου τοῦ Χοζεβίτου, Δομνίκης ὁσίας, Κύρου καὶ Ἀττικοῦ πατριαρχῶν Κωνσταντινουπόλεως. Ἦχος δ. Ἑωθινὸν Ζ.

7 ΙΑΝΟΥΑΡΙΟΥ ΚΤΡΙΑΚΗ

10 ΙΑΝΟΥΑΡΙΟΥ Ηχος βαρύς, ἑωθινὸν ι.

Τῌ ΙΑ ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ Κοινοβιάρχου.

4Αυτός ήτανε η ζωή, και ήταν η ζωή αυτή το φως για τους ανθρώπους. 4ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

06 ΙΑΝΟΥΑΡΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

06 ΙΑΝΟΥΑΡΙΟΥ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

7 ΙΑΝΟΤΑΡΙΟΤ Ή ύναξις τοῦ τιμίου ἐνδόξου προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ιωάννου

σου δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

Τῌ ΙΑ ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ Κοινοβιάρχου.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

8 ΙΑΝΟΥΑΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γεωργίου τοῦ Χοζεβίτου, Δομνίκης ὁσίας Κύρου καὶ Ἀττικοῦ πατριαρχῶν Κωνσταντινουπόλεως.

03 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ ΙΔ Λουκᾶ Σοφονίου Προφήτου, Ἀγγελῆ Νεομάρτυρος τοῦ Ἀργείου ἐν Χίῳ. Ἦχος α. Ἑωθινὸν Δ.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

21 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Δ Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ. Ἦχος γ. Ἑωθινὸν Δ.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

02 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΔ Λουκᾶ Ἀββακοὺμ τοῦ Προφήτου, Μυρόπης Μάρτυρος. Ἦχος β. Ἑωθινὸν Ε.

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

τοῦ βίου διαπερῶμεν διάβασιν. Χριστός ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

30 ΣΕΠΤΕΜΒΡΙΟΥ 2018 Κυριακὴ B Λουκᾶ Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας, Γαϊανῆς καὶ Ῥιψιμίας Μαρτύρων. Ἦχος α. Ἑωθινὸν Ζ.

04 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ Ζ Ματθαίου Τῶν ἁγίων Ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

27 ΟΚΤΩΒΡΙΟΥ 2013 Κυριακὴ Ζ Λουκᾶ Νέστορος Μάρτυρος. Ἦχος α. Ἑωθινὸν Ζ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

11 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Θεοδοσίου ὁσίου τοῦ κοινοβιάρχου ( 529). Ἦχος πλ. β. Ἑωθινὸν θ.

29 ΑΥΓΟΥΣΤΟΥ 2013 Πέμπτη. Μνήμη τῆς ἀποτομῆς τῆς τιμίας κεφαλῆς τοῦ Προδρόμου καὶ βαπτιστοῦ Ιωάννου. Θεοπίστης ὁσίας τῆς ἐξ Αἰγίνης.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 6 (ΜΕ ΘΕΟΣ ΚΥΡΙΟΣ)

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

20 ΙΑΝΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΒ Λουκᾶ Ὁσίου Εὐθυμίου Κοινοβιάρχου, Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος α. Ἑωθινὸν Α.

24 ΙΟΥΝΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Τὸ γενέθλιον τοῦ προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου. Παναγιώτου νεομάρτυρος τοῦ Καισαρέως. Ἦχος β. Ἑωθινὸν γ.

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

03 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

11 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ H Ματθαίου Εὔπλου διακόνου καὶ μάρτυρος, ἀνάμνησις θαύματος τοῦ Ἁγ.Σπυρίδωνος ἐν Κερκύρᾳ. Ἦχος βαρύς. Ἑωθινὸν Η.

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

29 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Θ Ματθαίου Μάρτυρος Καλλινίκου, Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Θ.

βροτὸς γεγονώς, δι Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος

24 ΙΟΥΝΙΟΥ 2018 Κυριακὴ Δ Ματθαίου Τὸ Γενέθλιον τοῦ Τιμίου Προδρόμου, Σύναξις Ζαχαρίου καὶ Ἐλισάβετ, Ἀθανασίου τοῦ Παρίου. Ἦχος γ. Ἑωθινὸν Δ.

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

10 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ Ι Λουκᾶ Μηνᾶ Καλλικελάδου, Ἑρμογένους, Εὐγράφου Μαρτύρων, Ὁσίου Θωμᾶ Δεφουρκινοῦ. Ἦχος β. Ἑωθινὸν Ε.

20 ΔΕΚΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ «Μνήμη πάντων τῶν ἀπ αἰῶνος Θεῷ εὐαρεστησάντων

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

Τῌ ΚΖ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος.

Τῌ ΚϚ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

11 ΑΥΓΟΥΣΤΟΥ 2013 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Κυριακὴ μετὰ τὴν ἑορτὴν τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος. Εὔπλου διακόνου ( 304). Νήφωνος Κωνσταντινουπόλεως

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

1 ΙΟΥΛΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Δ ΜΑΤΘΑΙΟΥ Κοσμᾶ καὶ Δαμιανοῦ τῶν ἀναργύρων τῶν ἐν Ῥώμῃ ( 284). Ἦχος γ. Ἑωθινὸν δ.

27 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορός Ἀπολυτίκιον Δόξα Πατρί... Ἦχος γ'

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

23 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Ζ Ματθαίου Ἀνακομιδὴ Ἱερομ. Φωκᾶ, Ἱεζεκιὴλ τοῦ Προφήτου, Ἀπολλιναρίου Ῥαβέννης, Ὁσίας Πελαγίας ἐν Τήνῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

08 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Β Νηστειῶν Γρηγορίου Ἀρχιεπ. Θεσσαλονίκης τοῦ Παλαμᾶ Θεοφυλάκτου Νικομηδείας, Παύλου Πλουσιάδος. Ἦχος πλ. β. Ἑωθινὸν Ϛ.

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

07 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Β Ματθαίου Κυριακῆς Παρθενομάρτυρος, Θωμᾶ Ὁσίου ἐν Μαλεῷ. Ἦχος α. Ἑωθινὸν Β.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις. 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

21 ΜΑΪΟΥ Ἦχος πλ. α. Ἑωθινὸν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Transcript:

07 ΙΑΝΟΥΑΡΙΟΥ 2019 τοῦ Τιμίου Προδρόμου Σύναξις * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος α. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α. Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. Δόξα. Ἀπολυτίκιον τοῦ Βαπτιστοῦ. Ἦχος β. Μνήμη δικαίου μετ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε. Ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾅδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος. Καὶ νῦν. τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α. Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Τοῦ Ἰησοῦ γεννηθέντος ἐκ Παρθένου Μαρίας, καὶ ἐν Ἰορδάνῃ βαπτισθέντος ὑπὸ Ἰωάννου, τὸ Πνεῦμα κατῆλθεν ἐπ αὐτόν, ὁρώμενον ἐν εἴδει περιστερᾶς, διὰ τοῦτο ὁ Προφήτης, σὺν τοῖς Ἀγγέλοις ἔλεγε κραυγάζων Δόξα τῇ παρουσίᾳ σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε. 1

Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Μετὰ τὴν β Στιχολογίαν Ἦχος δ. Ἐπεφάνης σήμερον. Ἐν τοῖς ῥείθροις βλέψας σε τοῦ Ἰορδάνου, βαπτισθῆναι θέλοντα, ὁ μέγας Πρόδρομος Χριστέ, ἐν εὐφροσύνῃ ἐκραύγαζεν Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. αὖθις, ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης ἀναγινώσκει τὸν Ν ψαλμόν. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. ΟΙ ΚΑΝΟΝΕΣ Κανὼν τῆς Ἑορτῆς τοῦ Κυρίου Κοσμᾶ οὗ ἡ ἀκροστιχίς Βάπτισμα ῥῦψις γηγενῶν ἁμαρτάδος. ᾨδὴ α. Ἦχος β. Ὁ Εἱρμός. Εἱρμολογικῶς. Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιὸς ἐν πολέμοις Κύριος ὅτι δεδόξασται. 2

Στίχ. Δόξα Σοι, ὁ Θεός ἡμῶν, δόξα Σοι. Ἀδὰμ τὸν φθαρέντα ἀναπλάττει, ῥείθροις Ἰορδάνου καὶ δρακόντων, κεφαλὰς ἐμφωλευόντων διαθλάττει, ὁ Βασιλεὺς τῶν αἰώνων Κύριος ὅτι δεδόξασται. Στίχ. Δόξα Σοι, ὁ Θεός ἡμῶν, δόξα Σοι. Πυρὶ τῆς Θεότητος ἀΰλῳ, σάρκα ὑλικὴν ἠμφιεσμένος, Ἰορδάνου περιβάλλεται τὸ νᾶμα, ὁ σαρκωθεὶς ἐκ Παρθένου Κύριος ὅτι δεδόξασται. Στίχ. Δόξα Σοι, ὁ Θεός ἡμῶν, δόξα Σοι. Τὸν ῥύπον ὁ σμήχων τῶν ἀνθρώπων, τούτοις καθαρθεὶς ἐν Ἰορδάνῃ, οἷς θελήσας ὡμοιώθη ὃ ἦν μείνας, τοὺς ἐν σκότει φωτίζει Κύριος ὅτι δεδόξασται. τοῦ Προδρόμου Ἦχος β. Τῷ τὴν ἄβατον. Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Βαπτιζόμενον, τῷ τῶν παθῶν μου κλύδωνι, Πρόδρομε ταῖς πρεσβείαις σου, φθάσας διάσωσον, ἀπαθείας γὰρ αὐτός, γέγονας δοχεῖον σεπτόν, καὶ καθαρώτατον, Κυρίῳ ἄνωθεν, ἐκ βρέφους ἀνακείμενος. Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἀγαλλόμενος, ὁ Θεῷ παριστάμενος, Ἄγγελος τὸν ἰσάγγελον, εὐηγγελίσατο, Ζαχαρίᾳ τῷ σεπτῷ, σοῦ ἱεραρχοῦντι Πατρί, σὲ παμμακάριστε, Κυρίου Πρόδρομον, καὶ φίλον γενησόμενον. Δόξα. Τὸν τὴν ἄβατον, πᾶσιν ἀνθρώποις πρότερον, ξένην ὁδὸν βιώσεως, ἀποτεμνόμενον, καὶ βαπτίσαντα Χριστόν, ἐν ταῖς Ἰορδάνου ῥοαῖς, ἀνευφημήσωμεν, Κυρίου Πρόδρομον, τὸν θεῖον καὶ θεόφρονα. Καὶ νῦν. Θεοτοκίον Ἱερώτατον, τῆς Παρθενίας τέμενος, ἡ ἐν γαστρὶ Θεὸν Λόγον, κυοφορήσασα, τοὺς προστρέχοντας εἰς σέ, καὶ προσκαλουμένους Ἁγνή, σῷζε πρεσβείαις σου, κινδύνων λύουσα, τὴν ἔφοδον Πανάμωμε. ᾨδὴ γ. Κανὼν τῆς Ἑορτῆς ὁ πεζός Ἦχος β. Ὁ Εἱρμός. Εἱρμολογικῶς. Ἰσχὺν ὁ διδούς, τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χριστῶν αὑτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται μολεῖ δὲ πρὸς τὸ Βάπτισμα διὸ πιστοὶ βοήσωμεν Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε. Ἰσχὺν ὁ διδούς,.. Στίχ. Δόξα Σοι, ὁ Θεός ἡμῶν, δόξα Σοι. Στίχ. Δόξα Σοι, ὁ Θεός ἡμῶν, δόξα Σοι. Στειρεύουσα πρίν, ἠτεκνωμένη δεινῶς σήμερον, εὐφραίνου Χριστοῦ ἡ Ἐκκλησία δι ὕδατος καὶ Πνεύματος, υἱοὶ γάρ σοι γεγέννηνται, ἐν πίστει ἀνακράζοντες Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε. Στίχ. Δόξα Σοι, ὁ Θεός ἡμῶν, δόξα Σοι. Μεγάλῃ φωνῇ, ἐν τῇ ἐρήμῳ βοᾷ Πρόδρομος Χριστοῦ ἑτοιμάσατε ὁδούς, καὶ τρίβους τοῦ Θεοῦ ἡ μῶν, εὐθείας ἀπεργάσασθε, ἐν πίστει ἀνακράζοντες Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε. τοῦ Προδρόμου 3

Ἦχος β. Ἐν πέτρᾳ με τῆς Πίστεως. Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Στειρώσεως τὸ ὄνειδος διαλύσας, ἐπέγνως τῆς Παρθένου τὸν θεῖον τόκον, σκιρτήσας ἀγαλλόμενος ἐν κοιλίᾳ, μητρὸς πανεύφημε, Ἀγγέλων σύσκηνε, τοῦ Κυρίου πρόδρομε, μύστα τῆς Χάριτος. Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τὰς τρίβους προητοίμασας τοῦ Κυρίου, βαδίσας πρὸ προσώπου αὐτοῦ Προφῆτα, ὡς λύχνος πᾶσι φαίνων γὰρ τὸ τῆς δοξης, Πατρὸς ἀπαύγασμα, φανὲν ἐν σώματι, δι ὕδατος ὑπέδειξας, πάντων πρόκριτε. Δόξα. Ἀνέτειλας ὡς ὄρθρος δικαιοσύνης, τὸν Ἥλιον μηνύων τοῖς ἐν τῷ σκότει, τῆς πάντων σωτηρίας σὺ γὰρ ἐγένου, κῆρυξ καὶ Προδρομος, καὶ πᾶσιν ἔλεγες Τῷ Χριστῷ προσέλθετε, πίστει καὶ σῴζεσθε. Καὶ νῦν. Θεοτοκίον Χαρὰν τὴν ἀνεκλάλητον δεξαμένη, συνέλαβες ἀσπόρως τὸν σὸν Δεσπότην, τὸν πᾶσαν τὴν ὑφήλιον Θεομῆτορ, ἀνακαλούμενον, ᾧ καὶ κραυγάζομεν Ὡς οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσύύ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Ὁ μέγας ὑετός, πρὸς ποτάμια ῥεῖθρα, προέρχεται σαρκί, βαπτισθῆναι θελήσας, πρὸς ὃν ὁ θεῖος Πρόδρομος, ἐκθαμβούμενος ἔλεγε Πῶς βαπτίσω σε, ῥύπον μὴ ἔχοντα ὅλως; πῶς ἐκτείνω μου, τὴν δεξιὰν ἐπὶ κάραν, ἣν τρέμει τὰ σύμπαντα; Δόξα. Καὶ νῦν. Ἦχος δ. Κατεπλάγη Ἰωσήφ. Ἑκὼν κατῆλθε ἐπὶ γῆς, καὶ ἐσαρκώθη δι ἡμᾶς, ὡς ηὐδόκησεν αὐτός, ὁ ἀκατάληπτος Θεός, καὶ βαπτισθῆναι ἠνέσχετο ὁ φωτισμὸς ἡμῶν, ὅθεν πρὸς αὐτὸν ἀπεφθέγγετο, ὁ Πρόδρομος βοῶν Οὐ τολμῶ σου Σωτήρ, τῆς κορυφῆς ἐφάψασθαι, ὁρῶν σου, τὸ ἀκατάληπτον Κύριε. Ὁ πάντα Λόγε, πρὸς τὸ συμφέρον, οἰκονομήσας δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσύύ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον αὐτόμελον.ῥωμανοῦ τοῦ Μελῳδοῦ. Ἦχος πλ. β. Τὴν σωματικήν σου παρουσίαν δεδοικὼς ὁ Ἰορδάνης, τρόμῳ ὑπεστρέφετο. Τὴν πνευματικὴν δὲ λειτουργίαν ἐκπληρῶν ὁ Ἰωάννης, φόβῳ ὑπεστέλλετο, τῶν Ἀγγέλων αἱ τάξεις ἐξεπλήττοντο, ὁ ρῶσαί σε ἐν ῥείθροις σαρκὶ βαπτιζόμενον, καὶ πάντες οἱ ἐν τῷ σκότει κατηυγάζοντο, ἀνυμνοῦντές σε τὸν φανέντα, καὶ φωτίσαντα τὰ πάντα. ὁ Οἶκος Τῷ τυφλωθέντι Ἀδὰμ ἐν Ἐδέμ, ἐφάνη Ἥλιος ἐν Βηθλεέμ, καὶ ἤνοιξεν αὐτοῦ τὰς κόρας, ἀποπλύνας αὐτὰς Ἰορδάνου τοῖς ὕδασι τῷ μεμελανωμένῳ καὶ συνεσκοτισμένῳ φῶς ἀνέτειλεν ἄσβεστον. Οὐκ ἔτι αὐτῷ νύξ, ἀλλὰ πάντα ἡμέρα. Τὸ πρὸς πρωῒ πρωΐ, δι αὐτὸν ἐγεννήθη, δειλινὸν γὰρ ἐκρύβη ὡς γέγραπται, εὗρεν αὐγήν, ἐγείρουσαν αὐτόν, ὁ πρὸς ἑσπέραν πεσὼν, ἀπηλλάγη τοῦ γνόφου, καὶ ἔφθασε πρὸς ὄρθρον τὸν φανέντα, καὶ φωτίσαντα τὰ πάντα. 4

Συναξάριον Τῇ Ζ τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τοῦ Ἁγίου ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰω άννου. Συνέδραμε δὲ καὶ ἡ τῆς παντίμου καὶ ἁγίας αὐτοῦ Χειρὸς ἀπὸ Ἀντιοχείας εἰς τὴν Βασιλεύουσαν μετένεξις, κατὰ τοὺς χρόνους τῶν βασιλέων Κωνσταντίνου Ζ τοῦ Πορφυρογεννήτου καὶ Ῥωμανοῦ Β τοῦ Λεκαπηνοῦ. Στίχοι Ἐμή σε γλῶσσα, Κῆρυξ, πῶς ἂν αἰνέσῃ, Ὃν γλῶσσα Χριστοῦ γηγενῶν μείζω λέγει; Μνήμην ἑβδομάτῃ Προδρόμου λάχεν αἰδοίοιο. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος νέος Ἱερομάρτυς Ῥωμανὸς ὁ Λακεδαίμων, ἐκ κώμης Δημινίτζης προερχόμενος, ἐν Βυζαντίῳ ξίφει τελειοῦται, ἐν ἔτει 1695ῳ. Στίχοι Ἐκ γῆς ἀπάρας Ῥωμανὸς διὰ ξίφους, Ἐκεῖ κατοικεῖ ἔνθα δῆμοι Μαρτύρων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Νεομάρτυρος Ἀθανασίου τοῦ ἐξ Ἀτταλείας μὲν κατάγομένου, ἐν Σμύρνῃ δὲ μαρτυρήσαντος, κατὰ τὸ 1700ῷ ἔτος. Στίχοι Τὴν ἐν Χριστῷ ποθήσας ἀθανασίαν, Ἀθανάσιος ἐν Σμύρνῃ ταύτην εὗρε. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἐνδόξου νέου Ἱερομάρτυρος Ἰωάννου, τοῦ ἐξ Ἀγράφων μὲν ὁρμωμένου, ἐν Ἀδριανουπόλει δὲ ἱερατεύσαντος καὶ τελικῶς ἐκεῖ ἀθλήσαντος, μετ ἄλλων δεκαὲξ ἱερωμένων, περὶ τὸ ἔτος 1460, οὗ ἡ τιμία κάρα τεθησαύρισται ἐν τῇ Ἱερᾷ Μονῇ Δουσίκου τῆς Θεσσαλίας. Στίχοι Σεμνύνεται νῦν Δουσίκου Μονὴ φίλη, Σὲ Μάρτυρα πλουτοῦσα, ὦ πλούτου ξένου. Ἰωάννης ἑβδομάτῃ τμηθεὶς εὗρεν οὐρανὸν εὐρύν. Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὡς καὶ πάντων Σου τῶν Ἁγίων, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ αἱ Ἰαμβικαὶ τῆς Ἑορτῆς ᾨδὴ α. Ἦχος β. Στείβει θαλάσσης κυματούμενον σάλον, Ἤπειρον αὖθις, Ἰσραήλ, δεδειγμένον. Μέλας δὲ πόντος τριστάτας Αἰγυπτίων Ἔκρυψεν ἄρδην ὑδατόστρωτος τάφος Ῥώμῃ κραταιᾷ δεξιᾶς τοῦ Δεσπότου. ᾨδὴ γ. Ὅσοι παλαιῶν ἐκλελύμεθα βρόχων, Βορῶν λεόντων συντεθλασμένων μύλας, Ἀγαλλιῶμεν καὶ πλατύνωμεν στόμα, Λόγῳ πλέκοντες ἐκ λόγων μελῳδίαν, ᾯ τῶν πρὸς ἡμᾶς....ἥδεται δωρημάτων. 5

ᾨδὴ δ. Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας, Ὑμνῶν προφήτης τὴν βροτῶν καινουργίαν, Ῥήγνυσι γῆρυν Πνεύματι κροτουμένην, Σάρκωσιν ἐμφαίνουσαν ἀῤῥήτου Λόγου, ᾯ τῶν δυναστῶν τὰ κράτη συνετρίβη. ᾨδὴ ε. Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου, Ἰὸν καθάρσει Πνεύματος λελουμένοι, Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον, Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν, Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη. ᾨδὴ στ. Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο. Ναί, φησίν, οὗτος συμφυὴς γόνος πέλων, Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους, Λόγος τέ μου ζῶν καὶ βροτὸς προμηθείᾳ. ᾨδὴ ζ. Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τὰς κάρας, Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα, Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας Ὅλην πλύνει δε τῇ δρόσῳ τοῦ Πνεύματος. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Ἐλευθέρα μὲν ἡ κτίσις γνωρίζεται Υἱοὶ δὲ φωτὸς οἱ πρὶν ἐσκοτισμένοι. Μόνος στενάζει τοῦ σκότους ὁ προστάτης. Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον Ἡ πρὶν τάλαινα τῶν ἐθνῶν παγκληρία. ὁ διάκονος ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττόόςς,,, ἐἐνν ὕὕμμννοοι ιιςς ττι ιιμμῶννττεεςς μμεεγγααλλύύννοομμεενν... Η Θ ῼΔΗ ἡ Τιμιωτέρα οὐ στιχολογεῖται Ἀντ αὐτῆς, ψάλλεται ἡ θ ᾠδὴ τοῦ πεζοῦ Κανόνος τοῦ Μηναίου μετὰ τῶν μεγαλυναρίων, ὡς καὶ ἡ τοῦ Ἁγίου. ᾨδὴ θ. Μεγαλυνάρια ψαλλόμενα ἐν τῇ ᾨδῇ ταύτῃ Ἦχος β. ὁ Εἱρμός. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, τῶν ἄνω στρατευμάτων. Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτοκε ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν. Μεγάλυνον ψυχή μου, τὸν ὑπὸ Προδρόμου, τὸ βάπτισμα λαβόντα. 6

Δαυῒδ πάρεσο, Πνεύματι τοῖς φωτιζομένοις Νῦν προσέλθετε, ᾄδε, πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει καὶ γὰρ αὐτοῦ εἰσήκουσε Κύριος ἐλθών, ῥείθροις τοῦ Ἰορδάνου, φθαρέντα δὲ ἀνεκαίνισεν. Προφῆτα, δεῦρο πρός με, ἔκτεινον τὴν χεῖρα, καὶ βάπτισόν με τάχος. Ὁ Ἡσαΐας Λούσασθε, καὶ καθάρθητε φάσκει τὰς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου οἱ διψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός, τοῖς προστρέχουσιν αὐτῷ ἐν πίστει, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, βαπτίζει Πνεύματι. Προφῆτα, ἄφες ἄρτι, καὶ βάπτισόν με θέλων πληρῶσαι καὶ γὰρ ἦλθον, πᾶσαν δικαιοσύνην. Συντηρώμεθα χάριτι, πιστοὶ καὶ σφραγῖδι ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιᾶς Ἑβραῖοι πάλαι αἱμαχθείσης, οὕτω καὶ ἡμῖν, ἐξόδιον τὸ θεῖον τοῦτο, τῆς παλιγγενεσίας λουτήριον ἔσται ἔνθεν καὶ τῆς Τριάδος, ὀψόμεθα φῶς τὸ ἄδυτον. καὶ τοῦ Προδρόμου Ἦχος β. Ἡ τὸν πρὸ Ἠλίου φωστῆρα. Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἐκ τῆς ἐρημίας, ἡ Πρόδρομος φωνή, τὸν Λόγον δείκνυσι, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, καὶ παρόντα περιχαρῶς, βαπτίζειν εὐτρεπίζεται, τὸν τὰς ψυχὰς καθαίροντα, τῆς ἁμαρτίας διὰ πίστεως. Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Χάρις τε καὶ Νόμος, μεσίτην σε σεπτόν, σαφῶς προβάλλεται, τὸν μὲν σφραγίζοντα, τῆς δὲ ἀρχόμενον, τὸν ἁπάντων τῶν Προφητῶν, τῷ Λόγῳ προτιμώμενον, τὸν ὑπέρ τὰ ὁρώμενα, νῦν βεβηκότα πανσεβάσμιε. Δόξα. Ὁ τοῖς Ἀσωμάτοις, ἐφάμιλλον ζωὴν ἐπιδειξάμενος, ἀγγελικαῖς χορείαις συνευφραίνεται καὶ τῷ θρόνῳ παρεστηκὼς τοῦ Δεσπότου ἀγάλλεται, τοῖς εὐφημοῦσιν ἄφεσιν, καὶ σωτηρίαν ἐξαιτούμενος. Καὶ νῦν. Θεοτοκίον Ὑπὲρ εὐσπλαγχνίαν ὁ πάντων Λυτρωτής, ἄνθρωπος γίνεται, καὶ σαρκικὴν καταδέχεται γέννησιν, φιλανθρώπως ὑπὲρ ἀνθρώπων, ὁ φύσει ὢν φιλάνθρωπος, παρθενικῆς ἐκ μήτρας σου, Θεογεννῆτορ παμμακάριστε. Καταβασία Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας. Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων! Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη, Δι ἧς τυχόντες παντελοῦς σωτηρίας, Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ, Δῶρον φέροντες ὕμνον εὐχαριστίας. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι ππᾶᾶσσααι ιι ααἱ ἱἱ δδυυννάάμμεει ιιςς....... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ τοῦ Προδρόμου Ἦχος β. Γυναῖκες ἀκουτίσθητε. Προφήτην σε προέφησε, τῶν Προφητῶν ὑπέρτερον, ἐν γεννητοῖς ὁ Δεσπότης, γυναικῶν μείζονα πάντων. Ὃν γὰρ Προφῆται ἅπαντες, καὶ Νόμος προκατήγγειλαν, Χριστόν σαρκὶ ἑώρακας, ὃν καὶ βαπτίσας ἐδείχθης, σεβασμιώτερος πάντων. 7

τῆς Ἑορτῆς Ἦχος γ. Ἐπεσκέψατο ἡμᾶς. Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ Φῶς τὸ ἀπρόσιτον. ΑΙΝΟΙ Ἦχος α. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ μνος τῷ Θεῷ. Στιχηρὰ Ἰδιόμελα. Γερμανοῦ Πατριάρχου Στίχ. α. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός τοῦτον λαοὶ προσκυνήσωμεν. Στίχ. β. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Πῶς σε Χριστέ, δοῦλοι τὸν Δεσπότην ἀξίως τιμήσωμεν; ὅτι ἐν τοῖς ὕδασι πάντας ἡμᾶς ἀνεκαίνισας. Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Σύ ἐν Ἰορδάνῃ βαπτισθεὶς ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ κόσμου ἰώμενος. Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! φιλάνθρωπε Κύριε, δόξα σοι. Στίχ. ε. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Τὸ ἀληθινὸν φῶς ἐπεφάνη, καὶ πᾶσι τὸν φωτισμὸν δωρεῖται Βαπτίζεται Χριστὸς μεθ ἡμῶν, ὁ πάσης ἐπέκεινα καθαρότητος ἐνίησι τὸν ἁγιασμὸν τῷ ὕδατι, καὶ ψυχῶν τοῦτο καθάρσιον γίνεται ἐπίγειον τὸ φαινόμενον, καὶ ὑπὲρ τοὺς οὐρανοὺς τὸ νοούμενον διὰ λουτροῦ σωτηρία, δι ὕ δατος τὸ Πνεῦμα διὰ καταδύσεως, ἡ πρὸς Θεὸν ἡμῶν ἄνοδος γίνεται Θαυμάσια τὰ ἔργα σου Κύριε! δόξα σοι. Ἕτερον. Ἦχος ὀ αὐτός. Ἀνδρέου Ἱεροσολυμίτου Στίχ. Ϛ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνεια καὶ τὴν ἐ μὴν καθαίρεται κάθαρσιν, ὁ τοῦ κόσμου αἴρων τὴν ἁμαρτίαν καὶ ὑπὸ τοῦ συγγενοῦς ἄνωθεν μαρτυρεῖται Πνεύματος, Υἱὸς μονογενὴς ὑπάρχων τοῦ ὑψίστου Πατρός πρὸς ὃν βοήσωμεν Ὁ ἐ πιφανεὶς καὶ σώσας ἡμᾶς, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. Δόξα. Ἦχος πλ. β. Ἀνατολίου Ἄγγελος ἐκ στειρωτικῶν ὠδίνων, προῆλθες Βαπτιστά, ἐξ αὐτῶν τῶν σπαργάνων τὴν ἔρημον οἰκήσας, σφραγίς τε πάντων τῶν Προφητῶν ἐδείχθης, ὃν γὰρ ἐκεῖνοι πολυτρόπως ἐθεάσαντο, καὶ 8

αἰνιγματωδῶς προεκήρυξαν, τοῦτον βαπτίσαι ἐν Ἰορδάνῃ κατηξιώθης. Φωνῆς τε ἀκήκοας, Πατρικῆς οὐρανόθεν, μαρτυρούσης αὐτοῦ τὴν Υἱότητα, καὶ τὸ Πνεῦμα εἶδες περιστερᾶς ἐν εἴδει, τὴν φωνὴν ἕλκον ἐπὶ τὸν βαπτιζόμενον. Ἀλλ ὦ πάντων τῶν Προφητῶν ὑπέρτερε, μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν πιστῶς σου τελούντων τὰ μνημόσυνα. Καὶ νῦν. Ἦχος β. Ἀνατολίου Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται, κορυφῆς τοῦ Δεσπότου. Αἱ Δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν Καὶ εὐθὺς ψάλλεται εἰς τὸν αὐτὸν ἦχον Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν κόσμον. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. (γ ) Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα. Καὶ νῦν. Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α. Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστε 9

ρᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ τὰ Ἀντίφωνα τῆς Ἑορτῆς Ἀντίφωνον Α. Ἦχος β. Ψαλμὸς ριγ (113) Στίχ. α. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ. (ριγ 1 2) Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. (ριγ 3) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες; καὶ σοί, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; (ριγ 5) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακώβ. (ριγ 7) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β. Ἦχος β. Ψαλμὸς ριδ (114) Στίχ. α. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου. (ριδ 1) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. (ριδ 2) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, Στίχ. γ. Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με. (ριδ 3) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, Στίχ. δ. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. (ριδ 5) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας Εἷς Ὣν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ. Ψαλμός ριζ (117) τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. (ριζ 1) Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. Στίχ. β. Εἰπάτω δὴ οἶκος Ἰσραὴλ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. (ριζ 2) Ἐν Ἰορδάνῃ βαπτιζομένου σου, Κύριε... Στίχ. γ. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. (ριζ 4) Ἐν Ἰορδάνῃ βαπτιζομένου σου, Κύριε... 10

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ. Εἰσοδικόν. Ἦχος β. (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. (ριζ 26 27) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς,....ψάλλοντάς σοι, Ἀλληλούϊα. τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. τὸ Ἀπολυτίκιον τοῦ Βαπτιστοῦ. Ἦχος β. Μνήμη δικαίου μετ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε. Ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾅδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος. Κοντάκιον τῆς Ἑορτῆς. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον, καὶ δὴ ἀμοιβαδὸν μετὰ τῶν Ἱεροψαλτῶν) Ἦχος δ. Αὐτόμελον. Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου, Κύριε, ἐσημειώθη ἐφ ἡμᾶς, ἐν ἐπιγνώσει ὑ μνοῦντάς σε Ἦλθες, ἐφάνης, τὸ φῶς τὸ ἀπρόσιτον. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ Ἀντὶ τοῦ Τρισαγίου Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα. ΑΠΟΣΤΟΛΟΣ Προκείμενον καὶ Ἀλληλούϊα τοῦ Ἁγίου Προκείμενον. Ἦχος βαρύς. (Ψαλμὸς ξγ ) Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ. Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου. Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα. (Πράξ. ιθ 1 8) Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον καὶ εὑρὼν μαθητάς τινας εἶπε πρὸς αὐτούς εἰ Πνεῦμα Ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εἶπον πρὸς αὐτόν ἀλλ οὐδὲ εἰ Πνεῦμα Αγιόν ἐστιν ἠκούσαμεν. Εἶπέ τε πρὸς αὐτούς εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπον εἰς τὸ Ἰωάννου βάπτισμα. Εἶπε δὲ Παῦλος Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ ἔστιν εἰς τὸν Ἰησοῦν Χριστόν. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαῤῥησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος, καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. 11

Ἀλληλούϊα. (γ ) Ἦχος δ. (Ψαλμὸς Ϟα ) Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει. ΕΥΑΓΓΕΛΙΟΝ Ἐκ τοῦ κατὰ Ἰωάννην (Ἰω. α 29 34) Τῷ καιρῷ ἐκείνῳ, βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον Ὀπίσω μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων. Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων, ὅτι Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ αὐτόν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν Εφ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ. Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τό Ἐξαιρέτως Ἦχος β. Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων. Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων! Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη, Δι ἧς τυχόντες παντελοῦς σωτηρίας, Ἐπάξιον κροτοῦμεν ὡς Εὐεργέτῃ, Δῶρον φέροντες ὕμνον εὐχαριστίας. Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν, ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α. Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. Εἰς τό Πάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶὶ ἀἀεεί ίί Ἦχος β. Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις ««Ὁ ἐἐνν ἸἸοορρδδάά ννῃῃ ὑὑππὸὸ ἸἸω άάννννοουυ ββαα ππττι ιισσθθῆῆννααι κκααττααδδεε ξξάάμμεεννοοςς δδ ιιὰὰ ι ττὴὴνν ἡἡμμῶνν σσωττηηρρί ίίαανν 12

ΧΧρρι ιισσττὸὸςς ὁὁ ἀἀ λληηθθι ιιννὸὸςς Θεε ὸὸςς ἡἡμμῶνν... ἱἱκκεεσσί ἱ ίίααι ιιςς ττοοῦῦ ΤΤι ιιμμί ίίοουυ ἐἐννδδόόξξ οο υυ Πρροοφφήήττοουυ Πρροοδδρρόό μμοουυ κκααὶ ὶὶ ΒΒααππττι ιισσττοοῦῦ ἸἸωάάννννοουυ,,, οοὗὗ κκααὶ ὶὶ ττὴὴνν ΣΣύύννααξξι ιινν ἐἐππι ιιττεελλοοῦῦμμεενν»» Δι εὐχῶν... Ἀμήν. Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. Ἕτερα Ἀπολυτίκια Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων Ἀπολυτίκιον τοῦ νέο ἱερομάρτυρος Ἰωάννου ἐξ Ἀγράφων. (ὑπὸ τοῦ Μητροπολίτου Ἄρτης καὶ Πρεβέζης Σεραφεὶμ Α Ξενοπούλου, τοῦ Βυζαντίου) Ἦχος γ. Θείας πίστεως. Θείῳ αἵματι τὴν Ἐκκλησίαν κατελάμπρυνας ὡς ἀθλοφόρος καὶ τυραννούντων τὸ θράσος κατῄσχυνας, τὴν ἐκτομὴν τῆς σῆς κάρας, στεῤῥότατε, ὑπενεγκών, Ἰωάννη πανεύφημε, ὅθεν ἅπαντες τὴν μνήμην τὴν σὴν γεραίροντες, ἐν πίστει τὸν Σωτῆρα δοξάζομεν. Ἕτερον Ἀπολυτίκιον. (ὑπὸ τοῦ Μητροπολίτου Ἄρτης καὶ Πρεβέζης Σεραφεὶμ Α Ξενοπούλου, τοῦ Βυζαντίου) Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Καταφυτεύσας ἀρετῶν θεῖον κῆπον καὶ καταρδεύσας ταῖς ῥοαῖς σῶν αἱμάτων, ὡς τῆς ζωῆς, πανένδοξε, τοῦ ξύλου τυχών, σῶσον ταῖς πρεσβείαις σου ἐκ φθορᾶς, Ἰωάννη, ῥῦσαι περιστάσεων καὶ δεινῶν ἀδοκήτων πάντας, θεόφρον, τοὺς εἰλικρινῶς ἀσπαζομένους τὴν ἔντιμον κάραν Σου. Ἕτερον Ἀπολυτίκιον. (ὑπὸ τοῦ Μητροπολίτου Ἐδέσσης Ἰωὴλ τοῦ Φραγκάκου) Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τῶν Ἀγράφων τὸν γόνον καὶ Δουσίκου τὸ σέμνωμα καὶ τῶν πάλαι μαρτύρων μιμητὴν καὶ ὁμότροπον, Ἰωάννην τιμήσωμεν πιστοὶ τὸν μέγαν τοῦ Σωτῆρος ἀθλητήν. Τὸν λυτρούμενον κινδύνων πολυειδῶν πᾶσι τοῖς πιστῶς αὐτῷ προστρέχουσι. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ δωρισαμένῳ σε ἡμῖν πρέσβυν ἀκοίμητον. Ἕτερον Ἀπολυτίκιον. (Γεωργίου Μηλίτση) Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τῶν Ἀγράφων τὸν γόνον, Θεσσαλίας ἀγλάϊσμα, καὶ Μονῆς Δουσίκου τὸ κλέος Ἰωάννην τιμήσωμεν, ἀθλήσας γὰρ λαμπρῶς ὑπὲρ Χριστοῦ, θαυμάτων ἀνεδείχθη ἡ πηγή, καὶ λυτροῦται ἐκ κινδύνων παντοειδῶν, τοὺς πίστει ἀνακράζοντας δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ σὲ δωρήσαντι ἡμῖν, πρέσβυν ἀκοίμητον. 13