Ε Υ Μ Ε Ν Ι Ο Υ Τ Ο Υ Ν Ε Ο Υ

Σχετικά έγγραφα
ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

ΑΡΣΕΝΙΟΥ * * * * * * * * *

ΑΚΟΛΟΥΘΙΑ ΕΚΛΑΜΨΑΝΤΟΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΝΕΟΥ** (12 Ἰουλίου) [ Ποίημα: Δρος Χαραλάμπους Μ. Μπούσια ] Ἀθῆναι 1995

Ἀκολουθία Ἁγίου ΓΕΩΡΓΙΟΥ Καρσλίδη, Δρ. Χ. Μπούσια Ψαλλομένη τῇ 4 η Νοεμβρίου

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Δρος Χαραλάµπους Μ. Μπούσια Μεγάλου ὑµνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας AKΟΛΟΥΘΙΑ ΤΟΥ ΕΝ ΟΣΙΟΙΣ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ. 117, 14)

Αγιολογία - Εορτολογία

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κανών Παρακλητικός εἰς τοὐς αὐταδέλφους ὁσίους ΠΑΡΘΕΝΙΟΝ καί ΕΥΜΕΝΙΟΝ

ρος Χαραλάμπους Μ. Μπούσια Μεγάλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας Α Κ Ο Λ Ο Υ Θ Ι Α ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΙΧΑΗΛ ΤΟΥ ΧΩΝΙΑΤΟΥ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΘΕΟΦΑΝΟΥΣ ΤΟΥ ΜΥΡΟΒΛΥΤΟΥ ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

Ἀκολουθία Ὁσίου ΔΑΝΙΗΛ τοῦ Μετεωρίτου Ψαλλομένη τῇ 16 η Αὐγούστου

Κυριακή 19 Μαΐου 2019.

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

Αριστειδης Μαρτυς ΠΑΡΑΚΛΗΣΙΣ

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

ΕΥΧΕΣ ΑΠΟΛΥΣΗΣ ΣΤΟ ΤΕΛΟΣ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΑΙ ΔΕΗΣΕΙΣ ΕΠΙ ΤΟΥ ΛΑΟΥ. Α. Στις Ακολουθίες Περιόδου

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

Ἀκολουθία Ὁσίου ΓΕΡΜΑΝΟΥ τοῦ ἐν Ἀλάσκᾳ, Δρ. Χαρ. Μπούσια

ΠΑΪΣΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ ΚΑΙ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

Α Κ Ο Λ Ο Υ Θ Ι Α ΝΕΟΦΥΤΟΥ ΚΑΙ ΑΜΒΡΟΣΙΟΥ ΜΑΚΑΡΙΟΥ

Δρος Χαραλάµπους Μ. Μπούσια Μεγάλου ὑµνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας AKΟΛΟΥΘΙΑ

Ἀκολουθία Ἁγίου ΒΑΣΙΛΕΙΟΥ Ὀστρόγου, Δρ. Χαρ. Μπούσια

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

Ἀκολουθία Ὁσίου ΕΥΤΥΧΙΟΥ, Κτίτορος Μονῆς Ἱερέων Πάφου

Ψαλλομένη τῇ ιδ τοῦ μηνός Φεβρουαρίου

1 1 παυλος και σιλουανος και τιμοθεος

1) Μες τους κάμπους τ αγγελούδια ύμνους ουράνιους σκορπούν κι από τα γλυκά τραγούδια όλα τριγύρω αχολογούν. Gloria in excelsis Deo!

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

Κυριακή 23 Ἰουνίου 2019.

Ἀκολουθία Ὁσίου ΠΑΧΩΜΙΟΥ τοῦ Μεγάλου

Iohannes Damascenus - De theologia

ΟΚΤΩΒΡΙΟΥ 27!! ΔΗΜΗΤΡΙΟΣ ΝΕΟΣ ΟΣΙΟΣ ΒΟΥΚΟΥΡΕΣΤΙΟΥ ΑΚΟΛΟΥΘΙΑ

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΚΑΤΑΛΟΓΟΣ ΕΚΔΟΣΕΩΝ

Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ. 117, 14) Α Κ Ο Λ Ο Υ Θ Ι Α ΤΗΣ ΕΙΣ ΠΑΤΡΙΑΡΧΗΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΧΕΙΡΟΤΟΝΙΑΣ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ

Ἀκολουθία Μάρτυρος ΕΥΓΕΝΙΟΥ τοῦ ἐκ Τραπεζοῦντος

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΑΠΡΙΛΙΟΣ 2019

ΠΑΡΑΔΕΙΓΜΑ ΠΑΡΑΠΟΙΗΣΗΣ ΤΗΣ ΑΓΙΑΣ ΓΡΑΦΗΣ ΑΠΟ ΤΟΥΣ ΨΕΥΔΟΜΑΡΤΥΡΕΣ ΤΟΥ ΙΕΧΩΒΑ

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ

Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ. 117, 14)

Ἀκολουθία Ὁσίας ΑΝΘΟΥΣΗΣ, μητρός Ἱ. Χρυσοστόμου, Δρ. Χαρ. Μπούσια ψαλλομένη την 28 Ιανουαρίου

* * * Ὁ πατέρας μου ἀπό τίς ἐπιστολές του

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΤΟΥ ΑΓΙΟΥ ΑΝΔΡΕΑ ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΟΥ.

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Γ ΓΥΜΝΑΙΟΥ

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).

Κανων Παρακλητικος. εις τον αρτιφανως εκλαψαντα Οσιον και Θεοφορον πατερα ημων. Παΐσιον τον Αγιορειτην* *

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4)

ΦΕΒΡΟΥΑΡΙΟΣ 21!! ΜΑΞΙΜΙΑΝΟΣ ΡΑΒΕΝΝΗΣ ΑΚΟΛΟΥΘΙΑ

Η κάθοδος του Αγίου Πνεύματος (Κυριακή της Πεντηκοστής)

Παρακλητικός Κανών εις τον Όσιον Ακάκιον του εν τη Κλιμάκι

Ἀκολουθία Νεομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Πασγάνου

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

110 Ὁμιλίες πρός τιμήν τῆς Ὑπεραγίας Θεοτόκου και Ἀειπαρθένου Μαρίας

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

Transcript:

1 Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ. 117, 14) Ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. (Ψαλμ. 145, 2) ******************************************************************* Δρος Χαραλάμπους Μ. Μπούσια Μεγάλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας Α Κ Ο Λ Ο Υ Θ Ι Α ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ Ε Υ Μ Ε Ν Ι Ο Υ Τ Ο Υ Ν Ε Ο Υ ΤΟΥ ΚΡΗΤΟΣ ΕΝ ΑΘΗΝΑΙΣ ΕΚΛΑΜΨΑΝΤΟΣ Ἀθῆναι 2004

2 Α Κ Ο Λ Ο Υ Θ Ι Α ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ Ε Υ Μ Ε Ν Ι Ο Υ Τ Ο Υ Ν Ε Ο Υ ΤΟΥ ΚΡΗΤΟΣ ΕΝ ΑΘΗΝΑΙΣ ΕΚΛΑΜΨΑΝΤΟΣ Ἡ μνήμη αὐτοῦ τελεῖται τῇ ΚΓ Μαΐου. Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια ***************************************** ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια Ἦχος α. Τῶν οὐρανίων ταγμάτων. Ἀστερουσίων ὀρέων τὸ θεῖον βλάστημα, τῆς Ἐθιᾶς τὸν γόνον καὶ τοῦ Μονοφατσίου κυπάρισσον ἁγνείας εὐθυτενῆ εὐσχημόνως τιμήσωμεν, σεπτὸν Εὐμένιον, ἄνδρα ὡς θεαυγῆ καὶ πολύπαθον γηθόμενοι. Τῆς ταπεινώσεως βάθρον, πυρσὸν πραότητος, χρηστοηθείας σκεῦος καὶ σεμνότητος στῦλον, Εὐμένιον, πατέρων νεοφανῶν τὸν διάκοσμον μέλψωμεν, ὥσπερ Ἰὼβ νῦν ὁμόζηλον τῶν παθῶν, ἀρεταῖς ἀρτίως λάμψαντα. Ἐν τοῖς ἐσχάτοις τοῖς χρόνοις τὸν διαπρέψαντα ἐπ' ἀρετῇ, σοφίᾳ καὶ ἁπλότητι, δεῦτε, Εὐμένιον, τὸν θεῖον χειραγωγὸν εὐσεβῶν πρὸς τελείωσιν

3 καὶ τῶν λεπρῶν παραστάτην καὶ ἀρωγὸν ἐν τῷ βίῳ μακαρίσωμεν. Ὡς τιμαλφές, Νικηφόρον, ὁ θεῖος Ἄνθιμος ἀπέστειλέ σοι δῶρον, τὸν λεπρόν, παρειμένον, Εὐμένιε, πασχόντων νοσηλευτά, καὶ τυφλὸν ὄντως ὅσιον, ᾧ ὑπηρέτησας χαίρων καὶ ἐν Ἐδὲμ μεθ' οὗ χαίρῃ νῦν σκηνώμασι. Δόξα. Ἦχος β. Ὅλος ἐκ τῶν χρόνων τῆς σῆς νεότητος ἀνατεθεὶς τῷ Κυρίῳ καὶ Αὐτοῦ τὰς ἐντολὰς τηρήσας, Εὐμένιε ὅσιε, ἄγγελος ὤφθης φωτόμορφος πραότητος καὶ συμπαθείας πρὸς πάσχοντας ὅθεν σὺν Ἀγγέλοις νῦν ἀγαλλόμενος καὶ τῷ εὐσυμπαθήτῳ Χριστῷ παριστάμενος μὴ παύσῃ Αὐτῷ πρεσβεύων ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου. Καὶ νῦν. Θεοτοκίον. Τὴν πᾶσαν ἐλπίδα μου... Εἰς τὸν Στίχον. Ἦχος β. Οἶκος τοῦ Ἐφραθᾶ. Νόσων τῶν Λοιμωδῶν Νοσοκομείου, χαῖρε, ὁ θεῖος ὑπηρέτης, Εὐμένιε, πατέρων νεοφανῶν ἀγλάϊσμα. Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. Χαίρεις νῦν ἐν σκηναῖς, Εὐμένιε, ταῖς ἄνω σὺν θείῳ Νικηφόρῳ, λεπρῷ πατρὶ ὁσίῳ, καλῶς ᾧ ὑπηρέτησας. Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον. Χαίροις, ὁ ποδηγὸς πρὸς πόλον Ἀθηναίων καὶ θεῖος ἀντιλήπτωρ,

4 Εὐμένιε, πασχόντων, Ἰὼβ παθῶν ὁμόζηλε. Δόξα. Τριαδικόν. Ῥῦσαι ἡμᾶς παθῶν καὶ νόσων δυσιάτων, Τριὰς ὑπεραγία, λιταῖς τοῦ Εὐμενίου, πατρὸς τοῦ οὐρανόφρονος. Καὶ νῦν. Θεοτοκίον. Μῆτερ τοῦ Λυτρωτοῦ, ὑπερευλογημένη, δυσώπει τὸν Υἱόν σου ὑπὲρ τῶν εὐφημούντων τοῦ Εὐμενίου σκάμματα. Νῦν ἀπολύεις...τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις. ***************************************************************************** ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια Ἦχος δ. Ὡς γενναῖον ἐν Μάρτυσι. Φιλοσίων συστήματα, Ἀθηναίων οἱ σύλλογοι καὶ Κρητῶν ἁπάντων σεπτὴ ὁμήγυρις, τὸν θεοφόρον Εὐμένιον τιμήσωμεν σήμερον ὑμνῳδίαις μυστικαῖς, ὡς ὁσίων ἐφάμιλλον, ἄρτι λάμψαντα τῶν ἀρχαίων ἐν πόλει τῆς Ἀτθίδος ἀστραπαῖς ἀγαθωσύνης καὶ συμπαθείας πρὸς πάσχοντας. Τῷ Χριστῷ ἐκ νεότητος ἠκολούθησας, ὅσιε, χρόνοις ἐν ἐσχάτοις, σεπτὲ Εὐμένιε,

5 καὶ καθαρθεὶς τὴν διάνοιαν συντόνοις ἀσκήσεσιν οὐρανίων ἀρετῶν ὤφθης σκεῦος πολύτιμον καὶ τοῦ Πνεύματος τοῦ ἁγίου δοχεῖον μυροβόλον, καθηδῦνον τὰς χορείας τῶν εὐλαβῶς προσιόντων σοι. Τὸν ἁπλοῦν, ταπεινόφρονα, πρᾶον, ἄκακον, ἄδολον, τὴν ἀνθρωπαρέσκειαν ἀποφεύγοντα καὶ συμπαθοῦντα τοὺς κάμνοντας, Εὐμένιον ἔνθεον, ὡς ἀκέστορα λεπρῶν καὶ θερμὸν ἀντιλήπτορα τῶν ἐν κλύδωσιν, εὐφημήσωμεν ὕμνοις μελιῤῥύτοις ἐκβοῶντες Χαῖρε, μάκαρ, ὁσίων νέων καλλώπισμα. Λοιμωδῶν καθηγίασας νόσων θεραπευτήριον βίῳ ἀκραιφνεῖ σου, σοφὲ Εὐμένιε, καὶ θαυμαστῶς ὑπηρέτησας ὡς ἄϋλος ἄνθρωπος Νικηφόρῳ τῷ σεπτῷ, οὗ τὰ τίμια λείψανα εὐωδίασε Θεία Χάρις εἰς ἔνδειγμα Κυρίου, πᾶσι νέμοντος τὰ γέρα Αὐτοῦ τῆς εὐαρεστήσεως. Θεοείκελον μέροπα, τοῦ Ἰὼβ τὸν ὁμόζηλον καὶ πιστῶν πρὸς θέωσιν τὸν ἰθύντορα, ἀξιοχρέως ὑμνήσωμεν, ὡς εὖχος πολύτιμον Ἐκκλησίας τοῦ Χριστοῦ καὶ δαιμόνων ἀντίπαλον πόθῳ κράζοντες Χαῖρε, Μάνδρας τοῦ Κουδουμᾶ σεμνότης

6 καὶ ἀγλάϊσμα τὸ νέον τῶν Ἀθηνῶν, πάτερ ὅσιε. Ἐθιά, κώμη ἄσημε, σὲ διάσημον ἔδειξε τόκος ὁ κλεινός σου, σοφὸς Εὐμένιος, τῶν εὐσεβῶν ὁ τὰ τάγματα φαιδρύνας χρηστότητι, ὁσιότητι ζωῆς, συμπαθείᾳ πρὸς κάμνοντας καὶ σεμνότητι ὅθεν μνήμην αὐτοῦ λαμπρῶς τελοῦσα κλῖνον γόνυ πρὸ τοῦ τάφου αὐτοῦ, τοῦ βλύζοντος χάριτας. Δόξα. Ἦχος πλ. β. Ἰσαγγέλῳ ἀγωγῇ καταλαμπρύνας Ἀθηνῶν τὸ Κλεινὸν Ἄστυ, ἐν τοῖς ἐσχάτοις χρόνοις δαψιλῶς ἐχαριτώθης παρὰ Κυρίου, Εὐμένιε ὅσιε, ποδηγέτα πιστῶν πρὸς τελείωσιν ἀπλανέστατε σὺ γὰρ τὴν στενὴν καὶ τεθλιμμένην παιδιόθεν βαδίσας τρίβον ὑπὲρ φύσιν ἠγώνισαι καὶ ὑπερόπτης προσύλων δέδειξαι λαβὼν οὖν τὸ στέφος τῆς σὺν Χριστῷ ἀλήκτου ἀγαλλιάσεως Αὐτῷ χάριν εἴληφας πρεσβεύειν ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου. Καὶ νῦν. Θεοτοκίον. Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε,... Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα. Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. β 1-11 ) Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ' αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς

7 ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; Ἤ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α 1-10 ) Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδ οὐ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ 1-9) Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καῖ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

8 Ἦχος α. ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἰδιόμελα Ἀγάλλου ἐν Κυρίῳ ἡ περίδοξος Κρήτη Εὐμένιον, τὸν νεοφανῆ ὅσιον, βλαστήσασα οὗτος γὰρ θείῳ πτερωθεὶς ἔρωτι παιδιόθεν ὁλοθύμῳ ψυχῆς ἐφέσει τὰ τοῦ κόσμου τερπνὰ κατέλιπε καὶ μονήρους βιοτῆς τρίβοις ἠκολούθησε καὶ νῦν τῶν βραβείων τῆς νίκης τυχὼν ἐν πόλῳ σὺν Ἀγγέλοις πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Ἦχος β. Τῆς εὐσεβείας τὸ κράτος ἐν ἐσχάτοις ἔτεσι τρανώσας τῇ ψυχῇ θεόληπτος ὡράθης, Εὐμένιε ἰσάγγελε ἡ γὰρ χάρις τοῦ Πνεύματος τῶν προσύλων ὡς ματαίων ξένον σὲ εἰργάσατο καὶ τῶν ἀΰλων ἀληθῶς ὁμόζηλον διὸ νῦν σὲ ὡς δοκιμασθέντα ἐν πυρὶ ἀσθενειῶν καὶ κακώσεων καὶ δοκιμώτερον εὑρεθέντα χρυσίου γεραίρομεν καὶ τὰς λιτάς σου ἐκζητοῦμεν πρὸς ἀρετῆς ἀπόκτησιν. Ἦχος γ. Ἐν τοῖς ὅπλοις τῆς σῆς προσευχῆς, Εὐμένιε, τὸν ἀρχαῖον κατηγωνίσω δράκοντα καὶ αὐτοῦ τὴν μανίαν ἐξεφαύλισας τῆς Κυρίας Κουδουμιανῆς Θεοτόκου δεήσεσιν ἀγωνισθεὶς ὅθεν ὑπὲρ φύσιν πρὸς τὸ φῶς ἐξεδήμησας τῆς ἀθανάτου ζωῆς ἀσκητικῶς στεφανούμενος αὐτοῦ καὶ ἡμᾶς ἀπολαῦσαι ἀξίωσον, τοὺς ἐν πίστει ἐκτελοῦντας τὴν ἀεισέβαστον μνήμην σου. Ἦχος δ. Χριστὸν ἀγαπήσας ἐξ ὅλης τῆς ἰσχύος σου, Ὃν ὡμολόγεις ὡς καταφυγὴν καὶ ῥύστην σου, πάντας ἐδίδασκες Αὐτὸν ἀγαπᾶν ἄχρι θυσίας, Εὐμένιε ὅθεν ὡς τῆς οὐδέποτε ἐκπιπτούσης ἀγάπης τιμῶντές σε ἐνδιαίτημα τὰς εὐχὰς σου πρὸς Κύριον ἐκδεχόμεθα, ἵνα ἐμπαθείας καὶ μίσους τὴν ἡμᾶς καλύπτουσαν ἀχλὺν ἐκδιώξωμεν.

9 Δόξα. Ἦχος ὁ αὐτός. Τὸν πάσης προσύλου σχέσεως ξενωθέντα καὶ οἰκειωθέντα τῶν ἀΰλων τάξεων τῷ Κυρίῳ, Εὐμένιον, τὸν νέον τῆς Ἐκκλησίας φωστῆρα, τιμήσωμεν οὗτος γὰρ σκληραγωγίᾳ ἐπιμόνῳ ἄμεμπτον τὸ κατ' εἰκόνα ἐτήρησε πρὸς τὸ καθ' ὁμοίωσιν ἐπειγόμενος καὶ νῦν τῆς τρισηλίου Θεότητος τῷ θρόνῳ παριστάμενος ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Ἐκ παντοίων κινδύνων τοὺς δούλους φύλαττε,... Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α. Χαίροις, ἀσκητικῶν. Χαίροις, Μονοφατσίου βλαστός, Ἀστερουσίων τῶν ὀρέων ἀγλάϊσμα, Μονῆς Κουδουμᾶ σεμνότης καὶ Ἐθιᾶς ἱερὲ γόνε, ὁ ἀρτίως Θείας Χάριτος ὀφθεὶς ἐνδιαίτημα, θεοφόρε Εὐμένιε, τῶν παθημάτων τοῦ Ἰὼβ ὁ ὁμόζηλος, ταπεινώσεως καὶ ἀγάπης ἀπαύγασμα ὅθεν πιστῶν οἱ σύλλογοι τὴν πάνσεπτον μνήμην σου ἀξιοχρέως τελοῦντες ψαλμοῖς καὶ ᾄσμασι πρέπουσι Χριστὸν ἀνυμνοῦμεν, τὸν ἐφάμιλλον πατέρων σὲ πάλαι δείξαντα. Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. Χαίροις, ὑπομονῆς λαμπηδών, Νοσοκομείου Λοιμωδῶν Νόσων σέμνωμα, θειότατε ὑπηρέτα τοῦ ἐν ὁσίοις λεπροῦ Νικηφόρου, πάτερ, ὃν σοὶ ἔστειλεν

10 ἐκ Χίου ὁ Ἄνθιμος, ὁ νεώτατος ἅγιος τῆς Ἐκκλησίας, καὶ οὗ Κύριος βίωσιν τὴν ἰσάγγελον μετὰ πότμον ἐτίμησε δι' εὐωδίας, ὅσιε, λειψάνων, Εὐμένιε, πιστῶς βοῶντες λιτάς σου τὰς ἐκτενεῖς ἐκδεχόμεθα πρὸς τὸν Ζωοδότην, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος. Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον. Πόνους σῆς ἀκραιφνοῦς βιοτῆς πρὸς σωτηρίαν ἀμειβόμενος Κύριος ἐν κόσμῳ ἀνέδειξέ σε ἀρτίως περιφανῆ ἐν ἀγάπης ἔργοις, πάτερ ὅσιε, ἐν λόγοις, Εὐμένιε, πρὸς λαοῦ καθοδήγησιν, ἐν συμπαθείᾳ πρὸς πανδείνως λοιμώττοντας καὶ ἐν χάριτι δαψιλῶς τῇ δοθείσῃ σοι πᾶσι γὰρ ὑπηρέτησας νοσοῦσι καὶ κάμνουσι σῇ ὁλοθύμῳ ἐφέσει ψυχῆς καὶ τρόποις ἀπλάστοις σου ἐδίδαξας πάντας σωφρονεῖν καὶ τοῦ Κυρίου τηρεῖν ἐντάλματα. Δόξα. Ἦχος πλ. δ. Χριστὸν ἐξευμενίζου ἡμῖν, τοῖς τιμῶσί σε καὶ κραυγάζουσί σοι ἐν κατανύξει, Εὐμένιε ὅσιε Χαῖρε, ὁ ἀγάπῃ τρωθεὶς οὐρανόθεν θείᾳ παιδιόθεν καὶ θεϊκῆς ἐνεργείας ἐποφθεὶς παναρμόνιον ὄργανον Χαῖρε, ὁ τῶν δαιμόνων διώκτης, τῶν ἐν θλίψεσι παρακλήτωρ

11 καὶ τῶν ἀλγούντων κουφιστὴς ἑτοιμότατος Χαῖρε, ὁ Ἀγγέλοις νῦν συγχορεύων ἐν πόλῳ δόξης καὶ ὁσίοις τοῖς ἀπ' αἰῶνος συναγαλλόμενος ὡς αὐτῶν ἰσότιμος καὶ ἐφάμιλλος Καὶ νῦν. Θεοτοκίον. Δέσποινα, πρόσδεξαι... Ἀπολυτίκιον. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Παρακλήτορα θεῖον τῶν ἐν τοῖς κλύδωσι, τὸν ἀρωγὸν ἐν ἀνάγκαις καὶ ποδηγὸν ἀπλανῆ πρὸς εὐσέβειαν λαοῦ ἐγκωμιάσωμεν ὕμνοις, Εὐμένιον, παθῶν ὡς ὁμόζηλον Ἰώβ, πνευμάτων κακῶν διώκτην καὶ εὐμενέστατον πρέσβυν ἡμῶν πρὸς Κύριον τὸν εὔσπλαγχνον. Θεοτοκίον. Χαῖρε, Πύλη Κυρίου ἡ ἀδιόδευτος... Ἀπόλυσις. ***************************************** Ε Ν Τ ῼ Ο Ρ Θ Ρ ῼ Μετὰ τὸν Ἑξάψαλμον τὸ Ἀπολυτίκιον, ὡς ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ, μετὰ δὲ τὴν α Στιχολογίαν Κάθισμα Ἦχος α. Τὸν τάφον Σου, Σωτήρ. Ὡς ἄστρον νεαυγὲς ἐν Ἀθήναις ἐκλάμψας ἐλάμπρυνας βολαῖς, πάτερ, νουθεσιῶν σου καὶ σοῦ παραδείγματος ἀστραπαῖς, χαριτόβρυτε, τοὺς προστρέχοντας σῇ θείᾳ ποδηγεσίᾳ καὶ χρηστότητι σῶν τρόπων, πνευματοφόρε, τρισμάκαρ Εὐμένιε. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

12 Ἐλέη σοῦ Υἱοῦ δαψιλῶς πέμψον πᾶσι τοῖς δούλοις σου, ἁγνή, Ἐλεοῦσα Παρθένε, πιστῶν καταφύγιον ἐν δεινοῖς καὶ ὀλέτειρα, Μῆτερ, φάλαγγος τῶν μισοκάλων δαιμόνων, ἵνα πάντοτε σὲ μεγαλύνωμεν πόθῳ, τὴν μόνην πανάμωμον. Μετὰ τὴν β. Στιχολογίαν Κάθισμα. Ἦχος δ. Ταχὺ προκατάλαβε. Τῆς Κρήτης ἐκβλάστημα καὶ μοναστὰ ἱερὲ Νικήτα τοῦ μάρτυρος τῆς σπηλαιώδους Μονῆς, θεόφρον Εὐμένιε, ἔλαμψας ἰωβείου ὥσπερ πάμφωτος στῦλος ὑπομονῆς καὶ βέλη πλάνου πεπυρωμένα συνέτριψας τῇ σῇ ἀγωγῇ καὶ ταπεινότητι. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Τὸ πῦρ τῆς Θεότητος ἐν τῇ νηδύϊ τῇ σῇ ἀφράστως, Μητρόθεε, δεχθεῖσα ὡς ἀληθῶς οὐδόλως, πανύμνητε Δέσποινα, κατεφλέχθης ὅθεν σὲ ἀνυμνοῦντες ᾄσμασι μελιῤῥύτοις ὡς πυράφλεκτον Βάτον εἰς πάντας τοὺς αἰῶνας εὐχὰς σὰς ἐκδεχόμεθα. Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ. Τὴν ὡραιότητα τῆς παρθενίας σου.

13 Ἐξευμενίζοντα ἡμῖν τὸν Κύριον αὐτοῦ δεήσεσι λαμπρῶς ὑμνήσωμεν Νοσοκομείου Λοιμωδῶν ὡς Νόσων, τοῦ ἐν Ἀθήναις, οἰκιστὴν καὶ ἔφορον καὶ πιστῶν ἀντιλήπτορα τρυχομένων πάντοτε ἐν τοῦ βίου τοῖς κλύδωσι βοῶντες ἐν ψυχῆς κατανύξει Χαίροις, Εὐμένιε τρισμάκαρ. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως καὶ πόθῳ ἀσιγήτως βοῶ σοι Χαῖρε, ἡ Κεχαριτωμένη. Τὸ α Ἀντίφωνον τοῦ δ ἤχου καὶ τὸ Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον. Εὐαγγέλιον Ὁσιακόν (Λουκ. στ 17-23). Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... Ζήτει τῇ Παρασκευῇ τῆς Β Ἑβδομάδος. Ὁ Ν Ψαλμός. Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον,... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον... Ἰδιόμελον. Ἦχος πλ. β. Τὸν κεκρυμμένον ἅγιον τῶν ἡμερῶν τῶν ἐσχάτων, προορατικὸν καὶ σημειοφόρον Εὐμένιον, ἀξίως καταστέψωμεν ᾄσμασι καὶ ὁλοθύμως αὐτῷ βοήσωμεν Ἁπλότητος ἀμάρυγμα καὶ χρηστότητος σκήνωμα, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον μὴ παύσῃ Αὐτοῦ δεόμενος ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Εἶτα ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς " Εὐμενίῳ αἴνεσις τῷ ταπεινῷ τῇ καρδίᾳ. Χ." ᾨδὴ α. Ἦχος δ. Ἀνοίξω τὸ στόμα μου.

14 Εὐμένιον ὅσιον, Μονοφατσίου ἐκβλάστημα καὶ ἔρνος νεόβλαστον τῆς Ἐθιᾶς, μυστικῶς ἀνυμνήσωμεν, ὡς χάριτος δοχεῖον καὶ λύχνον ἁπλότητος φωτοειδέστατον. Ὑπέρλαμπρον πύρσευμα χρηστοηθείας, Εὐμένιε, αὐγαῖς σου ἐφώτισας μοναδικῆς ἀγωγῆς, ταπεινώσεως καὶ ἄκρας συμπαθείας πρὸς πάσχοντας πλήρωμα ἅπαν χριστώνυμον. Μορφή σου ἡ πάνσεπτος ὡς πεπλησμένη γλυκύτητος ἀῤῥήτου, Εὐμένιε, ψυχὰς προσφύγων τῶν σῶν, πάτερ, ηὔφρανε, τῶν προσιόντων τάχος τῇ σῇ ὁσιότητι, μέροψ ἰσάγγελε. Θεοτοκίον. Εὐρύχωρον σκήνωμα τοῦ Θεοῦ Λόγου, Πανάχραντε, στενώσεως ῥῦσαί με, τὸν καθ' ἑκάστην φαιδρῶς μεγαλύνοντα σέ, Κεχαριτωμένη, καὶ πίστει δοξάζοντα Τόκον τὸν θεῖόν σου. ᾨδὴ γ. Τοὺς σοὺς ὑμνολόγους. Νεόδμητε πύργε συμπαθείας πρὸς πάντας νοσοῦντας ἀλγεινῶς καὶ στένοντας καὶ κάμνοντας,

15 Εὐμένιε φιλεύσπλαγχνε, ταῖς σαῖς θερμαῖς ἐντεύξεσιν ἀσυμπαθὲς μοὶ συγχώρησον. Ἰθύνας τὰ διαβήματά σου ἐκ χρόνων νεότητος τῆς σῆς πρὸς Κύριον, Εὐμένιε, Ἀστερουσίων καύχημα, Μονὴν καλῶς κατέλαβες Νικήτα μεγαλομάρτυρος. Ὡς στῦλος ὑπακοῆς καὶ σκεῦος, Εὐμένιε, θείων δωρεῶν, διῶξαι κατηξίωσαι τὸ πνεῦμα τὸ ἀκάθαρτον τὸ εἰσχωρήσαν, ὅσιε, εἰς σὲ ἐν χρόνοις νεότητος. Θεοτοκίον. Ἁγίασον τοὺς προσφεύγοντάς σοι καὶ πίστει τιμῶντας ἀκραιφνεῖ τοῦ Εὐμενίου σκάμματα, τοῦ θεαυγοῦς, πανάσπιλε Θεοκυῆτορ, ἅπαντας ἡ σαῖς εὐχαῖς ἁγιάζουσα. Κάθισμα. Ἦχος γ. Θείας πίστεως. Τὸν κενώσαντα ἐν τῇ ἀγάπῃ πρὸς τοὺς κάμνοντας καὶ τρυχομένους ἑαυτὸν ὡς τῆς ἀγάπης ἑπόμενον τοῦ ἑαυτὸν ἐπί Ξύλου κενώσαντα Λόγου Θεοῦ, εὐφημήσωμεν κράζοντες Πάτερ ὅσιε, Χριστὸν ἀκλινῶς, Εὐμένιε, δυσώπει πέμψαι πᾶσι θεῖον ἔλεος. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Ἀχειρόπλοκε νυμφὼν τοῦ Λόγου, ἅρμα φλόγινον Αὐτοῦ καὶ Κλῖμαξ τοὺς πιστοὺς πρὸς οὐρανοὺς ἡ μετάγουσα, Θεογεννῆτορ, βασάνους ἐλάφρυνον βιοτικὰς ἱκετῶν σου καὶ σκέπασον

16 τοὺς προσφεύγοντας σῇ χάριτι καὶ γεραίροντας θαυμάτων σου πληθὺν ὑπὸ τὴν σκέπην σου. ᾨδὴ δ. Ὁ καθήμενος ἐν δόξῃ. Ἱερέων θεοφόρων κοσμιότης, Εὐμένιε, ταπεινοφροσύνης σκεῦος διαυγές, κατεσκήνωσας ἐν ταῖς Ἀθήναις καὶ χάριτί σου ἔπλησας τοὺς προστρέχοντας σαῖς νουθεσίαις χρηστότητος. Νικηφόρου ὑπηρέτης τοῦ ὁσίου, Εὐμένιε, ἔνθερμος ὑπῆρξας, τοῦ λεπροῦ, φῶς κόσμον μὴ βλέποντος καὶ παραλύτου, μεθ' οὗ δυσώπει Κύριον δοῦναι ἅπασι τοῖς ὑμνηταῖς σου ὑγίειαν. Ἐκζητῶν Χριστοῦ τὴν δόξαν ἐκ νεότητος, ὅσιε, ἦλθες εἰς τὴν Μάνδραν τοῦ Νικήτα τοῦ καλλιμάρτυρος, οὗ τῇ δυνάμει ἐξέβαλες ἀκάθαρτον πνεῦμα, πάντιμε, καὶ ἀειῤῥύτοις σου δάκρυσι. Θεοτοκίον. Στῦλε προστασίας θείας, κλίνη χρυσοπορφύρωτε τοῦ Ὑψίστου Λόγου, τόπε ἁγιώτατε, Δέσποινα, καὶ πολυάνθιστε κῆπε Θείας Χάριτος, παραμύθησον τοὺς τεθλιμμένους καὶ στένοντας. ᾨδὴ ε. Ἐξέστη τὰ σύμπαντα. Ἰδοὺ νῦν γηθόμενοι τὴν μνήμην σου τὴν πάνσεπτον μέλποντες, Εὐμένιε, ὡς φάρον

17 ἀγαθωσύνης καὶ εὐσεβείας λαμπρὸν ὑμνοῦμέν σε, τὸν μαρμαρυγαῖς λόγων νουθεσίας σου Ἀθηναίους φωτίσαντα. Σοφῶς πεπολίτευσαι καὶ Λοιμωδῶν ἀνέδειξας Νόσων τὸ Νοσοκομεῖον ἄρτι πηγὴν χαρίτων καὶ θεραπείας πολλῶν πασχόντων, Εὐμένιε σεπτέ, ἰατρεῖον ἄμισθον καὶ κρουνὸν ἀκεσώδυνον. Τὸν πρᾶον, ἡσύχιον, ἀόργητον τε ἄκακον καὶ ἁπλοῦν ποιμένα τῶν προβάτων Χριστοῦ τῆς ποίμνης, τὸν βακτηρίᾳ στεῤρᾷ αὐτοῦ τῶν θεοπειθῶν εὐχῶν κόσμον κατευθύναντα πρὸς τελείωσιν μέλψωμεν. Θεοτοκίον. Ὡς τέμενος ἄσυλον, παλάτιον χρυσότευκτον, ἄσπιλον ἀμνάδα τοῦ Ὑψίστου, δεδοξασμένην πόλιν καὶ γῆν καθαρὰν ὑμνοῦντές σε, Μῆτερ τοῦ Θεοῦ, ἐκτενεῖς αἰτούμεθα καὶ θερμὰς ἱκεσίας σου. ᾨδὴ στ. Τὴν θείαν ταύτην. Τὸν στῦλον τὸν θεοστήρικτον συνέσεως καὶ βάθρον ἀσάλευτον Χριστοῦ τῆς πίστεως, ὑπομονῆς μεγαλύνομεν ὡς Ἰωβείου πάντες πιστοὶ ἐκτύπωμα.

18 Ἀγάλλου, τέρπου καὶ χόρευε τῆς Κρήτης Ἐθιά, πάλαι ἄσημος, καὶ Ἄστυ ἔνδοξον τῶν Ἀθηνῶν πανηγύριζε νῦν ἄμφω Εὐμενίου μνήμην γεραίροντες. Πατέρων νέων θησαύρισμα, Εὐμένιε, Χριστῷ εὐηρέστησας θείοις ἀγῶσί σου διὸ καὶ χάριν ἀπείληφας Αὐτῷ ἀεὶ πρεσβεύειν ὑπὲρ προσφύγων σου. Θεοτοκίον. Ἐλπὶς πιστῶν ἀπροσμάχητος, πενήτων χορτασμός, καταφύγιον, Θεογεννήτρια, στενόντων καὶ παραμύθιον ὑπάρχεις θλιβομένων, Κυρία Δέσποινα. Κοντάκιον. Ἦχος πλ. δ. Τῇ Ὑπερμάχῳ. Τὸν ἀνεξίκακον, ἡσύχιον, ἐχέφρονα, ἁπλοῦν τε πρᾶον, ταπεινὸν καὶ εὐσυμπάθητον, εὐλαβῆ ἱερομόναχον μελιῤῥύτοις ἀνυμνήσωμεν ᾠδαῖς, ὡς ἀπλανέστατον κατευθύντορα πιστῶν πρὸς βίον κρείττονα, πόθῳ κράζοντες Χαίροις, μάκαρ Εὐμένιε. Ὁ Οἶκος. Ἄνθρωπος οὐρανόφρων καὶ ἰσάγγελος ὤφθης, Εὐμένιε, ἀρτίως ἐν κόσμῳ, Λοιμωδῶν Νόσων στῦλε λαμπρὲ τοῦ Νοσοκομείου καὶ πιστῶν ἄριστε ἰθύντορ πρὸς τελείωσιν διὸ σοὶ ἐκβοῶμεν ταῦτα Χαῖρε, τῆς Κρήτης ὁ θεῖος γόνος χαῖρε, ἀγάπης ἀστράπτων λύχνος.

19 Χαῖρε, Νικηφόρου ἀγώνων ὁμόζηλε χαῖρε, φιλαρέτου βιώσεως πρόμαχε. Χαῖρε, δένδρον ἀγλαόκαρπον θεοσδότων δωρεῶν χαῖρε, ῥόδον εὐωδέστατον συμπαθείας τῶν λεπρῶν. Χαῖρε, τῶν Ἀθηναίων τὸν λαὸν ὁ εὐφράνας χαῖρε, τῶν χριστωνύμων τὴν πληθὺν ὁ στηρίξας. Χαῖρε, ἠθῶν ἀμέμπτων κειμήλιον χαῖρε, σεπτὸν τῆς χάριτος ἔσοπτρον. Χαῖρε, πιστῶν ἀπλανὴς ποδηγέτης χαῖρε, ἡμῶν πρὸς τὸν Κτίστην μεσίτης Χαίροις, μάκαρ Εὐμένιε. Συναξάριον. Τῇ κγ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν, Εὐμενίου τοῦ Κρητός, τοῦ ἐν ἐσχάτοις χρόνοις διαλάμψαντος ἐν Ἀθήναις. Στίχοι. Λεπρῶν καὶ νοσούντων λοιμικῶς ἀκέστωρ πιστῶν, Εὐμένιε, ποδηγέτα, ὤφθης. Συναξάριον. Ὁ Ὅσιος καὶ Θεοφόρος Πατὴρ ἡμῶν Εὐμένιος πατρίδα ἔσχε τὴν Ἐθιὰ τῆς ἐπαρχίας Μονοφατσίου, τοῦ Ἡρακλείου Κρήτης. Ἔρωτι θείῳ τρωθεὶς παιδιόθεν ἠκολούθησε μοναστῶν ταῖς τρίβοις ἐν τῇ Μονῇ τοῦ Μεγαλομάρτυρος Νικήτα, τῇ πλησίον τῆς αὐτοῦ γενετείρας κειμένῃ. Κατὰ τὴν κουρὰν αὐτοῦ ἔλαβε τὴν κλῆσιν Σωφρόνιος καὶ κατὰ τὴν χειροτονίαν αὐτοῦ εἰς ἱερομόναχον ὑπὸ τοῦ Ἀρχιεπισκόπου Κρήτης Τιμοθέου ἐν τῇ Μονῇ Καλυβιανῆς τὴν κλῆσιν Εὐμένιος. Προσβληθεὶς ὑπὸ τῶν βελῶν τοῦ μισοκάλου Βελίαρ ἦλθεν εἰς τὴν τοῦ Κουδουμᾶ περίδοξον Μάνδραν, εἰς ἣν καὶ ἠλευθερώθη τῆς τοῦ παγκάκου ἐπηρείας. Ἀσθενήσας ἐκ νόσου λοιμικῆς ἦλθεν εἰς τὸ Νοσοκομεῖον Λοιμωδῶν Νόσων τῶν Ἀθηνῶν, ὃ ἔδειξε κονίστραν τῶν ἀσκητικῶν αὐτοῦ παλαισμάτων καὶ παλάτιον συμπαθείας τῶν κατατρυχομένων καὶ ἀλγεινῶς νοσούντων. Ἐν τῷ Νοσοκομείῳ τῶν Λοιμωδῶν Νόσων ἐπεράτωσε τὸν Ναὸν τῶν Ἁγίων Ἀναργύρων καὶ ὑπηρέτησε προθύμως τῷ ὁσίῳ Νικηφόρῳ, τοὐπίκλην Τζανακάκη, τῷ τυφλῷ, λεπρῷ καὶ παραλύτῳ. Διηκόνησε πᾶσι τοῖς ἐμπεριστάτοις

20 καὶ κατωδύνως νοσοῦσι καὶ ἀνεδείχθη πνευματικὸς πατὴρ καὶ ἰθυντὴρ πρὸς σωτηρίαν πληθύος Ἀθηναίων χριστωνύμων. Ὑπέμεινεν ἀγογγύστως, τὸν Ἰὼβ μιμούμενος, τὰς τῆς σαρκὸς αὐτοῦ ἀσθενείας καὶ διεκρίθη διὰ τὴν ταπείνωσιν, πραότητα καὶ συμπάθειαν αὐτοῦ πρὸς πάντα κάμνοντα. Ἐκοιμήθη ἐν Ἀθήναις τῇ ΚΓ Μαΐου τοῦ σωτηρίου ἔτους 1999, ἔνθα τὸ χαριτόβρυτον αὐτοῦ σκήνωμα ἐξετέθη πρὸς προσκύνησιν ἐν τῷ Ναῷ τῶν Ἁγίων Ἀναργύρων τοῦ Νοσοκομείου Λοιμωδῶν Νόσων καὶ ἐδέξατο τὸν τελευταῖον ἀσπασμὸν ἀπείρου πενθηφόρου πλήθους. Πανδήμως ἐκηδεύθη ἐν τῇ πατρῴᾳ αὐτοῦ γῇ. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ᾨδὴ ζ. Οὐκ ἐλάτρευσαν. Ἱερώτατε Εὐμένιε, νεόφωτον ἄστρον συνέσεως, ὁ ἐν Καλυβιανῇ λαβὼν χρῖσμα ἅγιον ἱερωσύνης σου, κατεφώτισας νουθεσιῶν ἀκτῖσί σου τοὺς πιστῶς σοὶ προσιόντας. Νεοσμίλευτον ἀγαθωσύνης ἄγαλμα, σεπτὲ Εὐμένιε, τῶν σῶν δακρύων ῥοαῖς καρδίας ἐπίανας τῶν προσιόντων σοι πρὸς πολύφορον, σημειοφόρε ὅσιε, ἀμητὸν ἀμέμπτου βίου. Ὡς νεόφωτον ἀστέρα μελῳδοῦμέν σε, πνευματοφόρητε, μοναδικῆς ἀγωγῆς, ἀσκήσεως, νήψεως καὶ ταπεινώσεως, τὸν φωτίσαντα,

21 Εὐμένιε, προσφύγων σου Ἀθηναίων τὰς χορείας. Θεοτοκίον. Τεῖχος ἄσειστον, Πάρθενε, ἀγαθότητος, Θεογεννήτρια, τοὺς σὲ τιμῶντας ἀεὶ ὑπὸ τῶν πτερύγων σου τὴν σκέπην ἅπαντας περιτείχισον, καὶ ὑπὸ τῆς εὐνοίας σου τὴν σκιὰν καὶ προστασίας. ᾨδὴ η. Παῖδας εὐαγεῖς. Ἥλιος καθάπερ σωφροσύνης ἀγώνων σῆς πολιτείας τοῖς πυρσεύμασιν Ἀθηναίων ηὔγασας τοὺς χορούς, Εὐμένιε, τοὺς ἐν χαρᾷ προστρέχοντας ταῖς νουθεσίαις σου ἐν τῷ σεπτῷ Ναῷ τῶν Ἁγίων Ἀναργύρων, μάκαρ, ὃν ἤγειρας σοῖς μόχθοις. Κρείττονα κατηύθυνας πρὸς βίον τοὺς σοὶ καταφεύγοντας, Εὐμένιε, πάτερ πνευματέμφορε, ἄκακε, πανόσιε, καὶ ταπεινόφρον ἅπαντας Θεοῦ τῇ χάριτι διόπερ ὡς σταλέντα ἐξ ὕψους, ἵνα σώσῃς κόσμον, ἐκθύμως σὲ τιμῶμεν. Ἅπασι τὰ πρόσφορα παρέχεις, Εὐμένιε, τοῖς προστρέχουσι σῇ χάριτι καὶ τρανῶς κραυγάζουσι Πάτερ θεοείκελε, δαιμόνων ὀλετήριον καὶ καταφύγιον

22 στενόντων ἐν τοῦ βίου ταῖς ζάλαις, πρόσδεξαι τὸν ὕμνον τῶν σὲ μακαριζόντων. Θεοτοκίον. Ῥάδαμνον ἡμῶν τῆς σωτηρίας ἀνέθαλες ὑπὲρ λόγον, Θεονύμφευτε, Παναγία Δέσποινα, ῥίζα θεοφύτευτε διὸ ὑμνολογοῦντές σε λαμπρῶς αἰτούμεθα τὰς σὰς πρὸς τὸν Υἱόν σου πρεσβείας, Κεχαριτωμένη, Χριστὸν τὸν Ζωοδότην. ᾨδὴ θ. Ἅπας γηγενής. Δύναμιν λαβὼν ἐξ ὕψους, Εὐμένιε, προλέγειν μέλλοντα καὶ ὁρᾶν ἐνδότερα τῶν σῶν προσφύγων κόσμῳ διέλαμψας ὡς ἄστρον διοράσεως καὶ προοράσεως ὅθεν πάντες μνήμην σου νῦν ἄγομεν τὴν φωσφόρον εὐτάκτοις μελίσμασιν. Ἴασιν ἡμῖν ψυχῶν ἄλγους δώρησαι, τοῖς ἀνυμνοῦσί σε, ὡς θαυμάτων πέλαγος, σημειοφόρε, πάτερ Εὐμένιε, ὁ τῶν πιστῶν ἀείποτε τῇ εὐωδίᾳ σου συμπαθείας πρὸς τοὺς χρείας ἔχοντας καὶ νοσοῦντας εὐφράνας, θεόληπτε.

23 Ἄνερ θεαυγές, φρουρεῖς Ἀστερούσια ὄρη σῇ χάριτι, νῆσον Κρήτην ἅπασαν νῦν περισκέπεις, τὴν προσπελάζουσαν τῷ πανιέρῳ τάφῳ σου, σεπτὲ Εὐμένιε, καὶ τὴν Μάνδραν Κουδουμᾶ τὴν πάνσεπτον, ῥυσαμένην σὲ τῆς ἀσθενείας σου. Θεοτοκίον. Χάριτος πηγή, Παρθένε θεόνυμφε, βροτῶν τὴν ἔκπτωτον φύσιν ἀνεκαίνισας τὸν Ζωοδότην κυοφορήσασα, Χριστὸν τὸν πολυεύσπλαγχνον, Ὃν καθικέτευε πέμψαι πᾶσι σὲ τοῖς μακαρίζουσι δαψιλῶς τὸ Αὐτοῦ θεῖον ἔλεος. Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε. Τῶν ἀρετῶν λαμπρότητι, ἀκτῖσιν ἀγαπήσεως καὶ προσφορᾶς πρὸς τοὺς πέλας τοὺς τρυχομένους, χορείας τῶν Ἀθηναίων ηὔφρανας, Εὐμένιε, νεόφωτον καὶ παμφαὲς ἐκπύρσευμα τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, μακαριζούσης σὲ πόθῳ. Θεοτοκίον. Παστὰς χρυσοπορφύρωτε, ὑπερνεφὲς, μετάρσιε καὶ διασῴζουσα κλῖμαξ,

24 ἄμπελος πέπειρον βότρυν, Θεάνθρωπον ἡ φέρουσα, τὸν σωτηρίας στάζοντα νέκταρ ἡμῖν γλυκύτατον, Θεοκυῆτορ Παρθένε, σὲ μελῳδοῦμεν ἀπαύστως. Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α. Πανεύφημοι Μάρτυρες. Εὐμένιε, γόνε Ἐθιᾶς, νέον Κρήτης καύχημα, Μονῆς Νικήτα ἀνάστημα, τοῦ καλλιμάρτυρος, καὶ κοσμῆτορ θεῖε Ἀθηνῶν τῆς πόλεως, ἐν Καλυβιανῆς Μάνδρᾳ ἔλαβες ἱερωσύνης σου θεῖον χρῖσμα, δι' οὗ γέγονας ἱερέων σεπτῶν ἐγκαλλώπισμα. Εὐμένιε, πρᾶε, ταπεινὲ, ἀγαθέ, φιλάρετε, θεοφορούμενε, ὅσιε, πνευματοκίνητε καὶ σημειοφόρε, ἔβλεπες τὰ κρυφία ψυχῶν καὶ τὰ μακρὰν ὥσπερ ἔγγιστα Πνεύματος Χάριτι ὅθεν πάντες μακαρίζομεν σὲ ὡς νέον τῆς πίστεως σέμνωμα. Εὐμένιε, Νόσων Λοιμικῶν οἰκιστὰ περίδοξε Νοσοκομείου, κατέδειξας τοῦτο ἀγάπης σου πρὸς νοσοῦντας πάντας χρυσαυγὲς παλάτιον καὶ πρὸς τοὺς βοηθείας σου χρῄζοντας οἶκον χρυσότευκτον

25 ὅθεν μνήμην σου τὴν πάμφωτον καὶ φωσφόρον τελοῦμεν ἐν ᾄσμασιν. Εὐμένιε πάτερ, ἀρετῆς, εὐταξίας, νήψεως, εὐχῆς, σοφίας, συνέσεως, θείας ἁπλότητος, ταπεινοφροσύνης, ἄκρας διακρίσεως, ἀγάπης, συμπαθείας πρὸς κάμνοντας καὶ προοράσεως σεμνολόγημα, ἱκέτευε τὸν Σωτῆρα ὑπὲρ τῶν τιμώντων σε. Δόξα. Ἦχος πλ. α. Ἐνεργοῦ καὶ πρακτικῆς ἀγάπης τὸν ὑφηγήτορα, τὸν ἑαυτὸν παραστήσαντα τῇ Ἐκκλησία τύπον καλῶν ἔργων καὶ πιστοὺς ὁδηγήσαντα πρὸς θέωσιν, Εὐμένιον τὸν θεῖον, ὕμνοις τιμήσωμεν Οὗτος γὰρ ὁλοθύμως τὰς ἐντολὰς τοῦ Κυρίου τηρήσας καὶ τοὺς ἀλγεινῶς λοιμώττοντας κουφίσας φαρμάκῳ τῆς αὐτοῦ ἀφάτου συμπαθείας, κληρονόμος γέγονε τῆς ἐπουρανίου Βασιλείας ὅθεν καὶ ἡμεῖς αὐτοῦ τοὺς ἀγῶνας μακαρίζοντες καὶ τὴν παγγέραστον αὐτοῦ μνήμην γεραίροντες τὰς θεοπειθεῖς αὐτοῦ λιτὰς ἐξαιτούμεθα πρὸς βίον κρείττονα. Καὶ νῦν. Θεοτοκίον. Μακαρίζομέν σε, Θεοτόκε Παρθένε,... Δοξολογία Μεγάλη καὶ 'Απόλυσις. ***************************************** Ε Ν Τ ῌ Λ Ε Ι Τ Ο Υ Ρ Γ Ι ᾼ Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ὁσίου ἡ γ καὶ ἡ στ ᾠδή. Ἀπόστολος Πρὸς Γαλάτας (Κεφ. ε 22 - στ 2 ). Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστι, χαρά,... Ζήτει τῷ Σαββάτῳ τῆς ΚΖ Ἑβδομάδος. Εὐαγγέλιον Κατὰ Λουκᾶν (Κεφ. ιγ 17-23 ).

26 Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... Ζήτει τῇ Πέμπτῃ τῆς Δ Ἑβδομάδος. Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον. Μεγαλυνάριον. Χαίροις, ὁ ἐκλάμψας ἀρτιφανῶς ἀρωγῇ πρὸς πέλας, ἐν τοῖς πόνοις ὑπομονῇ, ἄκρᾳ ταπεινώσει καὶ ἀρετῇ, ἐχέφρον Εὐμένιε, πατέρων νέων ὑπόδειγμα. Τρισσεῦον, "Κύριε, ἐλέησον", ὡς ἐν Λιτῇ Ἁγίου Ὄρους Ἐθιᾶς, Εὐμένιε,* βλάστημα, εὐμένισον* σοῖς ἱκέταις Κύριον. Δίστιχον. Ἐξευμενίζου μοι, Εὐμένιε μάκαρ, Θεόν, Χαραλάμπει, τῷ ὑμνήσαντί σε. Ἀριθμ Καταλ. 268 /2004 Τ Ε Λ Ο Σ ΚΑΙ ΔΟΞΑ Τῼ ΜΟΝῼ ΑΛΗΘΙΝῼ ΘΕῼ ΗΜΩΝ