ΟΣΙΟΣ ΣΥΜΕΩΝ Ο ΜΟΝΟΧΙΤΩΝ ΚΑΙ ΑΝΥΠΟΔΙΤΟΣ ΠΑΡΑΚΛΗΣΗ

Σχετικά έγγραφα
ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μόνη ελπίδα, είσαι εσύ για μας, για να σωθούμε, να βρούμε ειρήνευση. ΚΑΝΟΝΑ. Ἦχος πλ. δ.

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Γεύσασθε καί ίδετε, ότι χρηστός ο Κύριος!

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ

ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ ΚΑΙ ΑΡΣΕΝΙΟΥ ΤΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΛΕΜΕΣΟΣ

ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΣΙΛΑΣ ΠΑΡΑΚΛΗΣΙΣ

ΠΑΡΑΚΛΗΣΗ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΝΙΚΟΛΑΟΥ ΕΚ ΜΕΤΣΟΒΟΥ. (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΑΣ ΜΑΡΙΝΑΣ

Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα.

ΠΑΡΑΚΛΗΣΗ ΟΣΙΟΥ ΧΑΡΙΤΩΝ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΑΝΤΩΝΙΟΝ ΤΟΝ ΜΕΓΑΝ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΝ ΤΟΝ ΘΕΟΛΟΓΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΝΙΚΩΝ ΤΟΥ ΜΕΤΑΝΟΕΙΤΕ

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΥΜΩΝ ΠΑΙΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

ΑΓΙΟΝΙΚΟΔΗΜΙΚΕΣ ΠΑΡΟΙΜΙΑΚΕΣ ΦΡΑΣΕΙΣ ΨΑΛΤΗΡΙΟΥ 10

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

ΑΥΓΟΥΣΤΟΣ 15. ΠΑΝΑΓΙΑ ΒΑΡΝΑΚΟΒΑ ΦΩΚΙΔΟΣ ΠΑΡΑΚΛΗΣΗ

Παναγία Παραμυθία. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟ Π Α Τ Α Π Ι Ο Ν

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Παρακλητικός Κανών στον Άγιο Θεόδωρο τον Τήρων

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Παρακλητικό Κανών εἰ τόν Ἅγιον Νεκτάριον Μητροπολίτην Πενταπόλεω, ὡ ψάλλεται ἐν τῷ καθεδρικῷ Ἱερῷ Ναῷ Ἀποστόλου Παύλου Κορίνθου, τὴν Τετάρτην ἐκάστη

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΜΕΛΕΤΙΟΝ ΤΟΝ ΕΝ YΨΕΝΗι. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Παναγία Παντάνασσα. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ. Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν.

ΠΑΡΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ. ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος 4 καὶ ἠκηδίασεν ἐπ ἐμὲ τὸ

ΠΑΡΑΚΛΗΣΙΣ ΑΓΙΑΣ ΜΑΡΙΑΣ ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ

Παρακλητικός Κανών Αγίας Άννης

χριστιανος.gr Παρακλητικός Κανών στον Άγιο Σπυρίδωνα τον Θαυματουργό Επίσκοπο Τριμυθούντος

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΡΑΜΥΘΙΑΝ. Ὁ ἱερεύς.

Παρακλητικός Κανών είς την Υπεραγίαν Θεοτόκον δια την μαθητιώσαν νεολαίαν

-134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985.

Παρακλητικός Κανόνας Αγίων Κυπριανού και Ιουστίνης

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Παρακλητικός Κανών Ὁσίου ΓΕΡΑΣΙΜΟΥ τοῦ ἐν Κεφαλληνίᾳ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Μικρο Αποδειπνο. Το Τρισάγιον

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΟΣΙΟΥ ΜΕΛΕΤΙΟΥ ΤΟΥ ΝΕΟΥ (ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου) Ψαλμός ρμβ (142)

- 1 - Π Ρ Ο Σ Ε Υ Χ Η Τ Α Ρ Ι Ο Ν ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΑΡΧΑΓΓΕΛΟΥ ΤΑΞΙΑΡΧΗ - ΧΟΛΟΜΩΝΤΑ - ΧΑΛΚΙΔΙΚΗΣ

1-7 Ιανουαρίου 2018 Θεός

Προσευχή (με απολυτίκια)

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Παράκλησις Παναγίας Τρικορφιώτισσας Δωρίδος Φωκίδος

Παράκλησις ἁγ. ΝΙΚΟΛΑΟΥ Καβάσιλα

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Κυριακή 19 Μαΐου 2019.

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΤΟΥ ΑΓΙΑΣΜΟΥ

ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης Ἀμήν.

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης Ἀμήν.

Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ. ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι

Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου

Παρακλητικός Κανών στον Προφήτη Ελισσαίο

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

Ἀκολουθία τοῦ Μεγάλου Παρακλητικοῦ Κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον (Ποίηµα τοῦ Βασιλέως Θεοδώρου Δούκα τοῦ Λασκάρεως)

Παρακλητικός Κανών στον Άγιο Δημήτριο τον Μυροβλύτη

Η αγάπη του λαού την ονόμασε Γιάτρισσα

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ

Iohannes Damascenus - De theologia

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΦΑΝΟΥΡΙΟΝ. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου.

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

21 ΟΚΤΩΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

Παρακλητικός Κανών εις τον Απόστολον Παύλον

Παρακλητικός Κανών στον Άγιο Μηνά τον Μεγαλομάρτυρα

Εις Πάντας τους Αγίους, Παρακλητικός Κανών

Προσκυνούμεν Σου τα Πάθη Χριστέ

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Σε παρακαλούμε, λοιπόν, Κύριε: το ίδιο Πανάγιο Πνεύμα ας ευδοκήσει να αγιάσει τα δώρα αυτά, 118. Ενώνει τα χέρια, τα επιθέτει στα Δώρα και λέει:

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ. Εἰς τὸν Ὅσιον καὶ Θεοφόρον Πατέρα Ἡμῶν Νεῖλον τὸν Μυροβλύτην. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

Παρακλητικός Κανών στον Άγιο Σάββα τον Ηγιασμένο

Ἀκολουθία τοῦ Μικροῦ Παρακλητικοῦ Κανόνος. εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Cirillus Alexandrinus - De synagogae defectu

Transcript:

ΟΣΙΟΣ ΣΥΜΕΩΝ Ο ΜΟΝΟΧΙΤΩΝ ΚΑΙ ΑΝΥΠΟΔΙΤΟΣ ΠΑΡΑΚΛΗΣΗ Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ὁ χορός: Ἀμήν. Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό: Δι εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν. Ψαλμός ρμβ (142). Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ [1]

ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί. Καί εὐθύς ψάλλεται τετράκις ἐξ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων: Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ. Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν Στίχ. γ. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν. Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν Εἶτα τὸ τροπάριον. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Σὲ τὴν θεόβρυτον πηγὴν τῶν θαυμάτων, καθικετεύομεν οἱ πάθεσι πλείστοις, κατασχεθέντες δοῦλοί σου ἐκ βάθους τῆς ψυχῆς, Ἅγιε βοῶμέν σοι, τῇ θερμῇ σου πρεσβείᾳ, τάχυνον ἐλέησον, κακωθέντας σοὺς δούλους, καὶ εἰρηναίαν αἴτησε ζωήν, ὅπως σωθέντες, σὲ πόθῳ δοξάζομεν. Δόξα. Καὶ νῦν. Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο [2]

πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν. Ψαλμός ν (50). Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ [3]

ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους. Εἶτα ὁ Κανών. ᾨδὴ α. Ἦχος πλ. Δ. Ὑγρὰν διοδεύσας. Πολλοῖς ἐκτηκόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω σωτηρίαν ἐπιζητῶ, ἐπικαλουμένῳ μοι παμμάκαρ, ἐμαῖς ὀδύναις καμφθεὶς ἐπιτάχυνον. Λύτρωσαι τοὺς δούλους σου τῶν παθῶν, τῶν παρενοχλούντων, καθ ἑκάστην καὶ πρὸς βυθόν, δεινὸν ἀπωλείας συνελάσαι, μελλόντων Πάτερ τῇ πρεσβείᾳ σου. Κτίστην τὸν τῶν ὅλων θαυματουργέ, μὴ ἐλλίπῃς ὅλως, ἱκετεύειν ὑπὲρ ἡμῶν, νόσῳ χαλεπῇ συνεχομένων, ἐξ ἧς ὀλέσθαι κινδυνεύομεν. Ἴασαι νοσοῦντας ἡμᾶς δεινῶς, τῆς θανατηφόρου, ἀσθενείας τῶν σαρκικῶν, ἁγνὴ ψυχικῶν τε παθημάτων, ὅπως πιστῶς Σε ἀεὶ μακαρίζομεν. ᾨδὴ γ. Οὐρανίας ἁψῖδος. Ἰατῆρα παντοίων ἐπηρειῶν Ὅσιε, δόκιμον εἰδότες σε ῥύστην ἐπικαλούμεθα, τὴν σὴν ἀντίληψιν, τοῦ [4]

θεραπεῦσαι καὶ σῶσαι, τῇ θερμῇ πρεσβείᾳ σου, δούλους σου κάμνοντας. Τὰς δεινὰς ἐπινοίας τῶν ὁρατῶν Ὅσιε, καὶ τῶν ἀοράτως προφθάσας ἐχθρῶν ἀπόσβεσον τῇ μεσιτείᾳ σου, ἐππιστηρίζων τῷ φόβῳ, τοῦ Κυρίου ἔνδοξε, τοὺς ἀνυμνοῦντάς σε. Τοὺς ἐν πίστει καὶ πόθῳ τὸ ἱερὸν Ὅσιε, λείψανον τιμῶντας τὸ θεῖόν σου καὶ πανίερον, κινδύνων λύτρωσαι, τῶν πειρασμῶν καὶ πανώλους, τὴν ἰσχὺν κατάλυσον, τῇ μεσιτείᾳ σου. Παναγία Παρθένε τῶν Ἀθλητῶν καύχημα, καὶ τῶν ἱερῶν Ἀποστόλων τὸ σεμνολόγημα, τοὺς ἐν αἰνέσει Σε, χαρμονικῶς ἀνυμνοῦντας, ῥῦσαι ταῖς πρεσβείαις Σου, πάσης κακώσεως. Διάσωσον, ἀπὸ κινδύνων καὶ θλίψεων Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. Ο ΙΕΡΕΥΣ ΔΕΗΣΗ Κάθισμα. Ἦχος β. Πρεσβεία θερμή. Προστάτης θερμός, φρουρός τε ἀκαταίσχυντος, ὑπάρχων Πατὴρ τῶν πίστει ἀνυμνούντων σε, ἐκ ψυχῆς [5]

βοῶμέν σοι Συμεὼν μακάριε τάχυνον, καὶ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς πόθῳ περιπτυσσομένους τὴν θείαν κάραν σου. ᾨδὴ δ. Εἰσακήκοα Κύριε. Πειρασμοῖς συνεχόμενοι, πάθεσι ποικίλοις τε παναοίδιμε, σοῦ δεόμεθα οἱ τλήμονες, ἐξαλεῖψαι τούτους τῇ πρεσβείᾳ σου. Σοῦ δεόμεθα Ἅγιε, ἵλεων ποιῆσαι Θεὸν ὀργιζόμενον, καθ ἡμῶν τῶν παραβάντων αὐτοῦ, καὶ ἀτιμασάντων τὰ προστάγματα. Ἰατῆρα εἰδότες σε, νόσων ἀλγεινῶν καὶ παθῶν χαλεπῶν, ἱκετεύομέν σε Ἅγιε, θεραπεῦσαι κάμνοντας τοὺς δούλους σου. Τὰς ψυχὰς ἡμῶν αὔγασον, τὰς ἐσκοτισμένας τοῖς πλημμελήμασι, ἡ τὸν Ἥλιον κυήσασα, τῆς δικαιοσύνης ἀειπάρθενε. ᾨδὴ ε. Φώτισον ἡμᾶς. Ἴασαι δεινῶς, ἀσθενοῦντας τὴν ψυχὴν ἡμῶν, καὶ τὸ σῶμα τῇ πρεσβείᾳ σου διδοὺς ἡμῖν, ὑγείαν εἰρήνην καὶ ἔλεος. Λῦσον τὴν ἰσχύν, τῆς δεινοῦ καὶ ὀλεθρίου ὀργῆς, τῆς πανώλους τῇ πρεσβείᾳ σου, διδοὺς ἡμῖν ὑγείαν, εἰρήνην καὶ ἔλεος. Λύτρωσαι ἡμᾶς, τῆς ἐχθρῶν ἐπιβουλῆς καὶ ὁρμῆς, ἐπιμόνῳ τῇ δεήσει σου, κακονοίας πάσας ἐξαφάνισον. [6]

Ὑπὲρ τῶν εἰς Σέ, τὰς ἐλπίδας πάντων Δέσποινα, κεκτημένων Κόρη πρέσβευε, ὅπως λυτρωθῶμεν κατακρίσεως. ᾨδὴ στ. Τὴν δέησιν. Τὰ νέφη, τῶν πειρασμῶν καλύψασθαι, τὰς ψυχὰς ἡμῶν δεινῶς ἀπειλοῦσι, καὶ πρὸς βυθόν, ἀνυπόστατον Πάτερ, καταποντίσαι ἡμᾶς ἐπισπεύδουσιν, ἀλλ ἐπιτάχυνον βοηθός, τοῖς ἐπικαλουμένοις ἡμῖν ἑτοιμότατος. Τὰ πλήθη, τῶν ὁρατῶν πανεύφημε, ἀοράτων ἐχθρῶν καταθλίβει, ἀνηλεῶς, καθ ἑκάστην καὶ ῥῆξαι, ἐκδειματοῦσιν ὡς κύνες κεχήνασιν, οἰκέτας σου ἀλλὰ αὐτός, τῆς αὐτῶν κακουργίας ἐκλύτρωσαι. Εἰδόντες σε, ἰατῆρα τῶν νόσων, παντὸς πάθους τε δεινὸν ἐλατῆρα, οἱ χαλεπῇ, συνεχόμενοι νόσῳ, ἐκ βαθέων ψυχῆς σοι κραυγάζομεν ἀπάλλαξον ἡμᾶς λοιμοῦ, ὦ Πατέρων τὸ θεῖον ἀγλάϊσμα. Συντρίμματα, τῆς ψυχῆς ἡμῶν Κόρη, καὶ τὰ χρόνια ἰάτρευσον πάθη, τὸν ἰατρόν, τῶν ψυχῶν καὶ σωμάτων, ἀνερμηνεύτως Παρθένε κυήσασα, καὶ λύτρωσαι τοὺς ἐπὶ Σέ, ἠλπικότας κολάσεως πάναγνε. Διάσωσον, ἀπὸ κινδύνων καὶ θλίψεων Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. [7]

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν. Ο ΙΕΡΕΥΣ ΔΕΗΣΗ Κοντάκιον. Ἦχος β. Προστασία τῶν πιστῶν. Προστασία τῶν πιστῶν ἑτοιμότατος, ἱκεσία πρὸς Χριστὸν τὸν Θεὸν ἀκαταίσχυντος, μὴ ὑπερίδῃς δέησιν τῶν δούλων σου οἰκτράν, ἀλλὰ πρόφθασον ὡς συμπαθής, πρὸς ἐξιλέωσιν Θεοῦ, τοῖς πιστῶς περιπτύσσουσι κάραν σου τὴν τιμίαν, καὶ λείψανόν σου τὸ θεῖον, σὺ γὰρ προστάτης ἡμῶν, Συμεὼν τῶν τιμώντων σε. Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον (ια, 27-30). Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ ὑμᾶς, καὶ μάθετε ἀπ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί. [8]

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου... Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου... Προσόμοιον. Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός... Στῆσόν μου πανάριστε, τὰς τῶν παθῶν διεκχύσεις, καὶ ῥοὰς ἀνάστειλον, τὰς τῆς ἁμαρτίας μου καὶ χειμάῤῥους μου, τῶν παθῶν ξήρανον, ἱκετεύω γάρ σε, καὶ προσπίπτω καὶ κραυγάζω σοι ἴασαι Ἅγιε, τὴν πεπωρωμένην καρδία μου, πηγάς μοι κατανύξεως, καὶ δακρύων ὄμβρους παρέχων μοι ἵνα τάς τε χεῖρας, καὶ ὅλον μου τὸ σῶμα ῥυπωθέν, τούτοις ἐκπλύνων τὸ ἔλεος, Θεοῦ ἐπισπάσωμαι. ᾨδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας. Ὀχετοὺς τῶν δακρύων μὴ παρίδῃς οὐδ ὅλως ἀλλὰ μετάβαλλε, τῶν σὲ ἀνευφημούντων, πρεσβείᾳ σου τῇ θείᾳ, εἰς χαρὰν ὅπως ψάλλωμεν Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Τὴν ὀργὴν τοῦ Ὑψίστου εἰς γαλήνην παμμάκαρ σὺ μεταποίησον, πρεσβείᾳ σου τῇ θείᾳ, αὐτὸν καθιλαρύνων, ὑπὲρ ἡμῶν τῶν βοώντων αὐτῷ Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Τοὺς ἐν πίστει τελοῦντας Πάτερ τὴν μνήμην σου τὴν πανίερον, διάσωσον παντοίων, παθῶν τε καὶ κινδύνων, χαλεπῶν ὅπως μέλψωμεν Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Σωτηρίας λιμένα Θεοτόκε Παρθένε Σὲ νῦν κατέχοντες, τοῦ βίου τρικυμίας, ἐκφεύγομεν καὶ ζάλας, [9]

τῷ Υἱῷ Σου κραυγάζοντες Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. ᾨδὴ η. Τὸν Βασιλέα. Κατεύνασον, τῇ θερμῇ σου πρεσβείᾳ, τρικυμίας τῶν παθῶν καὶ γαλήνην, τοῖς χειμαζομένοις, παράσχου εἰς αἰῶνας. Ἡμάρτομεν, τῷ Θεῷ ἐκβοῶντες, ἀλλὰ πρέσβυν σε προβάλλομεν ἐκείνῳ, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Ἀπάλλαξον, λοιμικῆς ἀσθενείας, πάσης βλάβης τε τοὺς πίστει σε καὶ πόθῳ, ἐπικαλουμένους, εἰς πάντας τοὺς αἰῶνας. Καταύγασον, τὰς ψυχὰς τῶν ὑμνούντων, ἁμαρτίαις ζοφωθείσας Παρθένε, καὶ ὑπερυψούντων, τὸν ἄχραντόν Σου τόκον. ᾨδὴ θ. Κυρίως Θεοτόκον. Ἱκέτευσον παμμάκαρ, Κτίστην τὸν τῶν ὅλων, τοῦ λυτρωθῆναι κινδύνων καὶ θλίψεων, τοὺς ἐπαξίως τὴν μνήμην σου μεγαλύνοντας. Τὴν λύπην δεομένων, εἰς χαρὰν θεόφρον, ὡς συμπαθὴς μεταποίησον, ὅπως σου διασωθέντες, τὴν μνήμην πανηγυρίζομεν. Τὴν χάριν τῶν θαυμάτων, ἐκ Θεοῦ πλουτήσας, τοὺς κακωθέντας ἱκέτας περίσωσον, πρὸς σὲ γὰρ πάντες οἰκτρῶς καταφεύγομεν. [10]

Ἐλπὶς ἀπηλπισμένων, ἀσθενῶν προστάτις, χειμαζομένων λιμὴν εὐδιώτατος, Παρθένε ῥῦσαι τὸν δοῦλόν Σου κάμνοντα. Μεγαλυνάρια. Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν. Κατακαμπτομένους ἐν πειρασμοῖς, Συμεὼν θεόφρον, τῇ πρεσβείᾳ σου πρὸς Θεόν, ζάλης πολυπλόκου, παθῶν τε καὶ κινδύνων, ῥῦσαι τοὺς σὲ τιμῶντας, ἀξιοθαύμαστε. Φύλαττε τοὺς δούλους σου τῶν δεινῶν, Συμεὼν παμμάκαρ, τοὺς τιμῶντάς σε εὐσεβῶς, καὶ ῥῦσαι κινδύνων, καὶ πάσης ἄλλης βλάβης, ὅπως διασωθέντες, σὲ μακαρίζομεν. Ὕψωσον τὰς χεῖράς σου πρὸς Θεόν, ὑπὲρ τῶν σῶν δούλων, Ὅσιε Συμεὼν Πατὴρ ἡμῶν, καὶ τοῦτον δυσώπει, πολλῶν ἀμπλακημάτων, ῥυσθῆναι τῆς μελλούσης, ὀργῆς καὶ θλίψεως. Λύσιν τῶν πταισμάτων μου καὶ δεινῶν, αἴτησαι εὑρεῖν με, ὦ Συμεὼν τὸν Χριστόν, καὶ σοὶ παραστῆναι, μετὰ σαρκὸς τὴν λύσιν, κἂν μέγα θεοφόρε πέλει τὸ αἴτημα. [11]

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς. Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς. Δόξα Πατρί Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα. Καί νῦν Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. [12]

Δέχου, τὰς δεήσεις εὐμενῶς, τῶν σοὶ προσφευγόντων ἐν πίστει, καὶ δεομένων θερμῶς, Ὅσιε Συμεών, καὶ τὰς αἰτήσεις αὐτῶν ἐκπληρώσας ἀπάλλαξον, θλίψεων παντοίων, σώζων τοὺς οἰκέτας σου, ταῖς πρὸς Θεόν σου λιταῖς πόθῳ, τὴν ἁγίαν σου κάραν, κατασπαζομένους ἀφθόνως, τοῖς πιστοῖς πηγάζουσιν ἰάματα. Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου. Δι εὐχῶν. [13]