ΟΔΥΣΣΕΙΑΣ Χ Αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς, ἆλτο δ ἐπὶ μέγαν οὐδὸν ἔχων βιὸν ἠδὲ φαρέτρην ἰῶν ἐμπλείην, ταχέας δ ἐκχεύατ ὀϊστοὺς αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν «Οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται 5 νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ, εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων.» Ἦ, καὶ ἐπ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν. ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε, χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα, 10 ὄφρα πίοι οἴνοιο φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ μέμβλετο. τίς κ οἴοιτο μετ ἀνδράσι δαιτυμόνεσσι μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη, οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν; τὸν δ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ, 15 ἀντικρὺ δ ἁπαλοῖο δι αὐχένος ἤλυθ ἀκωκή. ἐκλίνθη δ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς βλημένου, αὐτίκα δ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν αἵματος ἀνδρομέοιο θοῶς δ ἀπὸ εἷο τράπεζαν ὦσε ποδὶ πλήξας, ἀπὸ δ εἴδατα χεῦεν ἔραζε 20 σῖτός τε κρέα τ ὀπτὰ φορύνετο. τοὶ δ ὁμάδησαν 5. ἄεθλος ἀάατος: de beslissende wedkamp. 6. σκοπὸν: doelwit. 7. εἴσομαι: zal ik leren kennen, zal ik kennis maken met. 12. μέμβλετο: was een voorwerp van zorg ; = μέμλετο / μεμέλετο pl. q. perf. v. μέλω - ter harte gaan. 13. μοῦνον: subjectsaccusat. bij τεύξειν. 15. ἐπισχόμενος: gemikt hebbend op ; part. aor. med. v. ἐπέχω; het zou ook part. praes. med. v. ἐπίσχω kunnen zijn, maar dat is naar gangbare opvatting niet het geval. 16. ἀκωκή: - punt (15 x). 17. ἐκλίνθη δ ἑτέρωσε: hij zakte naar een kant opzij (de Roy). 18. αὐλὸς: - 1. pijp; 2. straal* (5 x). 19. ἀνδρομέοιο: ἀνδρόμεος - mensen-, mannen- (8 x). 21. φορύνετο: φορύνω - bezoedelen.
2 2 4 9 Ο Μ Η Ρ Ο Υ 2 25 30 35 40 45 μνηστῆρες κατὰ δώμαθ, ὅπως ἴδον ἄνδρα πεσόντα, ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα, πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους οὐδέ που ἀσπὶς ἔην οὐδ ἄλκιμον ἔγχος ἑλέσθαι. νείκειον δ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι «Ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι οὐκέτ ἀέθλων ἄλλων ἀντιάσεις νῦν τοι σῶς αἰπὺς ὄλεθρος. καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες, ὃς μέγ ἄριστος κούρων εἰν Ἰθάκῃ τῶ σ ἐνθάδε γῦπες ἔδονται.» Ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα ἄνδρα κατακτεῖναι τὸ δὲ νήπιοι οὐκ ἐνόησαν, ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατ ἐφῆπτο. τοὺς δ ἄρ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς «Ὦ κύνες, οὔ μ ἔτ ἐφάσκεθ ὑπότροπον οἴκαδε νεῖσθαι δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον δμῳῇσίν τε γυναιξὶ παρευνάζεσθε βιαίως αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα, οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν, οὔτε τιν ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι. νῦν ὕμιν καὶ πᾶσιν ὀλέθρου πείρατ ἐφῆπται.» Ὣς φάτο, τοὺς δ ἅρα πάντας ὑπὸ χλωρὸν δέος εἷλε [πάπτηνεν δὲ ἕκαστος, ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.] Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν «Εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας, ταῦτα μὲν αἴσιμα εἶπες, ὅσα ῥέζεσκον Ἀχαιοί, πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δ ἐπ ἀγροῦ. ἀλλ ὁ μὲν ἤδη κεῖται, ὃς αἴτιος ἔπλετο πάντων, Ἀντίνοος οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα, 23. ὀρινθέντες κατὰ δῶμα: opgeschrikt in het huis, rennend door de zaal. 31. ἴσκεν: = ἔφη. φάσαν: dachten. 37. παρευνάζεσθε βιαίως: Odysseus overdrijft; van dwang of geweld was geen sprake cf. 20, 6-7. 49. ἐπίηλεν: ἐπιάλλω - toezenden, de aanstichter zijn*.
3 Ο ΔΥ Σ Σ Ε Ι Α Σ Χ 5 0 7 6 οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων, 50 ἀλλ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων, ὄφρ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας. νῦν δ ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν σῶν ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον, 55 ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι, τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος, χαλκόν τε χρυσόν τ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ ἰανθῇ πρὶν δ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.» Τὸν δ ἄρ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς 60 «Εὐρύμαχ, οὐδ εἴ μοι πατρώϊα πάντ ἀποδοῖτε, ὅσσα τε νῦν ὔμμ ἐστὶ καὶ εἴ ποθεν ἄλλ ἐπιθεῖτε, οὐδέ κεν ὧς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο, πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτεῖσαι. νῦν ὕμιν παράκειται ἐναντίον ἠὲ μάχεσθαι 65 ἢ φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ ἀλλά τιν οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον.» Ὣς φάτο, τῶν δ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ. τοῖσιν δ Εὐρύμαχος μετεφώνεε δεύτερον αὖτις «Ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους, 70 ἀλλ ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην, οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται, εἰς ὅ κε πάντας ἄμμε κατακτείνῃ. ἀλλὰ μνησώμεθα χάρμης φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας ἰῶν ὠκυμόρων ἐπὶ δ αὐτῷ πάντες ἔχωμεν 75 ἁθρόοι, εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων, 53. κατακτείνειε: optativus finalis, maar beter te vertalen daartoe had hij zelfs. 55. ἀρεσσάμενοι: ons verhalend / verhaald hebbend ; ἀρέσκω - voldoening geven. 57. τιμὴν ἐεικοσάβοιον: de prijs van twintig runderen. ἀμφὶς ἕκαστος: ieder apart. 64. ὑπερβασίην: ὑπερβασίη - wangedrag, overtreding. 74. ἀντίσχεσθε τραπέζας: maak van de tafels een barricade.
7 7 1 0 1 Ο Μ Η Ρ Ο Υ 4 80 85 90 95 100 ἔλθωμεν δ ἀνὰ ἄστυ, βοὴ δ ὤκιστα γένηται τῶ κε τάχ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.» Ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ, χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δ ἐπ αὐτῷ σμερδαλέα ἰάχων ὁ δ ἁμαρτὴ δῖος Ὀδυσσεὺς ἰὸν ἀποπροΐει, βάλε δὲ στῆθος παρὰ μαζόν, ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος. ἐκ δ ἄρα χειρὸς φάσγανον ἧκε χαμᾶζε, περιῤῥηδὴς δὲ τραπέζῃ κάππεσεν ἰδνωθείς, ἀπὸ δ εἴδατα χεῦεν ἔραζε καὶ δέπας ἀμφικύπελλον ὁ δὲ χθόνα τύπτε μετώπῳ θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι λακτίζων ἐτίνασσε κατ ὀφθαλμῶν δ ἔχυτ ἀχλύς. Ἀμφίνομος δ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ, εἴ πώς οἱ εἴξειε θυράων. ἀλλ ἄρα μιν φθῆ Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε δούπησεν δὲ πεσών, χθόνα δ ἤλασε παντὶ μετώπῳ. Τηλέμαχος δ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος αὐτοῦ ἐν Ἀμφινόμῳ περὶ γὰρ δίε, μή τις Ἀχαιῶν ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας. βῆ δὲ θέειν, μάλα δ ὦκα φίλον πατέρ εἰσαφίκανεν, ἀγχοῦ δ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα «Ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε 77. βοὴ δ ὤκιστα γένηται: zo snel mogelijk alarm slaan. 81. ἁμαρτὴ: = ἁμαρτῇ - gelijktijdig (4 x). 84. περιῤῥηδὴς: - over iets heentuimelend. 85. ἰδνωθείς: gekromd, in gebogen houding. 87. θυμῷ ἀνιάζων: met ergernis in zijn hart. 89. Ἀμφίνομος: een van de minst brutale vrijers, cf. 16, 351 e.v. en 16, 394 e.v. ἐείσατο: aor. v. εἶμι. 96. δίε: vreesde. 98. προπρηνέα: terwijl hij voorover gebogen stond (om de speer uit Amphinomus los te trekken). 101. οἴσω: zal ik halen.
5 Ο ΔΥ Σ Σ Ε Ι Α Σ Χ 1 0 2 1 2 2 καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοισ ἀραρυῖαν, αὐτός τ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ καὶ τῷ βουκόλῳ ἄλλα τετευχῆσθαι γὰρ ἄμεινον.» Τὸν δ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς 105 «Οἶσε θέων, εἷός μοι ἀμύνεσθαι πάρ ὀϊστοί, μή μ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.» Ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί, βῆ δ ἴμεναι θάλαμόνδ, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο. ἔνθεν τέσσαρα μὲν σάκε εἵλετο, δούρατα δ ὀκτὼ 110 καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας βῆ δὲ φέρων, μάλα δ ὦκα φίλον πατέρ εἰσαφίκανεν. αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν ὣς δ αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά, ἔσταν δ ἀμφ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην. 115 Αὐτὰρ ὅ γ, ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί, τόφρα μνηστήρων ἕνα γ αἰεὶ ᾧ ἐνὶ οἴκῳ βάλλε τιτυσκόμενος τοὶ δ ἀγχιστῖνοι ἔπιπτον. αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα, τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο 120 ἔκλιν ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα, αὐτὸς δ ἀμφ ὤμοισι σάκος θέτο τετραθέλυμνον, 103. ἀμφιβαλεῦμαι: object te ontlenen aan de context; ἀμφιβάλλομαι - omdoen. ἰών: bij terugkomst. 104. τετευχῆσθαι: bewapend te zijn. 106. θέων: op een drafje. πάρ : = πάρεισιν. 107. ἀποκινήσωσι θυράων: hier en op diverse andere plaatsen blijkt dat Odysseus positie in de deuropening essentieel is om de meute vrijers in bedwang te houden, vooral omdat de deur de enige ontsnappingsmogelijkheid vanuit de zaal biedt, maar ook omdat de drempel aanzienlijk hoger is dan de vloer van de zaal en mogelijk ook omdat het daglicht hoofdzakelijk door de deuropening komt, wat aan de man die daar staat een veel beter zicht oplevert. 111. πίσυρας: = τέσσαρας. 113. αὐτὸς: sc. Telemachus. 118. τιτυσκόμενος: = ἐπισχόμενος (vs. 15). ἀγχιστῖνοι: ἀγχιστῖνος - dicht bij elkaar (5 x). 120. ἐϋσταθέος: ἐϋσταθής = ἐΰδμητος - stevig / goed gebouwd. 122. τετραθέλυμνον: τετραθέλυμνος - met vier lagen (2 x).
1 2 3 1 3 9 Ο Μ Η Ρ Ο Υ 6 125 130 135 κρατὶ δ ἐπ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν, ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν εἵλετο δ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ. Ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ, ἀκρότατον δὲ παρ οὐδὸν ἐϋσταθέος μεγάροιο ἦν ὁδὸς ἐς λαύρην, σανίδες δ ἔχον εὖ ἀραρυῖαι τὴν Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν ἑσταότ ἄγχ αὐτῆς μία δ οἴη γίνετ ἐφορμή. τοῖς δ Ἀγέλεως μετέειπεν ἔπος πάντεσσι πιφαύσκων «Ὦ φίλοι, οὐκ ἂν δή τις ἀν ὀρσοθύρην ἀναβαίη καὶ εἴποι λαοῖσι, βοὴ δ ὤκιστα γένοιτο; τῶ κε τάχ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.» Τὸν δ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν «Οὔ πως ἔστ, Ἀγέλαε διοτρεφές ἄγχι γὰρ αἰνῶς αὐλῆς καλὰ θύρετρα, καὶ ἀργαλέον στόμα λαύρης καί χ εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τ ἄλκιμος εἴη. ἀλλ ἄγεθ, ὑμῖν τεύχε ἐνείκω θωρηχθῆναι 126. ὀρσοθύρη: - achterdeur (3 x). 127. ἀκρότατον δὲ παρ οὐδὸν: over een zeer hoge drempel (bij ἦν ὁδὸς ἐς λαύρην). 128. ὁδὸς ἐς λαύρην: toegang tot de λαύρη. λαύρην: λαύρη - (smalle) gang (2 x). σανίδες εὖ ἀραρυῖαι: goed passende planken, deur van goed aaneengevoegde planken. ἔχον: sloten af ; obj. ὀρσοθύρην. 129. φράζεσθαι: in de gaten houden. 130. ἑσταότ ἄγχ αὐτῆς: dat kan natuurlijk helemaal niet als deze achterdeur achter in de zaal was; de zwijnenhoeder kon zich niet onder de vrijers begeven en in leven blijven. μία δ οἴη γίνετ ἐφορμή: de enige mogelijkheid (voor de vrijers) om uit te breken. ἐφορμή: - aanvalsweg ; een betekenis die hier niet voldoet, tenzij men denkt aan hulp voor de vrijers vanuit de stad, een mogelijkheid waarop ook in vs. 77 wordt gehint. 131. Ἀγέλεως: eerder genoemd 20, 321 als Agelaos. 133. βοὴ δ ὤκιστα γένοιτο: en er zeer snel allarm wordt geslagen. 136. ἄγχι γὰρ αἰνῶς αὐλῆς καλὰ θύρετρα: want de mooie deur is vreselijk dicht bij de hof ; nou en? denk je dan; wat bedoelt Melanthius, en wat wordt bedoeld met καλὰ θύρετρα, de ὀρσοθύρη of de plaats waar de λαύρη uitkomt, de hof of de openbare weg; het is allemaal volkomen onbegrijpelijk.
7 Ο ΔΥ Σ Σ Ε Ι Α Σ Χ 1 4 0 1 5 3 ἐκ θαλάμου ἔνδον γάρ, ὀΐομαι, οὐδέ πῃ ἄλλῃ 140 τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.» Ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν, ἐς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο. ἔνθεν δώδεκα μὲν σάκε ἔξελε, τόσσα δὲ δοῦρα καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας 145 βῆ δ ἴμεναι, μάλα δ ὦκα φέρων μνηστῆρσιν ἔδωκε. καὶ τότ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ, ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα μακρὰ τινάσσοντας μέγα δ αὐτῷ φαίνετο ἔργον. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα 150 «Τηλέμαχ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.» Τὸν δ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα 141. τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός: dat kan Melanthius helemaal niet weten betoogt Fernandez-Galiano (Oxf. Comm.); hij (F-G) vergeet dat in een antiek paleis altijd ongenoemd personeel aan wie niemand aandacht schenkt rondscharrelt; Melanthius kan zijn informatie heel goed van een slavin hebben gekregen. 143. ἀνὰ ῥῶγας μεγάροιο: door de kieren van de zaal ; ik veronderstel dat de ῥῶγες een soort licht- en luchtvensters waren waardoor een slank persoon van het μέγαρον in de λαύρη kon klimmen zonder gebruik te maken van de hoofdingang van de zaal waar Odysseus de doorgang versperde, of de ὀρσοθύρη die was afgesloten door σανίδες εὖ ἀραρυῖαι; in mijn veronderstelling zijn er meerdere vloerniveaus: de vloer van het μέγαρον is ± 50 cm lager dan de begane grond, de ὀρσοθύρη is ± 50 cm boven de begane grond, dus ± 100 cm boven de vloer van het μέγαρον, en de ῥῶγες bevinden zich voor mannen in de zaal net boven ooghoogte; het gaat mij bij deze veronderstellingen niet om een wetenschappelijke hypothese, maar om een voorstelling van de situatie waarin de tekst zoals ik die lees begrijpelijk is. 144. δώδεκα μὲν σάκε ἔξελε: Fernandez-Galiano neemt aanstoot aan het aantal: zó veel kan Melanthius op zijn eentje toch niet dragen; dat klopt, maar in de oudheid werd iedereen, ook slaven, altijd en overal omringd door anonieme hulpjes; bovendien streeft Homerus niet naar een beschrijving van iets wat met de werkelijkheid volkomen overeenstemt, maar naar een beschrijving die door de lezer of toehoorder als werkelijkheid beleefd kan worden.
1 5 4 1 7 9 Ο Μ Η Ρ Ο Υ 8 155 160 165 170 175 «Ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γ ἤμβροτον, οὐδέ τις ἄλλος αἴτιος, ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν κάλλιπον ἀγκλίνας τῶν δὲ σκοπὸς ἦεν ἀμείνων. ἀλλ ἴθι, δῖ Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο, καὶ φράσαι, ἤ τις ἄρ ἐστὶ γυναικῶν, ἣ τάδε ῥέζει, ἦ υἱὸς Δολίοιο Μελανθεύς, τόν περ ὀΐω.» Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον. βῆ δ αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν, οἴσων τεύχεα καλά νόησε δὲ δῖος ὑφορβός, αἶψα δ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα «Διογενὲς Λαερτιάδη, πολυμήχαν Ὀδυσσεῦ, κεῖνος δὴ αὖτ ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθ αὐτοί, ἔρχεται ἐς θάλαμον σὺ δέ μοι νημερτὲς ἐνίσπες, ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι, ἦέ σοι ἐνθάδ ἄγω, ἵν ὑπερβασίας ἀποτείσῃ πολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ.» Τὸν δ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς «Ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς σχήσομεν ἔντοσθεν μεγάρων μάλα περ μεμαῶτας σφῶϊ δ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν [ἐς θάλαμον βαλέειν, σανίδας δ ἐκδῆσαι ὄπισθε,] σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε κίον ἀν ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν, ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπ ἄλγεα πάσχῃ.» Ὣς ἔφαθ, οἱ δ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ ἐπίθοντο, βὰν δ ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα. 165. ἀΐδηλος: - afschuwelijk, verderfelijk ὃν ὀϊόμεθ αὐτοί: die wij bedoelen. 169. ἐμήσατο: aor. v. μήδομαι - beramen. 173. ἀποστρέψαντε: ἀποστρέφω - naar achteren (achter iemands rug) draaien / buigen. 175. σειρὴν: σειρή - koord (5 x). πειρήναντε: πειραίνω - vastbinden (2 x); een ander πειραίνω betekent volbrengen. 176. κίον : κίων - zuil, (verticale) steunbalk. πελάσαι τε δοκοῖσιν: ophijsen tot de dakbalken.
9 Ο ΔΥ Σ Σ Ε Ι Α Σ Χ 1 8 0 2 0 1 ἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχε ἐρεύνα, 180 τὼ δ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε. εὖθ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν, τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν, τῇ δ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ, Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε 185 δὴ τότε γ ἤδη κεῖτο, ῥαφαὶ δ ἐλέλυντο ἱμάντων τὼ δ ἄρ ἐπαΐξανθ ἑλέτην ἔρυσάν τέ μιν εἴσω κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ, σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ εὖ μάλ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν 190 [υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς ] σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε κίον ἀν ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι. τὸν δ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα «Νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις, 195 εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν οὐδὲ σέ γ ἠριγένεια παρ Ὠκεανοῖο ῥοάων λήσει ἀνερχομένη χρυσόθρονος, ἡνίκ ἀγινεῖς αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.» Ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ 200 τὼ δ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν, 180. θαλάμοιο μυχὸν κάτα τεύχε ἐρεύνα: de meeste wapens waren al weggesleept en Melanthius moest in een hoek op zoek naar wat nog resteerde. 184. πεπαλαγμένον: παλάσσω - bezoedelen (16 x). ἄζῃ: ἄζα - stof. 185. κουρίζων: κουρίζω - jong zijn. 186. κεῖτο: subject is niet Melanthius, maar het schild van Laërtes. ῥαφαὶ δ ἐλέλυντο ἱμάντων: de naden van de leren riemen hadden losgelaten (omdat het stiksel was vergaan). ῥαφαὶ: ῥαφή - naad. 188. κουρίξ: - bij de haren. 197. οὐδὲ σέ λήσει: sarcastische manier om te zeggen je hoeft niet bang te zijn dat je je zult verslapen. 198. ἀγινεῖς: praesens; het imperfectum is ἀγίνεις. 200. ταθεὶς: part. aor. pass. v. τείνω - spannen, ophangen. 201. θύρην: de deur van de voorraadkamer.
2 0 2 2 2 3 Ο Μ Η Ρ Ο Υ 1 0 205 210 215 220 βήτην εἰς Ὀδυσῆα δαΐφρονα ποικιλομήτην. ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπ οὐδοῦ τέσσαρες, οἱ δ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί. τοῖσι δ ἐπ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν. τὴν δ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε «Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δ ἐτάροιο φίλοιο, ὅς σ ἀγαθὰ ῥέζεσκον ὁμηλικίη δέ μοί ἐσσι.» Ὣς φάτ, ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην. μνηστῆρες δ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι πρῶτος τήν γ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος «Μέντορ, μή σ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δὲ οἷ αὐτῷ. ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω ὁππότε κεν τούτους κτέωμεν, πατέρ ἠδὲ καὶ υἱόν, ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς ἕρδειν ἐν μεγάροις σῷ δ αὐτοῦ κράατι τείσεις. αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ, κτήμαθ ὁπόσσα τοί ἐστι, τά τ ἔνδοθι καὶ τὰ θύρηφι, τοῖσιν Ὀδυσσῆος μεταμείξομεν οὐδέ τοι υἷας ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδὲ θύγατρας οὐδ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.» 205. ἐπ ἦλθεν: tmesis. ἀγχίμολον: adv. - dichtbij. 208. ἄμυνον ἀρήν: wend het onheil af. 209. ῥέζεσκον: de gedachte aan offeren die het woord bevat en impliciet ook wordt beoogd moet op de achtergrond gehouden worden; Odysseus begrijpt dat het Athene is maar speelt het spel mee en doet of het Mentor is die hem komt helpen. 210. λαοσσόον: λαοσσόος - het krijgsvolk aanvurend (6 x). 213. παραιπεπίθῃσιν: geredupliceerde coni. aor. II act. 3de pers. v. παραπείθω - overreden. 217. πεφήσεαι: jij zult gedood worden ; geredupliceerd futurum van een verbum defectivum met wortel ΦΕΝ aor. ἔπεφνον. οἷα μενοινᾷς ἕρδειν ἐν μεγάροις: gelet op wat je verlangt te doen in het paleis. 223. πολεύειν: πολεύω - zich ophouden.
1 1 Ο ΔΥ Σ Σ Ε Ι Α Σ Χ 2 2 4 2 4 0 Ὣς φάτ, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον, νείκεσσεν δ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν 225 «Οὐκέτι σοί γ, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκή, οἵη ὅτ ἀμφ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί, πολλοὺς δ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι, σῇ δ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια. 230 πῶς δὴ νῦν, ὅτε σόν γε δόμον καὶ κτήμαθ ἱκάνεις, ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι; ἀλλ ἄγε δεῦρο, πέπον, παρ ἔμ ἵστασο καὶ ἴδε ἔργον, ὄφρ εἰδῇς, οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσι Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.» 235 ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην, ἀλλ ἔτ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν ἠμὲν Ὀδυσσῆος ἠδ υἱοῦ κυδαλίμοιο. αὐτὴ δ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον ἕζετ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην. 240 225. νείκεσσεν δ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν: een wonderlijke wending; je zou verwachten dat Athene nu gaat uitvaren tegen Agelaus, maar het is Odysseus die er, geheel onverdiend, van langs krijgt. 227. εὐπατερείῃ: εὐπατέρειος - van een edele vader (3 x). 228. νωλεμὲς: = νωλεμέως - ononderbroken. 229. ἔπεφνες: cf. aant. bij vs. 217. 232. ὀλοφύρεαι: deins je er voor terug ; elders betekent ὀλοφύρομαι - jammeren, klagen. 236. οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην: de laatste grote redactor van de Odyssee was evenmin als Athene tevreden met een gemakkelijke overwinning. In de oer-odyssee zaten de vrijers als ratten in de val en hoefden slechts één voor één met pijl en boog afgeschoten te worden. De laatste redactor zag liever een heldhaftige strijd op Ilias-niveau; daarvoor was een reeks van aanpassingen en invoegingen noodzakelijk, knip- en plakwerk waarin dichters die de orale techniek onder de knie hadden buitengewoon bedreven waren, terwijl onze redactor een epigoon was; dat leidt tot oneffenheden en contradicties waaraan filologen aanstoot nemen, maar lezers en toehoorders zelden of nooit. 239. αἰθαλόεντος: αἰθαλόεις - beroet; enallage, want het adjectief behoort grammaticaal bij μεγάροιο, maar functioneel bij μέλαθρον zoldering, balk. 240. χελιδόνι: χελιδών - zwaluw.
2 4 1 2 6 2 Ο Μ Η Ρ Ο Υ 1 2 245 250 255 260 Μνηστῆρας δ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχ ἄριστοι, ὅσσοι ἔτ ἔζωον περί τε ψυχέων ἐμάχοντο τοὺς δ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί. τοῖς δ Ἀγέλεως μετέειπεν ἔπος πάντεσσι πιφαύσκων «Ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών, οἱ δ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι. τῶ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά, ἀλλ ἄγεθ οἱ ἓξ πρῶτον ἀκοντίσατ, αἴ κέ ποθι Ζεὺς δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι. τῶν δ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.» Ὣς ἔφαθ, οἱ δ ἄρα πάντες ἀκόντισαν, ὡς ἐκέλευεν, ἱέμενοι τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη. τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν ἄλλου δ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια. αὐτὰρ ἐπεὶ δὴ δούρατ ἀλεύαντο μνηστήρων, τοῖσ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς «Ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι 245. ὅσσοι: antecedent μνηστῆρας in vs. 241. 247. πιφαύσκων: πιφαύσκω - duidelijk maken, mededelen, tonen. 248. ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους: cf. vs. 70. 249. ἔβη: = ᾤξατο. κενὰ εὔγματα: ijdele bluf. εὔγματα: εὖγμα, τό - gesnoef, bluf. 250. οἱ δ οἶοι λείπονται: zij zijn alleen achtergebleven, d.w.z. zonder de hulp van Mentor. ἐπὶ πρώτῃσι θύρῃσι: bij de ingang van de zaal. 252. οἱ ἓξ: de vijf mannen die 242-243 met name genoemd zijn plus Agelaus zelf maakt zes. 253. Ὀδυσσῆα βλῆσθαι: dat Odysseus getroffen wordt. ἀρέσθαι: hierbij is een verzwegen ἡμᾶς subjectsaccusativus, wat voor βλῆσθαι niet geldt. 254. τῶν δ ἄλλων οὐ κῆδος: om de anderen (Telemachus, Eumaeus en Philoetius) behoeven we ons geen zorgen te maken.
1 3 Ο ΔΥ Σ Σ Ε Ι Α Σ Χ 2 6 3 2 8 7 μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.» Ὣς ἔφαθ, οἱ δ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα 265 ἄντα τιτυσκόμενοι Δημοπτόλεμον μὲν Ὀδυσσεύς, Εὐρυάδην δ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης, Πείσανδρον δ ἄρ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ. οἱ μὲν ἔπειθ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας, μνηστῆρες δ ἀνεχώρησαν μεγάροιο μυχόνδε 270 τοὶ δ ἄρ ἐπήϊξαν, νεκύων δ ἐξ ἔγχε ἕλοντο. Αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα ἱέμενοι τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη. τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν 275 ἄλλου δ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια. Ἀμφιμέδων δ ἄρα Τηλέμαχον βάλε χεῖρ ἐπὶ καρπῷ λίγδην, ἄκρην δὲ ῥινὸν δηλήσατο χαλκός. Κτήσιππος δ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ ὦμον ἐπέγραψεν τὸ δ ὑπέρπτατο, πῖπτε δ ἔραζε. 280 τοὶ δ αὖτ ἀμφ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα. ἔνθ αὖτ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς, Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης Κτήσιππον δ ἄρ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ 285 βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα «Ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν 264. ἐπὶ προτέροισι κακοῖσιν: bovenop hun eerdere misdrijven. 266. ἄντα τιτυσκόμενοι: met een gericht schot. 269. ἄσπετον: ἄσπετος - ontzaglijk. οὖδας: in verband met het bijbehorende adjectief moet eerder worden gedacht aan de aardbodem dan aan de paleisvloer. 278. λίγδην: - rakelings. ἄκρην δὲ ῥινὸν: de opperhuid. 287. Πολυθερσεΐδη: Ctesippus, bekend uit het 20ste boek.
2 8 8 3 0 8 Ο Μ Η Ρ Ο Υ 1 4 290 295 300 305 εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσι μῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι. τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτ ἔδωκας ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτ ἀλητεύοντι.» Ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος αὐτὰρ Ὀδυσσεὺς οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ Τηλέμαχος δ Εὐηνορίδην Λειώκριτον οὖτα δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν ἤριπε δὲ πρηνής, χθόνα δ ἤλασε παντὶ μετώπῳ. δὴ τότ Ἀθηναίη φθισίμβροτον αἰγίδ ἀνέσχεν ὑψόθεν ἐξ ὀροφῆς τῶν δὲ φρένες ἐπτοίηθεν. οἱ δ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι τὰς μέν τ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν ὥρῃ ἐν εἰαρινῇ, ὅτε τ ἤματα μακρὰ πέλονται οἱ δ ὥς τ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχῆλαι ἐξ ὀρέων ἐλθόντες ἐπ ὀρνίθεσσι θόρωσι. ταὶ μέν τ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται, οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ γίνεται οὐδὲ φυγή χαίρουσι δέ τ ἀνέρες ἄγρῃ ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα τύπτον ἐπιστροφάδην τῶν δὲ στόνος ὤρνυτ ἀεικὴς 288. εἴκων ἀφραδίῃς: toegevend aan onbezonnenheid. μέγα εἰπεῖν: inf. pro imp. 290. ἀντὶ ποδὸς: voor de runderpoot (die je naar Odysseus hebt gegooid) cf. 20, 299. 293. Δαμαστορίδην: dat is Agelaus, de aanvoerder van de vrijers op dit ogenblik. 297. αἰγίδ ἀνέσχεν: hoe je je dat moet voorstellen van een zwaluw moet je je maar niet afvragen. 298. ὀροφῆς: ὀροφή - zoldering. ἐπτοίηθεν: πτοιέομαι - angstig zijn, opgeschrikt worden. 300. ἐδόνησεν: δονέω - schudden, opjagen* (3 x). 302. οἱ δ : maar Odysseus en zijn mannen. 303. θόρωσι: coni. aor. v. θρώσκω - (be)springen. 304. νέφεα πτώσσουσαι ἵενται: vliegen naar de wolken om zich te verschuilen. πτώσσουσαι: part. praes. v. πτώσσω - wegduiken (voor de gieren). 307. ἐπεσσύμενοι: opjagend, achter iem. aanrennend. 308. ἐπιστροφάδην: adv. - zich naar alle kanten wendend (4 x).
1 5 Ο ΔΥ Σ Σ Ε Ι Α Σ Χ 3 0 9 3 3 1 κράτων τυπτομένων, δάπεδον δ ἅπαν αἵματι θῦεν. Λειώδης δ Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων 310 καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα «Γουνοῦμαί σ, Ὀδυσεῦ σὺ δέ μ αἴδεο καί μ ἐλέησον οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον ἀλλὰ καὶ ἄλλους παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι. 315 ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι τῶ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον. αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς κείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθ εὐεργέων.» Τὸν δ ἄρ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς 320 «Εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι, πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι, σοὶ δ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι τῶ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.» 325 Ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ κείμενον, ὅ ῥ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε κτεινόμενος τῷ τόν γε κατ αὐχένα μέσσον ἔλασσε φθεγγομένου δ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη. Τερπιάδης δ ἔτ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν, 330 Φήμιος, ὅς ῥ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ. 309. θῦεν: dampte. 310. ἐπεσσύμενος: afsnellend op. 314. ἀτάσθαλον: meestal onbezonnen, hier toch eerder onbehoorlijk. 315. παύεσκον: iteratief en conatief. 317. πότμον ἐπέσπον: bereikten een lotsbestemming, ondergingen een lot. ἐπέσπον: aor. II v. ἐφέπω - behandelen, bezig zijn met. 319. κείσομαι: zal ik (dood) liggen. 322. ἀρήμεναι: inf. perf. v. ἀράομαι - bidden. 323. τηλοῦ: adv. - ver weg. 324. σπέσθαι: inf. aor. v. ἕπομαι - volgen, meegaan met (cum dativo). τεκέσθαι: inf. aor. II med. v. τίκτω - o.a. baren; ook van deze inf. is ἄλοχόν het logisch subject. 330. ἀλύσκανε: ἀλυσκάνω = ἀλυσκάζω = ἀλύσκω - (proberen te) vermijden, ontlopen.
3 3 2 3 5 6 Ο Μ Η Ρ Ο Υ 1 6 335 340 345 350 355 ἔστη δ ἐν χείρεσσιν ἔχων φόρμιγγα λίγειαν ἄγχι παρ ὀρσοθύρην δίχα δὲ φρεσὶ μερμήριζεν, ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν ἑρκείου ἕζοιτο τετυγμένον, ἔνθ ἄρα πολλὰ Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρί ἔκηαν, ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος. ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου, αὐτὸς δ αὖτ Ὀδυσῆα προσαΐξας λάβε γούνων καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα «Γουνοῦμαί σ, Ὀδυσεῦ σὺ δέ μ αἴδεο καί μ ἐλέησον. αὐτῷ τοι μετόπισθ ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω. αὐτοδίδακτος δ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσεν ἔοικα δέ τοι παραείδειν ὥς τε θεῷ τῶ μή με λιλαίεο δειροτομῆσαι. καί κεν Τηλέμαχος τάδε γ εἴποι, σὸς φίλος υἱός, ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας, ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.» Ὣς φάτο, τοῦ δ ἤκουσ ἱερὴ ἲς Τηλεμάχοιο, αἶψα δ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα «Ἴσχεο, μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ. 333. ἄγχι παρ ὀρσοθύρην: dat de doodsbange zanger zich ophoudt bij de ὀρσοθύρη is nog een argument voor de veronderstelling dat de ὀρσοθύρη zich ver van de hoofdingang in een hoek van de zaal bevindt. 335. τετυγμένον: gebouwd, opgericht. 347. αὐτοδίδακτος: - zichzelf onderricht hebbend οἴμας: οἴμη - lied (3 x). 351. χατίζων: χατίζω - nodig hebben, verlangen (7 x). 352. πωλεύμην: ik kwam dikwijls ; misschien hetzelfde woord als πολεύω in vs. 223, waarbij ω en ο metri causa wisselen.
1 7 Ο ΔΥ Σ Σ Ε Ι Α Σ Χ 3 5 7 3 8 4 καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος, εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης, ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.» 360 Ὣς φάτο, τοῦ δ ἤκουσε Μέδων πεπνυμένα εἰδώς πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν. αἶψα δ ὑπὸ θρόνου ὦρτο, βοὸς δ ἀπέδυνε βοείην, Τηλέμαχον δ ἄρ ἔπειτα προσαΐξας λάβε γούνων 365 καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα «Ὦ φίλ, ἐγὼ μὲν ὅδ εἰμί, σὺ δ ἴσχεο εἰπὲ δὲ πατρί, μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ, ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον κτήματ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.» 370 Τὸν δ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς «Θάρσει, ἐπεὶ δή σ οὗτος ἐρύσατο καὶ ἐσάωσεν, ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ, ὡς κακοεργίης εὐεργεσίη μέγ ἀμείνων. ἀλλ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε 375 ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός, ὄφρ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.» Ὣς φάτο, τὼ δ ἔξω βήτην μεγάροιο κιόντε ἑζέσθην δ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν, πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί. 380 Πάπτηνεν δ Ὀδυσεὺς καθ ἑὸν δόμον, εἴ τις ἔτ ἀνδρῶν ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν. τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι πεπτεῶτας πολλούς, ὥς τ ἰχθύας, οὕς θ ἁλιῆες 362. πεπτηὼς: part. perf. v. πτήσσω - wegduiken. 363. ἀλύσκων: pogend te ontkomen. 368. περισθενέων: - zeer krachtig zijnde. 372. οὗτος: Telemachus. 374. κακοεργίης εὐεργεσίη μέγ ἀμείνων: een nogal banaal apophthegma (Ox. Comm.).
3 8 5 4 0 7 Ο Μ Η Ρ Ο Υ 1 8 385 390 395 400 405 κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης δικτύῳ ἐξέρυσαν πολυωπῷ οἱ δέ τε πάντες κύμαθ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται τῶν μέν τ ἠέλιος φαέθων ἐξείλετο θυμόν ὣς τότ ἄρα μνηστῆρες ἐπ ἀλλήλοισι κέχυντο. δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς «Τηλέμαχ, εἰ δ ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν, ὄφρα ἔπος εἴπωμι, τό μοι καταθύμιόν ἐστιν.» Ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί, κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν «Δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε γυναικῶν δμῳάων σκοπός ἐσσι κατὰ μέγαρ ἡμετεράων, ἔρχεο κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ.» Ὣς ἄρ ἐφώνησεν, τῇ δ ἄπτερος ἔπλετο μῦθος, ὤϊξεν δὲ θύρας μεγάρων ἐῢ ναιεταόντων, βῆ δ ἴμεν αὐτὰρ Τηλέμαχος πρόσθ ἡγεμόνευεν. εὗρεν ἔπειτ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥς τε λέοντα, ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο πᾶν δ ἄρα οἱ στῆθός τε παρήϊά τ ἀμφοτέρωθεν αἱματόεντα πέλει, δεινὸς δ εἰς ὦπα ἰδέσθαι ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν. ἡ δ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα, 385. αἰγιαλὸν: αἰγιαλός - kust (4 x). 386. πολυωπῷ: πολυωπός - met veel mazen. 402. λύθρῳ: λύθρος - vuil met bloed vermengd (4 x). 403. βεβρωκὼς: part. perf. v. βιβρώσκω - eten, vreten, verslinden (9 x). ἀγραύλοιο: ἄγραυλος - op het veld / de veehof levend. 404. παρήϊά: παρήϊον - wang, wangstuk van het hoofdstel van een paard. 405. εἰς ὦπα ἰδέσθαι: eig. naar het gezicht kijken, vert. om aan te zien. ὦπα: ὤψ - gezicht (6 x). 406. πόδας καὶ χεῖρας ὕπερθεν: een dikwijls voorkomende wending, waarbij het woord ὕπερθεν van boven, erboven uitsluitend een formulaire functie heeft en misschien beter onvertaald kan blijven.
1 9 Ο ΔΥ Σ Σ Ε Ι Α Σ Χ 4 0 8 4 3 2 ἴθυσέν ῥ ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον ἀλλ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα 410 «Ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδ ὀλόλυζε οὐχ ὁσίη κταμένοισιν ἐπ ἀνδράσιν εὐχετάασθαι. τούσδε δὲ μοῖρ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων, οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτίς σφεας εἰσαφίκοιτο 415 τῶ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον. ἀλλ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον, αἵ τέ μ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.» Τὸν δ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια «Τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω. 420 πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες δμῳαί, τὰς μέν τ ἔργα διδάξαμεν ἐργάζεσθαι, εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν, οὔτ ἐμὲ τίουσαι οὔτ αὐτὴν Πηνελόπειαν. 425 Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν. ἀλλ ἄγ ἐγὼν ἀναβᾶσ ὑπερώϊα σιγαλόεντα εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.» Τὴν δ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς 430 «Μή πω τήν γ ἐπέγειρε σὺ δ ἐνθάδε εἰπὲ γυναιξὶν ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.» 408. ἴθυσέν: ἰθύω - ergens recht op afgaan, een hevig verlangen voelen opkomen*. ὀλολύξαι: ὀλολύζω - kreten slaken, juichen* (alleen van vrouwen). 409. κατέρυκε καὶ ἔσχεθεν: beide verba betekenen tegenhouden. 412. οὐχ ὁσίη: het is zonde ; εὐχετάασθαι: triomferen. 413. σχέτλια: σχέτλιος - halstarrig, vermetel*, hardvochtig. 418. νηλείτιδές: νηλεῖτις - onschuldig (3 x). 423. εἴριά: - wol (5 x). ξαίνειν: - kaarden. 424. ἀναιδείης: ἀναιδείη - onbeschaamdheid (3 x). 432. ἐλθέμεν: sc. δεῦρο.
4 3 3 4 5 5 Ο Μ Η Ρ Ο Υ 2 0 435 440 445 450 455 ὣς ἄρ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι. αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα «Ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν. αὐτὰρ ἐπὴν δὴ πάντα δόμον διακοσμήσησθε, δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο, μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς, θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντ Ἀφροδίτης, τὴν ἄρ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρῃ.» Ὣς ἔφαθ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι, αἴν ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι. πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας, κὰδ δ ἄρ ὑπ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς, ἀλλήλοισιν ἐρείδουσαι σήμαινε δ Ὀδυσσεὺς αὐτὸς ἐπισπέρχων ταὶ δ ἐκφόρεον καὶ ἀνάγκῃ. αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον. αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο 437. ἄνωχθε γυναῖκας: sc. νέκυας φορέειν. ἄνωχθε: = ἀνώγετε (vlg. anderen ἄνωκτε); de uitg. v.d. imperat. sing. is bij Hom. vaak -θι (κλῦθι, ἴσθι, ἴθι, ἄνωχθι); de pluralis ἄνωχθε is gevormd naar analogie van de singularis ἄνωχθι; of ἄνωχθε imperat. is bij het praesens ἀνώγω of bij het perfectum ἄνωγα is niet duidelijk, maar maakt voor de betekenis geen verschil. 442. θόλου: θόλος - rond gebouw(tje) (op het erf voor het paleis). 443. τανυήκεσιν: τανυήκης - met spitse punt (6 x). 450. ἀλλήλοισιν ἐρείδουσαι: ze (de lijken) op elkaar stapelend. 451. ἐπισπέρχων: tot spoed aanzettend. 455. λίστροισιν: λίστρος / λίστρον - krabber, een instrument dat gelijkt op een plamuurmes.
2 1 Ο ΔΥ Σ Σ Ε Ι Α Σ Χ 4 5 6 4 7 9 ξῦον ταὶ δ ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε. αὐτὰρ ἐπεὶ δὴ πᾶν μέγαρον διεκοσμήσαντο, δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο, μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς, εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι. 460 τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχ ἀγορεύειν «Μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατ ὀνείδεα χεῦαν μητέρι θ ἡμετέρῃ, παρά τε μνηστῆρσιν ἴαυον.» Ὣς ἄρ ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο 465 κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο, ὑψόσ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο. ὡς δ ὅτ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι ἕρκει ἐνιπλήξωσι, τό θ ἑστήκῃ ἐνὶ θάμνῳ, αὖλιν ἐσιέμεναι, στυγερὸς δ ὑπεδέξατο κοῖτος, 470 ὣς αἵ γ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν. ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ, οὔ τι μάλα δήν. Ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν τοῦ δ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ 475 τάμνον μήδεά τ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι, χεῖράς τ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ. Οἱ μὲν ἔπειτ ἀπονιψάμενοι χεῖράς τε πόδας τε εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον. 456. ξῦον: ξύω - schaven, glad maken (2 x). 465. πεῖσμα νεὸς: scheepskabel. 467. ὑψόσ ἐπεντανύσας: in de hoogte strak gespannen hebbend. 468. κίχλαι: κίχλη - lijster. τανυσίπτεροι: τανυσίπτερος - de vleugels uitstrekkend (2 x). 469. ἕρκει: alleen hier betekent ἕρκος vangnet. ἐνιπλήξωσι: ἐνιπλήσσω - ergens in terecht komen, zich storten in (3 x). θάμνῳ: θάμνος - struikgewas, bosje (9 x). 470. αὖλιν ἐσιέμεναι: naar een rustplaats verlangend. αὖλιν: αὖλις - rustplaats (2 x). κοῖτος: - rustplaats, bed (10 x). 477. κεκοτηότι θυμῷ: met een hart vol toorn.
4 8 0 5 0 1 Ο Μ Η Ρ Ο Υ 2 2 480 485 490 495 500 αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν «Οἶσε θέειον, γρηΰ, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ, ὄφρα θεειώσω μέγαρον σὺ δὲ Πηνελόπειαν ἐλθεῖν ἐνθάδ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί πάσας δ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.» Τὸν δ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια «Ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες. ἀλλ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματ ἐνείκω, μηδ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους ἕσταθ ἐνὶ μεγάροισι νεμεσσητὸν δέ κεν εἴη.» Τὴν δ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς «Πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω.» Ὣς ἔφατ, οὐδ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια, ἤνεικεν δ ἄρα πῦρ καὶ θήϊον αὐτὰρ Ὀδυσσεὺς εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν. Γρηῢς δ αὖτ ἀπέβη διὰ δώματα κάλ Ὀδυσῆος ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι αἱ δ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι. αἱ μὲν ἄρ ἀμφεχέοντο καὶ ἠσπάζοντ Ὀδυσῆα καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους χεῖράς τ αἰνύμεναι τὸν δὲ γλυκὺς ἵμερος ᾕρει κλαυθμοῦ καὶ στοναχῆς, γίνωσκε δ ἄρα φρεσὶ πάσας. 481. θέειον: - zwavel (6 x). ἄκος: - geneesmiddel, remedie (15 x). 482. θεειώσω: θεειόω - uitzwavelen (6 x).